§8.1–8.131
ἦμος δʼ ἠελίοιο φάος περικίδνατο γαῖαν
ἐκ περάτων ἀνιόντος, ὅθι σπέος Ἠριγενείης,
δὴ τότε που Τρῶες καὶ Ἀχαιῶν ὄβριμοι υἷες
θωρήσσονθʼ ἑκάτερθεν ἐπειγόμενοι ποτὶ δῆριν·
5 καὶ τοὺς μὲν πάϊς ἐσθλὸς Ἀχιλλέος ὀτρύνεσκεν
ἀντιάαν Τρώεσσιν ἀταρβέα θυμὸν ἔχοντας,
τοὺς δʼ ἄρα Τηλεφίδαο μέγα σθένος· γὰρ ἐώλπει
τεῖχος μὲν χαμάδις βαλέειν νῆάς τʼ ἀμαθῦναι
ἐν πυρὶ λευγαλέῳ, λαοὺς δʼ ὑπὸ χερσὶ δαΐξαι.
10 ἀλλά οἱ ἐλπωρὴ μὲν ἔην ἐναλίγκιος αὔρῃ
μαψιδίῃ· κῆρες δὲ μάλα σχεδὸν ἑστηυῖαι
πολλὸν καγχαλάσκον ἐτώσια μητιόωντι.
καὶ τότε Μυρμιδόνεσσιν Ἀχιλλέος ἄτρομος υἱὸς
θαρσαλέον φάτο μῦθον ἐποτρύνων πονέεσθαι·
15 κέκλυτέ μευ, θεράποντες, ἀρήϊον ἐν φρεσὶ θυμὸν
θέντες, ἵνʼ Ἀργείοισιν ἄκος πολέμου ἀλεγεινοῦ
δυσμενέεσσι δὲ πῆμα γενώμεθα· μηδέ τις ἡμέων
ταρβείτω· κρατερὴ γὰρ ἄδην ἐκ θάρσεος ἀλκὴ
γίνεται ἀνθρώποισι· δέος δὲ βίην ἀμαθύνει
20 καὶ νόον· ἀλλʼ ἄγε πάντες ἐς Ἄρεα καρτύνασθε,
ὄφρα μὴ ἀμπνεύσῃ Τρώων στρατός, ἀλλʼ Ἀχιλῆα
φαίη ἔτι ζώοντα μετέμμεναι Ἀργείοισιν.
ὣς εἰπὼν ὤμοισι πατρώια δύσατο τεύχη
πάντοθε μαρμαίροντα· Θέτις δʼ ἠγάλλετο θυμῷ
25 ἐξ ἁλὸς εἰσορόωσα μέγα σθένος υἱωνοῖο.
καί ῥα θοῶς οἴμησε πρὸ τείχεος αἰπεινοῖο
ἐμβεβαὼς ἵπποισιν ἑοῦ πατρὸς ἀθανάτοισιν·
οἷος δʼ ἐκ περάτων ἀναφαίνεται ὠκεανοῖο
ἠέλιος θηητὸν ἐπὶ χθόνα πῦρ ἀμαρύσσων,
30 πῦρ, ὅτε οἱ πώλοισι καὶ ἅρματι συμφέρετʼ ἀστὴρ
Σείριος, ὅς τε βροτοῖσι φέρει πολυκηδέα νοῦσον·
τοῖος ἐπὶ Τρώων στρατὸν ἤιεν ὄβριμος ἥρως
υἱὸς Ἀχιλλῆος· φόρεον δέ μιν ἄμβροτοι ἵπποι,
τούς οἱ ἐελδομένῳ νηῶν ἄπο λαὸν ἐλάσσαι
35 ὤπασεν Αὐτομέδων· ὃς γάρ σφεας ἡνιόχευεν·
ἵπποι δʼ αὖτʼ ἐχάρησαν ἑὸν φορέοντες ἄνακτα
εἴκελον Αἰακίδῃ· τῶν δʼ ἄφθιτον ἦτορ ἐώλπει
ἔμμεναι ἀνέρα κεῖνον Ἀχιλλέος οὔτι χερείω.
ὣς δὲ καὶ Ἀργεῖοι μέγα καγχαλόωντες ἄγερθεν
40 ἀμφὶ Νεοπτολέμοιο βίην ἄμοτον μεμαῶτες
λευγαλέοις σφήκεσσιν ἐοικότες, οὕς τε κλονήσῃ
χηραμοῦ ἐκποτέονται, ἐελδόμενοι χρόα θεῖναι
ἀνδρόμεον, πάντες δὲ περὶ στέγος ὁρμαίνοντες
τεύχουσιν μέγα πῆμα παρεσσυμένοισι βροτοῖσιν
45 ὣς οἵ γʼ ἐκ νηῶν καὶ τείχεος ἐξεχέοντο
μαιμώωντες Ἄρηι· πολὺς δʼ ἐστείνετο χῶρος.
πᾶν πεδίον δʼ ἀπάνευθεν ἐλάμπετο τεύχεσι φωτῶν
ἠελίου καθύπερθεν ἀπείριτα μαρμαίροντος·
οἷον δὲ νέφος εἶσι διʼ ἠέρος ἀπλήτοιο
50 πνοιῇσιν μεγάλῃσιν ἐλαυνόμενον Βορέαο,
ἦμος δὴ νιφετός τε πέλει καὶ χείματος ὥρη
ἀργαλέη, πάντῃ δὲ περιστέφει οὐρανὸν ὄρφνη·
ὣς τῶν πλήθετο γαῖα συνερχομένων ἑκάτερθε
νηῶν βαιὸν ἄπωθε· κόνις δʼ εἰς οὐρανὸν εὐρὺν
55 πέπτατʼ ἀειρομένη· κανάχιζε δὲ τεύχεα φωτῶν,
σὺν δὲ καὶ ἅρματα πολλά· διεσσύμενοι δʼ ἐπὶ μῶλον
ἵπποι ἐπεχρεμέτιζον· ἐὴ δʼ ἐκέλευεν ἔκαοτον
ἀλκὴ ἀνιηρὴν ἐς φύλοπιν ὀτρύνουσα.
ὡς δʼ ὅτε κύματα μακρὰ δύο κλονέουσιν ἀῆται
60 σμερδαλέον βρομέοντες ἀνὰ πλατὺ χεῦμα θαλάσσης
ἔκποθεν ἀλλήλοισι περιρρηγνύντες ἀέλλας,
ὁππότε χεῖμʼ ἀλεγεινὸν ἀν̔ εὐρέα βένθεα πόντου
μαίνετʼ, ἀμαιμακέτη δὲ περιστένει Ἀμφιτρίτη
κύμασι λευγαλέοισι, τὰ δʼ ἄλλοθεν ἄλλα φέρονται
65 οὔρεσιν ἠλιβάτοισιν ἐοικότα, τῶν δʼ ἀλεγεινὴ
ὀρνυμένων ἑκάτερθε πέλει κατὰ πόντον ἰωή·
ὣς οἳ γʼ ἀμφοτέρωθεν ἐπʼ Ἄρεα συμφορέοντο
σμερδαλέον μεμαῶτες· ἔρις δʼ ὀρόθυνε καὶ ἀλκὴ.
