§5.1–5.170
ἀλλʼ ὅτε δή ʼ ἄλλοι μὲν ἀπηνύσθησαν ἄεθλοι,
δὴ τότʼ Ἀχιλλῆος μεγαλήτορος ἄμβροτα τεύχη
θῆκεν ἐνὶ μέσσοισι θεὰ Θέτις· ἀμφὶ δὲ πάντη
δαίδαλα μαρμαίρεσκεν, ὅσα σθένος Ἡφαίστοιο
5 ἀμφὶ σάκος ποίησε θρασύφρονος Αἰακίδαο.
πρῶτα μὲν εὖ ἤσκητο θεοκμήτῳ ἐπὶ ἔργῳ
οὐρανὸς ἠδʼ αἰθήρ, γαίῃ δʼ ἅμα κεῖτο θάλασσα·
ἐν δʼ ἄνεμοι νεφέλαι τε σελήνη τʼ ἠέλιός τε
κεκριμένʼ ἄλλυδις ἄλλα, τέτυκτο δὲ τείρεα πάντα,
10 ὁππόσα δινήεντα κατʼ οὐρανὸν ἀμφιφέρονται.
τῷ δʼ ἄρʼ ὁμῶς ὑπένερθεν ἀπειρέσιος κέχυτʼ ἀήρ·
ἐν τῷ δʼ ὄρνιθες τανυχειλέες ἀμφεποτῶντο·
φαίης κε ζώοντας ἅμα πνοιῇσι φέρεσθαι.
Τηθὺς δʼ ἀμφετέτυκτο καὶ Ὠκεανοῦ βαθὺ χεῦμα·
15 τῶν δʼ ἄφαρ ἐξεχέοντο ῥοαὶ ποταμῶν κελαδεινῶν
κυκλόθεν ἄλλυδις ἄλλη ἑλισσομένων διὰ γαίης.
ἀμφὶ δʼ ἄρʼ εὖ ἤσκηντο κατʼ οὔρεα μακρὰ λέοντες
σμερδαλέοι καὶ θῶες ἀναιδέες· ἐν δʼ ἀλεγειναὶ
ἄρκτοι πορδάλιές τε, σύες θʼ ἅμα τῇσι πέλοντο
20 ὄβριμοι ἀλγινόεντας ὑπὸ βλοσυρῇσι γένυσσι
θήγοντες καναχηδὸν ἐΰ κτυπέοντας ὀδόντας·
ἐν δʼ ἀγρόται μετόπισθε κυνῶν μένος ἰθύνοντες,
ἄλλοι δʼ αὖ λάεσσι καὶ αἰγανέῃσι θοῇσι
βάλλοντες πονέοντο καταντίον, ὡς ἐτεόν περ.
25 ἐν δʼ ἄρα καὶ πόλεμοι φθισήνορες, ἐν δὲ κυδοιμοὶ
ἀργαλέοι ἐνέκειντο· περικτείνοντο δὲ λαοὶ
μίγδʼ ἅμʼ ἑοῖς ἵπποισι· πέδον δʼ ἅπαν αἵματι πολλῷ
δευομένῳ ἤικτο κατʼ ἀσπίδος ἀκαμάτοιο.
ἐν δὲ Φόβος καὶ Δεῖμος ἔσαν στονόεσσά τʼ Ἐνυὼ
30 αἵματι λευγαλέῳ πεπαλαγμένη ἅψεα πάντα,
ἐν δ Ἔρις οὐλομένη καὶ Ἐριννύες ὀβριμόθυμοι,
μὲν ἐποτρύνουσα ποτὶ κλόνον ἄσχετον ἄνδρας
ἐλθέμεν, αἱ δʼ ὀλοοῖο πυρὸς πνείουσαι ἀϋτμήν.
ἀμφὶ δὲ Κῆρες ἔθυνον ἀμείλιχοι, ἐν δʼ ἄρα τῇσι
35 φοίτα λευγαλέου Θανάτου μένος· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
ὑσμῖναι ἐνέκειντο δυσηχέες, ὧν περὶ πάντη
ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἷμα καὶ ίδρώς.
ἐν δʼ ἄρα Γοργόνες ἔσκον ἀναιδέες· ἀμφὶ δʼ ἄρα σφι
σμερδαλέοι πεπόνηντο περὶ πλοχμοῖσι δράκοντες
40 αἰνὸν λιχμώωντες· ἀπειρέσιον δʼ ἄρα θαῦμα
δαίδαλα κεῖνα πέλοντο μέγʼ ἀνδράσι δεῖμα φέροντα
οὕνεκʼ ἔσαν ζωοῖσιν ἐοικότα κινυμενοισι.
καὶ τὰ μὲν ἄρ πολέμοιο τεράατα πάντα τέτυκτο.
εἰρήνης δʼ ἀπάνευθεν ἔσαν περικαλλέος ἔργα·
45 ἀμφὶ δὲ μυρία φῦλα πολυτλήτων ἀνθρώπων
ἄστεα καλὰ νέμοντο· δίκη δʼ ἐπέδερκετο πάντα·
ἄλλοι δʼ ἄλλʼ ἐπὶ ἔργα χέρας φέρον· ἀμφὶ δʼ ἀλωαὶ
καρποῖς ἐβρίθοντο· μέλαινα δὲ γαῖα τεθήλει.
Αἰπύτατον δʼ ἐτέτυκτο θεοκμήτῳ ἐπὶ ἔργῳ
50 καὶ τρηχὺ ζαθέης Ἀρετῆς ὄρος· ἐν δὲ καὶ αὐτὴ
εἱστήκει φοίνικος ἐπεμβεβαυῖα κατʼ ἄκρης
ὑψηλή, ψαύουσα πρὸς οὐρανόν· ἀμφὶ δὲ πάντη
ἀτραπιτοὶ θαμέεσσι διειργόμεναι σκοπέλοισιν
ἀνθρώπων ἀπέρυκον ἐῢν πάτον, οὕνεκα πολλοὶ
55 εἰσοπίσω χάζοντο τεθηπότες αἰπὰ κέλευθα,
παῦροι δʼ ἱερὸν οἶμον ἀνήιον ἱδρώοντες.
ἐν δʼ ἔσαν ἀμητῆρες ἀνὰ πλατὺν ὄγμον ἰόντες
σπεύδοντες δρεπάνῃσι νεήκεσι, τῶν δʼ ὑπὸ χερσὶ
ἤνυτο λήιον αὖον· ἐφεσπόμενοι δʼ ἔσαν ἄλλοι
πολλοὶ ἀμαλλοδετῆρες· ἀέξετο δʼ ἐς μέγα ἔργον.
60 ἐν δὲ βόες ζεύγλῃσιν ὑπʼ αὐχένας αἰὲν ἔχοντες,
οἱ μὲν ἀπήνας εἷλκον ἐϋσταχύεσσιν ἀμάλλαις
βριθομένας, οἱ δʼ αὖθις, ἀροτρεύεσκον ἀρούρας·
τῶν δὲ πέδον μετόπισθε μελαίνετο, τοὶ δʼ ἐφέποντο
αἰζηοὶ μετὰ τοῖσι βοοσσόα κέντρα φέροντες
65 χερσὶν ἀμοιβαδίῃς· ἀνεφαίνετο δʼ ἄσπετον ἔργον.
ἐν δʼ αὐλοὶ κιθάραι τε παρʼ εἰλαπίνῃσι πέλοντο·
ἐν δὲ νέων παρὰ ποσσὶ χοροὶ ἵσταντο γυναικῶν·
αἱ δʼ ἄρʼ ἔσαν ζωῇσιν ἀλίγκια ποιπνύουσαι.
ἄγχι δʼ ἄρʼ ὀρχηθμοῦ τε καὶ εὐφροσύνης ἐρατεινῆς
70 ἀφρὸν ἔτʼ ἀμφὶ κόμῃσιν ἔχουσʼ ἀνεδύετο πόντου
Κύπρις ἐϋστέφανος, τὴν δʼ Ἵμερος ἀμφεποτᾶτο
μειδιόων ἐρατεινὰ σύν ἠϋκόμοις Χαρίτεσσιν.
ἐν δʼ ἄρʼ ἔσαν Νηρῆος ὑπερθύμοιο θύγατρες
ἐξ ἁλὸς εὐρυπόροιο κασιγνήτην ἀνάγουσαι
75 ἐς γάμον Αἰακίδαο δαΐφρονος· ἀμφὶ δὲ πάντες
ἀθάνατοι δαίνυντο μακρὴν ἀνὰ Πηλίου ἄκρην·
ἀμφὶ δʼ ἄρʼ ὕδρηλοί τε καὶ εὐθαλέες λειμῶνες
ἔσκον ἀπειρεσίοισι κεκασμένοι ἄνθεσι ποίης,
ἄλσεά τε κρῆναί τε διειδέες ὕδατι καλῷ.
