§7.1–7.185
ἦμος δʼ οὐρανὸς ἄστρα κατέκρυφεν, ἔγρετο δʼ Ἠὼς
λαμπρὸν παμφανόωσα, κνέφας δʼ ἀνεχάσσατο νυκτός,
δὴ τότʼ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων,
οἱ μὲν ἔβαν προπάροιθε νεῶν κρατερὴν ἐπὶ δῆριν
5 ἀντίον Εὐρυπύλοιο μεμαότες, οἱ δʼ ἀπάτερθεν
αὐτοῦ πὰρ νήεσσι Μαχάονα ταρχύσαντο
Νιρέα θʼ, ὃς μακάρεσσιν ἀειγενέεσσιν ἐῴκει
κάλλεΐ τʼ ἀγλαΐῃ τε· βίῃ δʼ οὐκ ἄλκιμος ἦεν·
οὐ γὰρ ἅμʼ ἀνθρώποισι θεοὶ τελέουσιν ἅπαντα·
10 ἀλλʼ ἐσθλῷ κακὸν ἄγχι παρίσταται ἔκ τινος αἴσης·
ὣς Νιρῆι ἄνακτι παρʼ ἀγλαΐῃ ἐρατεινῇ
κεῖτʼ ἀλαπαδνοσύνη· Δαναοὶ δέ οἱ οὐκ ἀμέλησαν,
ἀλλά ταρχύσαντο καὶ ὠδύραντʼ ἐπὶ τύμβῳ,
ὅσσα Μαχάονα δῖον, ὃν ἀθανάτοισι θεοῖσιν
15 ἶσον ἀεὶ τίεσκον, ἐπεὶ πυκνὰ μήδεα ᾔδη
αἶψα δʼ ἀρʼ ἀμφοτέροις αὐτὸν περὶ σῆμα βάλοντο.
καὶ τότʼ ἄρʼ ἐν πεδίῳ ἔτι μαίνετο λοίγιος Ἄρης·
ὦρτο δʼ ἄρʼ ἀμφοτέρωθε μέγας κόναβος καὶ ἀϋτὴ
ῥηγνυμένων λάεσσι καὶ ἐγχείῃσι βοειῶν·
20 καί ʼ οἱ μὲν πονέοντο πολυκμήτῳ ὑπʼ Ἄρηι·
νωλεμέως δʼ ἄρʼ ἄπαστος ἐδητύος ἐν κονίῃσι
κεῖτο μέγα στενάχων Ποδαλείριος· οὐδʼ γε σῆμα
λεῖπε κασιγνήτοιο· νόος δέ οἱ ὁρμαίνεσκε
χερσὶν ὑπὸ σφετέρῃσιν ἀνηλεγέως ἀπολέσθαι.
25 καί ʼ ὁτὲ μὲν βάλε χεῖρας ἐπὶ ξίφος, ἄλλοτε δʼ αὖτε
δίζετο φάρμακον αἰνόν· ἑοὶ δέ μιν εἶργον ἑταῖροι
πολλὰ παρηγορέοντες· δʼ οὐκ ἀπέληγεν ἀνίης.
καί νύ κε θυμόν ἑῇσιν ὑπαὶ παλάμῃσιν ὄλεσσεν
ἐσθλοῦ ἀδελφειοῖο νεοκμήτῳ ἐπὶ τύμβῳ,
30 εἰ μὴ Νηλέος υἱὸς ἐπέκλυεν, οὐδʼ ἀμέλησεν
αἰνῶς τειρομένοιο· κίχεν δέ μιν ἄλλοτε μέν που
ἐκχύμενον περὶ σῆμα πολύστονον, ἄλλοτε δʼ αὖτε
ἀμφὶ κάρη χεύοντα κόνιν καὶ στήθεα χερσὶ
θεινόμενον κρατερῇσι καὶ οὔνομα κικλήσκοντα
35 οἷο κασιγνήτοιο· περιστενάχοντο δʼ ἄνακτα
δμῶες ὁμῶς ἑτάροισι· κακὴ δʼ ἔχε πάντας ὀϊζύς.
καί ʼ ὅγε μειλιχίοισι μέγʼ ἀχνύμενον προσέειπεν·
ἴσχεο λευγαλέοιο γόου καὶ πένθεος αἰνοῦ,
τέκος· οὐ γὰρ ἔοικε περίφρονα φῶτα γεγῶτα
40 μύρεσθʼ οἷα γυναῖκα παρʼ οὐκέτʼ ἐόντι πεσόντα·
οὐ γὰρ ἀναστήσεις μιν ἔτʼ ἐς φάος, οὕνεκʼ ἄϊστος
ψυχή οἱ πεπότηται ἐς ἠέρα, σῶμα δʼ ἄνευθεν
πῦρ ὀλοὸν κατέδαψε καὶ ὀστέα δέξατο γαῖα·
αὕτως δʼ, ὡς ἀνέθηλε, καὶ ἔφθιτο. τέτλαθι δʼ ἄλγος
45 ἄσπετον, ὥς περ ἔγωγε Μαχάονος οὔτι χερείω
παῖδʼ ὀλέσας δηίοισιν ὑπʼ ἀνδράσιν εὖ μὲν ἄκοντι
εὖ δὲ σαοφροσύνῃσι κεκασμένον. οὐδέ τις ἄλλος
αἰζηῶν φιλέεσκεν ἑὸν πατέρʼ ὡς ἐμὲ κεῖνος,
κάτθανε δʼ εἵνεκʼ ἐμεῖο σαωσέμεναι μενεαίνων
50 ὃν πατέρʼ· ἀλλά οἱ εἶθαρ ἀποκταμένοιο πάσασθαι
σῖτον ἔτλην καὶ ζωὸς ἔτʼ Ἠριγένειαν ἰδέσθαι,
εὖ εἰδώς, ὅτι πάντες ὁμὴν Ἀΐδαο κέλευθον
νισσόμεθʼ ἄνθρωποι, πᾶσίν τʼ ἐπὶ τέρματα κεῖται
λυγρὰ μόρου στονόεντος. ἔοίκε δὲ θνητὸν ἐόντα
55 πάντα φέρειν, ὁπόσʼ ἐσθλὰ διδοῖ θεὸς ἠδʼ ἀλεγεινά.
ὣς φάθʼ· δʼ ἀχνύμενός μιν ἀμείβετο· τοῦ δʼ ἀλεγεινὸν
ἔρρεεν εἰσέτι δάκρυ καὶ ἀγλαὰ δεῦε γένεια·
πάτερ, ἄσχετον ἄλγος ἐμὸν καταδάμναται ἦτορ
ἀμφὶ κασιγνήτοιο περίφρονος, ὅς μʼ ἀτίταλλεν
60 οἰχομένοιο τοκῆος ἐς οὐρανὸν ὡς ἑὸν υἷα
σφῇσιν ἐν ἀγκοίνῃσι καὶ ἰητήρια νούσων
ἐκ θυμοῖο δίδαξε· μιῇ δʼ ἐνὶ δαιτὶ καὶ εὐνῇ
τερπόμεθα ξυνοῖσιν ἰαινόμενοι κτεάτεσσι·
τῷ μοι πένθος ἄλαστον ἐποίχεται· οὐδʼ ἔτι κείνου
65 τεθναότος φάος ἐσθλὸν ἐέλδομαι εἰσοράασθαι.
ὣς φάτο· τὸν δʼ γεραιὸς ἀκηχέμενον προσέειπε.
πᾶσι μὲν ἀνθρώποισιν ἴσον κακὸν ὤπασε δαίμων
ὀρφανίην, πάντας δὲ καὶ ἡμέας αἶα καλύψει,
οὐ μὲν ἄρʼ ἐκτελέσαντας ὁμὴν βιότοιο κέλευθον,
70 οὐδʼ οἵην τις ἕκαστος ἐέλδεται, οὕνεχʼ ὕπερθεν
ἐσθλά τε καὶ τὰ χέρεια θεῶν ἐν γούνασι κεῖται
μυρία, εἰς ἓν πάντα μεμιγμένα· καὶ τὰ μὲν οὔτις
δέρκεται ἀθανάτων, ἀλλʼ ἀπροτίοπτα τέτυκται
ἀχλύϊ θεσπεσίῃ κεκαλυμμένα· τοῖς δʼ ἐπὶ χεῖρας
75 οἴη Μοῖρα τίθησι καὶ οὐχ ὁρόωσʼ ἀπʼ Ὀλύμπου
ἐς γαῖαν προΐησι· τὰ δʼ ἄλλυδις ἄλλα φέρονται
πνοιῇς ὡς ἀνέμοιο· καὶ ἀνέρι πολλάκις ἐσθλῷ
ἀμφεχύθη μέγα πῆμα, λυγρῷ δʼ ἐπικάππεσεν ὄλβος
οὐκ εἰκώς. ἀλαὸς δὲ πέλει βίος ἀνθρώποιο·
80 τοὔνεκʼ ἄρʼ ἀσφαλέως οὐ νίσσεται, ἀλλὰ πόδεσσι
πυκνὰ ποτιπταίει· τρέπεται δέ οἱ αἰόλος οἶμος
ἄλλοτε μὲν ποτὶ πῆμα πολύστονον, ἄλλοτε δʼ αὖτε
εἰς ἀγαθόν· μερόπων δὲ πανόλβιος οὔτις ἐτύχθη
ἐς τέλος ἐξ ἀρχῆς· ἑτέρῳ δʼ ἕτερʼ ἀντιόωσι.
85 παῦρον δὲ ζώοντας ἐν ἄλγεσιν οὔτι ἔοικε
ζωέμεν. ἔλπεο δʼ αἰὲν ἀρείονα, μηδʼ ἐπὶ λυγρῷ
θυμὸν ἔχειν· καὶ γάρ ῥα πέλει φάτις ἀνθρώποισιν
ἐσθλὼν μὲν νίσσεσθαι ἐς οὐρανὸν ἄφθιτον αἰεὶ
ψυχάς, ἀργαλέων δὲ ποτὶ ζόφον· ἔπλετο δʼ ἄμφω
90 σεῖο κασιγνήτῳ· καὶ μείλιχος ἔσκε βροτοῖσι,
καὶ πάϊς ἀθανάτοιο· θεῶν δʼ ἐς φῦλον ὀΐω
κεῖνον ἀνελθέμεναι σφετέρου πατρὸς ἐννεσίῃσιν.