σὺν δʼ ἔβαλον βροντῇσιν ἐοικότες στεροπῇσιν,
70 αἵ τε μέτα κτυπέουσι διʼ ἠέρος, ὁππότʼ ἀῆται
λάβροι ἐριδμαίνωσι, καὶ ὁππότε λάβρον ἀέντες
σὺν νέφεα ῥήξωσι Διὸς μέγα χωομένοιο
ἀνδράσιν, οἵ τʼ ἐρίτιμον ὑπὲρ Θέμιν ἔργα κάμωνται·
ὣς οἵ γʼ ἀλλήλοισιν ἐπέχραον· ἔγχεϊ δʼ ἔγχος
75 συμφέρετʼ, ἀσπίδι δʼ ἀσπίς, ἐπʼ ἀνέρα δʼ ἤιεν ἀνὴρ.
πρῶτος δʼ ὄβριμος υἱὸς ἐϋπτολέμου Ἀχιλῆος
δάμνατʼ ἐῢν Μελανῆα καὶ ἀγλαὸν Ἀλκιδάμαντα
υἷας Ἀλεξινόμοιο δαΐφρονος, ὅς τʼ ἐνὶ κοίλῃ
Καύνῳ ναιετάασκε διειδέος ἀγχόθι λίμνης
80 Ἴμβρῳ ὑπὸ νιφόεντι παραὶ ποσὶ Ταρβήλοιο.
κτεῖνε δὲ Κασσάνδροιο θοὸν ποσὶ παῖδα Μένητα,
ὃν τέκε δῖα Κρέουσα παρὰ προχοῇς ποταμοῖο
Λίνδου ἐϋρρείταο, μενεπτολέμων ὅθι Καρῶν
πείρατα καὶ Λυκίης ἐρικύδεος ἄκρα πέλονται.
85 εἷλε δʼ ἄρʼ αἰχμητῆρα Μόρυν Φρυγίηθε μολόντα·
τῷ δʼ ἄρʼ ὁμῶς Πόλυβόν τε καὶ Ἱππομέδοντα κατέκτα,
τὸν μὲν ὑπὸ κραδίην, τὸν δʼ ἐς κληῖδα τυχήσας·
δάμνατο δʼ ἄλλοθεν ἄλλον· ἐπέστενε δʼ αἶα νέκυσσι
Τρώων· οἱ δʼ ὑπόεικον ἐοικότες αὐαλέοισι
90 θάμνοις, οὓς ὀλοοῖο πυρὸς κατεδάμνατʼ ἀϋτμὴ
ῥηιδίως ἐπιόντος ὀπωρινοῦ Βορέαο·
ὣς τοῦ ἐπεσσυμένοιο κατηρείποντο φάλαγγες.
Αἰνείας δʼ ἐδάμασσεν Ἀριστόλοχον μενεχάρμην
πλήξας χερμαδίῳ κατὰ κράατος· ἐν δʼ ἄρʼ ἔθλασσεν
95 ὀστέα σὺν πήληκι· λίπεν δʼ ἄφαρ ὀστέα θυμός.
Τυδείδης δʼ Εὔμαιον ἕλεν θοόν, ὅς ῥά τʼ ἔναιε
Δάρδανον αἰπήεσσαν, ἵνʼ Ἀγχίσαο πέλονται
εὐναί, ὅπου Κυθέρειαν ἐν ἀγκοίνῃσι δάμασσεν.
ἔνθʼ Ἀγαμέμνων κτεῖνεν ἐῢν Στράτον· οὐδʼ γε Θρῄκην
100 ἵκετʼ ἀπὸ πτολέμοιο, φίλης δʼ ἑκὰς ἔφθιτο πάτρης.
Μηριόνης δʼ ἐδάμασσε Χλέμον Πεισήνορος υἷα
ἀντιθέου Γλαύκοιο φίλον καὶ πιστὸν ἑταῖρον
ὅς ῥά τε ναιετάασκε παρὰ προχοῇς Λιμυροῖο,
καί ῥά μιν ὡς βασιλῆα περικτίονες τίον ἄνδρες
105 Γλαύκου ἀποκταμένοιο καὶ οὐκέτι κοιρανέοντος,
πάντες, ὅσοι Φοίνικος ἕδος περὶ πάγχυ νέμοντο
αἰπύ τε Μασσικύτοιο ῥίον ῥωχμόν τε Χιμαίρης.
ἄλλος δʼ ἄλλον ἔπεφνε κατὰ μόθον· ἐν δʼ ἄρα τοῖσιν
Εὐρύπυλος πολέεσσι κακὰς ἐπὶ κῆρας ἴαλλε
110 δυσμενέσιν· πρῶτον δὲ μενεπτόλεμον κατέπεφνεν
Εὔρυτον, αὐτάρ ἔπειτα Μενοίτιον αἰολομίτρην,
ἀντιθέους ἑτάρους Ἐλεφήνορος· ἀμφὶ δʼ ἄρα σφὶν
Ἅρπαλον, ὅς ʼ Ὀδυσῆος ἐΰφρονος ἔσκεν ἑταῖρος·
ἀλλʼ μὲν οὖν ἀπάτερθεν ἔχεν πόνον, οὐδʼ ἐπαμύνειν
115 ἔσθενεν θεράποντι δεδουπότι· τοῦ δʼ ἄρʼ ἐταῖρος
Ἄντιφος ὀβριμόθυμος ἀποκταμένοιο χολώθη,
καὶ βάλεν Εὐρυπύλοιο καταντίον· ἀλλά μιν οὔτι
οὔτασεν, οὕνεκά οἱ κρατερόν δόρυ τυτθὸν ἄπωθεν
ἔμπεσε Μελανίωνι δαΐφρονι, τόν ποτε μήτηρ
120 γείνατο πὰρ προχοῇσιν ἐϋρρείταο Καΐκου
Κλείτη καλλιπάρῃος ὑποδμηθεῖσʼ Ἐρυλάῳ.
Εὐρύπυλος δʼ ἑτάροιο χολωσάμενος κταμένοιο
Ἀντίφῳ αἷψʼ ἐπόρουσεν· δʼ ἔκφυγε ποσσὶ θοοῖσιν
ἐς πληθὺν ἑτάρων· κρατερὸν δέ μιν οὔτι δάμασσεν
125 ἔγχος Τηλεφίδαο δαΐφρονος, οὕνεκʼ ἔμελλεν
ἀργαλέως ὀλέεσθαι ὑπʼ ἀνδροφόνοιο Κύκλωπος
ὕστερον· ὣς γάρ που στυγερῇ ἐπιήνδανε Μοίρῃ.