80 νῆες δὲ στονόεσσαι ὑπὲρ πόντοιο φέροντο,
αἱ μὲν ἄρʼ ἐσσύμεναι ἐπικάρσιαι, αἱ δὲ κατʼ ἰθὺ
νισσόμεναι· περὶ δέ σφιν ἀέξετο κῦμʼ ἀλεγεινὸν
ὀρνύμενον· ναῦται δὲ τεθηπότες ἄλλοθεν ἄλλος
ἐσσυμένας φοβέοντο καταιγίδας, ὡς ἐτεόν περ,
85 λαίφεα λεύκʼ ἐρύοντες, ἵνʼ ἐκ θανάτοιο φύγωσιν·
οἱ δʼ ἕζοντʼ ἐπʼ ἐρετμὰ πονεύμενοι· ἀμφὶ δὲ νηυσὶ
πυκνὸν ἐρεσσομένῃσι μέλας λευκαίνετο πόντος.
τοῖς δʼ ἔπι κυδιόων μετὰ κήτεσιν εἰναλίοισιν
ἤσκητʼ Ἐννοσίγαιος· ἀελλόποδες δέ μιν ἵπποι
90 ὡς ἐτεὸν σπεύδοντες ὑπὲρ πόντοιο φέρεσκον
χρυσείῃ μάστιγι πεπληγότες· ἀμφὶ δὲ κῦμα
στόρνυτʼ ἐπεσσυμένων, ὁμαλὴ δʼ ἄρα πρόσθε γαλήνη
ἔπλετο· τοὶ δʼ ἑκάτερθεν ἀολλέες ἀμφὶς ἄνακτα
ἀγρόμενοι δελφῖνες ἀπειρέσιον κεχάροντο
95 σαίνοντες βασιλῆα, κατʼ ἠερόεν δʼ ἁλὸς οἶδμα
νηχομένοις εἴδοντο καὶ ἀργύρεοί περ ἐόντες.
ἄλλα δὲ μυρία κεῖτο κατʼ ἀσπίδα τεχνήεντα
χερσὶν ὑπʼ ἀθανάτῃς πυκινόφρονος Ἡφαίστοιο·
πάντα δʼ ἄρʼ ἐστεφάνωτο βαθὺς ῥόος Ὠκεανοῖο,
100 οὕνεκʼ ἔην ἔκτοσθε κατʼ ἄντυγος, ἔνι πᾶσα
ἀσπὶς ἐνεστήρικτο, δέδεντο δὲ δαίδαλα πάντα.
τῇ δʼ ἄρα παρκατέκειτο κόρυς μέγα βεβριθυῖα·
Ζεὺς δέ οἱ ἀμφετέτυκτο μέγʼ ἀσχαλόωντι ἐοικώς,
οὐρανῷ ἐμβεβαώς· περὶ δʼ ἀθάνατοι πονέοντο
105 Τιτήνων ἐριδαινομένων Διὶ συμμεμαῶτες·
τοὺς δʼ ἤδη κρατερὸν πῦρ ἄμφεχεν· ἐκ δὲ κεραυνοὶ
ἄλληκτοι νιφάδεσσιν ἐοικότες ἐξεχέοντο
οὐρανόθεν· Ζηνὸς γὰρ ἀάσπετον ὤρνυτο κάρτος·
οἱ δʼ ἄρʼ ἔτʼ αἰθομένοισιν ἐοικότες ἀμπνείεσκον.
110 ἀμφὶ δὲ θώρηκος γύαλον παρεκέκλιτο καλὸν
ἄρρηκτον βριαρόν τε, τὸ χάνδανε Πηλείωνα.
κνημῖδες δʼ ἤσκηντο πελώριαι· ἀμφὶ δʼ ἐλαφραὶ
μούνῳ ἔσαν Ἀχιλῆι μάλα στιβαραί περ ἐοῦσαι.
ἀγχόθι δʼ ἄσχετον ἆορ ἄδην περιμαρμαίρεσκε
115 χρυσείῳ τελαμῶνι κεκασμένον ἀργυρέῳ τε
κουλεῷ ἔπι κώπη ἀρηραμένη ἐλέφαντος
θεσπεσίοις τεύχεσσι μετέπρεπε παμφανόωσα.
τοῖς δὲ παρεκτετάνυστο κατὰ χθονὸς ὄβριμον ἔγχος,
Πηλιὰς ὑψικόμῃσιν ἐειδομένη ἐλάτῃσι
120 λύθρου ἔτι πνείουσα καὶ αἵματος Ἑκτορέοιο.
καὶ τότʼ ἐν Ἀργείοισι Θέτις κυανοκρήδεμνος
θεσπέσιον φάτο μῦθον ἀκηχεμένη Ἀχιλῆος·
νῦν μὲν δὴ κατʼ ἀγῶνος ἀέθλια πάντα τελέσθη,
ὅσσʼ ἐπὶ παιδὶ θανόντι μέγʼ ἀχνυμένη κατέθηκα·
125 ἀλλʼ ἴτω ὅς τʼ ἐσάωσε νέκυν καὶ ἄριστος Ἀχαιῶν,
καί νύ κέ οἱ θηητὰ καὶ ἄμβροτα τεύχἐ ἕσασθαι
δώσω, καὶ μακάρεσσι μέγʼ εὔαδεν ἀθανάτοισιν.
ὥς φάτο· τοὶ δʼ ἀνόρουσαν ἐριδμαίνοντʼ ἐπέεσσιν
υἱὸς Λαέρταο καὶ ἀντιθέου Τελαμῶνος
130 Αἴας, ὅς μέγα πάντας ὑπείρεχεν ἐν Δαναοῖσιν,
ἀστὴρ ὡς ἀρίδηλος ἀνʼ οὐρανὸν αἰγλήεντα
ἕσπερος, ὅς μέγα πᾶσι μετʼ ἀστράσι παμφαίνησι·
τῷ εἰκὼς τεύχεσσι παρίστατο Πηλείδαο·
ᾔτεε δʼ Ἰδομενῆα κριτὴν καὶ Νηλέος υἷα
135 ἠδʼ ἄρα μητιόεντʼ Ἀγαμέμνονα· τοὺς γὰρ ἐώλπει
ἴδμεναι ἀτρεκέως ἐρικυδέος ἔργα μόθοιο·
ὥς δʼ αὕτως Ὀδυσεὺς κείνοις ἐπὶ πάγχυ πεποίθει·
οἱ γὰρ ἔσαν πινυτοὶ καὶ ἀμύμονες ἐν Δαναοῖσι.
Νέστωρ δʼ Ἰδομενῆι καὶ Ἀτρέος υἱέϊ δίῳ
140 ἄμφω ἐελδομένοισιν ἔπος φάτο νόσφιν ἀπʼ ἄλλων·
φίλοι, μέγα πῆμα καὶ ἄσχετον ἤματι τῷδε
ἡμῖν συμφορέουσιν ἀκηδέες Οὐρανίωνες
Αἴαντος μεγάλοιο περιφραδέος τʼ Ὀδυσῆος
ἐσσυμένων ἐπὶ δῆριν ἀάσχετον ἀργαλέην τε·
145 τῶν γάρ ʼ ὁπποτέρῳ δώῃ θεὸς εὖχος ἀρέσθαι
γηθήσει κατὰ θυμόν, δʼ αὖ μέγα πένθος ἀέξει
πάντας ἀτεμβόμενος Δαναούς, περὶ δʼ ἔξοχα πάντων
ἡμέας· οὐδʼ ἔτι κεῖνος ἐν ἡμῖν ὡς τὸ πάροιθε
στήσεται ἐν πολέμῳ· μέγα δʼ ἔσσεται ἄλγος Ἀχαιοῖς,
150 κείνων ὅντινα δεινὸς ἕλῃ χόλος, οὕνεκα πάντων
ἡρώων προφέρουσιν, μὲν πολέμῳ, δὲ βουλῇ.
ἀλλʼ ἄγʼ ἐμοὶ πείθεσθον, ἐπεί ῥα γεραίτερός εἰμι
λίην, οὐκ ὀλίγον περ, ἔχω δʼ ἐπὶ γήραϊ πολλῷ
καὶ νόον, οὕνεκεν ἐσθλὰ καὶ ἄλγεα πολλὰ μόγησα·
155 αἰεὶ δʼ ἐν βουλῇσι γέρων πολύϊδρις ἀμείνων
ὁπλοτέρου πέλει ἀνδρός, ἐπεὶ μάλα μυρία οἶδε·
τοὔνεκα Τρωσὶν ἐφῶμεν ἐΰφροσι [ταῦτα] δικάσσαι
ἀντιθέῳ τʼ Αἴαντι φιλοπτολέμῳ τʼ Ὀδυσῆι,
ὅντινα δήιοι ἄνδρες ὑποτρομέουσι μάλιστα,
ἠδʼ ὅτις ἐξεσάωσε νέκυν Πηληιάδαο
160 ἐξ ὀλοοῦ πολέμοιο· δορύκτητοι γὰρ ἐν ἡμῖν
πολλοὶ Τρῶες ἔασι νεοδμήτῳ ὑπʼ ἀνάγκῃ·
οἵ ῥα δίκην ἰθεῖαν ἐπὶ σφίσι ποιήσονται.