ὣς εἰπών μιν ἔγειρεν ἀπὸ χθονὸς οὐκ ἐθέλοντα
παρφάμενος μύθοισιν, ἄγεν δʼ ἀπὸ σήματος αἰνοῦ
95 ἐντροπαλιζόμενον καὶ ἔτʼ ἀργαλέα στενάχοντα·
ἐς δʼ ἄρα νῆας ἵκοντο· πόνον δʼ ἔχον ἄλλοι Ἀχαιοὶ
ἀργαλέον καὶ Τρῶες ὀρινομένου πολέμοιο.
Εὐρύπυλος δʼ ἀτάλαντος ἀτειρέα θυμὸν Ἄρηι
χερσὶν ὑπʼ ἀκαμάτῃσι καὶ ἔγχεϊ μαιμώωντι
100 δάμνατο δήϊα φῦλα· νεκρῶν δʼ ἐστείνετο γαῖα
κτεινομένων ἑκάτερθεν. δʼ ἐν νεκύεσσι βεβηκὼς
μάρνατο θαρσαλέως πεπαλαγμένος αἵματι χεῖρας
καὶ πόδας· οὐδʼ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ·
ἀλλʼ γε Πηνέλεων κρατερόφρονα δουρὶ δάμασσεν
105 ἀντιόωντʼ ἀνὰ δῆριν ἀμείλιχον· ἀμφὶ δὲ πολλοὺς
ἔκτανεν· οὐδʼ γε χεῖρας ἀπέτρεπε δηϊοτῆτος,
ἀλλʼ ἕπετʼ Ἀργείοισι χολούμενος, εὖτε πάροιθεν
ὄβριμος Ἡρακλέης Φολόης ἀνὰ μακρὰ κάρηνα
Κενταύροις ἐπόρουσεν ἑῷ μέγα κάρτεϊ θύων,
110 τοὺς ἅμα πάντας ἔπεφνε καὶ ὠκυτάτους περ ἐόντας
καὶ κρατεροὺς ὀλοοῦ τε δαήμονας ἰωχμοῖο·
ὣς γʼ ἐπασσύτερον Δαναῶν στρατὸν αἰχμητάων
δάμνατʼ ἐπεσσύμενος· τοὶ δʼ ἰλαδὸν ἄλλοθεν ἄλλος
ἀθρόοι ἐν κονίῃσι δεδουπότες ἐξεχέοντο.
115 ὣς δʼ ὅτʼ ἐπιβρίσαντος ἀπειρεσίου ποταμοῖο
ὄχθαι ἀποτμήγονται ἐπὶ ψαμαθώδεϊ χώρῳ
μυρίαι ἀμφροτέρωθεν, δʼ εἰς ἁλὸς ἔσσυται οἶδμα
παφλάζων ἀλεγεινὸν ἀνὰ ῥόον, ἀμφὶ δὲ πάντῃ
κρημνοὶ ἐπικτυπέουσι, βρέμει δʼ ἄρα μακρὰ ῥέεθρα
120 αἰὲν ἐρειπομένων, εἴκει δέ οἱ ἕρκεα πάντα·
ὥς ἄρα κύδιμοι υἷες ἑϋπτολέμων Ἀργείων
πολλοὶ ὑπʼ Εὐρυπύλοιο κατήριπον ἐν κονίῃσι,
τοὺς κίχεν αἱματόεντα κατὰ μόθον· οἱ δʼ ὑπάλυξαν,
ὅσσους ἐξεσάωσε ποδῶν μένος· ἀλλʼ ἄρα καὶ ὥς
125 Πηνέλεων ἐρύσαντο δυσηχέος ἐξ ὁμάδοιο
νῆας ἐπὶ σφετέρας, καίπερ ποσὶ καρπαλίμοισι
κῆρας ἀλευόμενοι στυγερὰς καὶ ἀνηλέα πότμον.
πανσυδίῃ ἔντοσθε νεῶν φύγον· οὐδέ τι θυμῷ
ἔσθενον Εὐρυπύλοιο καταντία δηριάασθαι,
130 οὕνεκʼ ἄρα σφίσι φύζαν ὀϊζυρὴν ἐφέηκεν
Ἡρακλέης υἱωνὸν ἀτειρέα πάμπαν ἀέξων.
οἱ δʼ ἄρα τείχεος ἐντὸς ὑποπτώσσοντες ἔμιμνον,
αἶγες ὅπως ὑπὸ πρῶνα φοβεύμεναι αὶνὸν ἀήτην,
ὅς τε φέρει νιφετόν τε πολὺν κρυερήν τε χάλαζαν
135 ψυχρὸς ἐπαΐσσων, ταὶ δʼ ἐς νομὸν ἐσσύμεναί περ
ῥιπῆς οὔτι κατιθὺς ὑπερκύπτουσι κολώνης,
ἀλλʼ ἄρα χεῖμα μένουσιν ὑπὸ σκέπας ἠδὲ φάραγγας
ἀγρόμεναι, θάμνοισι δʼ ὑπὸ σκιεροῖσι νέμονται
ἰλαδόν, ὄφρʼ ἀνέμοιο κακαὶ λήξωσιν ἄελλαι·
140 ὣς Δαναοὶ πύργοισιν ὑπὸ σφετέροισιν ἔμιμνον
Τηλέφου ὄβριμον υἷα μετεσσύμενον τρομέοντες.
αὐτὰρ νῆας ἔμελλε θοὰς καὶ λαὸν ὀλέσσειν,
εἰ μὴ Τριτογένεια θράσος βάλεν Ἀργείοισιν
ὀψέ περ· οἱ δʼ ἄλληκτον ἀφʼ ἕρκεος αἰπεινοῖο
145 δυσμενέας βάλλοντες ἀνιηροῖς βελέεσσι
κτεῖνον ἐπασσυτέρους· δεύοντο δὲ τείχεα λύθρῳ
λευγαλέῳ· στοναχὴ δὲ δαϊκταμένων πέλε φωτῶν.
αὕτως δʼ αὖ νύκτας τε καὶ ἤματα δηριόωντο
Κήτειοι Τρῶές τε καὶ Ἀργεῖοι μενεχάρμαι,
150 ἄλλοτε μὲν προπάροιθε νεῶν, ὁτὲ δʼ ἀμφὶ μακεδνὸν
τεῖχος, ἐπεὶ πέλε μῶλος ἀάσχετος· ἀλλʼ ἄρα καὶ ὥς
ἤματα δοιὰ φόνοιο καὶ ἀργαλέης ὑσμίνης
παύσανθʼ, οὕνεχʼ ἵκανεν ἐς Εὐρύπυλον βασιλῆα
ἀγγελίη Δαναῶν, ὥς κεν πολέμοιο μεθέντες
155 πυρκαϊῇ δώωσι δαϊκταμένους ἐνὶ χάρμῃ·
αὐτὰρ γʼ αἶψʼ ἐπίθησε, καὶ ἀργαλέοιο κυδοιμοῦ
παυσάμενοι ἑκάτερθε νεκροὺς περιταρχύσαντο
ἐν κονίῃς ἐριπόντας· Ἀχαιοὶ δʼ ἔξοχα πάντων
Πηνέλεων μύροντο· βάλον δʼ ἐπὶ σῆμα θανόντι
160 εὐρὺ μάλʼ ὑψηλόν τε καὶ ἐσσομένοις ἀρίδηλον·
πληθὺν δʼ αὖτʼ ἀπάνευθε δαϊκταμένων ἡρώων
θάψαν ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμὸν
πυρκαϊὴν ἅμα πᾶσι μίαν περινηήσαντες
καὶ τάφον. ὣς δὲ καὶ αὐτοὶ ἀπόπροθι Τρώιοι υἷες
165 τάρχυσαν κταμένους. ὀλοὴ δʼ Ἔρις οὐκ ἀπέληγεν,
ἀλλʼ ἔτʼ ἐποτρύνεσκε θρασὺ σθένος Εὐρυπύλοιο
ἀντιάαν δηίοισιν· δʼ οὔπω χάζετο νηῶν,
ἀλλʼ ἔμενεν Δαναοῖσι κακὴν ἐπὶ δῆριν ἀέξων.
τοὶ δʼ ἐς Σκῦρον ἵκοντο μελαίνῃ νηὶ θέοντες·
170 εὗρον δʼ υἷʼ Ἀχιλῆος ἑοῦ προπάροιθε δόμοιο,
ἄλλοτε μὲν βελέεσσι καὶ ἐγχείῃσιν ἱέντα,
ἄλλοτε δʼ αὖθʼ ἵπποισι πονεύμενον ὠκυπόδεσσι·
γήθησαν δʼ ἐσιδόντες ἀταρτηροῦ πολέμοιο
ἔργα μετοιχόμενον, καίπερ μέγα τειρόμενον κῆρ
175 ἀμφὶ πατρὸς κταμένοιο· τὸ γὰρ τὸ πάροιθε πέπυστο.
αἶψα δέ κίον ἄντα τεθηπότες, οὕνεχʼ ὁρῶντο
θαρσαλέῳ Ἀχιλῆι δέμας περικαλλὲς ὁμοῖον·
τοὺς δʼ ἄρʼ ὑποφθάμενος τοῖον ποτὶ μῦθον ἔειπεν·
ξεῖνοι, μέγα χαίρετʼ ἐμὸν ποτὶ δῶμα κιόντες·
180 εἴπατε δʼ ὁππόθεν ἐστὲ καὶ οἵτινες, ἠδʼ τι χρειὼ
ἤλθετʼ ἔχοντες ἐμεῖο διʼ οἴδματος ἀτρυγέτοιο.