Εὐρύπυλος δʼ ἑτέρωθεν ἐπῴχετο· τοῦ δʼ ὑπὸ δουρὶ
αἰὲν ἐπεσσυμένοιο κατήριπε πουλὺς ὅμιλος·
130 ἠΰτε δένδρεα μακρὰ βίῃ δμηθέντα σιδήρου
οὔρεσιν ἐν λασίοισιν ἀναπλήσωσι φάραγγας
§8.132–8.254
κεκλιμένʼ ἄλλοθεν ἄλλα κατὰ χθονός· ὣς ἄρʼ Ἀχαιοὶ
δάμναντʼ Εὐρυπύλοιο δαΐφρονος ἐγχείῃσι,
μέσφʼ ὅτε οἱ κίεν ἄντα μέγα φρονέων ἐνὶ θυμῷ
135 υἱὸς Ἀχιλλῆος. τώ δʼ ἄμφω δούρατα μακρὰ
ἐν παλάμῃσι τίνασσον ἐπί σφισι μαιμώωντες·
Εὐρύπυλος δέ πρῶτος ἀνειρόμενος προσέειπε·
τίς πόθεν εἰλήλουθας ἐναντίον ἄμμι μάχεσθαι;
σε πρὸς Ἄϊδα Κῆρες ἀμείλικτοι φορέουσιν·
140 οὐ γάρ τίς μʼ ὑπάλυξεν ἐν ἀργαλέῃ ὑσμίνῃ·
ἀλλά μοι ὅσσοι .ἔναντα λιλαιόμενοι μαχέσασθαι
δεῦρο κίον, πάντεσσι φάνον στονόεντʼ ἐφέηκα
ἀργαλέως, πάντων δὲ παρὰ Ξάνθοιο ῥέεθρα
ὀστέα τε σάρκας τε κύνες διὰ πάντʼ ἐδάσαντο.
145 ἀλλά μοι εἰπέ, τίς ἐσσι, τίνος δʼ ἐπαγάλλεαι ἵπποις;
ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
τίπτε μʼ ἐπισπεύσοντα ποτὶ κλόνον αἱματόεντα
ἐχθρὸς ἐὼν ὡς εἴ τε φίλα φρονέων ἐρεείνεις
εἰπέμεναι γενεήν, ἥνπερ μάλα πολλοὶ ἴσασιν;
150 υἱὸς Ἀχιλλῆος κρατερόφρονος, ὅς τε τοκῆα
σεῖο πάροιθʼ ἐφόβησε βαλὼν περιμήκεϊ δουρί·
καί νύ κέ μιν θανάτοιο κακαὶ περὶ Κῆρες ἔμαρψαν,
εἰ μή οἱ στονόεντα θοῶς ἰήσατʼ ὄλεθρον.
ἵπποι δʼ , οἳ φορέουσιν, ἐμοῦ πατρὸς ἀντιθέοιο,
155 οὓς τέκεθʼ Ἅρπυια Ζεφύρῳ πάρος εὐνηθεῖσα,
οἵ τε καὶ ἀτρύγετον πέλαγος διὰ ποσσὶ θέουσιν
ἀκρονυχὶ ψαύοντες, ἴσον δʼ ἀνέμοισι φέρονται.
νῦν δʼ ἐπεὶ οὖν γενεὴν ἐδάη ἵππων τε καὶ αὐτοῦ,
καὶ δόρατος πείρησαι ἀτειρέος ἡμετέροιο
160 γνώμεναι ἄντα βίην· γενεὴ δέ οἱ ἐν κορυφῇσι
Πηλίου αἰπεινοῖο τομὴν ὅθι λεῖπε καὶ ὕλην.
ῥα καὶ ἐξ ἵππων χαμάδις θόρε κύδιμος ἀνήρ
πάλλων ἐγχείην περιμήκετον· ὃς δʼ ἑτέρωθεν
χερσὶν ὑπὸ κρατερῇσιν ἀπειρεσίην λάβε πέτρην,
165 καί ῥα Νεοπτολέμοιο κατʼ ἀσπίδος ἧκε φέρεσθαι
χρυσείης. τὸν δʼ οὔτι προσεσσυμένη στυφέλιξεν,
ἀλλʼ ἅτε πρὼν εἱστήκει ἀπείριτος οὔρεϊ μακρῷ,
τόν ῥα διιπετέων ποταμῶν μένος οὐδʼ ἅμα πάντων
ἄψ ὦσαι δύναται, γὰρ ἔμπεδον ἐρρίζωται·
170 ὣς μένεν ἄτρομος αἰὲν Ἀχιλλέος ὄβριμος υἱός.
ἀλλʼ οὐδʼ ὣς τάρβησε θρασὺ σθένος Εὐρυπύλοιο
ἄσχετον υἷʼ Ἀχελῆος, ἐπεί ῥά μιν ὀτρύνεσκε
θάρσος ἐὸν καὶ κῆρες· ὑπὸ κραδίῃσι δὲ θυμὸς
ἔζεεν ἀμφοτέροισι· περὶ σφίσι δʼ αἰόλα τεύχη
175 ἔβραχεν· οἱ δʼ ἅτε θῆρες ἐπῄεσαν ἀλλήλοισι
σμερδαλέοι, τοῖσίν τε κατʼ οὔρεα δῆρις ἀέξει,
ὁππότε λευγαλέῳ λιμῷ βεβολημένοι ἦτορ
βοὸς ἐλάφοιο περὶ κταμένου πονέωνται
ἄμφω παιφάσσοντες, ἐπικτυπέουσι δὲ βῆσσαι
180 μαρναμένων· ὣς οἴ γε συνῄεσαν ἀλλήλοισι
δῆριν συμφορέοντες ἀμείλιχον. ἀμφὶ δὲ μακραὶ
λαῶν ἀμφοτέρωθεν ἄσην πονέοντο φάλαγγες
ἐς μόθον· ἀργαλέη δὲ περὶ σφίσι δῆρις ὀρώρει.