οὔτινι ἦρα φέροντες, ἐπεὶ μάλα πάντας Ἀχαιοὺς
ἶσον ἀπεχθαίρουσι κακῆς μεμνημένοι ἄτης.
165 ὥς φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·
γέρον, ὡς οὔτις πινυτώτερος ἄλλος ἐν ἡμῖν
σεῖο πέλει Δαναῶν οὔτʼ ἂρ νέος οὔτε παλαιός,
ὅς φῂς Ἀργείοισιν ἀνηλεγέως χαλεπῆναι
ἄνδρα τόν, ὅντινα τῶνδε θεοὶ μετόπισθε βάλωνται
170 νίκης· οἱ γὰρ ἄριστοι ἐπὶ σφίσι δηριόωνται·
§5.171–5.334
καί ῥά μοι ἔνδοθεν ἦτορ ἐνὶ φρεσὶ ταῦτα μενοινᾷ,
ὄφρα δορυκτήτοισι δικασπολίην ὀπάσωμεν·
τοὺς καὶ ἀτεμβόμενός τις ὀλέθρια μήσεται ἔργα
Τρωσὶν ἐϋπτολέμοισι, χόλον δʼ οὐκ ἄμμιν ὀπάσσει.
175 ὣς φάτο· τοὶ δʼ ἕνα θυμὸν ἐνὶ στέρνοισιν ἔχοντες
ἀμφαδὸν ἠνήναντο δικασπολίην ἀλεγεινήν·
τῶν δʼ ἄρʼ ἀναινομένων Τρώων ἐρικυδέες υἷες
ἕζοντʼ ἐν μέσσοισι δορύκτητοί περ ἐόντες,
ὄφρα θέμιν καὶ νεῖκος ἀρήιον ἰθύνωσιν.
180 Αἴας δʼ ἐν μέσσοισι μέγʼ ἀσχαλόων φάτο μῦθον·
Ὀδυσεῦ φρένας αἰνέ, τί τοι νόον ἤπαφε δαίμων
ἶσον ἐμοὶ φρονέειν περὶ κάρτεος ἀκαμάτοιο;
φῂς αἰνὸν ὅμιλον ἐρυκακέειν Ἀχιλῆος
βλημένου ἐν κονίῃσιν, ὅτʼ ἀμφί Τρῶες ἔβησαν,
185 ὁππότʼ ἐγὼ κείνοισι φόνον στονόεντʼ ἐφέηκα
σεῖο καταπτώσσοντος; ἐπεί νύ σε γείνατο μήτηρ
δείλαιον καὶ ἄναλκιν, ἀφαυρότερόν περ ἐμεῖο,
ὅσσον τίς τε κύων μεγαλοβρύχοιο λέοντος·
οὐ γάρ τοι στέρνοισι πέλει μενεδήιον ἦτορ,
190 ἀλλὰ σοὶ ἀμφιμέμηλε δόλος καὶ ἀτάσθαλα ἔργα.
ἠὲ τόδʼ ἐξελάθου, ὅτʼ ἐς Ἰλίου ἱερὸν ἄστυ
ἐλθέμεναι ἀλέεινες ἅμʼ ἀγρομένοισιν Ἀχαιοῖς,
καί σε καταπτώσσοντα καὶ οὐκ ἐθέλοντʼ ἐφέπεσθαι
ἤγαγον Ἀτρεῖδαι; ὡς μὴ ὤφειλες ἱκέσθαι·
195 σῇς γὰρ ὑπʼ ἐννεσίῃσι κλυτὸν Ποιάντιον υἷα
Λήμνῳ ἐν ἠγαθέῃ λίπομεν μεγάλα στενάχοντα·
οὐκ οἴῳ δʼ ἄρα τῷ γε λυγρὴν ἐπεμήσαο λώβην,
ἀλλὰ καὶ ἀντιθέῳ Παλαμήδεϊ θῆκας ὄλεθρον,
ὃς σέο φέρτερος ἔσκε βίῃ καὶ ἐΰφρονι βουλῇ.
200 νῦν δʼ ἤδη καὶ ἐμεῖο καταντίον ἐλθέμεν ἔτλης,
οὔτʼ εὐεργεσίης μεμνημένος, οὔτε τι θυμῷ
ἁζόμενος σέο πολλὸν ὑπέρτερον, ὅς σʼ ἐνὶ χάρμῃ
ἐξεσάωσα πάροιθεν ὑποτρομέοντα κυδοιμὸν
δυσμενέων, ὅτε σʼ ἄλλοι ἀνὰ μόθον οἰωθέντα
205 κάλλιπον ἐν δηίων ὁμάδῳ φεύγοντα καὶ αὐτόν·
ὡς ὄφελον καὶ ἐμεῖο θρασὺ σθένος ἐν δαῒ κείνῃ
αὐτὸς Ζεὺς ἐφόβησεν ἀπʼ αἰθέρος, ὄφρα σε Τρῶες
ἀμφιτόμοις ξιφέεσσι διαμελεϊστὶ κέδασσαν
δαῖτα κυσὶ σφετέροισι, καὶ οὐκ ἂν ἐμεῖο μενοίνας
210 ἐλθέμεναι κατέναντα δολοφροσύνῃσι πεποιθώς.
σχέτλιε, τίπτε βίῃ πολὺ φέρτατος ἔμμεναι ἄλλων
εὐχόμενος μέσσοισιν ἔχεις νέας, οὐδέ τι θυμῷ
ἔτλης ὥσπερ ἔγωγε θοὰς ἔκτοσθεν ἐρύσσαι
νῆας; ἐπεί νύ σε τάρβος ἐπήιεν. οὐδὲ μὲν αἰνὸν
215 πῦρ νηῶν ἀπάλαλκες· ἐγὼ δʼ ὑπʼ ἀταρβέϊ θυμῷ
ἔστην καὶ πυρὸς ἄντα καὶ Ἕκτορος, ὅς μοι ὕπεικε
πάντη ἐν ὑσμίνῃ· σὺ δέ μιν περιδείδιες αἰεί.
ὡς ὄφελον τόδε νῶιν ἐνὶ πτολέμῳ τις ἄεθλον
θῆκεν, ὅτʼ ἀμφʼ Ἀχιλῆι δεδουπότι δῆρις ὀρώρει,
220 ὄφρʼ ἐκ δυσμενέων με καὶ ἀργαλέοιο κυδοιμοῦ
ἔδρακες ἔντεα καλὰ ποτὶ κλισίας φορέοντα
αὐτῷ ὁμῶς Ἀχιλῆι δαΐφρονι· νῦν δʼ ἄρα μύθων
ἰδρείῃ πίσυνος μεγάλων ἐπιμαίεαι ἔργων·
οὐ γάρ τοι σθένος ἐστὶν ἐν ἔντεσιν ἀκαμάτοισι
225 δύμεναι Αἰακίδαο δαΐφρονος, οὐδὲ μέγʼ ἔγχος
νωμῆσαι παλάμῃσιν· ἐμοὶ δʼ ἄρα πάντα τέτυκται
ἄρμενα, καί μοι ἔοικε φορήμεναι ἀγλαὰ τεύχη
οὔτι καταισχύνοντι θεοῦ περικαλλέα δῶρα.
ἀλλὰ τί μύθοισιν ἐριδμαίνοντε κακοῖσιν
230 ἕσταμεν ἀμφʼ Ἀχιλῆος ἀμύμονος ἀγλαὰ τεύχη;
230 ἀλλʼ ἄγε χαλκείῃς πειρήσομεν ἐγχείῃσιν
ὅστις φέρτερός ἐστιν ἐνὶ φθισήνορι χάρμῃ
ἀλκῆς γὰρ τόδʼ ἄεθλον ἀρήιον, οὐκ ἀλεγεινῶν
θῆκεν ἐνὶ μέσσοισιν ἐπέων Θέτις ἀργυρόπεζα·
μύθων δʼ εἰν ἀγορῇ χρειὼ πέλει ἀνθρώποισιν·
235 οἶδα γὰρ ὡς σέο πολλὸν ἀγαυότερος καὶ ἀρείων
εἰμί· γένος δέ μοί ἐστιν, ὅθεν μεγάλῳ Ἀχιλῆι.