ὣς ἔφατʼ εἰρόμενος· δʼ ἀμείβετο δῖος Ὀδυσσεύς·
ἡμεῖς τοι φίλοι εἰμὲν ἐϋπτολέμου Ἀχιλῆος,
τῷ νύ σέ φασι τεκέσθαι εΰφρονα Δηιδάμειαν·
185 καὶ δʼ αὐτοὶ τεὸν εἶδος ἐΐσκομεν ἀνέρι κείνῳ
§7.186–7.368
πάμπαν· δ ἀθανάτοισι πολυσθενέεσσιν ἐῴκει.
εἰμὶ δʼ ἐγὼν Ἰθάκηθεν, δʼ Ἄργεος ἱπποβότοιο,
εἴ ποτε Τυδείδαο δαΐφρονος οὔνομʼ ἄκουσας,
καὶ Ὀδυσσῆος πυκιμήδεος, ὅς νύ τοι ἄγχι
190 αὐτὸς ἐγὼν ἕστηκα θεοπροπίης ἕνεκʼ ἐλθών·
ἀλλʼ ἐλέαιρε τάχιστα καὶ Ἀργείοις ἐπάμυνον
ἐλθὼν ἐς Τροίην· ὣς γὰρ τέλος ἔσσετʼ Ἄρηι.
καί τοι δῶρʼ ὀπάσουσιν ἀάσπετα δῖοι Ἀχαιοί·
τεύχεα δʼ αὐτὸς ἔγωγε τεοῦ πατρὸς ἀντιθέοιο
195 δώσω, ἅπερ φορέων μέγα τέρψεαι· οὐ γὰρ ἔοικε
θνητῶν τεύχεσι κεῖνα, θεοῦ δέ που Ἄρεος ὅπλοις
ἶσα πέλει· πουλὺς δὲ περί σφισι πάμπαν ἄρηρε
χρυσὸς δαιδαλέοισι κεκασμένος, οἷσι κοὶ αὐτὸς
Ηφαιστος μέγα θυμὸν ἐν ἀθανάτοισιν ἰάνθη
200 τεύχων ἄμβροτα κεῖνα, τά σοι μέγα θαῦμα ἰδόντι
ἔσσεται, οὕνεκα γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα
ἀμφὶ σάκος πεπόνηται ἀπειρεσίῳ τʼ ἐνὶ κύκλῳ
ζῷα πέριξ ἤσκηνται ἐοικότα κινυμένοισι,
θαῦμα καὶ ἀθανάτοισι· βροτῶν δʼ οὐπώποτε τοῖα
205 οὔτε τις ἔδρακε πρόσθεν ἐν ἀνδράσιν οὔτʼ ἐφόρησεν,
εἰ μὴ σός γε πατήρ, τὸν ἴσον Διὶ τῖον Ἀχαιοὶ
πάντες, ἐγὼ δὲ μάλιστα φάλα φρονέων ἀγάπαζον·
καί οἱ ἀποκταμένοιο νέκυν ποτὶ νῆας ἔνεικα
πολλοῖς δυσμενέεσσιν ἀνηλέα πότμον ὀπάσσας·
210 τοὔνεκά μοι κείνοιο περικλυτὰ τεύχεα δῶκε
δῖα Θέτις· τὰ δʼ ἄρʼ αὖθις ἐελδόμενός περ ἔγωγε
δώσω προφρονέως, ὁπότʼ Ἴλιον εἰσαφίκηαι.
καί νύ σε καὶ Μενέλαος, ἐπὴν Πριάμοιο πόληα
πέρσαντες νήεσσιν ἐς Ἑλλάδα νοστήσωμεν,
215 αὐτίκα γαμβρὸν ἑὸν ποιήσεται, ἢν ἐθέλῃσθα,
ἀμφʼ εὐεργεσίης· δώσει δέ τοι ἄσπετʼ ἄγεσθαι
κτήματά τε χρυσόν τε μετʼ ἠϋκόμοιο θυγατρός,
ὅσσʼ ἐπέοικεν ἕπεσθαι ἐϋκτεάνῳ βασιλῆι.
ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
220 εἰ μὲν δὴ καλέουσι θεοπροπίῃσιν Ἀχαιοί,
αὔριον αἶψα νεώμεθʼ ἐπʼ εὐρέα βένθεα πόντου,
ἤν τι φάος Δαναοῖσι λιλαιομένοισι γένωμαι·
νῦν δʼ ἴομεν ποτὶ δώματʼ ἐΰξεινόν τε τράπεζαν,
οἵην περ ξείνοισι θέμις παρατεκτήνασθαι·
225 ἀμφὶ δʼ ἐμοῖο γάμοιο θεοῖς μετόπισθε μελήσει.
ὣς εἰπὼν ἡγεῖθ· οἱ δʼ ἑσπόμενοι μέγα χαῖρον·
καί ʼ ὅτε δὴ μέγα δῶμα κίον καὶ κάλλιμον αὐλήν,
εὗρον Δηιδάμειαν ἀκηχεμένην ἐνὶ θυμῷ
τηκομένην δʼ , ὡσεί τε χιὼν κατατήκετʼ ὄρεσσιν
230 Εὔρου ὑπὸ λιγέος καὶ ἀτειρέος ἠελίοιο·
ὣς γε φθινύθεσκε δεδουπότος ἀνδρὸς ἀγαυοῦ·
καί μιν ἔτʼ ἀχνυμένην περ ἀγακλειτοὶ βασιλῆες
ἠσπάζοντʼ ἐπέεσσι· πάϊς δέ οἱ ἐγγύθεν ἐλθὼν
μυθεῖτʼ ἀτρεκέως γενεὴν καὶ οὔνομʼ ἑκάστου·
235 χρειὼ δʼ, ἥντινʼ ἵκανον, ἐπέκρυφε μέχρις ἐς ἠῶ,
ὄφρα μὴ ἀχνυμένην μιν ἕλῃ πολύδακρυς ἀνίη,
καί μιν ἀπεσσύμενον μάλα λισσομένη κατερύκῃ.
αἶψα δὲ δαῖτʼ ἐπάσαντο καὶ ὕπνῳ θυμὸν ἴηναν
πάντες, ὅσοι Σκύροιο πέδον περιναιετάασκον
240 εἰναλίης, τὴν μακρὰ περιβρομέουσι θαλάσσης
κύματα ῥηγνυμένοιο πρὸς ᾐόνας Αἰγαίοιο·
ἀλλʼ οὐ Δηιδάμειαν ἐπήρατος ὕπνος ἔμαρπτεν
οὔνομα κερδαλέου μιμνησκομένην Ὀδυσῆος
ἠδὲ καὶ ἀντιθέου Διομήδεος, οἵ ῥά μιν ἄμφω
245 εὖνιν ποιήσαντο φιλοπτολέμου Ἀχιλῆος
παρφάμενοι κείνοιο θρασὺν νόον, ὄφρʼ ἀφίκηται
δήϊον εἰς ἐνοπήν· τῷ δʼ ἄτροπος ἤντετο Μοῖρα,
οἱ ὑπέκλασε νόστον, ἀπειρέσιον δʼ ἄρα πένθος
πατρὶ πόρεν Πηλῆι καὶ αὐτῇ Δηιδαμείῃ.
250 τοὔνεκά μιν κατὰ θυμὸν ἀάσπετον ἄμφεχε δεῖμα
παιδὸς ἐπεσσυμένοιο ποτὶ πτολέμοιο κυδοιμόν,
μή οἱ λευγαλέῳ ἐπὶ πένθεϊ πένθος ἵκηται.
Ἠὼς δʼ εἰσανέβη μέγαν οὐρανόν· οἱ δʼ ἀπὸ λέκτρων
καρπαλίμως ὤρνυντο· νόησε δὲ Δηιδάμεια·
255 αἶψα δέ οἱ στέρνοισι περὶ πλατέεσσι χυθεῖσα
ἀργαλέως γοάασκεν ἐς αἰθέρα μακρὰ βοῶσα·
ἠΰτε βοῦς ἐν ὄρεσσιν ἀπειρέσιον μεμακυῖα
πόρτιν ἑὴν δίζηται ἐν ἄγκεσιν, ἀμφὶ δὲ μακραὶ
οὔρεος αἰπεινοῖο περιβρομέουσι κολῶναι·
260 ὣς ἄρα μυρομένης ἀμφίαχεν αἰπὺ μέλαθρον
πάντοθεν ἐκ μυχάτων, μέγα δʼ ἀσχαλόωσʼ ἀγόρευε·
τέκνον, ποῖ δὴ νῦν σοὶ ἐῢς νόος ἐκπεπότηται
Ἴλιον ἐς πολύδακρυ μετὰ ξείνοισιν ἕπεσθαι,
ᾗχι πολεῖς ὀλέκονται ὑπʼ ἀργαλέης ὑσμίνης,
265 καίπερ ἐπιστάμενοι πόλεμον καὶ ἀεικέα χάρμην;
νῦν δὲ σὺ μὲν νέος ἐσσὶ καὶ οὔπω δήϊα ἔργα
οἶδας, τʼ ἀνθρώποισιν ἀλάλκουσιν κακὸν ἦμαρ·
ἀλλὰ σὺ μέν μευ ἄκουσον, ἑοῖς δʼ ἐνὶ μίμνε δόμοισι,
μὴ δή μοι Τροίηθε κακὴ φάτις οὔαθʼ ἵκηται
270 σεῖο καταφθιμένοιο κατὰ μόθον· οὐ γὰρ ὀΐω
ἐλθέμεναί σʼ ἔτι δεῦρο μετάτροπον ἐξ ὁμάδοιο·
οὐδὲ γὰρ οὐδὲ πατὴρ τεὸς ἔκφυγε κῆρʼ ἀΐδηλον,
ἀλλʼ ἐδάμη κατὰ δῆριν, περ καὶ σεῖο καὶ ἄλλων
ἡρώων προφέρεσκε, θεὰ δέ οἱ ἔπλετο μήτηρ,
275 τῶνδε δολοφροσύνῃ καὶ μήδεσιν, οἵ σε καὶ αὐτὸν
δῆριν ἐπὶ στονόεσσαν ἐποτρύνουσι νέεσθαι·
τοὔνεκʼ ἐγὼ δείδοικα περὶ κραδίῃ τρομέουσα,
μή μοι καὶ σέο, τέκνον, ἀποφθιμένοιο πέληται
εὖνιν καλλειφθεῖσαν ἀεικέα πήματα πάσχειν·
280 οὐ γάρ πώ τι γυναικὶ κακώτερον ἄλγος ἔπεισιν,
ὅτε παῖδες ὄλωνται ἀποφθιμένοιο καὶ ἀνδρός,
χηρωθῇ δὲ μέλαθρον ὑπʼ ἀργαλέου θανάτοιο·
αὐτίκα γὰρ περὶ φῶτες ἀποτμήγουσιν ἀρούρας,
κείρουσιν δέ τε πάντα καὶ οὐκ ἀλέγουσι θέμιστας·
285 τοὔνεκʼ ἄρʼ οὔ τι τέτυκται ὀϊζυρώτερον ἄλλο
χήρης ἐν μεγάροισιν ἀκιδνότερόν τε γυναικός.