οἱ δʼ ἀνέμων ῥιπῇσιν ἐοικότες αἰψηρῇσι
185 σύν ʼ ἔβαλον μελίῃσι μεμαότες αἷμα κεδάσσαι
ἀλλήλων· τοὺς δʼ αἰὲν ἐποτρύνεσκεν Ἐνυὼ
ἐγγύθεν ἱσταμένη· τοὶ δʼ οὐκ ἀπέληγον ὀμοκλῆς,
ἀλλά σφεας ἐδάϊζον ἐς ἀσπίδας, ἄλλοτε δʼ αὖτε
οὔταζον κνημῖδας ἰδʼ ὑψιλόφους τρυφαλείας·
190 καί τις καὶ χροὸς ἥψατʼ ἐπεὶ πόνος αἰνὸς ἔπειγε
θαρσαλέους ἥρωας· ἔρις δʼ ἐπετέρπετο θυμῷ
κείνους εἰσορόωσα· πολὺς δʼ ἐξέρρεεν ἱδρὼς
ἀμφοτέρων· οἱ δʼ αἰὲν ἐκαρτύνοντο μένοντες·
ἄμφω γὰρ μακάρων ἔσαν αἵματος· οἱ δʼ ἀπʼ Ὀλύμπου
195 οἱ μὲν γὰρ κύδαινον Ἀχιλλέος ὄβριμον υἷα,
οἱ δʼ αὖτʼ Εὐρύπυλον θεοειδέα· τοὶ δʼ ἑκάτερθεν
μάρναντʼ ἀκμήτοισιν ἐειδόμενοι σκοπέλοισιν
ἠλιβάτων ἀρέων· μέγα δʼ ἔβραχον ἀμφοτέρωθεν
θεινόμεναι μελίῃσι θάμʼ ἀσπίδες· ὀψὲ δὲ μακρὴ
200 Πηλιὰς Εὐρυπύλοιο διήλυθεν ἀνθερεῶνος
πολλὰ πονησαμένη· τοῦ δʼ ἔκχυτο φοίνιον αἷμα
ἐσσυμένως· ψυχὴ δὲ διʼ ἕλκεος ἐξεποτήθη
ἐκ μελέων ὀλοὴ δὲ κατʼ ὀφθαλμῶν πέσεν ὄρφνη.
ἤριπε δʼ ἐν τεύχεσσι κατὰ χθονός, ἠΰτε βλωθρὴ
205 πίτυς ἐλάτη κρυεροῦ Βορέαο βίηφιν
ἐκ ῥιζέων ἐριποῦσα· τόσην ἐπικάππεσε γαῖαν
Εὐρυπύλοιο δέμας· μέγα δʼ ἔβραχε Τρώιον οὖδας
καὶ πεδίον. Χλοερὴ δὲ θοῶς κατεχεύατο νεκρῷ
ἀχροίη καὶ καλὸν ἀπημάλδυνεν ἔρευθος.
210 τῷ δʼ ἐπικαγχαλόων μεγάλʼ εὔχετο καρτερός ἥρως·
Εὐρύπυλʼ, ἦπου ἔφης Δαναῶν νέας ἠδὲ καὶ αὐτοὺς
δῃώσειν καὶ πάντας ἀϊζυρῶς ἀπολέσσειν
ἡμέας· ἀλλὰ σοὶ οὔτι θεοὶ τελέεσκον ἐέλδωρ,
ἀλλʼ ὑπʼ ἐμοί δʼ ἐδάμασσε καὶ ἀκάματόν περ ἐόντα
215 πατρὸς ἐμοῖο μέγʼ ἔγχος, ὅπερ βροτὸς οὔτις ἀλύξει
ἡμῖν ἄντα μολὼν οὐδʼ εἰ παγχάλκεος ἦεν.
ῥα καὶ ἐκ νέκυος περιμήκετον εἴρυσεν αἰχμὴν
ἐσσυμένως· Τρῶες δὲ μέγʼ ἔτρεσαν εἰσορόωντες
ἀνέρα καρτερόθυμον· δʼ αὐτίκα τεύχἐ ἀπούρας
220 δῶκε θοοῖς ἑτάροισι φέρειν ποτὶ νῆας Ἀχαιῶν·
αὐτὸς δʼ ἐς θοὸν ἅρμα θορὼν καὶ ἀτειρέας ἵππους
ἤιεν, οἷός τʼ εἶσι διʼ αἰθέρος ἀπλήτοιο
ἐκ Διὸς ἀκαμάτοιο σὺν ἀστεροπῇσι κεραυνός,
ὅν τε περιτρομέουσι καὶ ἀθάνατοι κατιόντα
225 νόσφι Διὸς μεγάλοιο, δʼ ἐσσύμενος ποτὶ γαῖαν
δένδρεά τε ῥήγνυσι καὶ οὔρεα παιπαλόεντα·
ὣς θοῶς Τρώεσσιν ἐπέσσυτο πῆμα κορύσσων·
δάμνατο δʼ ἄλλοθεν ἄλλος, ὅσους κίχον ἄμβροτοι ἵπποι·
πλήθετο δὲ χθονὸς οὖδας, ἄδην δʼ ἐρυθαίνετο λύθρῳ.
230 ὡς δʼ ὅτε μυρία φύλλα κατʼ οὔρεος ἐν βήσσῃσι
ταρφέα πεπτηῶτα χυτὴν κατὰ γαῖαν ἐρέψῃ·
ὣς Τρώων τότε λαὸς ἀάσπετος ἐν χθονὶ κεῖτο
χερσὶ Νεοπτολέμοιο καὶ Ἀργείων ἐριθύμων,
ὧν ἄπλετον μετὰ χερσὶν ὑπέρρεεν αἷμα κελαινὸν
235 ἀνδρῶν ἠδʼ ἵππων· μάλα δʼ ἄντυγες ἀμφʼ ὀχέεσσι
κινύμεναι δεύοντο περὶ στροφάλιγξιν ἑῇσι.
καί νύ κε Τρώιοι υἷες ἔσω πυλέων ἀφίκοντο,
πόρτιες εὖτε λέοντα φοβεύμεναι σύες ὄμβρον,
εἰ μὴ Ἄρης ἀλεγεινὸς ἀρηγέμεναι μενεαίνων
240 Τρωσὶ φιλοπτολέμοισι κατήλυθεν Οὐλύμποιο
κρύβδʼ ἄλλων μακάρων· φόρεον δέ μιν ἐς μόθον ἵπποι
αἴθων καὶ Φλόγιος, Κόναβος δʼ ἐπὶ τοῖσι Φόβος τε,
τοὺς Βορέῃ κελάδοντι τέκε βλοσυρῶπις Ἐριννὺς
πῦρ ὀλοὸν πνείοντας· ὑπέστενε δʼ αἰόλος αἰθὴρ
245 ἐσσυμένων ποτὶ δῆριν. δʼ ὀτραλέως ἀφίκανεν
ἐς Τροίην· ὑπὸ δʼ αἶα μέγʼ ἔκτυπε θεσπεσίοισιν
ἵππων ἀμφὶ πόδεσσι· μολὼν δʼ ἄγχιστα κυδοιμοῦ
πῆλε δόρυ βριαρόν· μέγα δʼ ἴαχε Τρωσὶ κελεύων
ἀντιάαν δηίοισι κατὰ κλόνον· οἱ δʼ ἀΐοντες
250 θεσπεσίην ὄπα πάντες ἐθάμβεον· οὐ γὰρ ἴδοντο
ἄμβροτον ἀθανάτοιο θεοῦ δέμας οὐδὲ μὲν ἵππους·
ἠέρι γὰρ κεκάλυπτο. νόησε δὲ θέσκελον αὐδὴν
ἔκποθεν ἀΐσσουσαν ἄδην εἰς οὔατα Τρώων
ἀντιθέου Ἑλένοιο κλυτὸς νόος· ἐν δʼ ἄρα θυμῷ
§8.255–8.379
255 γήθησεν καὶ λαὸν ἀπεσσύμενον μέγʼ ἀΰτει·
δειλοί, τί φέβεσθε φιλοπτολέμου Ἀχιλῆος
υἱέα θαρσαλέον; θνητός νύ τίς ἐστι καὶ αὐτός,
οὐδέ οἱ ἶσον Ἄρηι πέλει σθένος, ὃς μέγʼ ἀρήγει
ἧμιν ἐελδομένοισι· βοᾷ δʼ γε μακρὰ κελεύων
260 μάρνασθʼ Ἀργείοισι κατὰ κλόνον· ἀλλʼ ἄγε θυμῷ
τλῆτε φίλοι καὶ θάρσος ἐνὶ στήθεσσι βάλεσθε·
οὐ γὰρ ἀμείνονα Τρωσὶν ὀΐομαι ἄλλον ἱκέσθαι
ἀλκτῆρα πτολέμοιο· τί γὰρ ποτὶ δῆριν Ἄρηος
λώιον, εὖτε βροτοῖσι κορυσσομένοις ἐπαμύνει;
265 ὅς νῦν ἦμιν ἵκανεν ἐπίρροθος· ἀλλὰ καὶ αὐτοὶ
μνήσασθε πτολέμοιο, δέος δʼ ἀπὸ νόσφι βάλεσθε.