ὣς φάτο· τὸν δʼ ἀλεγεινὰ παραβλήδην ἐνένιπεν
υἱὸς Λαέρταο πολύτροπα μήδεα νωμῶν·
Αἶαν ἀμετροεπές, τί νύ μοι τόσα μὰψ ἀγορεύεις;
240 οὐτιδανόν τέ μʼ ἔφησθα καὶ ἀργαλέον καὶ ἄναλκιν
ἔμμεναι, ὃς σέο πολλὸν ὑπέρτερος εὔχομαι εἶναι
μήδεσι καὶ μύθοισι, τά τʼ ἀνδράσι κάρτος ἀέξει·
καὶ γάρ τʼ ἠλίβατον πέτρην ἄρρηκτον ἐοῦσαν
μήτι ὑποτμήγουσιν ἐν οὔρεσι λατόμοι ἄνδρες
245 ῥηιδίως, μήτι δὲ μέγαν βαρυηχέα πόντον
ναῦται ὑπεκπερόωσιν, ὅτʼ ἄσπετα κυμαίνηται·
τέχνῃσιν δʼ ἀγρόται κρατεροὺς δαμόωσι λέοντας
πορδάλιάς τε σύας τε καὶ ἄλλων ἔθνεα θηρῶν·
ταῦροι δʼ ὀβριμόθυμοι ὑπὸ ζεύγλαις δαμόωνται
250 ἀνθρώπων ἰότητι· νόῳ δέ τε πάντα τελεῖται.
αἰεὶ δʼ ἀφραδέος πέλει ἀνέρος ἀμφὶ πόνοισι
πᾶσι καὶ ἐν βουλῇσιν ἀνὴρ πολύϊδρις ἀμείνων·
τοὔνεκʼ ἐϋφρονέοντα θρασὺς πάϊς Οἰνείδαο
λέξατό μʼ ἐκ πάντων ἐπιτάρροθον, ὄφρʼ ἀφίκωμαι
255 ἐς φύλακας· μέγα δʼ ἔργον ὁμῶς ἐτελέσσαμεν ἄμφω·
καὶ δʼ αὐτὸν Πηλῆος ἐϋσθενέος κλυτὸν υἷα
ἤγαγον Ἀτρείδῃσιν ἐπίρροθον· ἢν δὲ καὶ ἄλλου
ἥρωος χρειώ τις ἐν Ἀργείοισι πέληται,
οὐδʼ ὅγε χερσὶ τεῇσιν ἐλεύσεται, οὐδὲ μὲν ἄλλων
260 Ἀργείων βουλῇσιν, ἐγὼ δέ μοῦνος Ἀχαιῶν
ἄξω μειλιχίοισι παραυδήσας ἐπέεσσι
δῆριν ἐς αἰζηῶν· μέγα γὰρ κράτος ἀνδράσι μῦθος
γίνετʼ ἐϋφροσύνῃ μεμελημένος· ἠνορέη δὲ
ἄπρηκτος τελέθει μέγεθός τʼ εἰς οὐδὲν ἀέξει
265 ἀνέρος, εἰ μή οἱ πινυτὴ ἐπὶ μῆτις ἕπηται.
αὐτὰρ ἐμοὶ καὶ κάρτος ὁμῶς καὶ μῆτιν ὄπασσαν
ἀθάνατοι· τεῦξαν δὲ μέγʼ Ἀργείοισιν ὄνειαρ.
οὐδὲ μὲν ὡς σύ μʼ ἔφησθα πάρος φεύγοντα σάωσας
δηίου ἐξ ἐνοπῆς· οὐ γὰρ φύγον, ἀλλʼ ἅμα πάντας
270 Τρῶας ἐπεσσυμένους μένον ἔμπεδον· οἱ δʼ ἐπέχυντο
ἀλκῇ μαιμώωντες· ἐγὼ δʼ ὑπὸ κάρτεϊ χειρῶν
πολλῶν θυμὸν ἔλυσα· σὺ δʼ οὐκ ἄρʼ ἐτήτυμα βάζεις·
οὐ γὰρ ἔμοιγʼ ἐπάμυνας ἀνὰ μόθον ἀλλὰ σοὶ αὐτῷ
ἔστης ἦρα φέρων, μή τίς νύ σε δουρὶ δαμάσσῃ
275 φεύγοντʼ ἐκ πολέμοιο. νέας δʼ ἐς μέσσον ἔρυσσα
οὔτι περιτρομέων δηίων μένος, ἀλλʼ ἵνα μῆχος
αἰὲν ἅμʼ Ἀτρείδῃσιν ὑπὲρ πολέμοιο φέρωμαι·
καὶ σὺ μὲν ἔκτοσθε στήσας νέας· αὐτὰρ ἔγωγε
αὐτὸν ἀεικίσσας πληγῇς ὑπὸ λευγαλέῃσιν
280 ἐς Τρώων πτολίεθρον ἐσήλυθον, ὄφρα πύθωμαι,
ὁππόσα μητιόωνται ὑπὲρ πολέμου ἀλεγεινοῦ.
οὐδὲ μὲν Ἕκτορος ἔγχος ἐδείδιον, ἀλλὰ καὶ αὐτὸς
ἐν πρώτοις ἀνόρουσα μαχέσσασθαι μενεαίνων
κείνῳ, ὅτʼ ἠνορέῃ πίσυνος προκαλέσσατο πάντας.
285 νῦν δέ σευ ἀμφʼ Ἀχιλῆι πολὺ πλέονας κτάνον ἄνδρας
δυσμενέων, ἐσάωσα δʼ ὁμῶς τεύχεσσι θανόντα.
οὐδέ μὲν ἐγχείην τρομέω σέθεν, ἀλλά με λυγρὸν
ἕλκος ἔτʼ ἀμφʼ ὀδύνῃς περινίσσεται εἵνεκα τευχέων
τῶνδʼ ὑπερουτηθέντα δαϊκταμένου τʼ Ἀχιλῆος·
290 καὶ δʼ ἐμοὶ ὡς Ἀχιλῆι πέλει Διὸς ἔξοχον αἷμα.
ὣς ἄρʼ ἔφη· τὸν δʼ αὖθις ἀμείβετο καρτερὸς Αἴας·
Ὀδυσεῦ δολομῆτα καὶ ἀργαλεώτατε πάντων,
οὔ νύ σʼ ἐκεῖσʼ ἐνόησα πονεύμενον, οὐδέ τις ἄλλος
Ἀργείων, ὅτε Τρῶες Ἀχιλλέα δῃωθέντα
295 ἑλκέμεναι μενέαινον· ἐγὼ δ ὑπὸ δουρὶ καὶ ἀλκῇ
τῶν μὲν γούνατʼ ἔλυσα κατὰ μόθον, οὓς δʼ ἐφόβησα
αἰὲν ἐπεσσύμενος· τοὶ δʼ ἀργαλέως φοβέοντο
χήνεσιν γεράνοισιν ἐοικότες, οἷς ἐπορούσῃ
αἰετὸς ἠιόεν πεδίον κάτα βοσκομένοισιν·
300 ὣς Τρῶες πτώσσοντες ἐμὸν δόρυ καὶ θοὸν ἆορ
Ἴλιον ἐς κατέδυσαν ἀλευάμενοι μέγα πῆμα.
σοὶ δὲ καὶ εἰ τότε κάρτος ἐπήλυθεν, οὔτι μευ ἄγχι
μάρναο δυσμενέεσσιν, ἑκὰς δέ που ἦσθα καὶ αὐτὸς
ἀμφʼ ἄλλῃσι φάλαγξι πονεύμενος, οὐ περὶ νεκρῷ
305 ἀντιθέου Ἀχιλῆος, ὅπου μάλα δῆρις ὀρώρει.
ὣς φάτο· τὸν δʼ Ὀδυσῆος ἀμείβετο κερδαλέον κῆρ·
Αἶαν, ἐγὼν οὐ σεῖο κακώτερος ἔλπομαι εἶναι
οὐ νόον οὐδὲ βίην, εἰ καὶ μάλα φαίδιμος ἐσσί·
ἀλλὰ νόῳ μὲν ἔγωγε πολὺ προφερέ1στερός εἰμι
310 σεῖο μετʼ Ἀργείοισι, βίῃ δέ τοι ἀμφήριστος
καὶ ἀγαυότερος· τὸ δέ που καὶ Τρῶες ἴσασιν,
οἵ με μέγα τρομέουσι καὶ ἢν ἀπάτερθεν ἴδωνται.
καὶ δʼ αὐτὸς σάφα οἶδας ἐμὸν μένος ἠδὲ καὶ ἄλλοι
ἀμφὶ παλαισμοσύνῃ πολυτειρέϊ πολλὰ μογήσας,
315 ὁππότε δὴ περὶ σῆμα δαϊκταμένου Πατρόκλοιο
Πηλείδης ἐρίθυμος ἀγακλυτὰ θῆκεν ἄεθλα.
ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο.
καὶ τότε Τρώιοι υἷες ἔριν δικάσαντʼ ἀλεγεινὴν
αἰζηῶν· νίκην δὲ καὶ ἄμβροτα τεύχεα δῶκαν
320 πάντες ὁμοφρονέοντες ἐϋπτολέμῳ Ὀδυσῆι·
τοῦ δʼ ἄμοτον γήθησε νόος· στονάχησε δὲ λαός.
παχνώθη δʼ Αἴαντος ἐῢ σθένος· αἶψα δʼ ἄρʼ αὐτῷ
ἄτη ἀνιηρὴ περικάππεσε· πὰν δέ οἱ εἴσω
ἔζεσε φοίνιον αἷμα· χολὴ δʼ ὑπερέβλυσεν αἰνή·
325 ἥπατι δʼ ἔγκατʼ ἔμικτο· περὶ κραδίην δʼ ἀλεγεινὸν
ἷξεν ἄχος, καὶ δριμὺ διʼ ἐγκεφάλοιο θεμέθλων
ἐσσύμενον μήνιγγας ἄδην ἀμφήλυθεν ἄλγος,
σὺν δʼ ἔχεεν νόον ἀνδρός· ἐπὶ χθονὶ δʼ ὄμματα πήξας
ἔστη ἀκινήτῳ ἐναλίγκιος· ἀμφὶ δʼ ἑταῖροι
330 ἀχνύμενοί μιν ἄγεσκον ἐϋπρώρους ἐπὶ νῆας
πολλὰ παρηγορέοντες· δʼ ὑστατίην ποσὶν οἶμον
ἤιεν οὐκ ἐθέλων· σχεδόθεν δέ οἱ ἕσπετο Μοῖρα.
ἀλλʼ ὅτε δὴ κατὰ νῆας ἔβαν καὶ ἀπείρονα πόντον,
Ἀργεῖοι δόρποιο μεμαότες ἠδὲ καὶ ὕπνου,
§5.335–5.501
335 καὶ τότʼ ἔσω μεγάλοιο Θέτις κατεδύσατο πόντου·
σὺν δέ οἱ ἄλλαι ἴσαν Νηρηίδες· ἀμφὶ δʼ ἄρα σφι
νήχετο κήτεα πολλά, τά τε τρέφει ἁλμυρὸν οἶδμα.
αἱ δὲ μέγα σκύζοντο Προμηθέϊ μητιόεντι
μνώμεναι, ὡς κείνοιο θεοπροπίῃσι Κρονίων
340 δῶκε Θέτιν Πηλῆι καὶ οὐκ ἐθέλουσαν ἄγεσθαι.
Κυμοθόη δʼ ἐν τῇσι μέγʼ ἀσχαλόωσʼ ἀγόρευεν·
πόποι, ὡς γε λυγρὸς ἐπάξια πήμαθʼ ὑπέτλη
δεσμῷ ἐν ἀρρήκτῳ, ὅτε οἱ μέγας αἰετὸς ἧπαρ
κεῖρεν ἀεξόμενον κατὰ νηδύος ἔνδοθι δύνων.
345 ὣς φάτο Κυμοθόη κυανοπ λοκάμοις ἁλίῃσιν.
ἠέλιος δʼ ἀπόρουσεν, ἐπεσκιόωντο δʼ ἀλωαὶ
νυκτὸς ἐπεσσυμένης, ἐπεκίδνατο δʼ οὐρανὸν ἄστρα.
Ἀργεῖοι δʼ ἐπὶ νηυσὶ τανυπρώροισιν ἴαυον
ὕπνῳ ὑπʼ ἀμβροσίῳ δεδμημένοι ἠδὲ καὶ οἴνῳ
350 ἡδέϊ, τὸν Κρήτηθε παρʼ Ἰδομενῆος ἀγαυοῦ
ναῦται ὑπὲρ πόντοιο πολυκλύστοιο φέρεσκον.
Αἴας δʼ Ἀργείοισι χολούμενος οὔτʼ ἄρα δόρπου
μνήσατʼ ἐνὶ κλισίῃ μελιηδέος, οὔτε μιν ὕπνος
ἄμφεχεν, ἀλλʼ γʼ ἑοῖσιν ἐν ἔντεσι δύσατο θύων·
355 εἵλετο δὲ ξίφος ὀξύ, καὶ ἄσπετα πορφύρεσκεν,
γʼ ἐνιπρήσῃ νῆας καὶ πάντας ὀλέσσῃ
Ἀργείους, μοῦνον ὑπὸ ξίφεϊ στονόεντι
δῃώσῃ μελεϊστὶ θοῶς δολόεντʼ Ὀδυσῆα.
καὶ τὰ μὲν ὥς ὥρμαινε, τὰ δὴ τάχα πάντʼ ἐτέλεσσεν,
360 εἰ μή οἱ Τριτωνὶς ἀάσχετον ἔμβαλε λύσσαν·
κήδετο γὰρ φρεσὶν ᾗσι πολυτλήτου Ὀδυσῆος
ἱρῶν μνωομένη, τά οἱ ἔμπεδα κεῖνος ἔρεξε·
τοὔνεκα δὴ μεγάλοιο μένος Τελαμωνιάδαο
τρέψεν ἀπʼ Ἀργείων. δʼ ἄρʼ ἤιε λαίλαπι ἶσος
365 σμερδαλέῃ στυγερῇσι καταιγίσι βεβριθυίῃ,
τε φέρει ναύτῃσι τέρας κρυεροῖο φόβοιο,
Πληιὰς εὖτʼ ἀκάμαντος ἐς ὠκεανοῖο ῥέεθρα
δύεθʼ ὑποπτώσσουσα περικλυτὸν Ὠρίωνα,
ἠέρα συγκλονέουσα, μέμηνε δὲ χείματι πόντος·
370 τῇ εἰκὼς οἴμησεν, ὅπῃ μιν γυῖα φέρεσκον.
πάντη δʼ ἀμφιθέεσκεν ἀναιδέϊ θηρὶ ἐοικώς,
ὅς τε βαθυσκοπέλοιο διέσσυται ἄγκεα βήσσης
ἀφριόων γενύεσσι καὶ ἄλγεα πολλὰ μενοινῶν
κυσὶν ἀγρόταις, οἵ οἱ τέκνα δῃώσωνται
375 ἄντρων ἐξερύσαντες, δʼ ἀμφὶ γένυσσι βεβρυχώς,
εἴ που ἔτʼ ἐν ξυλόχοισιν ἴδοι θυμήρεα τέκνα·
τῷ δʼ εἴ τις κύρσειε μεμηνότα θυμὸν ἔχοντι,
αὐτοῦ οἱ βιότοιο λυγρὸν περιτέλλεται ἦμαρ·
ὥς γʼ ἀμείλιχα θῦνε, μέλαν δέ οἱ ἔζεεν ἦτορ,
380 εὖτε λέβης ἀλίαστον ἐπʼ ἐσχάρῃ Ἡφαίστοιο
ῥοιβδηδὸν μαίνηται ὑπαὶ πυρὸς αἰθομένοιο,
γάστρην ἀμφὶς ἅπασαν ὅτε ξύλα πολλὰ θέρηται,
ἐννεσίῃς δρηστῆρος ἐπειγομένου ἐνὶ θυμῷ,
εὐτραφέος σιάλοιο περὶ τρίχας ὥς κεν ἀμέρσῃ·
385 ὣς τοῦ ὑπὸ στέρνοισι πελώριος ἔζεε θυμός.
μαίνετο δʼ ἠΰτε πόντος ἀπείριτος ἠὲ θύελλα
πυρὸς ἀκαμάτοιο θοὸν μένος, εὖτʼ ἀλίαστον
μαίνηται κατʼ ὄρεσφι βίη μεγάλου ἀνέμοιο,
πίπτῃ δʼ αἰθομένη πυρὶ πάντοθεν ἄσπετος ὕλη·
390 ὣς Αἴας ὀδύνῃσι πεπαρμένος ὄβριμον ἦτορ
μαίνετο λευγαλέως· ἄπλετος δέ οἱ ἔρρεεν ἀφρὸς
ἐκ στόματος, βρυχὴ γναθμοῖσιν ὀρώρει·
τεύχεα δʼ ἀμφʼ ὤμοισιν ἐπέβραχε, τοὶ δʼ ὁρόωντες
πάντες ὁμῶς ἑνὸς ἀνδρὸς ὑποτρομέεσκον ὁμοκλήν.
