§10.1–10.124
Τρῶες δʼ αὖτʼ ἔκτοσθεν ἔσαν Πριάμοιο πόληος
πάντες σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδέ ἵπποις
ὠκυτάτοις· καῖον γὰρ ἀποκταμένους ἐνὶ χάρμῃ
δειδιότες, μὴ λαὸς ἐπιβρίσειεν Ἀχαιῶν.
5 τοὺς δʼ ὡς οἶν ἐσίδοντο ποτὶ πτόλιν ἀΐσσοντας,
ἐσσυμένως κταμένοισι χυτὸν περὶ σῆμα βάλοντο
σπερχόμενοι· δεινὸν γὰρ ὑποτρομέεσκον ἰδόντες
τοῖσι δʼ ἄρʼ ἀχνυμένοισιν ὑπὸ φρεσὶ μῦθον ἔειπε
Πουλυδάμας, γὰρ ἔσκε λίην πινυτὸς καὶ ἐχέφρων·
10 φίλοι, οὐκέτʼ ἀνεκτὸς ἐφʼ ἡμῖν μαίνεται Ἄρης·
ἀλλʼ ἄγε δὴ φραζώμεθʼ, ὅπως πολέμοιό τι μῆχος
εὕρωμεν· Δαναοὶ γὰρ ἐπικρατέουσι μένοντες.
νῦν δʼ ἄγε δὴ πύργοισιν ἐϋδμήτοις ἐπιβάντες
μίμνωμεν νύκτας τε καὶ ἤματα δηριόωντες,
15 εἰσόκε δὴ Δαναοὶ Σπάρτην ἐρίβωλον ἵκωνται,
αὐτοῦ παρὰ τεῖχος ἀκηδήσωσι μένοντες
ἀκλεὲς ἑζόμενοι· ἐπεὶ οὐ σθένος ἔσσεται αὐτοῖς
ῥῆξαι τείχεα μακρά, καὶ εἰ μάλα πολλὰ κάμωσιν·
οὐ γὰρ ἀβληχρὰ θεοῖσι τετεύχαται ἄφθιτα ἔργα.
20 οὐδέ τί που βρώμης ἐπιδευόμεθʼ οὐδὲ ποτῆτος·
πολλὰ γὰρ ἐν Πριάμοιο πολυχρύσοιο μελάθροις
ἔμπεδον εἴδατα κεῖται, ἅπερ πολέεσσι καὶ ἄλλοις
πολλὸν ἐπὶ χρόνον ἔσσετʼ ἀγειρομένοισιν ἐδωδὴ
ἐς κόρον, εἰ καὶ ἔτʼ ἄλλος ἐελδομένοισιν ἵκηται
25 τρὶς τόσος ἐνθάδε λαὸς ἀρηγέμεναι μενεαίνων.
ὣς φάτο· τὸν δʼ ἐνένιπε θρασὺς πάϊς Ἀγχίσαο·
Πουλυδάμα, πῶς γάρ σε σαόφρονά φασι τετύχθαι,
ὃς κέλεαι ποτὶ δηρὸν ἀνὰ πτόλιν ἄλγεα πάσχειν;
οὐ γὰρ ἀκηδήσουσι πολὺν χρόνον ἐνθάδʼ Ἀχαιοί,
30 ἀλλʼ ἄρʼ ἐπιβρίσουσιν ἀλευομένους ἐσιδόντες·
νῶιν δʼ ἔσσεται ἄλγος ἀποφθιμένων ἐνὶ πάτρῃ,
ἤν πως ἐνθάδε πουλὺν ἐπὶ χρόνον ἀμφιμάχωνται·
οὐ γάρ τις Θήβηθε μελίφρονα σῖτον ὀπάσσει
ἧμιν, ἐπὴν εἰρχθῶμεν ἀνὰ πτόλιν, οὐδέ τις οἴσει
35 οἶνον Μαιονίηθεν· ἀνιηρῷ δʼ ὑπὸ λιμῷ
φθισόμεθʼ ἀργαλέως, εἰ καὶ μάλα τεῖχος ἀμύνει.
ἀλλʼ εἰ μὲν θάνατόν τε κακὸν καὶ Κῆρας ἀλύξαι,
μηδʼ ἄρʼ ὀϊζυρῶς θανέειν πολυαχθέι λιμῷ
μέλλομεν, εἰν ἔντεσσι σὺν ἡμετέροις τεκέεσσι
40 καὶ γεραροῖς πατέρεσσι μαχώμεθα· καί ῥά ποθι Ζεὺς
χραισμήσει· κείνου γὰρ ἀφʼ αἵματός εἰμεν ἀγαυοῦ·
εἰ δέ κεν ἂρ καὶ κείνῳ ἀπεχθόμενοι τελέθωμεν,
εὐκλειῶς, τάχʼ ὀλέσθαι ἀμυνομένους περὶ πάτρης
βέλτερον, ἠὲ μένοντας ὀϊζυρῶς ἀπολέσθαι.
45 ὣς φάτο· τῷ δʼ ἄρα πάντες ἐπίαχον εἰσαΐοντες.
αἶψα δὲ δὴ κορύθεσσι καὶ ἀσπίσι καὶ δοράτεσσι
φράχθεν ἐπʼ ἀλλήλους· ἐπὶ δʼ ἀκαμάτου Διὸς ὄσσε
δέρκετʼ ἀπʼ Οὐλύμποιο κορυσσομένους ἐς Ἄρηα
Τρῶας ἐπʼ Ἀργείοισιν· ἔγειρε δὲ θυμὸν ἑκάστου,
50 ὄφρα μάχην ἀλίαστον ἐπʼ ἀμφοτέροισι τανύσσῃ
λαοῖς· γὰρ ἔμελλεν Ἀλέξανδρος θανέεσθαι
χερσὶ Φιλοκτήταο πονεύμενος ἀμφʼ ἀλόχοιο.
τοὺς δʼ ἄγεν εἰς ἔνα χῶρον Ἔρις μεδέουσα κυδοιμὸν
οὔτινι φαινομένη· περὶ γὰρ νέφος ἄμφεχεν ὤμους
55 αἱματόεν· φοίτα δὲ μέγαν κλονέουσα κυδοιμὸν
ἄλλοτε μὲν Τρώων ἐς ὁμήγυριν, ἄλλοτʼ Ἀχαιῶν·
τὴν δὲ Φόβος καὶ Δεῖμος ἀταρβέες ἀμφεπένοντο
πατροκασιγνήτην κρατερόφρονα κυδαίνοντες·
δὲ μέγʼ ἐξ ὀλίγοιο κορύσσετο μαιμώωσα·
60 τεύχεα δʼ ἐξ ἀδάμαντος ἔχεν πεπαλαγμένα λύθρῳ·
πάλλε δὲ λοίγιον ἔγχος ἐς ἠέρα· τῆς δʼ ὑπὸ ποσσὶ
κίνυτο γαῖα μέλαινα· πυρὸς δʼ ἄμπνειεν ἀϋτμὴν
σμερδαλέον· μέγα δʼ αἰὲν ἀΰτεεν ὀτρύνουσα
αἰζηούς· οἱ δʼ αἶψα συνήιον ἀρτύνοντες
65 ὑσμίνην· δεινὴ γὰρ ἄγεν θεὸς ἐς μέγα ἔργον.