ὣς φάτο· τοὶ δʼ ἵσταντο καταντίον Ἀργείοισιν·
ἠΰτʼ ἐνὶ ξυλόχοισι κύνες κατέναντα λύκοιο
φεύγοντες τὸ πάροιθε βίην τρέψωσι μάχεσθαι
270 ταρφέα μηλονόμοιο παροτρύνοντος ἔπεσσιν·
ὣς ἄρα Τρώιοι υἷες ἀνὰ μόθον αἰνὸν Ἄρηος
δείματος ἐκτὸς ἔσαν· κατὰ δʼ ἀντίον ἀνέρος ἀνὴρ
μάρνατο θαρσαλέως· περὶ δʼ ἔκτυπεν ἔντεα φωτῶν
θεινόμενα ξιφέεσσι καὶ ἔγχεσι καὶ βελέεσσιν·
275 αἰχμαὶ δʼ ἐς χρόα δῦνον· ἐδεύετο δʼ αἵματι πολλῷ
δεινὸς Ἄρης· ὀλέκοντο δʼ ἀνὰ μόθον ἄλλος ἐπʼ ἄλλῳ
μαρναμένων ἑκάτερθε· μάχη δʼ ἔχεν ἶσα τάλαντα.
ὡς δʼ ὁπότʼ αἰζηοὶ μεγάλης ἀνὰ γουνὸν ἀλωῆς
ὄρχατον ἀμπελόεντα διατμήξωσι σιδήρῳ
280 σπερχόμενοι, τῶν δʼ ἶσον ἀέξεται εἰς ἔριν ἔργον,
οὕνεκʼ ἴσοι τελέθουσιν ὁμηλικίῃ τε βίῃ τε·
ὣς τῶν ἀμφοτέρωθε μάχης ἀλεγεινὰ τάλαντα
ἶσα πέλεν· Τρῶες γὰρ ὑπέρβιον ἐνθέμενοι κῆρ
μίμνον ἀταρβήτοιο πεποιθότες Ἄρεος ἀλκῇ;
285 Ἀργεῖοι δ ἄρα παιδὶ μενεπτολέμου Ἀχιλῆος.
κτεῖνον δʼ ἀλλήλους· ὀλοὴ δʼ ἀνὰ μέσσον Ἐνυὼ
στρωφᾶτʼ ἀλγινόεντι λύθρῳ πεπαλαγμένη ὤμους
καὶ χέρας· ἐκ δέ οἱ αἰνὸς ἀπὸ μέλεων ῥέεν ἱδρώς·
οὐδʼ ἑτέροισιν ἄμυνεν, ἴσῃ δʼ ἐπετέρπετο χάρμῃ
290 ἁζομένη φρεσὶν ᾗσι Θέτιν καὶ δῖον Ἄρηα.
ἔνθα Νεοπτόλεμος τηλέκλειτον Περιμήδεα
δάμναθʼ, ὃς οἰκίʼ ἔναιε παρὰ Σμινθήιον ἄλσος·
τῷ δʼ ἔπι Κέστρον ἔπεφνε μενεπτόλεμόν τε Φάληρον
καὶ κρατερὸν Περίλαον ἐϋμμελίην τε Μενάλκην,
295 ὃν τέκετʼ Ἰφιάνασσα παρὰ ζάθεον πόδα Κίλλης
τεχνήεντι Μέδοντι δαήμονι τεκτοσυνάων·
ἀλλʼ μὲν οἴκοι ἔμιμνε φίλῃ ἐνὶ πατρίδι γαίῃ·
παιδὸς δʼ οὐκ ἀπόνητο· δόμον δέ οἱ ἔργα τε πάντα
χηρωσταὶ μετόπισθεν ἀποφθιμένοιο δάσαντο
300 Δηίφοβος δὲ Λυκῶνα μενεπτόλεμον κατέπεφνε
τυτθὸν ὑπὲρ βουβῶνα τυχών· περὶ δʼ ἔγχεϊ μακρῷ
ἔγκατα πάντʼ ἐχύθησαν· ὅλη δʼ ἐξέσσυτο νηδύς.
Αἰνείας δὲ Δύμαντα κατέκτανεν, ὃς τὸ πάροιθεν
Αὐλίδα ναιετάασκε, συνέσπετο δʼ Ἀρκεσιλάῳ
305 ἐς Τροίην· ἀλλʼ οὔτι φίλην πάλιν ἔδρακε γαῖαν.
Εὐρύαλος δʼ ἐδάμασσε βαλὼν ἀλεγεινὸν ἄκοντα
Ἀστραῖον· τοῦ δʼ αἶψα διὰ στέρνοιο ποτήθη
αἰχμὴ ἀνιηρή, στομάχου δʼ ἀπέκερσε κελεύθους
ἀνέρι κῆρα φέρουσα· μίγη δέ οἱ εἴδατα λύθρῳ.
310 τοῦ δʼ ἄρα βαιὸν ἄπωθεν ἕλεν μεγάθυμος Ἀγήνωρ
Ἱππομένην, Τεύκροιο δαΐφρονος ἐσθλὸν ἑταῖρον,
τύψας ἐς κληῖδα θοῶς· σὺν δʼ αἵματι θυμὸς
ἔκθορεν ἐκ μελέων· ὀλοὴ δέ μιν ἀμφεχύθη νύξ.