395 καὶ τότʼ ἀπʼ Ὠκεανοῖο κίε χρυσήνιος Ἠώς·
Υπνος δʼ οὐρανὸν εὐρὺν ἀνήιεν εἴκελος αὔρῃ,
Ἥρῃ δὲ ξύμβλητο νέον πρὸς Ὄλυμπον ἰούσῃ
Τηθύος ἐξ ἱερῆς, ὅθι που προτέρῃ μόλεν ἠοῖ·
δέ κύσσεν ἑλοῦσʼ ὅτι οἱ πέλε γαμβρὸς ἀμύμων,
400 ἐξ οὗ οἱ Κρονίωνα κατεύνασεν ἐν λεχέεσσιν
Ἴδης ἀμφὶ κάρηνα χολούμενον Ἀργείοισιν·
αἶψα δʼ ἄρʼ μὲν ἔβη Ζηνὸς δόμον, ὅς δʼ ἐπὶ λέκτρα
Πασιθέης οἴμησεν· ἀνέγρετο δʼ ἔθνεα φωτῶν.
Αἴας δʼ ἀκαμάτῳ ἐναλίγκιος Ὠρίωνι
405 φοίτα ἐνὶ στέρνοισιν ἔχων ὀλοόφρονα λύσσαν·
ἐν δʼ ἔθορεν μήλοισι, λέων ὥς ὀβριμόθυμος
λιμῷ ὑπʼ ἀργαλέῳ δεδμημένος ἄγριον ἦτορ·
καὶ τὰ μὲν ἐν κονίῃσιν ἐπασσύτερʼ ἄλλοθεν ἄλλα
κάββαλεν, ἠΰτε φύλλα μένος κρατεροῦ Βορέαο
410 χεύῃ, ὅτʼ ἀνομένου θέρεος μετὰ χεῖμα τράπηται·
ὥς Αἴας μήλοισι μέγʼ ἀσχαλόων ἐνόρουσεν
ἐλπόμενος Δαναοῖσι κακὰς ἐπὶ κῆρας ἰάλλειν.
καὶ τότε δὴ Μενέλαος ἀδελφεῷ ἄγχι παραστὰς
κρύβδʼ ἄλλων Δαναῶν τοῖον ποτὶ μῦθον ἔειπε·
415 σήμερον τάχα πᾶσιν ὀλέθριον ἔσσεται ἦμαρ
Αἴαντος μεγάλοιο περὶ φρεσὶ μαινομένοιο,
ὅς τάχα νῆας ἐνιπρήσει, κτανέει δὲ καὶ ἡμέας
πάντας ἐνὶ κλισίῃσι κοτεσσάμενος περὶ τευχέων.
ὡς ὄφελον μὴ τῶνδε Θέτις πέρι δῆριν ἔθηκε,
420 μηδʼ ἄρα Λαέρταο πάϊς μέγʼ ἀμείνονι φωτὶ
ἔτλη δηριάασθαι ἐναντίον ἄφρονι θυμῷ.
νῦν δὲ μέγʼ ἀασάμεσθα, κακὸς δέ τις ἤπαφε δαίμων·
ἕρκος γὰρ πολέμοιο δεδουπότος Αἰακίδαο
μοῦνον ἔτʼ ἦν Αἴαντος ἐΰ σθένος· ἀλλʼ ἄρα καὶ τὸν
425 ἡμῖν ἐξολέσουσι θεοὶ κακὰ νῶιν ἄγοντες,
ὥς κεν πάντες ἄϊστον ἀναπλήσωμεν ὄλεθρον.
ὥς φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·
μὴ νῦν, Μενέλαε, μέγʼ ἀχνύμενος περὶ θυμῷ
σκύζεο μητιόεντι Κεφαλλήνων βασιλῆι·
430 οὐ γὰρ γʼ αἴτιός ἐστιν, ἐπεὶ μάλα πολλάκις ἡμῖν
γίνεται ἐσθλὸν ὄνειαρ, ἄχος δʼ ἄρα δυσμενέεσσιν.
ὣς οἱ μὲν Δαναῶν ἀκαχήμενοι ἠγορόωντο.
μηλονόμοι δʼ ἀπάνευθε παρὰ Ξάνθοιο ῥεέθροις
πτῶσσον ὑπὸ μυρίκῃσιν ἀλευάμενοι βαρὺ πῆμα·
435 ὡς δʼ ὅταν αἰετὸν ὠκὺν ὑποπτώσσωσι λαγωοὶ
θάμνοις ἐν λασίοισιν, δʼ ἐγγύθεν ὀξὺ κεκληγὼς
πωτᾶτʼ ἔνθα καὶ ἔνθα τανυσσάμενος πτερύγεσσιν·
ὣς οἵ γʼ ἄλλοθεν ἄλλος ὑπέτρεσαν ὄβριμον ἄνδρα.
ὀψὲ δʼ γʼ ἀρνειοῖο κατακταμένου σχεδὸν ἔστη,
440 καί ʼ ὀλοὸν γελάσας τοῖον ποτὶ μῦθον ἔειπε·
κεῖσό νυν ἐν κονίῃσι, κυνῶν βόσις ἠδʼ οἰωνῶν·
οὐ γάρ σʼ οὐδʼ Ἀχιλῆος ἐρύσσατο κύδιμα τεύχη,
ὧν ἕνεκ̔ ἀφραδέων μέγʼ ἀμείνονι δηριάασκες·
κεῖσο, κύον· δὲ γὰρ οὔτι γοήσεται ἀμφιπεσοῦσα
445 κουριδίη μετὰ παιδὸς ἀάσχετον ἀσχαλόωσα,
οὐ τοκέες· τοῖς οὔτι μετέσσεαι ἐλδομένοισι
γήραος ἐσθλὸν ὄνειαρ, ἐπεί νύ σε τήλʼ ἀπὸ πάτρης
οἰωνοί τε κύνες τε δεδουπότα δαρδάψουσιν.
ὣς ἄρʼ ἔφη δολόεντα μετὰ κταμένοις Ὀδυσῆα
450 κεῖσθαι ἰϊόμενος μεμορυγμένον αἵματι πολλῷ·
καὶ τότε οἱ Τριτωνὶς ἀπὸ φρενὸς ἠδὲ καὶ ὄσσων
ἐσκέδασεν Μανίην βλοσυρὴν πνείουσαν ὄλεθρον·
δὲ θοῶς ἵκανε ποτὶ Στυγὸς αἰπὰ ῥέεθρα,
ῇχι θοαὶ ναίουσιν Ἐριννύες, αἵ τε βροτοῖσιν
455 αἰὲν ὑπερφιάλοισι κακὰς ἐφιᾶσιν ἀνίας.
Αἴας δʼ, ὡς ἴδε μῆλα κατὰ χθονὸς ἀσπαίροντα,
θάμβεεν ἐν φρεσὶ πάμπαν· ὀΐσατο γὰρ δόλον εἶναι
ἐκ μακάρων· πάντεσσι δʼ ὑπεκλάσθη μελέεσσι
βλήμενος ἄλγεσι θυμὸν ἀπήιον· οὐδʼ ἄρα πρόσσω
460 ἔσθενεν ἀσχαλόων ἐπιβήμεναι οὔτʼ ἄρʼ ὀπίσσω,
ἀλλʼ ἔστη σκοπιῇ ἐναλίγκιος, τʼ ἐν ὄρεσσι
πασάων μάλα πολλὸν ὑπερτάτη ἐρρίζωται.
ἀλλʼ ὅτε οἱ πάλι θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη,
λυγρὸν ἀνεστονάχησεν, ἔπος δʼ ὀλοφύρετο τοῖον·
465 μοι ἐγώ, τί νυ τόσσον ἀπέχθομαι ἀθανάτοισιν;
οἵ με φρένας βλάψαντο, κακὴν δʼ ἐπὶ λύσσαν ἔθεντο,
μῆλα κατακτεῖναι, τά μοι οὐκ ἔσαν αἴτια θυμοῦ.
ὡς ὄφελον τίσασθαι Ὀδυσσέος ἀργαλέον κῆρ
χερσὶν ἐμῇς, ἐπεὶ με κακῇ περικάββαλεν ἄτῃ
470 λυγρὸς ἐὼν μάλα πάγχυ· πάθοι γε μὲν ἄλγεα θυμῷ,
ὁππόσα μητιόωνται Ἐριννύες ἀνθρώποισιν
ἀργαλέοις· δοῖεν δὲ καὶ ἄλλοις Ἀργείοισιν
ὑσμίνας ὀλοὰς καὶ πένθεα δακρυόεντα,
αὐτῷ τʼ Ἀτρείδῃ Ἀγαμέμνονι· μηδʼ γʼ ἀπήμων
475 ἔλθοι ἑὸν ποτὶ δῶμα λιλαιόμενός περ ἱκέσθαι.