τῶν δʼ ὡς ἀνέμων ἰαχὴ πέλε λάβρον ἀέντων
εἴαρος ἀρχομένου, ὅτε δένδρεα μακρὰ καὶ ὕλη
φύλλα φύει, ὡς ὅτʼ ἀνʼ ἀζαλέην ξύλοχον πῦρ
αἰθόμενον βρομέει, ὡς μέγα πόντος ἀπείρων
70 μαίνεται ἐξ ἀνέμοιο δυσηχέος, ἀμφὶ δὲ ῥοῖβδος
γίνετʼ ἀπειρέσιος, τρόμεει δʼ ὕπο γούνατα ναυτέων·
ὣς τῶν ἐσσυμένων μέγʼ ὑπέβραχε γαῖα πελώρη·
ἐν δέ σφιν πέσε δῆρις· ἐπʼ ἄλλῳ δʼ ἄλλος ὄρουσε.
πρῶτος δʼ Αἰνείας Δαναῶν ἕλεν Ἁρπαλίωνα
75 υἱὸν Ἀριζήλοιο, τὸν Ἀμφινόμη τέκε μήτηρ
γῇ ἔνι Βοιωτῶν, δʼ ἅμα Προθοήνορι δίῳ
ἐς Τροίην ἵκανεν ἀμυνέμεν Ἀργείοισι·
τόν ῥα τότʼ Αἰνείας ἁπαλὴν ὑπὸ νηδύα τύψας
νοσφίσατ ἐκ θυμοῖο καὶ ἡδέος ἐκ βιότοιο.
80 τῷ δʼ ἔπι Θερσάνδροιο δαΐφρονος υἷα δάμασσεν
Ὕλλον ἐϋγλώχινι βαλὼν κατὰ λαιμὸν ἄκοντι,
ὃν τέκε δἶ Ἀρέθουσα παρʼ ὕδασι Ληθαίοιο
Κρήτῃ ἐν ἀμφιάλῳ· μέγα δʼ ἤκαχεν Ἰδομενῆα.
αὐτὰρ Πηλείδαο πάϊς δυοκαίδεκα φῶτας
85 Τρώων αὐτίκʼ ὄλεσσεν ὑπʼ ἔγχεϊ πατρὸς ἑοῖο·
Κέβρον μὲν πρώτιστα καὶ Ἅρμονα Πασίθεόν τε
Ὑσμινόν τε καὶ Ἰμβράσιον Σχέδιόν τε Φλέγην τε
Μνήσαιόν τʼ ἐπὶ τοῖσι καὶ Ἔννομον Ἀμφίνοόν τε
καὶ Φάσιν ἠδὲ Γαληνόν, ὃς οἰκία ναιετάασκε
90 Γαργάρῳ αἰπεινῇ, μετὰ δʼ ἔπρεπε μαρναμένοισι
Τρωσὶν ἐϋσθενέεσσι, κίεν δʼ ἅμʼ ἀπείρονι λαῷ
ἐς Τροίην· μάλα γάρ οἱ ὑπέσχετο πολλὰ καὶ ἐσθλὰ
Δαρδανίδης Πρίαμος δώσειν περικαλλέα δῶρα,
νήπιος· οὐδʼ ἄρʼ ἐφράσσαθʼ ἑὸν μόρον· γὰρ ἔμελλεν
95 ἐσσυμένως ὀλέεσθαι ὑπʼ ἀργαλέου πολέμοιο,
πρὶν δόμον ἐκ Πριάμοιο περικλυτὰ δῶρα φέρεσθαι.
καὶ τότε Μοῖρʼ ἀΐδηλος ἐπέτραπεν Ἀργείοισιν
Εὐρυμένην, ἕταρον κρατερόφρονος Αἰνείαο.
ὦρσε δέ οἱ μέγα θάρσος ὑπὸ φρένας, ὄφρα δαμάσσας
100 πολλοὺς αἴσιμον ἦμαρ ἀναπλήσῃ ὑπʼ ὀλέθρῳ.
δάμνατο δʼ ἄλλοθεν ἄλλον ἀνηλέϊ θηρὶ ἐοικώς·
οἱ δέ μιν οὐχ ὑπέμειναν ἐφʼ ὑστατίῃ βιότοιο
αἰνὸν μαιμώωντι καὶ οὐκ ἀλέγοντι μόροιο·
καί νύ κεν ἔργον ἔρεξεν ἀπείριτον ἐν δαῒ κείνῃ,
105 εἰ μή οἱ χεῖρές τε κάμον καὶ δούρατος αἰχμὴ
πάμπαν ἀνεγνάμφθη· ξίφεος δέ οἱ οὐκέτι κώπη
ἔσθενεν· ἀλλά μιν Αἶσα διέκλασε· τὸν δʼ ὑπʼ ἄκοντι
τύψε κατὰ στομάχοιο Μέγης· ἀνὰ δʼ ἔβλυσεν αἷμα
ἐκ στόματος· τῷ δʼ αἶψα σὺν ἄλγεϊ Μοῖρα παρέστη.
110 τοῦ δʼ ἄρʼ ἀποκταμένοιο δύω θεράποντες Ἐπειοῦ
Δηιλέων τε καὶ Ἀμφίων ἀπὸ τεύχἐ ἑλέσθαι
ὥρμαινον· τοὺς δʼ αὖτε θρασὺ σθένος Αἰνείαο
δάμνατο μαιμώωντας ὀϊζυρῶς περὶ νεκρῷ.
ὡς δʼ ὅτ ἐν οἰνοπέδῳ τις ἐπαΐσσοντας ὀπώρῃ
115 σφῆκας τερσομένῃσι περὶ σταφυλῇσι δαμάσσῃ,
οἱ δʼ ἄρʼ ἀποπνείουσι πάρος γεύσασθαι ὀπώρης·
ὣς τοὺς αἶψʼ ἐδάμασσε πρὶν ἔντεα ληίσσασθαι.
Τυδείδης δὲ Μένοντα καὶ Ἀμφίνοον κατέπεφνεν
ἄμφω ἀμύμονε φῶτε· Πάρις δʼ ἕλε Δημολέοντα
120 Ἱππασίδην, ὃς πρόσθε Λακωνίδα γαῖαν ἔναιε
πὰρ προχοῇς ποταμοῖο βαθυρρόου Εὐρώταο,
ἤλυθε δʼ ἐς Τροίην ὑπʼ ἀρηιθόῳ Μενελάῳ·
καί Πάρις κατέπεφνε τυχὼν ὑπὸ μαζὸν ὀϊστῷ
δεξιόν, ἐκ δέ οἱ ἦτορ ἀπὸ μελέων ἐκέδασσε.