μέγα κωκύουσα· πάϊς δέ μιν ἀντίον ηὔδα·
θάρσει, μῆτερ ἐμεῖο, κακὴν δʼ ἀποπέμπεο φήμην·
οὐ γὰρ ὑπὲρ κῆράς τις ὑπʼ ἄρεϊ δάμναται ἀνήρ·
290 εἰ δέ μοι αἴσιμόν ἐστι δαμήμεναι εἵνεκʼ Ἀχαιῶν,
τεθναίην ῥέξας τι καὶ ἄξιον Αἰακίδῃσιν.
ὣς φάτο· τῷ δʼ ἄγχιστα κίεν γεραρὸς Λυκομήδης,
καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν·
τέκος ὀβριμόθυμον ἑῷ πατρὶ κάρτος ἐοικώς,
295 οἶδʼ ὅτι καρτερός ἐσσι καὶ ὄβριμος· ἀλλʼ ἄρα καὶ ὣς
καὶ πόλεμον δείδοικα πικρὸν καὶ κῦμα θαλάσσης
λευγαλέον· ναῦτοι γὰρ ἀεὶ σχεδόν εἰσιν ὀλέθρου.
ἀλλὰ σὺ δείδιε, τέκνον, ἐπήν πλόον εἰσαφίκηαι
ὕστερον Τροίηθεν ἄλλοθεν, οἷά τε πολλὰ
300 τῆμος, ὅτʼ αἰγοκερῆι συνέρχεται ἠερόεντι
ἠέλιος μετόπισθε βαλὼν ῥυτῆρα βελέμνων
τοξευτήν, ὅτε χεῖμα λυγρὸν κλονέουσιν ἄελλαι,
ὁπότʼ Ὠκεανοῖο κατὰ πλατὺ χεῦμα φέρονται
ἄστρα κατερχομένοιο ποτὶ κνέφας Ὠρίωνος·
305 δείδιε δʼ ἐν φρεσὶ σῇσιν ἰσημερίην ἀλεγεινήν,
ἔνι συμφορέονται ἀνʼ εὐρέα βένθεα πόντου
ἔκποθεν ἀΐσσουσαι ὑπὲρ μέγα λαῖτμα θύελλαι,
ὅτε Πληιάδων πέλεται δύσις, ἥν ῥα καὶ αὐτὴν
δείδιθι μαιμώωσαν ἔσω ἁλὸς ἠδὲ καὶ ἄλλα
310 ἄστρα, τά που μογεροῖσι πέλει δέος ἀνθρώποισι
δυόμενʼ ἀνιόντα κατὰ πλατὺ χεῦμα θαλάσσης.
ὣς εἰπὼν κύσε παῖδα καὶ οὐκ ἀνέεργε κελεύθου
ἱμείροντα μόθοιο δυσηχέος· ὃς δʼ ἐρατεινὸν
μειδιόων ἐπὶ νῆα θοῶς ὥρμαινε νέεσθαι.
315 ἀλλά μιν εἰσέτι μητρὸς ἐνὶ μεγάροισιν ἔρυκε
δακρυόεις ὀαρισμὸς ἐπισπεύδοντα πόδεσσιν.
ὡς δʼ ὅτε τις θοὸν ἵππον ἐπὶ δρόμον ἰσχανόωντα
εἴργει ἐφεζόμενος, δʼ ἐρυκανόωντα χαλινὸν
πλαζόμεθʼ ἄνθρωποι ἐπʼ ἀπείριτα νῶτα θαλάσσης
δάπτει ἐπιχρεμέθων, στέρνον δέ οἱ ἀφριόωντος
320 δεύεται, οὐδʼ ἵστανται ἐελδόμενοι πόδες οἴμης,
πουλὺς δʼ ἀμφʼ ἔνα χῶρον ἐλαφροτάτοις ὑπὸ ποσσὶ
ταρφέα κινυμένοιο πέλει κτύπος, ἀμφὶ δὲ χαῖται
ῥώοντʼ ἐσσυμένοιο, κάρη δʼ εἰς ὕψος ἀείρει
φυσιόων μάλα πολλά, νόος δʼ ἐπιτέρπετʼ ἄνακτος·
325 ὣς ἄρα κύδιμον υἷα μενεπτολέμου Ἀχιλῆος
μήτηρ μὲν κατέρυκε, πόδες δέ οἱ ἐγκονέεσκον·
δὲ καὶ ἀχνυμένη περ ἑῷ ἐπαγάλλετο παιδί.
ὃς δέ μιν ἀμφικύσας μάλα μυρία κάλλιπε μούνην
μυρομένην ἀλεγεινὰ φίλου κατὰ δώματα πατρός·
330 οἵη δʼ ἀμφὶ μέλαθρα μέγʼ ἀσχαλόωσα χελιδὼν
μύρεται αἰόλα τέκνα, τά που μάλα τετριγῶτα
αἰνὸς ὄφις κατέδαψε καὶ ἤκαχε μητέρα κεδνήν,
δʼ ὁτέ μέν χήρην περιπἐπταται ἀμφὶ καλιήν,
ἄλλοτε δʼ εὐτύκτοισι περὶ προθύροισι ποτᾶται
335 αἰνὰ κινυρομένη τεκέων ὕτερ· ὣς ἄρα κείνου
μύρετο Δηιδάμεια, καὶ υἱέος ἄλλοτε μέν που
εὐνὴν ἀμφιχυθεῖσα μέγʼ ἴαχεν, ἄλλοτε δʼ αὖτε
κλαῖεν ἐπὶ φλιῇσι· φίλῳ δʼ ἐγκάτθετο κόλπῳ,
εἴ τί οἱ ἐν μεγάροισι τετυγμένον ἦεν ἄθυρμα,
340 ἔπι τυτθὸς ἐὼν ἀταλὰς φρένας ἰαίνεσκεν·
ἀμφὶ δέ οἱ καὶ ἄκοντα λελειμμένον εἴ που ἴδοιτο,
ταρφέα μιν φιλέεσκε, καὶ εἴ τί περ ἄλλο γοῶσα
ἔδρακε παιδὸς ἑοῖο δαΐφρονος. οὐδʼ γε μητρὸς
ἄσπετʼ ὀδυρομένης ἔτʼ ἐπέκλυεν, ἀλλʼ ἀπάτερθε
345 βαῖνε θοὴν ἐπὶ νῆα· φέρον δέ μιν ὠκέα γυῖα
ἀστέρι παμφανόωντι πανείκελον. ἀμφὶ δʼ ἄρʼ αὐτῷ
ἕσπετʼ ὁμῶς Ὀδυσῆι δαΐφρονι Τυδέος υἱός,
ἄλλοι τʼ εἴκοσι φῶτες ἀρηράμενοι φρεσὶ θυμόν,
τοὺς ἔχε κεδνοτάτους ἐν δώμασι Δηιδάμεια,
350 καί σφας ἐῷ πόρε παιδὶ θοοὺς ἔμεναι θεράποντας.
οἱ τότʼ Ἀχιλλέος υἷα θρασὺν περιποιπνύεσκον
ἐσσύμενον ποτὶ νῆα διʼ ἄστεος· ὅς δʼ ἐνὶ μέσσοις
ἤιε καγχαλόων· κεχάροντο δὲ Νηρηῖναι
ἀμφὶ Θέτιν· καὶ δʼ αὐτὸς ἐγήθεε Κυανοχαίτης
355 εἰσορόων Ἀχιλῆος ἀμύμονος ὄβριμον υἷα,
ὡς ἤδη πολέμοιο λιλαίετο δακρυόεντος
καίπερ ἐὼν ἔτι παιδνός, ἔτʼ ἄχνοος· ἀλλά μιν ἀλκὴ
καὶ μένος ὀτρύνεσκεν· ἑῆς δʼ ἐξέσσυτο πάτρης,
οἶος Ἄρης, ὅτε μῶλον ἐπέρχεται αἱματόεντα
360 χωόμενος δηίοισι, μέμηνε δέ οἱ μέγα θυμός,
καί οἱ ἐπισκύνιον βλοσυρὸν πέλει, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
ὄμματα μαρμαίρουσιν ἴσον πυρί, ταὶ δέ παρειαὶ
κάλλος ὁμοῦ κρυόεντι φόβῳ καταειμέναι αἰεὶ
φαίνοντʼ ἐσσυμένου, τρομέουσι δὲ καὶ θεοὶ αὐτοί·
365 τοῖος ἔην Ἀχιλῆος ἐῢς πάίς· οἱ δʼ ἀνὰ ἄστυ
εὔχοντʼ ἀθανάτοισι σαωσέμεν ἐσθλὸν ἄνακτα
ἀργαλέου παλίνορσον ἀπʼ Ἄρεος· οἱ δʼ ἐσάκουσαν
εὐχομένων· δὲ πάντας ὑπείρεχεν, οἵ οἱ ἕποντο.