ἀλλὰ τί μοι στυγεροῖσι μετέμμεναι ἐσθλὸν ἐόντα;
ἐρρέτω Ἀργείων ὀλοὸς στρατός· ἐρρέτω αἰὼν
ἄσχετος· οὐ γὰρ ἔτʼ ἐσθλὸς ἔχει γέρας, ἀλλὰ χερείων
τιμήεις τε πέλει καὶ φίλτερος· γὰρ Ὀδυσσεὺς
480 τίετʼ ἐν Ἀργείοισιν, ἐμεῦ δʼ ἐπὶ πάγχυ λάθοντο
ἔργων θʼ, ὁππόσʼ ἔρεξα καὶ ἔτλην εἵνεκα λαῶν.
ὣς εἰπὼν πάϊς ἐσθλὸς ἐϋσθενέος Τελαμῶνος
Ἑκτόρεον ξίφος ὦσε διʼ αὐχένος· ἐκ δέ οἱ αἷμα
ἐσσύμενον κελάρυζεν. δʼ ἐν κονίῃσι τανύσθη
485 Τυφὼν ὥς, τὸν Ζηνὸς ἐνεπρήσαντο κεραυνοί·
ἀμφὶ δὲ γαῖα μέλαινα μέγα στονάχησε πεσόντος.
καὶ τότε δὴ Δαναοὶ κίον ἀθρόοι, ὡς ἐσίδοντο
κείμενον ἐν κονίῃσι· πάρος δέ οἱ οὔτις ἵκανεν
ἐγγύς, ἐπεὶ μάλα πάντας ἔχεν δέος εἰσορόωντας.
490 αἶψα δʼ ἄρα κταμένῳ περικάππεσον· ἀμφὶ δὲ κρᾶτα
πρηνέες ἐκχύμενοι κόνιν ἄσπετον ἀμφεχέοντο,
καί σφιν ὀδυρομένων γόος αἰθέρα δῖον ἵκανεν·
ὡς δʼ ὅταν εἰροπόκων ὀΐων ἄπο νήπια τέκνα
ἀνέρες ἐξελάσωσιν, ἵνα σφίσι δαῖτα κάμωνται,
495 αἱ δὲ μέγα σκαίρουσι διηνεκέως μεμακυῖαι
μητέρες ἐκ τεκέων σηκούς πέρι χηρωθέντας·
ὥς οἵ γʼ ἀμφʼ Αἴαντα μέγα στένον ἤματι κείνῳ
πανσυδίῃ· μέγα δέ σφιν ἐπέβραχε δάσκιος Ἴδη
καὶ πεδίον καὶ νῆες ἀπειρεσίη τε θάλασσα.
500 Τεῦκρος δʼ ἀμφʼ αὐτῷ μάλα μήδετο κῆρας ἐπισπεῖν
ἀργαλέας· τὸν δʼ ἄλλοι ἀπὸ ξίφεος μεγάλοιο
§5.502–5.663
εἶργον. δʼ ἀσχαλόων περικάππεσε τεθνειῶτι
δάκρυα πολλὰ χέων ἀδινώτερα νηπιάχοιο,
ὅς τε παρʼ ἐσχαρεῶνι τέφρην περιειμένος ὤμοις
505 κάκ κεφαλῆς μάλα πάμπαν ὀδύρεται ὀρφανὸν ἦμαρ
μητρὸς ἀποφθιμένης, μιν τρέφε νήιδα πατρός·
ὣς γε κωκύεσκε κασιγνήτοιο δαμέντος
ἑρπύζων περὶ νεκρόν, ἔπος δʼ ὀλοφύρετο τοῖον·
Αἶαν καρτερόθυμε, τί νύ τοι ἐβλάβετʼ ἦτορ
510 οἷ αὐτῷ στονόεντα φόνον καὶ πῆμα βαλέσθαι;
ἵνα Τρώιοι υἷες ὀϊζύος ἀμπνεύσωσιν,
Ἀργείους δʼ ὀλέσωσι σέθεν κταμένοιο κιόντες;
οὐ γὰρ τοῖσδʼ ἔτι θάρσος ὅσον πάρος ὀλλυμένοισιν
ἔσσεται ἐν πολέμῳ· σὺ γὰρ ἔπλεο πήματος ἄλκαρ·
515 οὐδʼ ἔτʼ ἐμοὶ νόστοιο τέλος σέο δεῦρο θανόντος
ἁνδάνει, ἀλλὰ καὶ αὐτὸς ἐέλδομαι ἐνθάδʼ ὀλέσθαι,
ὄφρα με σὺν σοὶ γαῖα φερέσβιος ἀμφικαλύπτῃ·
οὐ γάρ μοι τοκέων τόσσον μέλει, εἴ που ἔτʼ εἰσίν,
εἴ που ἔτʼ ἀμφινέμονται ἔτι ζωοὶ Σαλαμῖνα,
520 ὅσσον σεῖο θανόντος, ἐπεὶ σύ μοι ἔπλεο κῦδος.
ῥα μέγα στενάχων· ἐπὶ δʼ ἔστενε δῖα Τέκμησσα
Αἴαντος παράκοιτις ἀμύμονος, ἥνπερ ἐοῦσαν
ληιδίην σφετέρην ἄλοχον θέτο, καί μιν ἄνασσαν
πάντων ἔμμεν ἔτευξεν, ὅσων ἀνὰ δῶμα γυναῖκες
525 ἐδνωταὶ μεδέουσι παρʼ ἀνδράσι κουριδίοισιν·
δέ οἱ ἀκαμάτῃσιν ὑπʼ ἀγκοίνῃσι δαμεῖσα
Εὐρυσάκην τέκεθʼ υἱὸν ἐοικότα πάντα τοκῆι·
ἀλλʼ μὲν οὖν ἔτι τυτθὸς ἐνὶ λεχέεσσι λέλειπτο·
δὲ μέγα στενάχουσα φίλῳ περικάππεσε νεκρῷ
530 ἐντυπὰς ἐν κονίῃσι καλὸν δέμας αἰσχύνουσα·
καί ʼ ὀλοφυδνὸν ἄϋσε μέγʼ ἀχνυμένη κέαρ ἔνδον·
μοι ἐγὼ δύστηνος, ἐπεὶ θάνες, οὔτι δαϊχθεὶς
δυσμενέων παλάμῃσιν ἀνὰ μόθον, ἀλλὰ σοὶ αὐτῷ·
τῷ μοι πένθος ἄλαστον ἐποίχεται· οὐ γὰρ ἐώλπειν
535 σεῖο καταφθιμένοιο πολύστονον ἦμαρ ἰδέσθαι
ἐν Τροίῃ· τὰ δὲ πάντα κακαὶ διὰ Κῆρες ἔχευαν·
ὥς μʼ ὄφελον τὸ πάροιθε περὶ τραφερὴ χάνε γαῖα,
πρὶν σέο πότμον ἰδέσθαι ἀμείλιχον· οὐ γὰρ ἔμοιγε
ἄλλο χερειότερόν ποτʼ ἐσήλυθεν ἐς φρένα πῆμα,
540 οὐδʼ ὅτε με πρώτιστον ἐμῆς ἀποτηλόθι πάτρης
καὶ τοκέων εἴρυσσας ἅμʼ ἄλλῃς ληιάδεσσι
πόλλʼ ὀλοφυρομένην, ἐπεὶ νύ με τὸ πρὶν ἄνασσαν
αἰδοίην περ ἐοῦσαν ἐπήιε δούλιον ἦμαρ·
ἀλλά μοι οὔτε πάτρης θυμηδέος οὔτε τοκήων
545 μέμβλεται οἰχομένων, ὁπόσον σέο δῃωθέντος,
οὕνεκά μοι δειλῇ θυμήρεα πάντα μενοίνας,
καί ῥά μʼ ἔθηκας ἄκοιτιν ὁμόφρονα, καί ῥά μʼ ἔφησθα
τεύξειν αὐτίκʼ ἄνασσαν ἐϋκτιμένης Σαλαμῖνος
νοστήσας Τροίηθε· τὰ δʼ θεὸς ἄμμι τέλεσσεν·
550 ἀλλὰ σὺ μέν μοι ἄϊστος ἀποίχεαι, οὐδέ νύ σοί περ
μέμβλετʼ ἐμεῦ καὶ παιδός, ὅς οὐ πατρὶ τέρψεται ἦτορ,
οὐ σέο κοιρανίης ἐπιβήσεται, ἀλλά μιν ἄλλοι
δμῶα λυγρόν τεύξουσιν, ἐπεὶ πατρὸς οὐκέτʼ ἐόντος
νηπίαχοι κομέονται ὑπʼ ἄνδρεσσιν μάλα πολλὸν
555 χειροτέροις· ὀλοῇ γὰρ ὑπʼ ὀρφανίῃ βαρὺς αἰὼν
παισὶ πέλει, καὶ πήματʼ ἐπʼ ἄλλοθεν ἄλλα χέονται·
καὶ δέ με δειλαίην τάχα δούλιον ἵξεται ἦμαρ
οἰχομένου σέο πρόσθεν, μοι θεὸς ὥς ἐτέτυξο.