§10.125–10.249
125 Τεῦκρος δὲ Ζέχιν εἷλε περικλυτὸν υἷα Μέδοντος,
ὅς ῥά τε ναιετάασκεν ἐνὶ Φρυγίῃ πολυμήλῳ
ἄντρον ὑπὸ ζάθεον καλλιπλοκάμων Νυμφάων,
ᾗχί ποτʼ Ἐνδυμίωνα παρυπνώοντα βόεσσιν
ὑψόθεν ἀθρήσασα κατήλυθε δῖα Σελήνη
130 οὐρανόθεν· δριμὺς γὰρ ἄγεν πόθος ἠιθέοιο
ἀθανάτην περ ἐοῦσαν ἀκήρατον, ἧς ἔτι νῦν περ
εὐνῆς σῆμα τέτυκται ὑπὸ δρυσίν· ἀμφὶ γὰρ αὐτῇ
ἐκκέχυτʼ ἐν ξυλόχοισι βοῶν γλάγος· οἱ δέ νυ φῶτες
θηεῦντʼ εἰσέτι κεῖνο· τὸ γὰρ μάλα τηλόθι φαίης
135 ἔμμεναι εἰσορόων πολιὸν γάλα, κεῖνο δʼ ἵησι
λευκὸν ὕδωρ, καὶ βαιὸν ἀπόπροθεν ὁππόθʼ ἵκηται,
πήγνυται, ἀμφὶ ῥέεθρα, πέλει δʼ ἄρα λάϊνον οὖδας.
Ἀλκαίῳ δʼ ἐπόρουσε Μέγης Φυλήιος υἱός·
καί ῥά μιν ἀσπαίρουσαν ὑπὸ κραδίην ἐπέρησεν
140 ἐγχείῃ· τοῦ δʼ ὦκα λύθη πολυήρατος αἰών·
οὐδέ μιν ἐκ πολέμοιο πολυκλαύτοιο μολόντα
καίπερ ἐελδόμενοι μογεροὶ δέξαντο τοκῆες,
Φύλλις ἐΰζωνος καὶ Μάργασος, οἵ ʼ ἐνέμοντο
Ἁρπάσου ἀμφὶ ῥέεθρα διειδέος, ὅς τʼ ἀλεγεινῶς
145 Μαιάνδρῳ κελάδοντα ῥόον καὶ ἀπείριτον οἶδμα
συμφέρετʼ ἤματα πάντα λάβρῳ περὶ χεύματι θύων.
Γλαύκου δʼ ἐσθλὸν ἑταῖρον ἐϋμμελίην Σκυλακῆα
υἱὸς Ὁϊλῆος σχεδὸν οὔτασεν ἀντιόωντα
βαιὸν ὑπὲρ σάκεος· διὰ δὲ πλατὺν ἤλασεν ὦμον
150 αἰχμὴ ἀνιηρὴ· περὶ δʼ ἔβλυσεν αἷμα βοείῃ.
ἀλλά μιν οὔτι δάμασσεν· ἐπεί ῥά μόρσιμον ἦμαρ
δέχνυτο νοστήσαντα φίλης παρὰ τείχεσι πάτρης·
εὖτε γὰρ Ἴλιον αἰπὺ θοοὶ διέπερσαν Ἀχαιοί,
δὴ τότʼ ἄρʼ ἐκ πολέμοιο φυγὼν Λυκίην ἀφίκανεν
155 οἶος ἄνευθʼ ἑτάρων· τὸν δʼ ἄστεος ἄγχι γυναῖκες
ἀγρόμεναι τεκέων σφετέρων ὕπερ ἠδὲ καὶ ἀνδρῶν
εἴρονθʼ· ὃς δʼ ἄρα τῇσι μόρον κατέλεξεν ἁπάντων·
αἱ δʼ ἄρα χερμαδίοισι περισταδὸν ἀνέρα κεῖον
δάμναντʼ, οὐδʼ ἀπόνητο μολὼν ἐς πατρίδα νόστου,
160 ἀλλά λᾶες ὕπερθε μέγα στενάχοντα κάλυψαν·
καί ῥά οἱ ἐκ βελέων ὀλοὸς περὶ τύμβος ἐτύχθη
πὰρ τέμενος καὶ σῆμα κραταιοῦ Βελλεροφόντου,
τῷ ἔνι κυδαλίμης Τιτηνίδος ἀγχόθι πέτρης·
ἀλλʼ μὲν αἴσιμον ἦμαρ ἀναπλήσας ὑπʼ ὀλέθρῳ
165 ὕστερον ἐννεσίῃσιν ἀγαυοῦ Λητοΐδαο
τίεται ὥς τε θεός, φθινύθει δέ οἱ οὔποτε τιμή.
Ποίαντος δʼ ἐπὶ τοῖσι πάϊς κτάνε Δηιονῆα
ἠδʼ Ἀντήνορος υἱὸν ἐϋμμελίην Ἀκάμαντα·
ἄλλων δʼ αἰζηῶν ὑπεδάμνατο πουλὺν ὅμιλον·
170 θῦνε γὰρ ἐν δηίοισιν ἀτειρέϊ ἶσος Ἄρηι
ποταμῷ κελάδοντι, ὃς ἕρκεα μακρὰ δαΐζει
πλημμύρων, ὅτε λάβρον ὀρινόμενος περὶ πέτραις
ἐξ ὀρέων ἀλεγεινὰ μεμιγμένος ἔρχεται ὄμβρῳ,
ἀέναός περ ἐὼν καὶ ἀγάρροος, οὐδέ νυ τόν γε
175 εἴργουσιν προβλῆτες ἀάσπετα παφλάζοντα·
ὣς οὔτις Ποίαντος ἀγακλειτοῦ θρασὺν υἷα
ἔσθενεν ὀφθαλμοῖσιν ἰδὼν καὶ ἄπωθε πελάσσαι·
ἐν γάρ οἱ στέρνοισι μένος περιώσιον ἦεν.
τεύχεσι δʼ ἀμφεκέκαστο δαΐφρονος Ἡρακλῆος
180 δαιδαλέοις· περὶ γάρ οἱ ἐνὶ ζωστῆρι φαεινῷ
ἄρκτοι ἔσαν βλοσυραὶ καὶ ἀναιδέες· ἀμφὶ δὲ θῶες
σμερδαλέοι, καὶ λυγρὸν ὑπʼ ὀφρύσι μειδιόωσαι
πορδάλιες· τῶν δʼ ἄγχι λύκοι ἔσαν ὀβριμόθυμοι
καὶ σύες ἀργιόδοντες ἐϋσθενέες τε λέοντες
185 ἐκπάγλως ζωοῖσιν ἐοικότες· ἀμφὶ δὲ πάντῃ
ὑσμῖναι ἐνέκειντο μετʼ ἀργαλέοιο φόνοιο·
δαίδαλα μέν οἱ τόσσα περὶ ζωστῆρα τέτυκτο.