Τεύκρῳ δʼ ἔμπεσε πένθος ἀποκταμένου ἑτάροιο,
315 καὶ βάλεν ὠκὺν ὀϊστὸν Ἀγήνορος ἄντα τανύσσας·
ἀλλά οἱ οὔτι τύχησεν ἀλευαμένου μάλα τυτθόν·
ἔμπεσε δʼ ἐγγὺς ἐόντι δαΐφρονι Δηιοφόντῃ
λαιὸν ἐς ὀφθαλμόν, διὰ δʼ οὔατος ἐξεπέρησε
δεξιτεροῦ, γλήνην δὲ διέτμαγεν, οὕνεκα Μοῖραι
320 ἀργαλέον βέλος ὦσαν ὅπῃ φίλον· ὃς δʼ ἔτι ποσσὶν
ὀρθὸς ἀνασκαίρεσκε· βαλὼν δʼ γε δεύτερον ἰὸν
λαιμῷ ἐπερροίζησε· διέθρισε δʼ αὐχένος ἶνας
ἄντικρυς ἀΐξας· τὸν δʼ ἀργαλέη κίχε Μοῖρα.
ἄλλος δʼ ἄλλῳ τεῦχε φόνον· κεχάροντο δὲ Κῆρες
325 καὶ Μόρος, ἀλγινόεσσα δʼ Ἔρις μέγα μαιμώωσα
ἤϋσεν μάλα μακρόν, Ἄρης δέ οἱ ἀντεβόησε
σμερδαλέον, Τρώεσσι δʼ ἐνέπνευσεν μέγα θάρσος,
Ἀργείοισι δὲ φύζαν, ἄφαρ δʼ ἐλέλιξε φάλαγγας.
ἀλλʼ οὐχ υἷα φόβησεν Ἀχιλλέος· ἀλλʼ γε μίμνων
330 μάρνατο θαρσαλέως, ἐπὶ δʼ ἔκτανεν ἄλλον ἐπʼ ἄλλῳ·
ὡς δʼ ὅτε τις μυίῃσι περὶ γλάγος ἐρχομένῃσι
χεῖρα περιρρίψῃ κοῦρος νέος, αἱ δʼ ὑπὸ πληγῇ
τυτθῇ δαμνάμεναι σχεδὸν ἄγγεος ἄλλοθεν ἄλλαι
θυμὸν ἀποπνείουσι, πάϊς δʼ ἐπιτέρπεται ἔργῳ·
335 ὣς ἄρα φαίδιμος υἱὸς ἀμειλίκτου Ἀχιλῆος
γήθεεν ἀμφὶ νέκυσσι καὶ οὐκ ἀλέγιζεν Ἄρηος
Τρωσὶν ἐποτρύνοντος· ἐτίνυτο δʼ ἄλλοθεν ἄλλον
λαοῦ ἐπαΐσσοντος· ὅπως δʼ ἀνέμοιο θυέλλας
μίμνῃ ἐπεσσυμένας ὄρεος μεγάλοιο κολώνη,
340 ὣς ἄρα μίμνεν ἄτρεστος. Ἄρης δέ οἱ ἐμμεμαῶτι
χώετο, καί οἱ ἔμελλεν ἐναντία δηριάασθαι
αὐτὸς ἀπορρίψας ἱερὸν νέφος, εἰ μὴ Ἀθήνη
ἔκποθεν Οὐλύμποιο θόρεν ποτὶ δάσκιον Ἴδην·
ἔτρεμε δὲ χθὼν δῖα καὶ ἠχήεντα ῥέεθρα
345 Ξάνθου· τόσσον ἔσεισε· δέος δʼ ἀμφέκλασε θυμὸν
νυμφάων, φοβέοντο δʼ ὑπὲρ Πριάμοιο πόληος·
τεύχεσι δʼ ἀμβροσίοισι περὶ στεροπαὶ ποτέοντο·
σμερδαλέοι δὲ δράκοντες ἀπʼ ἀσπίδος ἀκαμάτοιο
πῦρ ἄμοτον πνείεσκον· ἄνω δʼ ἔψαυε νέφεσσι
350 θεσπεσίη τρυφάλεια. θοῷ δʼ ἤμελλεν Ἄρηι
μάρνασθʼ ἐσσυμένως, εἰ μὴ Διὸς ἠῢ νόημα
ἀμφοτέρους ἐφόβησεν ἀπʼ αἰθέρος αἰπεινεῖο
βροντήσας ἀλεγεινόν. Ἄρης δʼ ἀπεχάζετο χάρμης·
δὴ γάρ οἱ μεγάλοιο Διὸς διεφαίνετο θυμός·
355 ἵκετο δʼ ἐς Θρῄκην δυσχείμερον, οὐδʼ ἔτι Τρώων
μέμβλετό οἱ κατὰ θυμὸν ὑπέρβιον· οὐδὲ μὲν ἐσθλὴ
Παλλὰς ἔτʼ ἐν πεδίῳ Τρώων μένεν, ἀλλὰ καὶ αὐτὴ
ἷξεν Ἀθηναίων ἱερὸν πέδον. οἱ δʼ ἔτι χάρμης
μνώοντʼ οὐλομένης· δεύοντο δὲ Τρώιοι υἷες
360 ἀλκῆς· Ἀργεῖοι δὲ μέγʼ ἱέμενοι πολέμοιο
χαζομένοισιν ἕποντο κατʼ ἴχνιον, ἠΰτʼ ἀῆται
νήεσιν ἐσσυμένῃς ὑπὶ λαίφεσιν εἰς ἁλὸς οἶδμα
ὄβριμον, θάμνοισι πυρὸς μένος, κεμάδεσσιν
ὀτρηροὶ κατʼ ὄρεσφι κύνες λελιημένοι ἄγρης·
365 ὣς Δαναοὶ δηίοισιν ἐπήιον, οὕνεκʼ ἄρʼ αὐτοὺς
υἱὸς Ἀχιλλῆος μεγάλῳ δορὶ θαρσύνεσκε
κτείνων ὅν κε κίχῃσι κατὰ κλόνον· οἱ δʼ ἐπὶ φύζαν
χασσάμενοι κατέδυσαν ἐς ὑψίπυλον πτολίεθρον.
Ἀργεῖοι δʼ ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο
370 ἔλσαντες Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων,
ἄρνας ὅπως σταθμοῖσιν ἐπʼ οἰοπόλοισι νομῆες·
ὡς δʼ ὁπότʼ ἀμπνείωσι βόες μέγα κεκμηῶτες
ἄχθος ἀνειρύσσαντες ἄνω ποτὶ δύσβατον ἄκρην
πυκνὸν ἀνασθμαίνοντες ὑπὸ ζυγόν· ὥς ἄρʼ Ἀχαιοὶ
375 ἄμπνεον ἐν τεύχεσσι κεκμηκότες. ἀμφὶ δὲ πύργους
μάρνασθαι μεμαῶτες ἐκυκλώσαντο πόληα·
οἱ δʼ ἄρʼ ἑῇσι πύλῃσιν ἐπειρύσσαντες ὀχῆας
ἐν τείχεσσιν ἔμιμνον ἐπεσσυμένων μένος ἀνδρῶν.