§7.369–7.555
ἐλθόντες δʼ ἐπὶ θῖνα βαρυγδούποιο θαλάσσης
370 εὗρον ἔπειτʼ ἐλατῆρας ἐϋξόου ἔνδοθι νηὸς
ἱστία τʼ ἐντύνοντας ἐπειγομένους τʼ ἀνὰ νῆα·
αἶψα δʼ ἐν αὐτοὶ ἔβαν· τοὶ δʼ ἔκτοθι πείσματʼ ἔλυσαν
εὐνάς θʼ, αἳ νήεσσι μέγα σθένος αἰὲν ἕπονται.
τοῖσι δʼ ἄρʼ εὐπλοΐην πόσις ὤπασεν Ἀμφιτρίτης
375 προφρονέως· μάλα γάρ οἱ ἐνὶ φρεσὶ μέμβλετʼ Ἀχαιῶν
]τειρομένων ὑπὸ Τρωσὶ καὶ Εὐρυπύλῳ μεγαθύμῳ.
οἱ δʼ Ἀχιλήιον υἷα παρεζόμενοι ἑκάτερθε
τέρπεσκον μύθοισιν ἑοῦ πατρὸς ἔργʼ ἐνέποντες,
ὅσσα τʼ ἀνὰ πλόον εὐρὺν ἐμήσατο καὶ ποτὶ γαίῃ
380 Τηλέφου ἀγχεμάχοιο, καὶ ὁππόσα Τρῶας ἔρεξεν
ἀμφὶ πόλιν Πριάμοιο φέρων κλέος Ἀτρείδῃσι·
τοῦ δʼ ἄρʼ ἰαίνετο θυμὸς ἐελδομένοιο καὶ αὐτοῦ
πατρὸς ἀταρβήτοιο κλέος καὶ κῦδος ἀρέσθαι.
δέ που ἐν θαλάμοισιν ἀκηχεμένη περὶ παιδὶ
385 ἐσθλὴ Δηιδάμεια πολύστονα δάκρυα χεῦε,
καί οἱ ἐνὶ φρεσὶ θυμὸς ὑπʼ ἀργαλέῃσιν ἀνίῃς
τήκεθʼ ὅπως ἀλαπαδνὸς ἐπʼ ἀνθρακίῃσι μόλιβδος
ἠὲ τρύφος κηροῖο· γόος δέ μιν οὔποτʼ ἔλειπε
δερκομένην ἐπὶ πόντον ἀπείριτον· οὕνεκα μήτηρ
390 ἄχνυθʼ ἐῷ περὶ παιδί, καὶ ἢν ἐπὶ δαῖτʼ ἄφίκηται
390 τηλόθι κεκλόμενος φίλου ἀνδρὸς ἐς ἀλλότριον δῶ.
καί ῥά οἱ ἱστία νηὸς ἀπόπροθι πολλὸν ἰούσης
ἤδη ἀπεκρύπτοντο καὶ ἠέρι φαίνεθʼ ὁμοῖα·
ἀλλʼ μὲν στονάχιζε πανημερίη γοόωσα.
νηῦς δʼ ἔθεεν κατὰ πόντον ἐπισπομένου ἀνέμοιο
395 τυτθὸν ἐπιψαύουσα πολυρροθίοιο θαλάσσης·
πορφύρεον δʼ ἑκάτερθε περὶ τρόπιν ἔβραχε κῦμα·
αἶψα δὲ νηῦς μέγα λαῖτμα διήνυσε ποντοποροῦσα.
ἀμφὶ δέ οἱ πέσε νυκτὸς ἔπι κνέφας· δʼ ὑπʼ ἀήτῃ
πλῶε κυβερνήτῃ τε διαπρήσσουσα θαλάσσης
400 βένθεα· θεσπεσίη δὲ πρὸς οὐρανὸν ἤλυθεν Ἠώς.
τοῖσι δʼ ἄρʼ Ἰδαίων ὀρέων φαίνοντο κολῶναι
Χρῦσά τε καὶ Σμίνθειον ἕδος καὶ Σιγιὰς ἄκρη
τύμβος τʼ Αἰακίδαο δαΐφρονος· ἀλλά μιν οὔτι
υἱὸς Λαέρταο πύκα φρονέων ἐνὶ θυμῷ
405 δεῖξε Νεοπτολέμῳ, ἵνα οἱ μὴ πένθος ἀέξῃ
θυμὸς ἐνὶ στήθεσσι. παρημείβοντο δὲ νήσους
αἶψα Καλυδναίας· Τένεδος δʼ ἀπελείπετʼ ὀπίσσω·
φαίνετο δʼ αὖτʼ Ἐλεοῦντος ἕδος, τόθι Πρωτεσιλάου
σῆμα πέλει πτελέῃσι κατάσκιον αἰπεινῇσιν,
410 αἵ ʼ ὁπότʼ ἀθρήσωσιν ἀνερχόμεναι δαπέδοιο
Ἴλιον, αὐτίκα τῇσι θοῶς αὐαίνεται ἄκρα.
νῆα δʼ ἐρεσσομένην ἄνεμος φέρεν ἀγχόθι Τροίης·
ἵκετο δʼ ᾗχι καὶ ἄλλαι ἔσαν παρὰ θίνεσι νῆες
Ἀργείων, οἵ τῆμος ὀϊζυρῶς πονέοντο
415 μαρνάμενοι περὶ τεῖχος, ὅπερ πάρος αὐτοὶ ἔδειμαν
νηῶν ἔμμεναι ἕρκος ἐϋσθενέων θʼ ἅμα λαῶν
ἐν πολέμῳ· τὸ δʼ ἄρʼ ἤδη ὑπʼ Εὐρυπύλοιο χέρεσσι
μέλλεν ἀμαλδύνεσθαι ἐρειπόμενον ποτὶ γαίῃ,
εἰ μὴ ἄρʼ αἶψʼ ἐνόησε κραταιοῦ Τυδέος υἱὸς
420 βαλλόμενʼ ἕρκεα μακρά· θοῆς δʼ ἄφαρ ἔκθορε νηός,
θαρσαλέως δʼ ἐβόησεν, ὅσον χάδε οἱ κέαρ ἔνδον·
φίλοι, μέγα πῆμα κυλίνδεται Ἀργείοισι
σήμερον· ἀλλʼ ἄγε θάσσον ἐς αἰόλα τεύχεα δύντες
ἴομεν ἐς πολέμοιο πολυκμήτοιο κυδοιμόν·
425 ἤδη γὰρ πύργοισιν ἐφʼ ἡμετέροισι μάχονται
Τρῶες ἐϋπτόλεμοι, τοὶ δὴ τάχα τείχεα μακρὰ
ῥηξάμενοι πυρὶ νῆας ἐνιπρήσουσι μάλʼ αἰνῶς·
νῶϊν δʼ οὐκέτι νόστος ἐελδομένοις ἀνὰ θυμὸν
ἔσσεται· ἀλλὰ καὶ αὐτοὶ ὑπέρ μόρον αἶψα δαμέντες
430 κεισόμεθʼ ἐν Τροίῃ, τεκέων ἑκὰς ἠδὲ γυναικῶν.
ὣς φάτο· τοὶ δʼ ὤκιστα θοῆς ἐκ νηὸς ὄρουσαν
πανσυδίῃ· πάντας γὰρ ἕλε τρόμος εἰσαΐοντας
νόσφι Νεοπτολέμοιο δαΐφρονος, οὕνεκʼ ἐῴκει
πατρὶ φίλῳ μέγα κάρτος· ἔρως δέ οἱ ἔμπεσε χάρμης.
435 καρπαλίμως δʼ ἵκοντο ποτὶ κλισίην Ὀδυσῆος·
γὰρ ἔην ἄγχιστα νεὼς κυανοπρώροιο·
πολλὰ δʼ ἄρʼ ἐξημοιβὰ παραυτόθι τεύχεα κεῖτο,
ἠμὲν Ὀδυσσῆος πυκιμήδεος ἠδὲ καὶ ἄλλων
ἀντιθέων ἑτάρων, ὁπόσα κταμένων ἀφέλοντο.
440 ἔνθʼ ἐσθλὸς μὲν ἔδυ καλὰ τεύχεα, τοὶ δὲ χέρεια
δῦσαν, ὅσοις ἀλαπαδνὸν ὑπὸ κραδίῃ πέλεν ἦτορ·
αὐτὰρ Ὀδυσσεὺς δύσαθʼ οἱ Ἰθάκηθεν ἕποντο·
δῶκε δὲ Τυδείδῃ Διομήδεϊ κάλλιμα τεύχη
κεῖνα, τὰ δὴ Σώκοιο βίην εἴρυσσε πάροιθεν·
445 υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἐδύσατο τεύχεα πατρός,
καί οἱ φαίνετο πάμπαν ἀλίγκιος· ἀμφὶ δʼ ἐλαφρὰ
Ἡφαίστου παλάμῃσι περὶ μελέεσσιν ἀρήρει,
καίπερ ἐόνθʼ ἑτέροισι πελώρια· τῷ δʼ ἅμα πάντα
φαίνετο τεύχεα κοῦφα· κάρη γε μὲν οὔτι βάρυνε
πήληξ οὐ παλάμῃσιν ἐπέβρισεν δόρυ μακρὸν
450 Πηλιάς, ἀλλά χερσὶ καὶ ἠλίβατόν περ ἐοῦσαν
ῥηιδίως ἀνάειρεν ἔθʼ αἵματος ἰσχανόωσαν.