ἄλλα δέ οἱ γωρυτὸς ἀπείριτος ἀμφεκέκαστο·
ἐν μὲν ἔην Διὸς υἱὸς ἀελλοπόδης Ἑρμείης
190 Ἰνάχου ἀμφὶ ῥέεθρα κατακτείνων μέγαν Ἄργον,
Ἄργον, ὅς ὀφθαλμοῖσιν ἀμοιβαδὸν ὑπνώεσκεν·
ἐν δὲ βίη Φαέθοντος ἀνὰ ῥόον Ἠριδανοῖο
βλήμενος ἐκ δίφροιο· καταιθομένης δʼ ἄρα γαίης
ὡς ἐτεόν περ ἄητο μέλας ἐνὶ ἠέρι καπνός·
195 Περσεὺς δʼ ἀντίθεος βλοσυρὴν ἐδάϊζε Μέδουσαν,
ἄστρων ᾗχι λοετρὰ πέλει καὶ τέρματα γαίης
πηγαί τʼ ὠκεανοῖο βαθυρρόου, ἔνθʼ ἀκάμαντι
ἠελίῳ δύνοντι συνέρχεται ἑσπερίη νύξ·
ἐν δὲ καὶ ἀκαμάτοιο μέγας πάϊς Ἰαπετοῖο
200 Καυκάσου ἠλιβάτοιο παρῃώρητο κολώνῃ
δεσμῷ ἐν ἀρρήκτῳ· κεῖρεν δέ οἱ αἰετὸς ἦπαρ
αἰὲν ἀεξόμενον· δʼ ἄρα στενάχοντι ἐῴκει.
καὶ τὰ μὲν ἄρ τεύξαντο κλυταὶ χέρες Ἡφαίστοιο
ὀβρίμῳ Ἡρακλῆι· δʼ ὤπασε παιδὶ φορῆναι
205 Ποίαντος, μάλα γάρ οἱ ὁμωρόφιος φίλος ἦεν.
αὐτὰρ κυδιόων ἐν τεύχεσι δάμνατο λαούς.
ὀψὲ δέ οἱ ἐπόρουσε Πάρις, στονόεντας ὀϊστοὺς
νωμῶν ἐν χείρεσσι μετὰ γναμπτοῖο βιοῖο
θαρσαλέως· τῷ γάρ ῥα συνήιεν ὕστατον ἦμαρ.
210 ἥκε δʼ ἀπὸ νευρῆφι θοὸν βέλος· δʼ ἰάχησεν
ἰοῦ ἀπεσσυμένοιο· τὸ δʼ οὐχ ἅλιον φύγε χειρῶν·
καί ʼ αὐτοῦ μὲν ἅμαρτεν ἀλευαμένου μάλα τυτθόν,
ἀλλʼ ἔβαλεν Κλεόδωρον ἀγακλειτόν περ ἐόντα
βαιὸν ὑπὲρ μαζοῖο, διήλασε δʼ ἄχρις ἐς ὦμον·
215 οὐ γὰρ ἔχεν σάκος εὐρύ, τό οἱ λυγρὸν ἔσχεν ὄλεθρον·
ἀλλʼ γε γυμνὸς ἐὼν ἀνεχάζετο· τοῦ γὰρ ἀπʼ ὤμων
Πουλυδάμας ἀπάραξε σάκος τελαμῶνα δαΐξας
βουπλῆγι στιβαρῷ· δʼ ἐχάσσατο μαρνάμενός περ
αἰχμῇ ἀνιηρῇ· στονόεις δέ οἱ ἔμπεσεν ἰὸς
220 ἄλλοθεν ἀΐξας· ὣς γάρ νύ που ἤθελε δαίμων
θήσειν αἰνὸν ὄλεθρον ἐΰφρονος υἱέϊ Λέρνου,
ὃν τέκετʼ Ἀμφιάλη Ῥοδίων ἐν πίονι γαίῃ.
τὸν δʼ ὡς οὖν ἐδάμασσε Πάρις στονόεντι βελέμνῳ,
δὴ τότε που Ποίαντος ἀμύμονος ὄβριμος υἱὸς
225 ἐμμεμαὼς θοὰ τόξα τιταίνων οἱ μέγʼ ἀΰτει·
κύον, ὡς σοὶ ἔγωγε φόνον καὶ κῆρʼ ἀΐδηλον
δώσω, ἐπεί νύ μοι ἄντα λιλαίεαι ἰσοφαρίζειν·
καί κεν ἀναπνεύσουσιν, ὅσοι σέθεν εἵνεκα λυγροῦ
τείροντʼ ἐν πολέμῳ· τάχα γὰρ λύσις ἔσσετʼ ὀλέθρου
230 ἐνθάδε σεῖο θανόντος, ἐπεί σφισι πῆμα τέτυξαι.
ὣς εἰπὼν νευρὴν μὲν ἐΰστροφον ἀγχόθι μαζοῦ
εἴρυσε, κυκλώθη δὲ κέρας, καὶ ἀμείλιχος ἰὸς
ἰθύνθη, τόξον δʼ αἰνὴ ὑπερέσχεν ἀκωκὴ
τυτθὸν ὑπʼ αἰζηοῖο βίῃ· μέγα δʼ ἔβραχε νευρὴ
235 ἰοῦ ἀπεσσυμένοιο δυσηχέος· οὐδʼ ἀφάμαρτε
δῖος ἀνήρ· τοῦ δʼ οὔτι λύθη κέαρ, ἀλλʼ ἔτι θυμῷ
ἔσθενεν· οὐ γάρ οἱ τότε καίριος ἔμπεσεν ἰός,
ἀλλὰ παρέθρισε χειρὸς ἐπιγράβδην χρόα καλόν.
ἐξαῦτις δʼ γε τόξα τιτύσκετο· τὸν δὲ παραφθὰς
240 ἰῷ ἐϋγλώχινι βάλεν βουβῶνος ὕπερθε
Ποίαντος φίλος υἱός· δʼ οὐκέτι μίμνε μάχεσθαι,
ἀλλὰ θοῶς ἀπόρουσε, κύων ὥς, ὅς τε λέοντα
ταρβήσας χάσσηται ἐπεσσύμενος τὸ πάροιθεν·
ὣς γε λευγαλέῃσι πεπαρμένος ἦτορ ἀνίῃς
245 χάζετʼ ἀπὸ πτολέμοιο. Συνεκλονέοντο δὲ λαοὶ
ἀλλήλους ὀλέκοντες· ἐν αἵματι δʼ ἔπλετο δῆρις
κτεινομένων ἑκάτερθε· νεκροὶ δʼ ἐπέκειντο νέκυσσι
πανσυδίῃ ψεκάδεσσιν ἐοικότες ἠὲ χαλάζῃ
χιόνος νιφάδεσιν, ὅτʼ οὔρεα μακρὰ καὶ ὕλην
§10.250–10.368
250 Ζηνὸς ὑπʼ ἐννεσίῃς ζέφυρος καὶ χεῖμα παλύνει·
ὣς οἵ γʼ ἀμφοτέρωθεν ἀνηλέϊ Κηρὶ δαμέντες
ἀθρόοι ἀλλήλοισι δεδουπότες ἀμφεχέοντο.