ὡς δʼ ὅτε μηλοβοτῆρες ἐνὶ σταθμοῖσι μένωσι
§8.380–8.504
380 λαίλαπα κυανέην, ὅτε χείματος ἦμαρ ἵκηται
λάβρον ὁμοῦ στεροπῇσι καὶ ὕδατι καὶ νιφάδεσσι
ταρφέσιν, οἱ δὲ μάλʼ οὔτι λιλαιόμενοί περ ἱκέσθαι
ἐς νομὸν ἀΐσσουσιν, ἄχρις μέγα λωφήσειε
χεῖμα καὶ εὐρύποροι ποταμοὶ μεγάλα βρομέοντες·
385 ὣς οἵ γʼ ἐν τείχεσσι μένον τρομέοντες ὁμοκλὴν
δυσμενέων· λαοὶ δὲ θοῶς ἐπέχυντο πόληι.
ὡς δʼ ὁπότε ψῆρες τανυσίπτεροι ἠὲ κολοιοὶ
καρπῷ ἐλαϊνέῳ θαμέες περὶ πάγχυ πέσωσι
βρώμης ἱέμενοι θυμηδέος, οὐδʼ ἄρα τούς γε
390 αἰζηοὶ βοόωντες ἀποτρωπῶσι φέβεσθαι,
πρὶν φαγέειν, λιμὸς γὰρ ἀναιδέα θυμὸν ἀέξει·
ὣς Δαναοὶ Πριάμοιο τότʼ ἀμφεχέοντο πόληι
ὄβριμοι· ἐν δὲ πύλῃσι πέσον μεμαῶτες ἐρύσσαι
ἔργον ἀπειρέσιον κρατερόφρονος Ἐννοσιγαίου.
395 Τρῶες δʼ οὐ λήθοντο μάχης μάλα περ δεδιῶτες,
ἀλλὰ καὶ ὥς πύργοισιν ἐφεσταότες πονέοντο
νωλεμές· ἰοὶ δʼ αἰὲν ἐϋδμήτων ἀπὸ τειχέων
θρῶσκον ὁμῶς λάεσσι καὶ αἰγανέῃσι θοῇσι
δυσμενέων ἐς ὅμιλον, ἐπεί σφισι τλήμονα Φοῖβος
400 ἧκε βίην· ἔτι γάρ οἱ ἀμύνειν ἤθελε θυμὸς
Τρωσὶν ἐϋπτολέμοισι καὶ Ἕκτορος οἰχομένοιο.
Ἔνθʼ ἄρα Μηριόνης στυγερὸν προέηκε βέλεμνον
καὶ βάλε Φυλοδάμαντα φίλον κρατεροῖο Πολίτεω
τυτθὸν ὑπὸ γναθμοῖο· πάγη δʼ ὑπὸ λαιμὸν ὀϊστός.
405 κάππεσε δʼ αἰγυπιῷ ἐναλίγκιος, ὅν τʼ ἀπὸ πέτρης
ἰῷ ἐϋγλώχινι βαλὼν αἰζηὸς ὀλέσσῃ·
ὣς θοῶς πύργοιο κατήριπεν αἰπεινοῖο·
γυῖα δέ οἱ λίπε θυμός· ἐπέβραχε δʼ ἔντεα νεκρῷ.
τῷ δʼ ἐπικαγχαλόων υἱὸς κρατεροῖο Μόλοιο
410 ἄλλον ἀφῆκεν ὀϊστὸν ἐελδόμενος μέγα θυμῷ
υἷα βαλεῖν Πριάμοιο πολυτλήτοιο Πολίτην·
ἀλλʼ μὲν αἶψʼ ἀλέεινε παρακλίνας ἑτέρωσε
ὅν δέμας, οὐδέ οἱ ἰὸς ἐπὶ χρόα καλὸν ἴαψεν·
ὡς δʼ ὅθʼ ἁλὸς κατὰ βένθος ἐπειγομένης νεὸς οὔρῳ
415 ναύτης παιπαλόεσσαν ἰδὼν ἐν χεύματι πέτρην
νῆα παρατρέψῃ λελιημένος ἐξυπαλύξαι
χειρὶ παρακλίνας οἰήιον, ᾗχί θυμὸς
ὀτρύνει, τυτθὴ δὲ βίη μέγα πῆμʼ ἀπερύκει·
ὣς ἄρʼ γε προϊδὼν ὀλοὸν βέλος ἔκφυγε πότμον.
420 οἱ δʼ αἰεὶ μάρναντο· λύθρῳ δʼ ἐρυθαίνετο τείχη
πύργοι θʼ ὑψηλοὶ καὶ ἐπάλξιες, ᾗχί τε Τρῶες
ἰοῖσι κτείνοντο πολυσθενέων ὑπʼ Ἀχαιῶν·
οὐδὲ μὲν οἵ γʼ ἀπάνευθε πόνων ἔσαν, ἀλλʼ ἄρα καὶ τῶν
πολλοὶ γαῖαν ἔρευθον· ὀρώρει δʼ αἰπὺς ὄλεθρος
425 βαλλομένων ἑκάτερθε· λυγρὴ δʼ ἐπετέρπετʼ Ἐνυὼ
δῆριν ἐπικλονέουσα κασιγνήτη Πολέμοιο.
καί νύ κε δὴ ῥήξαντο πύλας καὶ τείχεα Τροίης
Ἀργεῖοι, μάλα γάρ σφιν ἀάσπετον ἔπλετο κάρτος,
εἰ μὴ ἄρʼ αἶψʼ ἐβόησεν ἀγακλειτὸς Γανυμήδης
430 οὐρανοῦ ἐκκατιδών· μάλα γὰρ περιδείδιε πάτρης·
Ζεῦ πάτερ, εἰ ἐτεόν γε τεῆς ἔξ εἰμι γενέθλης,
σῇσι δʼ ὑπʼ ἐννεσίῃσι λιπὼν ἐρικυδέα Τροίην
εἰμὶ μετʼ ἀθανάτοισι, πέλει δέ μοι ἄμβροτος αἰών,
τῷ μευ νῦν ἐσάκουσον ἀκηχεμένου μέγα θυμῷ·
435 οὐ γὰρ τλήσομαι ἄστυ καταιθόμενον προσιδέσθαι
οὐδʼ ἄρʼ ἀπολλυμένην γενεὴν ἐν δηιοτῆτι
λευγαλέῃ, τῆς οὔ τι χερειότερον πέλει ἄλγος·
σοὶ δὲ καὶ εἰ μέμονε κραδίη τάδε μηχανάασθαι,
ἔρξον ἐμεῦ ἄπο νόσφιν· ἐλαφρότερον δέ μοι ἄλγος
440 ἔσσεται, ἢν μὴ ἔγωγε μετʼ ὄμμασιν οἷσιν ἴδωμαι·
κεῖνο γὰρ οἴκτιστον καὶ κύντατον, ὁππότε πάτρην
δυσμενέων παλάμῃσιν ἐρειπομένην τις ἴδηται.