Ἀργείων δέ μιν ὅσσοι ἐπέδρακον, οὔτι δύναντο
καίπερ ἐελδόμενοι σχεδὸν ἐλθέμεν, οὕνεκʼ ἄρʼ αὐτοὺς
πᾶν περὶ τεῖχος ἔτειρε βαρὺς πολέμοιο κυδοιμός·
455 ὡς δʼ ὅτʼ ἀνʼ εὐρέα πόντον ἐρημαίῃ περὶ νήσῳ
ἀνθρώπων ἀπάτερθεν ἐεργμένοι ἀσχαλόωσιν
ἀνέρες, οὕς τʼ ἀνέμοιο καταιγίδες ἀντιόωσαι
εἴργουσιν μάλα πολλὸν ἐπὶ χρόνον, οἱ δʼ ἀλεγεινοὶ
νηὶ περιτρωχῶσι, καταφθινύθει δʼ ἄρα πάντα
460 ἤια, τειρομένοισι δʼ ἐπιπνεύσῃ λιγὺς οὖρος·
ὣς ἄρʼ Ἀχαιῶν ἔθνος ἀκηχέμενον τὸ πάροιθεν
ἀμφὶ Νεοπτολέμοιο βίῃ κεχάροντο μολόντι
ἐλπόμενοι στονόεντος ἀναπνεύσειν καμάτοιο.
ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέος εὖτε λέοντος,
465 ὅς τε κατʼ οὔρεα μακρὰ μέγʼ ἀσχαλόων ἐνὶ θυμῷ
ἔσσυται ἀγρευτῇσιν ἐναντίον, οἵ τέ οἱ ἤδη
ἄντρῳ ἐπεμβαίνωσιν ἐρύσσασθαι μεμαῶτες
σκύμνους οἰωθέντας ἑῶν ἀπὸ τῆλε τοκήων
βήσσῃ ἐνὶ σκιερῇ, δʼ ἄρʼ ὑψόθεν ἔκ τινος ἄκρης
470 ἀθρήσας ὀλοοῖσιν ἐπέσσυται ἀγρευτῇσι
σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς·
ὥς ἄρα φαίδιμος υἱὸς ἀταρβέος Αἰακίδαο
θυμὸν ἐπὶ Τρώεσσιν ἐϋπτολέμοισιν ὄρινεν·
οἴμησεν δʼ ἄρα πρῶτον, ὅπῃ μάλα δῆρις ὀρώρει
475 ἄμ πεδίον· τῇ γάρ φρεσὶν ἔλπετο τεῖχος Ἀχαιῶν
ῥηίτερον δηΐοισι κατὰ κλόνον ἐσσυμένοισιν,
οὕνεκʼ ἀκιδνοτέρῃσιν ἐπάλξεσιν ἠρήρειστο.
σὺν δέ οἱ ἄλλοι ἔβαν μέγα μαιμώωντες Ἄρηι·
εὗρον δʼ Εὐρύπυλον κρατερόφρονα, τῷ δʼ ἅμʼ ἑταίρους
480 πύργῳ ἐπεμβεβαῶτας, ὀϊομένους περὶ θυμῷ
ῥήξειν τείχεα μακρὰ καὶ Ἀργείους ἀπολέσσειν
πανσυδίῃ· τοῖς δʼ οὔτι θεοὶ τελέεσκον ἐέλδωρ·
ἀλλά σφεας Ὀδυσεύς τʼ ἠδὲ σθεναρὸς Διομήδης
ἰσόθεός τε Νεοπτόλεμος δῖός τε Λεοντεὺς
485 ἄψ ἀπὸ τείχεος ὦσαν ἀπειρεσίοις βελέεσσιν.
ὡς δʼ ὅτʼ ἀπὸ σταθμοῖο κύνες μογεροί τε νομῆες
κάρτεϊ καὶ φωνῇ κρατεροὺς δεύουσι λέοντας
πάντοθεν ἐσσύμενοι, τοὶ δʼ ὄμμασι γλαυκιόωντες
στρωφῶντʼ ἔνθα καὶ ἔνθα λιλαιόμενοι μέγα θυμῷ
490 πόρτιας ἠδὲ βόας μετὰ γαμφηλῇσι λαφύξαι,
ἀλλὰ καὶ ὣς εἴκουσι κυνῶν ὑπὸ καρτεροθύμων
σευόμενοι, μάλα γάρ σφιν ἐπαΐσσουσι νομῆες·
βαιόν, ὅσον τις ἵησι χερὸς περιμήκεα λᾶαν·
οὐ γὰρ Τρῶας ἔα νηῶν ἀπονόσφι φέβεσθαι
495 Εὐρύπυλος, δηίων δὲ μάλα σχεδὸν ὀτρύνεσκε
μίμνειν, εἰσόκε νῆας ἕλῃ καὶ πάντας ὀλέσσῃ
Ἀργείους· Ζεὺς γάρ οἱ ἀπειρέσιον βάλε κάρτος.
αὐτίκα δʼ ὀκριόεσσαν ἑλὼν καὶ ἀτειρέα πέτρην
ἧκεν ἐπεσσυμένως κατὰ τείχεος ἠλιβάτοιο·
500 σμερδαλέον δʼ ἄρα πάντα περιπλατάγησε θέμεθλα
ἕρκεος αἰπεινοῖο· δέος δʼ ἕλε πάντας Ἀχαιοὺς
τείχεος ὡς ἤδη συνοχωκότος ἐν κονίῃσιν.
ἀλλʼ οὐδʼ ὣς ἀπόρουσαν ἀταρτηροῖο κυδοιμοῦ,
ἀλλʼ ἔμενον θώεσσιν ἐοικότες ἠὲ λύκοισι,
505 μήλων ληιστῆρσιν ἀναιδέσιν, οὕς τʼ ἐν ὄρεσσιν
ἄντρων ἐξελάσωσιν ὁμῶς κυσὶν ἀγροιὼται
ἱέμενοι σκύμνοισι φόνον στονόεντα βαλέσθαι
ἐσσυμένως, τοὶ δʼ οὔτι βιαζόμενοι βελέεσσι
χάζοντʼ, ἀλλὰ μένοντες ἀμύνουσιν τεκέεσσιν·
510 ὥς οἵ ἀμυνόμενοι νηῶν ὕπερ ἠδὲ καὶ αὐτῶν
μίμνον ἐν ὑσμίνῃ· τοῖς δʼ Εὐρύπυλος θρασυχάρμης
ἠπείλει μέγα πᾶσι νεῶν προπάροιθε θοάων·
δειλοὶ καὶ ἄναλκιν ἐνὶ φρεσὶ θυμὸν ἔχοντες,
οὐκ ἄν δὴ βελέεσσι νεῶν ἄπο ταρβήσαντα
515 ἠλάσατʼ, εἰ μὴ τεῖχος ἐμὴν ἀπέρυκεν ὁμοκλήν·
νῦν δέ μοι εὖτε λέοντι κύνες πτώσσοντες ἐν ὕλῃ
μάρνασθʼ ἔνδον ἐόντες ἀλευόμενοι φόνον αἰπύν·
ἤν δέ ποτʼ ἐκ νηῶν ἐς Τρώιον οὖδας ἵκησθε,
ὡς τὸ πάρος μεμαῶτες ἐπὶ μόθον, οὔ νύ τις ὑμέας
520 ῥύσεται ἐκ θανάτοιο δυσηχέος, ἀλλʼ ἅμα πάντες
κείσεσθʼ ἐν κονίῃσιν ἐμεῦ ὕπο δῃωθέντες.
ὣς ἔφατʼ ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη
ὅττι ῥά οἱ μέγα πῆμα κυλίνδετο βαιὸν ἄπωθεν
χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὅς μιν ἔμελλε
525 δάμνασθʼ οὐ μετὰ δηρὸν ὑπʼ ἔγχεϊ μαιμώωντι
οὐδὲ μὲν οὐδὲ τότʼ ἔσκεν ἄτερ κρατεροῖο πόνοιο,
ἀλλʼ ἄρα Τρῶας ἔναιρεν ἀφʼ ἕρκεος· οἱ δʼ ἐφέβοντο
βαλλόμενοι καθύπερθε· περικλονέοντο δʼ ἀνάγκῃ
Εὐρυπύλῳ· πάντας γὰρ ἀνιηρὸν δέος ᾕρει·
530 ὡς δʼ ὅτε νηπίαχοι περὶ γούνασι πατρὸς ἑοῖο
πτώσσουσι βροντὴν μεγάλου Διὸς ἀμφὶ νέφεσσι
ῥηγνυμένην, ὅτε δεινὸν ἐπιστοναχίζεται αἰθήρ·
ὣς ἄρα Τρώιοι υἷες ἐν ἀνδράσι Κητείοισιν
ἀμφὶ μέγαν βασιλῆα Νεοπτόλεμον φοβέοντο
535 πᾶν θʼ τι χερσὶν ἕηκεν· ἐς ἰθὺ γὰρ ἔπτατο πῆμα,
δυσμενέων κεφαλῇσι φέρον πολύδακρυν Ἅρηα.
οἱ δʼ ἄρʼ ἀμηχανὶῃ βεβολημένοι ἔνδοθεν ἦτορ
Τρῶες ἔφαντʼ Ἀχιλῆα πελώριον εἰσοράασθαι
αὐτὸν ὁμῶς τεύχεσσι· καὶ ἀμφασίην ἀλεγεινὴν
540 κεῦθον ὑπὸ κραδίῃ, ἵνα μὴ δέος αἰνὸν ἵκηται
ἐς φρένα Κητείων μηδʼ Εὐρυπύλοιο ἄνακτος·
αὐτοῦ δʼ ἄλλοθεν ἄλλος ἀπειρέσιον τρομέοντες
μεσσηγὺς κακότητος ἔσαν κρυεροῦ τε φόβοιο·
αἰδὼς γὰρ κατέρυκεν ὁμῶς καὶ δεῖμʼ ἀλεγεινόν.
545 ὡς δʼ ὅτε παιπαλόεσσαν ὁδὸν κάτα ποσσὶν ἰόντες
ἀνέρες ἀθρήσωσιν ἀπʼ οὔρεος ἀΐσσοντα
χείμαρρον, καναχὴ δὲ περιβρομέει περὶ πέτῃ,
οὐδʼ ἔτι οἱ μεμάασιν ἀνὰ ῥόον ἠχὴεντα
δύμεναι ἐγκονέοντες, ἐπεὶ παρὰ ποσσὶν ὄλεθρον
550 δερκόμενοι τρομέουσι καὶ οὐκ ἀλέγουσι κελεύθου·
ὣς ἅρα Τρῶες ἔμιμνον ἐελδόμενοί περ ἀλύξαι
τεῖχος ὔπʼ Ἀργείων· τοὺς δʼ Εὐρύπυλος θεοειδὴς
αἰὲν ἐποτρύνεσκε ποτὶ κλόνον· γὰρ ἐώλπει
πολλοὺς δηϊόωντα πελώριον ἐν δαῒ φῶτα
555 χεῖρα καμεῖν καὶ κάρτος· δʼ οὐκ ἀπέληγε μόθοιο.