αἰνὰ δʼ ἀνεστενάχιζε Πάρις· περὶ δʼ ἕλκεϊ θυμὸν
τείρετο· τὸν δʼ ἀλύοντα τάχʼ ἄμφεπον ἰητῆρες.
255 Τρῶες δʼ εἰς ἑὸν ἄστυ κίον· Δαναοὶ δʼ ἐπὶ νῆας
κυανέας ἀφίκοντο θοῶς· τοὺς γάρ ῥα κυδοιμοῦ
νύξ ἀπέπαυσε μέλαινα, μόγον δʼ ἐξείλετο γυίων
ὕπνον ἐπὶ βλεφάροισι πόνου ἀλκτῆρα χέασα.
ἀλλʼ οὐχ ὕπνος ἔμαρπτε θοὸν Πάριν ἄχρις ἐς ἠώ·
260 οὐ γάρ οἵ τις ἄλαλκε λιλαιομένων περ ἀμύνειν
παντοίοις ἀκέεσσιν, ἐπεί ῥά οἱ αἴσιμον ἦεν
Οἰνώνης ὑπὸ χερσὶ μόρον καὶ κῆρας ἀλύξαι,
ἢν ἐθέλῃ· δʼ ἄρʼ αἶψα θεοπροπίῃσι πιθήσας
ἤιεν οὐκ ἐθέλων· ὀλοὴ δέ μιν ἦγεν ἀνάγκη
265 κουριδίης εἰς ὦπα· λυγροί γε μὲν ἀντιόωντες
κὰκ κορυφῆς ὄρνιθες ἀΰτεον, οἱ δʼ ἀνὰ χεῖρα
σκαιὴν ἀΐσσοντες· δέ σφεας ἄλλοτε μέν που
δείδιεν εἰσορόων, ὁτὲ δʼ ἀκράαντα πέτεσθαι
ἔλπετο· τοὶ δέ οἱ αἰνὸν ὑπʼ ἄλγεσι φαῖνον ὄλεθρον.
270 ἷξε δʼ ἐς Οἰνώνην ἐρικυδέα· τὸν δʼ ἐσιδοῦσαι
ἀμφίπολοι θάμβησαν ἀολλέες ἠλὲ δαὶ αὐτὴ
Οἰνώνη· δʼ ἄρʼ αἶψα πέσεν παρὰ ποσσὶ γυναικὸς,
λυγρῇ ὑπʼ ὠτειλῇ δεδμημένος, οἱ ἄεξεν
ἀμφὶ μέλαινʼ ἐφύπερθε καὶ ἔνδοθι μέχρις ἱκέσθαι
μυελὸν ἐς λιπόωντα διʼ ὀστέου, οὕνεκα νηδὺν
275 φάρμακον αἰνὸν ἔπυθε κατʼ οὐτάμενον χρόα φωτός.
τείρετο δὲ στυγερῇ βεβολημένος ἦτορ ἀνίῃ·
ὡς δʼ ὅτε τις νούσῳ τε καὶ ἀργαλέῃ μέγα δίψῃ
αἰθόμενος κραδίην ἀδινὸν κέαρ αὐαίνηται,
ὅν τε περιζείουσα χολὴ φλέγει, ἀμφὶ δὲ νωθὴς
280 ψυχή οἱ πεπότητʼ ἐπὶ χείλεσιν αὐαλέοισιν
ἀμφότερον βιότου τε καὶ ὕδατος ἱμείρουσα·
ὣς τοῦ ὑπὸ στέρνοισι καταίθετο θυμὸς ἀνίῃ·
καί ʼ ὀλιγοδρανέων τοῖον ποτὶ μῦθον ἔειπεν·
γύναι αἰδοίη, μὴ δή νύ με τειρόμενόν περ
285 ἐχθήρῃς, ἐπεὶ ἄρ σε πάρος λίπον ἐν μεγάροισι
χήρην, οὐκ ἐθέλων περ· ἄγον δέ με Κῆρες ἄφυκτοι
εἰς Ἑλένην, ἧς εἴθε πάρος λεχέεσσι μιγῆναι
σῇσιν ἐν ἀγκοίνῃσι θανὼν ἀπὸ θυμὸν ὄλεσσα.
ἀλλʼ ἄγε, πρός τε θεῶν, οἵ τʼ οὐρανὸν ἀμφινέμονται,
290 πρός τε τεῶν λεχέων καὶ κουριδίης φιλότητος,
ἤπιον ἔνθεο θυμόν, ἄχος δʼ ἀλεγεινὸν ἄλαλκε
φάρμακʼ ἀλεξήσοντα καθʼ ἕλκεος οὐλομένοιο
θεῖσα, τά μοι μεμόρηται ἀπωσέμεν ἄλγεα θυμοῦ,
ἢν ἐθέλῃς· σῇσιν γὰρ ἐπὶ φρεσίν, εἴτε σαῶσαι
295 μήδεαι ἐκ θανάτοιο δυσηχέος, εἴτε καὶ οὐκί·
ἀλλʼ ἐλέαιρε τάχιστα καὶ ὠκυμόρων σθένος ἰῶν
ἐξάκεσʼ, ἕως μοι ἔτʼ ἀμφὶ μένος καὶ γυῖα τέθηλε·
μηδέ τί με ζήλοιο λυγροῦ μεμνημένη ἔμπης
καλλείψῃς θανέεσθαι ἀμειλίκτῳ ὑπὸ πότμῳ
300 πὰρ ποσὶ σοῖσι πεσόντα· λιταῖς δʼ ἀποθύμια ῥέξεις,
αἵ ῥα καὶ αὐταὶ Ζηνὸς ἐριγδούποιο θύγατρες
εἰσί, καὶ ἀνθρώποισιν ὑπερφιάλοις κοτέουσαι
ἐξόπιθε στονόεσσαν ἐπιθύνουσιν Ἐριννὺν
καὶ χόλον, ἀλλὰ σύ, πότνα, κακὰς ἀπὸ Κῆρας ἔρυκε
305 ἐσσυμένως, εἰ καί τι παρήλιτον ἀφραδίῃσιν.