ῥα μέγα στενάχων Γανυμήδεος ἀγλαὸν ἦτορ.
καὶ τότʼ ἄρα Ζεὺς αὐτὸς ἀπειρεσίοις νεφέεσσι
445 νωλεμέως ἐκάλυψε κλυτὴν Πριάμοιο πόληα·
ἠχλύνθη δὲ μάχη φθισίμβροτος· οὐδέ τις ἀνδρῶν
ἐξιδέειν ἐπὶ τεῖχος ἔτʼ ἔσθενεν, ᾗχι τέτυκτο·
ταρφέσι γὰρ νεφέεσσι διηνεκέως κεκάλυπτο·
ἀμφὶ δʼ ἄρα βρονταί τε καὶ ἀστεροπαὶ κτυπέοντο
450 οὐρανόθεν. Δαναοὶ δὲ Διὸς κτύπον εἰσαΐοντες
θάμβεον· ἐν δʼ ἄρα τοῖσι μέγʼ ἴαχε Νηλέος υἱός·
κλυτοὶ Ἀργείων σημάντορες, οὐκέτι νῶιν
ἔσσεται ἔμπεδα γυῖα Διὸς μέγα θαρσαλέοισι
Τρωσὶν ἀμύνοντος· μάλα γὰρ μέγα πῆμα κυλίνδει
455 ἡμῖν· ἀλλʼ ἄγε θᾶσσον ἑὰς ἐπὶ νῆας ἰόντες
παυσώμεσθα πόνοιο καὶ ἀργαλέοιο κυδοιμοῦ,
μὴ δὴ πάντας ἐνιπρήσῃ μάλα περ μενεαίνων.
τοῦ νῦν μὲν τεράεσσι πιθώμεθα· τῷ γὰρ ἔοικε
πάντας ἀεὶ πεπιθέσθαι, ἐπεὶ μάλα φέρτατός ἐστιν
460 ἰφθίμων τε θεῶν ὀλιγοσθενέων τʼ ἀνθρώπων·
καὶ γὰρ Τιτήνεσσιν ὑπερφιάλοισι χολωθεὶς
οὐρανόθεν κατέχευε πυρὸς μένος· δʼ ὑπένερθε
καίετο πάντοθε γαῖα, καὶ ὠκεανοῦ πλατὺ χεῦμα
ἔζεεν ἐκ βυσσοῖο καὶ ἐς πέρατʼ ἄχρις ἱκέσθαι·
465 καὶ ποταμῶν τέρσοντο ῥοαὶ μάλα μακρὰ ῥεόντων·
δάμνατο δʼ ὁππόσα φῦλα φερέσβιος ἔτρεφε γαῖα
ἠδʼ ὅσα πόντος ἔφερβεν ἀπείριτος ἠδʼ ὁπόσʼ ὕδωρ
ἀενάων ποταμῶν· ἐπὶ δέ σφισιν ἄσπετος αἰθὴρ
τέφρῃ ὑπεκρύφθη καὶ λιγνύϊ· τείρετο δὲ χθών·
470 τοὔνεκʼ ἐγῶ δείδοικα Διὸς μένος ἤματι τῷδε.
ἀλλʼ ἴομεν ποτὶ νῆας, ἐπεὶ Τρώεσσιν ἀρήγει
σήμερον· αὐτὰρ ἔπειτα καὶ ἡμῖν κῦδος ὀρέξει·
ἄλλοτε γάρ τε φίλη πέλει ἠώς, ἄλλοτε δʼ ἐχθρή·
καὶ δʼ οὔπω δὴ μοῖρα διαπραθέειν κλυτὸν ἄστυ,
475 εἰ ἐτεὸν Κάλχαντος ἐτήτυμος ἔπλετο μῦθος
τόν ῥα πάρος κατέλεξεν ὁμηγερέεσσιν Ἀχαιοῖς
δῃῶσαι Πριάμοιο πόλιν δεκάτῳ ἐνιαυτῷ.
ὣς φάτο· τοὶ δʼ ἀπάνευθε περικλυτὸν ἄστυ λιπόντες
χάσσαντʼ ἐκ πολέμοιο Διὸς τρομέοντες ὁμοκλήν·
480 ἀνέρι γὰρ πεπίθοντο παλαιῶν ἴστορι μύθων.
ἀλλʼ οὐδʼ ὣς ἀμέλησαν ἀποκταμένων ἐνὶ χάρμῃ·
ἀλλά σφεας τάρχυσαν ἀπὸ πτολέμου ἐρύσαντες·
οὐ γὰρ δὴ κείνους νέφος ἄμφεχεν, ἀλλὰ πόληα
ὑψηλὴν καὶ τεῖχος ἀνέμβατον, πέρι πολλοὶ
485 Τρώων υἷες Ἄρηι καὶ Ἀργείων ἐδάμησαν.
ἐλθόντες δʼ ἐπὶ νῆας ἀρήια τεύχεα θέντο,
καί ῥα κόνιν καὶ ἱδρῶτα λύθρον τʼ ἀποφαιδρύναντο
κύμασιν ἐμβεβαῶτες ἐϋρρόου Ἑλλησπόντου.
Ἡέλιος δʼ ἀκάμαντας ὑπὸ ζόφον ἤλασεν ἵππους·
490 νὺξ δʼ ἐχύθη περὶ γαῖαν, ἀπέτραπε δʼ ἀνέρας ἔργων·
Ἀργεῖοι δʼ Ἀχιλῆος ἐϋπτολέμου θρασὺν υἷα
ἶσα τοκῆι τίεσκον· δ̓ἐν κλισίῃσιν ἀνάκτων
δαίνυτο καγχαλόων· κάματος δέ μιν οὔτι βάρυνεν,
οὕνεκά οἱ στονόεντα Θέτις μελεδήματα γυίων
495 ἐξέλετʼ, ἀκμήτῳ δʼ ἐναλίγκιον εἰσοράασθαι
τεῦξεν· δʼ ἐκ δόρποιο κορεσσάμενος κρατερὸν κῆρ
ἐς κλισίην ἀφίκανεν ἑοῦ πατρός, ἔνθα οἱ ὕπνος
ἀμφεχύθη· Δαναοὶ δὲ νεῶν προπάροιθεν ἴαυον
αἰὲν ἀμειβόμενοι φυλακάς· φοβέοντο γὰρ αἰνῶς,
500 Τρώων μή ποτε λαὸς ἀγχεμάχων ἐπικούρων
νῆας ἐνιπρήσῃ, νόστου δʼ ἀπὸ πάντας ἀμέρσῃ.
ὣς δʼ αὕτως Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων
ἀμφὶ πύλας καὶ τεῖχος ἀμοιβαδὸν ὑπνώεσκον
Ἀργείων στονόεσσαν ὑποτρομέοντες ὁμοκλήν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up