§7.556–7.734
τῶν δʼ ἄρʼ Ἀθηναίη κρατερὸν πόνον εἰσορόωσα
κάλλιπεν Οὐλύμποιο θυωδέος αἰπὰ μέλαθρα·
βῆ δʼ ἄρʼ ὑπὲρ κορυφὰς ὀρέων· οὐδʼ ἴχνεσι γαίης
ψαῦε μέγʼ ἐγκονέουσα· φέρεν δέ μιν ἱερὸς ἀὴρ
560 εἰδομένην νεφέεσσιν, ἐλαφροτέρην δʼ ἀνέμοιο.
Τροίην δʼ αἶψʼ ἀφίκανε, πόδας δʼ ἐπέθηκε κολώνῃ
Σιγέου ἠνεμόεντος· ἐδέρκετο δʼ ἔνθεν ἀϋτὴν
ἀγχεμάχων ἀνδρῶν, κύδαινε δὲ πολλὸν Ἀχαιούς.
υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἔχεν πολὺ φέρτατον ἄλλων
565 θάρσος ὁμοῦ καὶ κάρτος, τʼ ἀνδράσιν εἰς ἕν ἰόντα
τεύχουσιν μέγα κῦδος· δʼ ἀμφοτέροισι κέκαστο,
οὕνεκʼ ἔην Διὸς αἷμα, φίλῳ δʼ ἤικτο τοκῆι·
τῷ καὶ ἄτρεστος ἐὼν πολέας κτάνεν ἀγχόθι πύργων.
ὡς δʼ ἁλιεὺς κατὰ πόντον ἀνὴρ λελιημένος ἄγρης
570 τεύχων ἰχθύσι πῆμα φέρει μένος Ἡφαίστοιο
νηὸς ἑῆς ἔντοσθε, διεγρομένῃ δʼ ὑπʼ ἀϋτμῇ
μαρμαίρει περὶ νῆα πυρὸς σέλας, οἱ δὲ κελαίνης
ἐξ ἁλὸς ἀΐσσουσι μεμαότες ὕστατον αἴγλην
εἰσιδέειν, τοὺς γάρ ῥα τανυγλώχινι τριαίνῃ
575 κτείνει ἑπεσσυμένους, γάνυται δέ οἱ ἦτορ ἐπʼ ἄγρῃ·
ὣς ἄρα κύδιμος υἱὸς ἐϋπτολέμου Ἀχιλῆος
λαΐνεον περὶ τεῖχος ἐδάμνατο δήϊα φῦλα
ἀντἲ ἐπεσσυμένων· πονέοντο δὲ πάντες Ἀχαιοὶ
ἄλλοι ὁμῶς ἄλλῃσιν ἐπάλξεσιν· ἔβραχε δʼ εὐρὺς
580 αἰγιαλὸς καὶ νῆες, ἐπεστενάχοντο δὲ μακρὰ
τείχεα βαλλομένων. κάματος δʼ ὑπεδάμνατο λαοὺς
ἄσπετος ἀμφοτέρωθε, λύοντο δὲ γυῖα καὶ ἀλκὴ
αἰζηῶν· ἀλλʼ οὔτι μενεπτολέμου Ἀχιλῆος
ἄμφεχεν υἱέα δῖον, ἐπεὶ δέ οἱ ὄβριμον ἦτορ
585 πάμπαν ἔην ἄτρυτον, ἀνιηρὸν δέος οὔτι
ἥψατο μαρναμένοιο· μένος δʼ ἀκάμαντι ἐῴκει
ἀενάῳ ποταμῷ, τὸν ἀπειρεσίη πυρὸς ὁρμὴ
οὔποτʼ ἰοῦσʼ ἐφόβησε, καὶ εἰ μέγα μαίνετʼ ἀήτης
Ἡφαίστου κλονέων ἱερὸν μένος, ἤν γὰρ ἵκηται
590 ἐγγὺς ἐπὶ προχοῇσι μαραίνεται, οὐδέ οἱ ἀλκὴ
ἅψασθʼ ἀργαλέη σθένει ὕδατος ἀκαμάτοιο·
ὥς ἄρα Πηλείδαο δαΐφρονος υἱέος ἐσθλοῦ
οὔτε μόγος στονόεις οὔτʼ ἄρ δέος ἥψατο γούνων
αἰὲν ἐρειδομένοιο καὶ ὀτρύνοντος ἑταίρους.
595 οὐ μὴν οὐδὲ βέλος κείνου χρόα καλὸν ἵκανε
πολλῶν βαλλομένων· ἀλλʼ ὡς νιφάδες περὶ πέτρην
πολλάκις ἠίχθησαν ἐτώσια· πάντα γὰρ εὐρὺ
εἶργε σάκος βριαρή τε κόρυς, κλυτὰ δῶρα θεοῖο·
τοῖς ἐπικαγχαλόων κρατερὸς πάϊς Αἰακίδαο
600 φοίτα μακρὰ βοῶν περὶ τείχεϊ πολλὰ κελεύων
ἐς μόθον Ἀργείοισιν ἀταρβέσιν, οὕνεκα πάντων
πολλὸν ἔην ὄχʼ ἄριστος, ἔχεν δʼ ἔτι θυμὸν ὁμοκλῆς
λευγαλέης ἀκόρητον, ἑοῦ δʼ ἄρα μήδετο πατρὸς
τίσεσθʼ ἀλγινόεντα φόνον· κεχάροντο δʼ ἄνακτι
605 Μυρμιδόνες· στυγερὴ δὲ πέλεν περὶ τεῖχος ἀϋτή.
Ἕνθα δύω κτάνε παῖδε πολυχρύσοιο Μέγητος,
ὅς γόνος ἔσκε Δύμαντος, ἔχεν δʼ ἐρικυδέας υἷας,
εἰδότας εἶ μὲν ἄκοντα βαλεῖν, εὖ δʼ ἵππον ἐλάσσαι
ἐν πολέμῳ καὶ μακρὸν ἐπισταμένως δόρυ πῆλαι,
610 τοὺς τέκε οἱ Περίβοια μιῇ ὠδῖνι παρʼ ὄχθῃς
Σαγγαρίου, Κέλτον τε καὶ Εὔβιον· οὐδʼ ἀπόναντο
ὄλβου ἀπειρεσίοιο πολὺν χρόνον, οὕνεκα Μοῖραι
παῦρον ἐπὶ σφίσι πάγχυ τέλος βιότοιο βάλοντο·
ἄμφω δʼ ὡς ἴδον ἦμαρ ὁμῶς, ὥς κάτθανον ἄμφω
615 χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὃς μὲν ἄκοντι
βλήμενος ἐς κραδίην, δὲ χερμαδίῳ ἀλεγεινῷ
κὰκ κεφαλῆς· βριαρὴ δὲ περιθραυσθεῖσα καρήνῳ,
ἐθλάσθη τρυφάλεια καὶ ἐγκέφαλον συνέχευεν.
ἀμφὶ δʼ ἄρα σφίσι φῦλα περικτείνοντο καὶ ἄλλων
620 μυρία δυσμενέων· μέγα δʼ Ἄρεος ἔργον ὀρώρει,
μέσφʼ ὅτε δὴ βουλυτὸς ἐπήλυθεν, ἤνυτο δʼ ἠὼς
ἀμβροσίη, καὶ λαὸς ἀταρβέος Εὐρυπύλοιο
χάσσατο τυτθὸν ἄπωθε νεῶν· οἱ δʼ ἀγχόθι πύργων
βαιὸν ἀνέπνευσαν· καὶ δʼ αὐτοὶ Τρώιοι υἷες
625 ἀμπαύοντο μόθοιο δυσηχέος, οὕνεκʼ ἐτύχθη
φύλοπις ἀργαλέη περὶ τείχεϊ. καί νύ χʼ ἅπαντες
Ἀργεῖοι τότε νηυσὶν ἐπὶ σφετέρῃσιν ὄλοντο,
εἰ μὴ Ἀχιλλῆος κρατερὸς πάϊς ἤματι κείνῳ
δυσμενέων ἀπάλαλκε πολὺν στρατὸν ἠδὲ καὶ αὐτὸν
630 Εὐρύπυλον. τῷ δʼ αἶψα γέρων σχεδὸν ἤλυθε Φοῖνιξ,
καί μιν ἰδὼν θάμβησεν ἐοικότα Πηλείωνι·
ἀμφὶ δέ οἱ μέγα χάρμα καὶ ἄσπετον ἄλγος ἵκανεν,
ἄλγος μὲν μνησθέντι ποδώκεος ἀμφʼ Ἀχιλῆος,
χάρμα δʼ ἄρʼ, οὕνεκά οἱ κρατερὸν παῖδʼ εἰσενόησε·
635 κλαῖε δʼ γʼ ἀσπασίως, ἐπεὶ οὔποτε φῦλʼ ἀνθρώπων
νόσφι γόου ζώουσι, καὶ εἴ ποτε χάρμα φέρονται.