ὣς ἄρʼ ἔφη· τῆς δʼ οὔτι φρένας παρέπεισε κελαινάς,
ἀλλά κερτομέουσα μέγʼ ἀχνύμενον προσέειπε·
τίπτε μοι εἰλήλουθας, ἐναντίον, ἥν ῥα πάροιθεν
κάλλιπες ἐν μεγάροισιν ἀάσπετα κωκύουσαν
310 εἵνεκα Τυνδαρίδος πολυκηδέος, παριαύων
τέρπεο καγχαλόων, ἐπεὶ πολὺ φερτέρη ἐστὶν
τῆς σέο κουριδίης· τὴν γὰρ φάτις ἔμμεν ἀγήρω·
κείνην ἐσσυμένως γουνάζεο, μηδέ νύ μοί περ
δακρυόεις ἐλεεινὰ καὶ ἀλγινόεντα παραύδα·
315 αἴ γάρ μοι μέγα θηρὸς ὑπὸ κραδίῃ μένος εἴη
δαρδάψαι δέο σάρκας, ἔπειτα δέ θʼ αἷμα λαφύξαι,
οἷά με πήματʼ ἔοργας ἀτασθαλίῃσι πιθήσας.
σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐϋστέφανος Κυθέρεια;
πῇ δὲ πέλει γαμβροῖο λελασμένος ἀκάματος Ζεύς;
320 τοὺς ἔχʼ ἀοσσητῆρας· ἐμῶν δʼ ἀπὸ τῆλε μελάθρων
χάζεο, καὶ μακάρεσσι καὶ ἀνδράσι πῆμʼ ἀλεγεινόν·
σεῖο γὰρ εἵνεκʼ, ἀλιτρέ, καὶ ἀθανάτους ἕλε πένθος,
τοὺς μὲν ἐφʼ υἱωνοῖς, τοὺς δʼ υἱάσιν ὀλλυμένοισιν.
ἀλλά μοι ἔρρε δόμοιο καὶ εἰς Ἑλένην ἀφίκανε,
325 ἧς σε χρεὼν νυκτός τε ταὶ ἤματος ἀσχαλόωντα
τρύζειν πὰρ λεχέεσσι πεπαρμένον ἄλγεϊ λυγρῷ
εἰσόκε σʼ ἰήνειεν ἀνιηρῶν ὀδυνάων.
ὣς φαμένη γοόωντα φίλων ἀπέπεμπε μελάθρων,
νηπίη· οὐδʼ ἄρʼ ἐφράσσαθʼ ἑὸν μόρον· γὰρ ἔμελλον
330 κείνου ἀποφθιμένοιο καὶ αὐτῇ Κῆρες ἕπεσθαι
ἐσσυμένως· ὣς γάρ οἱ ἐπέκλωσεν Διὸς Αἶσα.
τὸν δʼ ἄρʼ ἀπεσσύμενον λασίης ὑπὲρ ἄκριας Ἴδης
οἶμον ἐς ἐσχατιήν, ὄθι μιν μόρος αἰνὸς ἄγεσκε
λυγρὸν ἐπισκάζοντα καὶ ἀχνύμενον μέγα θυμῷ
Ἥρη τʼ εἰσενόησε καὶ ἄμβροτον ἦτορ ἰάνθη,
335 ἑζομένη κατʼ Ὄλυμπον, ὅπῃ Διὸς ἔπλετʼ ἀλωὴ.
καί ῥά οἱ ἀμφίπολοι πίσυρες σχεδὸν ἑδριόωντο,
τάς ποτʼ ἄρʼ Ἠελίῳ χαροπὴ δμηθεῖσα Σελήνη
γείνατʼ ἀνʼ οὐρανὸν εὐρὺν ἀτειρέας, οὐδὲν ὁμοίας
ἀλλήλαις· μορφῇ δὲ διέκριθεν ἄλλη ἀπʼ ἄλλης·
πρώτη μὲν θέρεος καματώδεος ἔλλαχε μοῖραν,
340 δʼ ἑτέρη χειμῶνι καὶ αἰγοκερῆι μέμηλε·
340 εἴαρι δʼ αὖ τριτάτη, τετράτη δʼ ἐπιτέρπετʼ ὀπώρῃ·
τέτρασι γὰρ μοίρῃσι βροτῶν διαμείβεται αἰών,
ἃς κεῖναι ἐφέπουσιν ἀμοιβαδόν· ἀλλὰ τὰ μέν που
αὐτῷ Ζηνὶ μέλοιτο κατʼ οὐρανόν· αἱ ὀάριζον
ὁππόσα λοίγιος Αἶσα περὶ φρεσὶν οὐλομένῃσι
345 μήδετο, Τυνδαρίδος στυγερὸν γάμον ἐντύνουσα
Δηιφόβῳ, καὶ μῆνιν ἀνιηρὴν Ἑλένοιο
καὶ χόλον ἀμφὶ γυναικός, ὅπως τέ μιν υἷες Ἀχαιῶν
ἤμελλον μάψαντες ἐν ὑψηλοῖσιν ὄρεσσι
χωόμενον Τρώεσσι θοὰς ἐπὶ νῆας ἄγεσθαι,
350 ὥς τέ οἱ ἐννεσίῃσι κραταιοῦ Τυδέος υἱὸς
ἑσπομένου Ὀδυσῆος ὑπὲρ μέγα τεῖχος ὀρούσας
Ἀλκαθόῳ στονόεντα φέρειν ἤμελλεν ὄλεθρον
ἁρπάξας ἐθέλουσαν ἐΰφρονα Τριτογένειαν,
τʼ ἔρυμα πτόλιός τε καὶ αὐτῶν ἔπλετο Τρώων·
355 οὐδὲ γὰρ οὐδὲ θεῶν τις ἀπειρέσιον χαλεπήνας
ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο
ἀθανάτης ἔμπροσθεν ἀκηδέος ἐμβεβαυίης·
οὐδέ οἱ ἄμβροτον εἶδος ἐτεκτήναντο σιδήρῳ
ἀνέρες, ἀλλά μιν αὐτὸς ἀπʼ Οὐλύμποιο Κρονίων
360 κάββαλεν ἐς Πριάμοιο πολυχρύσοιο πόληα.
καὶ τὰ μὲν ὣς ὀάριζε Διὸς δάμαρ ἀμφιπόλοισιν,
ἄλλα τε πόλλʼ ἐπὶ τοῖσι. Πάριν δʼ ἄρα θυμὸς ἐν Ἴδῃ
κάλλιπεν, οὐδʼ Ἑλένη μιν ἐσέδρακε νοστήσαντα·
ἀμφὶ δέ μιν Νύμφαι μέγʼ ἐκώκυον, οὕνεκʼ ἄρʼ αὐτοῦ
365 εἰσέτι που μέμνηντο κατὰ φρένας, ὅσσα πάροιθεν
ἐξέτι νηπιάχοιο συναγρομένῃς ὀάριζε·
σὺν δέ σφιν μύροντο βοῶν θοοὶ ἀγροιῶται
ἀχνύμενοι κατὰ θυμόν· ἐπεστενάχοντο δὲ βῆσσαι.
§10.369–10.489
καὶ τότε δὴ Πριάμοιο πολυτλήτοιο γυναικὶ
370 δεινὸν Ἀλεξάνδροιο μόρον φάτο βουκόλος ἀνήρ·
τῆς δʼ ἄφαρ, ὡς ἐσάκουσε, τρόμῳ περιπάλλετο θυμός,
γυῖα δʼ ὑπεκλάσθησαν· ἔπος δʼ ὀλοφύρατο τοῖον·
ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δʼ ἐπὶ πένθεϊ πένθος
κάλλιπες αἰὲν ἄφυκτον, ἐπεὶ πολὺ φέρτατος ἄλλων
375 παίδων ἔσκες ἐμεῖο μεθʼ Ἕκτορα· τῷ νύ σε λυγρὴ
κλαύσομαι, εἰσόκε μοι κραδίῃ ἔνι πάλλεται ἦτορ·
οὐ γὰρ ἄνευ μακάρων τάδε πάσχομεν, ἀλλά τις Αἶσα
μήδετο λοίγια ἔργα, τὰ μὴ ὤφειλον ὀτλῆσαι,
ἀλλʼ ἔθανον τὸ πάροιθεν ἐν εἰρήνῃ τε καὶ ὄλβῳ·
νῦν δʼ ἐπὶ πήματι πῆμα μετʼ ὄμμασι δέρκομαι αἰεὶ
380 ἐλπομένη καὶ ἔτʼ ἄλλα κακώτερα θηήσασθαι,
παῖδας μὲν κταμένους, κεραϊζομένην δὲ πόληα
καὶ πυρὶ δαιομένην Δαναῶν ὑπὸ καρτεροθύμων,
σύν τε νυοὺς θύγατράς τε μετὰ Τρωῇσι καὶ ἄλλαις
ἑλκομένας ἅμα παισὶ δορυκτήτῳ ὑπʼ ἀνάγκῃ.
385 ὣς φάτο κωκύουσα· πόσις δέ οἱ οὔ τι πέπυστο·
ἀλλʼ παρʼ Ἕκτορος ἧστο τάφῳ ἐπὶ δάκρυα χεύων,
οὕνεκʼ ἄριστος ἔην καὶ ἐρύετο δούρατι πάτρην·
τοῦ πέρι πευκαλίμας ἀχέων φρένας οὔ τι πέπυστο.
ἀλλʼ Ἑλένη μάλα πολλὰ διηνεκέως γοόωσα
390 ἄλλα μὲν ἐν Τρώεσσιν ὀΰτεεν, ἄλλα δέ οἱ κῆρ
ἐν κραδίῃ μενέαινε· φίλον δʼ ἀνὰ θυμὸν ἔειπεν·
ἆνερ, ἐμοὶ καὶ Τρωσὶ καὶ αὐτῷ σοὶ μέγα πῆμα,
ὤλεο λευγαλέως· ἐμὲ δʼ ἐν στυγερῇ κακότητι
κάλλιπες ἐλπομένην ὀλοώτερα πήματʼ ἰδέσθαι.
395 ὡς ὄφελόν μʼ Ἅρπυιαι ἀνηρείψαντο πάροιθεν,
ὁππότε σοίγʼ ἑπόμην ὀλοῇ ὑπὸ δαίμονος Αἴσῃ·
νῦν δʼ ἄρα καὶ σοὶ πῆμα θεοὶ δόσαν ἠδʼ ἐμοὶ αὐτῇ
αἰνομόρῳ· πάντες δέ μʼ ἀάσπετον ἐρρίγασι,
πάντες δʼ ἐχθαίρουσιν ἐμόν κέαρ· οὐδέ πῃ οἶδα
400 ἐκφυγέειν· εἰ γάρ κε φύγω Δαναῶν ἐς ὅμιλον,
αὐτίκʼ ἀεικίσσουσιν ἐμὸν δέμας· εἰ δέ κε μίμνω,
Τρῶες καὶ Τρωαί με περισταδὸν ἄλλοθεν ἄλλοι
αἶψα διαρραίσουσι· νέκυν δʼ οὐ γαῖα καλύψει,
ἀλλὰ κύνες δάψουσι καὶ οἰωνῶν θοὰ φῦλα·
405 ὡς ὄφελόν μʼ ἕλεν Αἶσα, πάρος τάδε πήματʼ ἰδέσθαι.
ὣς ἔφατʼ, οὔτι γοῶσα πόσιν τόσον, ὁππόσον αὐτῆς
μύρετʼ ἀλιτροσύνης μεμνημένη· ἀμφὶ δὲ Τρωαὶ
ὡς κεῖνον στενάχοντο, μετὰ φρεσὶ δʼ ἄλλα μενοίνων,
αἱ μὲν ὑπὲρ τοκέων μεμνημέναι, αἱ δὲ καὶ ἀνδρῶν,
410 αἱ δʼ ἄρʼ ὑπὲρ παίδων, αἱ δὲ γνωτῶν ἐριτίμων.
οἴη δʼ ἐκ θυμοῖο δαΐζετο κυδαλίμοιο
Οἰνώνη· ἀλλʼ οὔτι μετὰ Τρωῇσιν ἐοῦσα
κώκυεν, ἀλλʼ ἀπάνευθεν ἐνὶ σφετέροισι μελάθροις
κεῖτο βαρυστενάχουσα παλαιοῦ λέκτρῳ ἀκοίτεω.
415 οἵη δʼ ἐν ξυλόχοισι περιτρέφεται κρύσταλλος
αἰπυτάτων ὀρέων, τʼ ἄγκεα πολλὰ παλύνει
χευαμένη ζεφύροιο καταιγίσιν· δʼ ἄρʼ ὑπʼ Εὔρῳ
ἠελίῳ τε χιὼν κατατήκεται ἀμφὶ δὲ μακραὶ
ἄκριες ὑδρηλῇσι κατειβόμεναι λιβάδεσσι
δεύονθʼ, δὲ νάπῃσιν ἀπειρεσίη περ ἐοῦσα
420 πίδακος ἐσσυμένης κρυερὸν περιτήκεται ὕδωρ·
ὣς γʼ ἀσχαλόωσα μέγα στυγερῇ ὑπʼ ἀνίῃ
τήκετʼ ἀκηχεμένη πόσιος περὶ κουριδίοιο.