ἀμφεχύθη δέ οἱ, εὖτε πατὴρ περὶ παιδὶ χυθείη,
ὅς τε θεῶν ἰότητι πολὺν χρόνον ἄλγἐ ἀνατλὰς
ἔλθῃ ἑὸν ποτὶ δῶμα φίλῳ μέγα χάρμα τοκῆι·
640 ὣς Νεοπτολέμοιο κάρη καὶ στήθεα κύσσεν
ἀμφιχυθείς, καὶ τοῖον ἀγασσάμενος φάτο μῦθον·
χαῖρέ μοι, τέκος ἐσθλὸν Ἀχιλλέος, ὅν ποτʼ ἔγωγε
τυτθὸν ἐόντʼ ἀτίταλλον ἐν ἀγκοίνῃσιν ἐμῇσι
προφρονέως· δʼ ἄρʼ ὦκα θεῶν ἐρικυδέϊ βουλῇ
645 ἔρνος ὅπως ἐριθηλὲς ἀέξετο· καί οἱ ἔγωγε
γήθεον εἰσορόων ἠμὲν δέμας ἠδὲ καὶ ἀλκήν·
ἔσκε δέ μοι μέγʼ ὄνειαρ· ἴσον δέ παιδὶ τίεσκον
τηλυγέτῳ· δʼ ἄρʼ ἶσον ἑῷ πατρὶ τῖεν ἐμὸν κῆρ·
κείνῳ μὲν γὰρ ἔγωγε πατήρ, δʼ ἄρʼ υἱὸς ἔμοιγε
650 ἔσκε νόῳ· φαίης κεν ἰδὼν ἑνὸς αἵματος εἶναι
εἵνεχʼ ὁμοφροσύνης· ἀρετῇ δʼ γε φέρτερος ἦεν
πολλόν, ἐπεὶ μακάρεσσι δέμας καὶ κάρτος ἐῴκει.
τῷ σύγε πάμπαν ἔοικας· ἐγὼ δʼ ἄρα κεῖνον ὀΐω
ζωὸν ἔτʼ Ἀργείοισι μετέμμεναι· οὗ μʼ ἄχος ὀξὺ
655 ἀμφέχει ἤματα πάντα, λυγρῷ δʼ ἐπὶ γήραϊ θυμὸν
τείρομαι· ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
κείνου ἔτι ζώοντος· καὶ πέλει ἀνέρι κῦδος
κηδεμονῆος ἑοῦ ὑπὸ χείρεσι ταρχυθῆναι.
ἀλλά, τέκος, κείνου μὲν ἐγὼν οὐ λήσομαι ἦτορ
660 ἀχνύμενος· σὺ δὲ μήτι χαλέπτεο πένθεϊ θυμόν·
ἀλλʼ ἄγε Μυρμιδόνεσσι καὶ ἱπποδάμοισιν Ἀχαιοῖς
τειρομένοις ἐπάμυνε μέγʼ ἀμφʼ ἀγαθοῖο τοκῆος
χωόμενος δηίοισι· κλέος δέ τοι ἔσσεται ἐσθλὸν
Εὐρύπυλον δαμάσαντι μάχης ἀκόρητον ἐόντα·
665 τοῦ γὰρ ὑπέρτερός ἐσσι καὶ ἔσσεαι, ὅσσον ἀρείων
σεῖο πατὴρ κείνοιο πέλεν μογεροῖο τοκῆος.
ὣς φάμενον προσέειπε πάϊς ξανθοῦ Ἀχιλῆος·
γέρον, ἡμετέρην ἀρετὴν ἀνὰ δηϊοτῆτα
αἶσα διακρινέει κρατερὴ καὶ ὑπέρβιος Ἄρης.
670 ὣς εἰπὼν αὐτῆμαρ ἐέλδετο τείχεος ἐκτὸς
σεύεσθʼ ἐν τεύχεσσιν ἑοῦ πατρός· ἀλλά μιν ἔσχε
νύξ, τʼ ἀνθρώποισι λύσιν καμάτοιο φέρουσα
ἔσσυτʼ ἀπʼ ὠκεανοῖο καλυψαμένη δέμας ὄρφνῃ.
Ἀργείων δέ μιν υἷες ἴσον κρατερῷ Ἀχιλῆι
675 κύδαινον παρὰ νηυσὶ γεγηθότες, οὕνεκʼ ἄρʼ αὐτοὺς
θαρσαλέους κατέτευξεν ἰὼν ἐπὶ δῆριν ἑτοίμως·
τοὔνεκά μιν τίεσκον ἀγακλειτοῖς γεράεσσιν
ἄσπετα δῶρα διδόντες, τʼ ἀνέρι πλοῦτον ὀφέλλει·
οἱ μὲν γὰρ χρυσόν τε καὶ ἄργυρον, οἱ δὲ γυναῖκας
680 δμωίδας, οἱ δʼ ἄρα χαλκὸν ἀάσπετον, οἱ δὲ σίδηρον,
ἄλλοι δʼ οἶνον ἐρυθρὸν ἐν ἀμφιφορεῦσιν ὄπασσαν
ἵππους τʼ ὠκύποδας καὶ ἀρήϊα τεύχεα φωτῶν
φάρεά τʼ εὐποίητα γυναικῶν κάλλιμα ἔργα·
τοῖς ἔπι θυμὸν ἴαινε Νεοπτολέμοιο φίλον κῆρ.
685 καί ʼ οἱ μὲν δόρποιο ποτὶ κλισίῃσι μέλοντο
υἱὸν Ἀχιλλῆος θεοειδέα κυδαίνοντες
ἶσον ἐπουρανίοισιν ἀτειρέσι· τῷ δʼ Ἀγαμέμνων
πόλλʼ ἐπικαγχαλόων τοῖον ποτὶ μῦθον ἔειπεν·
ἀτρεκέως πάϊς ἐσσὶ θρασύφρονος Αἰακίδαο,
690 τέκος, οὕνεκά οἱ κρατερὸν μένος ἠδὲ καὶ εἶδος
καὶ μέγεθος καὶ θάρσος ἰδὲ φρένα ἔνδον ἔοικας·
τῷ σοι ἐγὼ μέγα θυμὸν ἰαίνομαι· γὰρ ἔολπα
σῇσιν ὑπαὶ παλάμῃσι καὶ ἔγχεϊ δήϊα φῦλα
καὶ Πριάμοιο πόληα περικλειτὴν ἐναρίξαι,
695 οὕνεκα πατρὶ ἔοικας· ἐγὼ δʼ ἄρα κεῖνον ὀΐω
εἰσοράαν παρὰ νηυσίν, ὅτε Τρώεσσιν ὁμόκλα
χωόμενος Πατρόκλοιο δεδουπότος· ἀλλʼ μὲν ἤδη
ἐστὶ σὺν ἀθανάτοισι· σὲ δʼ ἐκ μακάρων προέηκε
σήμερον Ἀργείοισιν ἀπολλυμένοις ἐπαμῦναι.
700 ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
εἴθε μιν, Ἀγάμεμνον, ἔτι ζώοντα κίχανον,
ὄφρα καὶ αὐτὸς ἄθρησεν ἑὸν θυμήρεα παῖδα
οὔτι καταισχύνοντα βίην πατρός, ὥσπερ ὀΐω
ἔσσεσθʼ, ἤν με σάωσιν ἀκηδέες Οὐρανίωνες.
705 ὣς ἄρʼ ἔφη πινυτῇσιν ἀρηράμενος φρεσὶ θυμόν·
λαοὶ δʼ ἀμφιέποντες ἐθάμβεον ἀνέρα δῖον.
ἀλλʼ ὅτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο,
δὴ τότʼ ἄρʼ Αἰακίδαο θρασύφρονος ὄβριμος υἱὸς
ἀνστὰς ἐκ δόρποιο ποτὶ κλισίην ἀφίκανε
710 πατρὸς ἑοῦ. τὰ δὲ πολλὰ δαϊκταμένων ἡρώων
ἔντεά οἱ παρέκεινθʼ· αἱ δʼ ἀμφί μιν ἄλλοθεν ἄλλαι
χήρην ληιάδες κλισίην ἐπιπορσύνεσκον
ὡς ζώοντος ἄνακτος· δʼ ὡς ἴδεν ἔντεα Τρώων
καὶ δμωάς, στονάχησεν· ἔρως δέ μιν εἷλε τοκῆος·
715 ὡς δʼ ὅτʼ ἀνὰ δρυμὰ πυκνὰ καὶ ἄγκεα ῥωπήεντα
σμερδαλέοιο λέοντος ὑπʼ ἀγρευτῇσι δαμέντος
σκύμνος ἐς ἄντρον ἵκηται ἐΰσκιον, ἀμφὶ δὲ πάντῃ
ταρφέα παπταίνει κενεὸν σπέος, ἀθρόα δʼ αὐτοῦ
ὀστέα δερκόμενος κταμένων πάρος οὐκ ὀλίγων περ
720 ἵππων ἠδὲ βοῶν μεγάλʼ ἄχνυται ἀμφὶ τοκῆος·
ὣς ἄρα θαρσαλέοιο πάϊς τότε Πηλείδαο
θυμὸν ἐπαχνώθη· δμωαὶ δέ μιν ἀμφαγάσαντο·
καὶ δʼ αὐτὴ Βρισηίς, ὅτʼ ἔδρακεν υἷʼ Ἀχιλῆος,
ἄλλοτε μὲν θυμῷ μέγʼ ἐγήθεεν, ἄλλοτε δʼ αὖτε
725 ἄχνυτʼ Ἀχιλλῆος μεμνημένη· ἐν δέ οἱ ἦτορ
ἀμφασίῃ βεβόλητο κατὰ φρένας, ὡς ἐτεόν περ
αὐτοῦ ἔτι ζώοντος ἀταρβέος Αἰακίδαο.
Τρῶες δʼ αὖτʼ ἀπάνευθε γεγηθότες ὄβριμον ἄνδρα
Εὐρύπυλον κύδαινον ἐνὶ κλισίῃσι καὶ αὐτοί,
730 ὁππόσον Ἕκτορα δῖον, ὅτʼ Ἀργείους ἐδάϊζε
ῥυόμενος πτολίεθρον ἑὸν καὶ κτῆσιν ἅπασαν.
ἀλλʼ ὅτε δὴ μερόπεσσιν ἐπὶ γλυκὺς ἤλυθεν ὕπνος,
δὴ τότε Τρώιοι υἷες ἰδʼ Ἀργεῖοι μενεχάρμαι
νόσφι φυλακτήρων εὗδον βεβαρηότες ὕπνῳ.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up