αἰνὰ δʼ ἀναστενάχουσα φίλον προσελέξατο θυμόν·
μοι ἀτασθαλίης, μοι στυγεροῦ βιότοιο,
425 πόσιν ἀμφαγάπησα δυσάμμορον, σὺν ἐώλπειν
γήραϊ τειρομένη βιότου κλυτὸν οὐδὸν ἱκέσθαι
αἰὲν ὁμοφρονέουσα· θεοὶ δʼ ἑτέρωσε βάλοντο·
ὥς μʼ ὄφελόν ποτε Κῆρες ἀνηρείψαντο μέλαιναι,
ὁππότε νόσφιν ἔμελλον Ἀλεξάνδροιο πέλεσθαι·
430 ἀλλὰ καὶ εἰ ζωός μʼ ἔλιπεν, μέγα τλήσομαι ἔργον
ἀμφʼ αὐτῷ θανέειν, ἐπεὶ οὔτι μοι εὔαδεν ἠώς.
ὣς φαμένης ἐλεεινὰ κατὰ βλεφάροιιν ἔχυντο
δάκρυα, κουριδίοιο δʼ ἀναπλήσαντος ὄλεθρον
μνωομένη, ἅτε κηρὸς ὑπαὶ πυρί, τήκετο λάθρῃ,
435 ἅζετο γὰρ πατέρα σφὸν ἰδʼ ἀμφιπόλους εὐπέπλους,
μέχρις ἐπὶ χθόνα δῖαν ἀπʼ εὐρέος ὠκεανοῖο
νὺξ ἐχύθη, μερόπεσσι λύσιν καμάτοιο φέρουσα.
καί ῥα τόθʼ ὑπνώοντος ἐνὶ μεγάροισι τοκῆος
καὶ δμώων, πυλεῶνας ἀναρρήξασα μελάθρων
440 ἔκθορεν, ἠΰτʼ ἄελλα· φέρον δέ μιν ὠκέα γυῖα·
ὡς δʼ ὅτʼ ἀνʼ οὔρεα πόρτιν ἐρασσαμένην μέγα ταύρου
θυμὸς ἐποτρύνει ποσὶ καρπαλίμοισι φέρεσθαι
ἐσσυμένως, δʼ οὔτι λιλαιομένη φιλότητος
ταρβεῖ βουκόλον ἄνδρα, φέρει δέ μιν ἄσχετος ὁρμή,
445 εἴ που ἐνὶ ξυλόχοισιν ὁμήθεα ταῦρον ἴδοιτο·
ὣς ῥίμφα θέουσα διήνυε μακρὰ κέλευθα
διζομένη τάχα ποσσὶ πυρῆς ἐπιβήμεναι αἰνῆς.
οὐδέ τί οἱ κάμε γούνατʼ· ἐλαφρότεροι δʼ ἐφέροντο
ἐσσυμένης πόδες αἰέν· ἔπειγε γὰρ οὐλομένη Κὴρ
450 καὶ Κύπρις· οὐδέ τι θῆρας ἐδείδιε λαχνήεντας
ἀντομένους ὑπὸ νύκτα, πάρος μέγα πεφρικυῖα·
πᾶσα δέ οἱ λασίων ὀρέων ἐστείβετο πέτρη
καὶ κρημνοί, πᾶσαι δὲ διεπρήσσοντο χαράδραι.
τὴν δέ που εἰσορόωσα τόθʼ ὑψόθι δῖα Σελήνη
455 μνησαμένη κατὰ θυμὸν ἀμύμονος Ἐνδυμίωνος
πολλὰ μάλʼ ἐσσυμένην ὀλοφύρατο· καί οἱ ὕπερθε
λαμπρὸν παμφανόωσα μακρὰς ἀνέφαινε κελεύθους.
ἵκετο δʼ ἐμβεβαυῖα διʼ οὔρεος, ᾗχι καὶ ἄλλαι
νύμφαι Ἀλεξάνδροιο πυρὴν περικωκύεσκον.
460 τὸν δʼ ἔτι που κρατερὸν πῦρ ἄμφεχεν, οὕνεκʼ ἄρʼ αὐτῷ
μηλονόμοι ξυνιόντες ἀπʼ οὔρεος ἄλλοθεν ἄλλοι
ὕλην θεσπεσίην παρενήνεον, ἦρα φέροντες
ὑστατίην καὶ πένθος ὁμῶς ἑτάρῳ καὶ ἄνακτι,
κλαίοντες μάλα πολλὰ περισταδόν· δέ μιν οὔτι,
465 ἀμφαδὸν ὡς ἄθρησε, γοήσατο τειρομένη περ,
ἀλλὰ καλυψαμένη περὶ φάπεϊ καλὰ πρόσωπα
αἶψα πυρῇ ἐνέπαλτο· γόον δʼ ἄρα πουλὺν ὄρινε·
καίετο δʼ ἀμφὶ πόσει· νύμφαι δέ μιν ἄλλοθεν ἄλλαι
θάμβεον, εὖτʼ ἐσίδοντο μετʼ ἀνέρι πεπτηυῖαν·
470 καί τις ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν·
ἀτρεκέως Πάρις ἦεν ἀτάσθαλος, ὃς μάλα κεδνὴν
κάλλιπε κουριδίην καὶ ἀνήγαγε μάργον ἄκοιτιν
οἷ αὐτῷ καὶ Τρωσὶ καὶ ἄστεϊ λοίγιον ἄλγος,
νήπιος· οὐδʼ ἀλόχοιο περίφρονος ἅζετο θυμὸν
475 τειρομένης, ἥπερ μιν ὑπὲρ φάος ἠελίοιο
καίπερ ἀπεχθαίροντα καὶ οὐ φιλέοντα τίεσκεν.
ὣς ἄρʼ ἔφη Νύμφη τις ἀνὰ φρένας· οἱ δʼ ἐνὶ μέσσῃ
πυρκαϊῇ καίοντο λελασμένοι Ἡριγενείης·
ἀμφὶ δὲ βουκόλοι ἄνδρες ἐθάμβεον, εὖτε πάροιθεν
480 Ἀργεῖοι θάμβησαν ἀολλέες ἀθρήσαντες
Εὐάδνην Καπανῆος ἐπεκχυμένην μελέεσσιν
ἀμφὶ πόσιν δμηθέντα Διὸς στονόεντι κεραυνῷ.
ἀλλʼ ὁπότʼ ἀμφοτέρους ὀλοὴ πυρὸς ἤνυσε ῥιπὴ
Οἰνώνην τε Πάριν τε, μιῇ δʼ ὑποκάββαλε τέφπῃ,
485 δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δʼ αὐτῶν
χρυσέῳ ἐν κρητῆρι θέσαν· περὶ δέ σφισι σῆμα
ἐσσυμένως τεύξαντο· θέσαν δʼ ἄρα δοιὼ ὕπερθε
στήλας, αἵπερ ἔασι τετραμμέναι ἄλλυδις ἄλλη.
ζῆλον ἐπʼ ἀλλήλῃσιν ἔτι στονόεντα φέρουσαι.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up