ὥς φ;μένην προσέειπε φίλα φρονέων Ἀγαμέμνων·
560 γύναι, οὔ νύ σέ τις δμωήν ποτε θήσεται ἄλλος
Τεύκρου ἔτι ζώοντος ἀμύμονος ἠδʼ ἐμεῦ αὐτοῦ·
ἀλλά σε τίσομεν αἰέν ἀπειρεσίοις γεράεσσι,
τίσομεν ὥστε θεήν, καὶ σὸν τέκος, ὡς ἔτʼ ἐόντος
ἀντιθέου Αἴαντος, ὅς ἔπλετο κάρτος Ἀχαιῶν.
565 αἴθʼ ὄφελον μηδʼ ἄλγος Ἀχαιίδα θήκατο πάσῃ
αὐτὸς ἐῇ ὑπὸ χειρὶ δαμείς· οὐ γάρ μιν ἀπείρων
δυσμενέων σθένε λαός ὑπʼ Ἄρεϊ δῃώσασθαι.
ὣς ἔφατʼ ἀχνύμενος κέαρ ἔνδοθεν· ἀμφὶ δὲ λαοὶ
οἰκτρὸν ἀνεστονάχησαν, ἐπίαχε δʼ Ἑλλήσποντος
570 μυρομένων, ὀλοὴ δὲ περὶ σφίσι πέπτατʼ ἀνίη.
καὶ δʼ αὐτόν λάβε πένθος Ὀδυσσέα μητιόεντα
κείνου ἀποκταμένοιο, καὶ ἀχνύμενος κατὰ θυμὸν
τοῖον ἔπος μετέειπεν ἀκηχεμένοισιν Ἀχαιοῖς·
φίλοι, ὡς οὔπω τι κακώτερον ἄλλο χόλοιο
575 γίνεται, ὅς τε βροτοῖσι κακὴν ἐπὶ δῆριν ἀέξει·
ὃς καὶ νῦν Αἴαντα πελώριον ἐξορόθυνεν
ἀμφʼ ἐμοὶ ἐν φρεσὶν ᾖσι χολούμενον· ὡς ὄφελόν μοι
μή ποτε Τρώιοι υἷες Ἀχιλλέος εἵνεκα τευχέων
νίκην ἀμφεβάλοντʼ ἐρικυδέα, τῆς πέρι θυμὸν
580 ἀχνύμενος πάϊς ἐσθλὸς ἐϋσθενέος Τελαμῶνος
ὤλετο χερσὶν ἑῇσι· χόλου δέ οἱ οὔτι ἔγωγε
αἴτιος, ἀλλά τις Αἶσα πολύστονος, μιν ἐδάμνα·
εἰ γάρ μοι κέαρ ἔνδον ἐνὶ στέρνοισιν ἐώλπει
κεῖνον ἀλαστήσειν καθʼ ἑὸν νόον, οὔτʼ ἄν ἔγωγε
585 ἦλθον ἐριδμαίνων νίκης ὕπερ, οὔτε τινʼ ἄλλον
ἐν Δαναοῖσιν ἔασα μεμαότα δηριάασθαι,
ἀλλὰ καὶ αὐτὸς ἔγωγε θεουδέα τεύχἐ ἀείρας
προφρονέως ἄν ὄπασσα, καὶ εἴ τί περ ἄλλο μενοίνα.
νῦν δέ μιν οὔτι ἔγωγε μέγʼ ἀχνύμενον χαλεπῆναι
590 ὠισάμην μετόπισθεν, ἐπεί ῥά οἱ οὔτε γυναικὸς
οὔτε περὶ πτόλιος μαχόμην οὔτʼ εὐρέος ὄλβου,
ἀλλά μοι ἀμφʼ ἀρετῆς νεῖκος πέλεν, ἦς πέρι δῆρις
τερπνὴ γίνεται αἰὲν ἐΰφροσιν ἀνθρώποισι·
κεῖνος δʼ ἐσθλὸς ἐὼν στυγερῇ ὑπὸ δαίμονος Αἴσῃ
595 ἤλιτεν· οὐ γὰρ ἔοικε μέγʼ ἀσχαλάαν ἐνὶ θυμῷ·
ἀνδρὸς γὰρ πινυτοῖο καὶ ἄλγεα πόλλʼ ἐπιόντα
τλῆναι ὑπὸ κραδίῃ στερεῇ φρενί, μηδʼ ἀκάχησθαι.
ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο.
ἀλλʼ ὅτε δὴ κορέσαντο γόου καὶ πένθεος αἰνοῦ·
600 δὴ τότε Νηλέος υἱὸς ἔτʼ ἀχνυμένοισιν ἔειπεν·
φίλοι, ὡς ἄρα Κῆρες ἀνηλέα θυμὸν ἔχουσαι
ἡμῖν αἶψʼ ἐβάλοντο λυγρῷ ἐπὶ πένθεϊ πένθος
Αἴαντος φθιμένοιο πολυσθενέος τʼ Ἀχιλῆος
ἄλλων τʼ Ἀργείων ἠδʼ υἱέος ἡμετέροιο
605 Ἀντιλόχου. ἀλλʼ οὔτι θέμις κταμένους ἐνὶ χάρμῃ
κλαίειν ἤματα πάντα καὶ ἀσχαλάαν ἐνὶ θυμῷ,
ἀλλὰ γόου λήσασθαι ἀεικέος, οὕνεκʼ ἄμεινον
ἕρδειν, ὅσσα βροτοῖσιν ἐπὶ φθιμένοισιν ἔοικε,
πυρκαϊήν καὶ σῆμα, καὶ ὀστέα ταρχύσασθαι·
610 νεκρὸς δʼ οὔτι γόοισιν ἀνέγρεται, οὐδέ τι οἶδε
φράσσασθʼ, εὖτέ Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν.
ῥα παρηγορέων· περὶ δʼ ἀντίθεοι βασιλῆες
ἀθρόοι αἶψʼ ἀγέροντο μέγʼ ἀχνύμενοι κέαρ ἔνδον,
καί μέγαν περʼ ἐόντα θοῶς ποτὶ νῆας ἔνεικαν
615 πολλοὶ ἀείραντες· κατὰ δὲ σπείροισι κάλυψαν
αἷμʼ ἀποφαιδρύναντες, οἱ βριαροῖς μελέεσσι
τερσόμενον περίκειτο καὶ ἔντεσι σὺν κονίῃσι·
καὶ τότʼ ἀπʼ Ἰδαίων ὀρέων φέρον ἄσπετον ὕλην
αἰζηοί, πάντη δὲ νέκυν πέρι νηήσαντο·
620 πολλὰ δʼ ἄρʼ ἀμφʼ αὐτῷ θῆκαν ξύλα, πολλὰ δὲ μῆλα
φάρεά τʼ εὐποίητα βοῶν τʼ ἐρικυδέα φῦλα
ἠδὲ καὶ ὠκυτάτοισιν ἀγαλλομένους ποσὶν ἵππους
χρυσόν τʼ αἰγλήεντα καὶ ἄσπετα τεύχεα φωτῶν,
ὅσσα πάρος κταμένων ἀποαίνυτο φαίδιμος ἀνήρ,
625 ἤλεκτρόν τʼ ἐπὶ τοῖσι διειδέα, τόν ῥά τέ φασιν
ἔμμεναι Ἠελίοιο πανομφαίοιο θυγατρῶν
δάκρυ, τὸ δὴ Φαέθοντος ὑπὲρ κταμένοιο χέαντο
μυρόμεναι μεγάλοιο παρὰ ῥόον Ἠριδανοῖο,
καὶ τὸ μὲν Ἠέλιος γέρας ἄφθιτον υίέϊ τεύχων
630 ἤλεκτρον ποίησε μέγα κτέαρ ἀνθρώποισι,
τόν ῥα τότʼ εὐρυπέδοιο πυρῆς καθύπερθε βάλοντο
Ἀργεῖοι κλυτὸν ἄνδρα δεδουπότα κυδαίνοντες
Αἴαντʼ· ἀμφὶ δέ οἱ μέγαλα στενάχοντες ἔθεντο
τιμήεντʼ ἐλέφαντα καὶ ἄργυρον ἱμερόεντα
635 ἠδὲ καὶ ἀμφιφορῆας ἀλείφατος ἄλλα τε πάντα,
ὁππόσα κυδήεντα καὶ ἀγλαὸν ὄλβον ὀφέλλει.
ἐν δʼ ἔβαλον κρατεροῖο πυρὸς μένος· ἦλθε δὲ πνοιὴ
ἐξ ἁλός, ἣν προέηκε θεὰ Θέτις, ὄφρα θέρηται
Αἴαντος μεγάλοιο βίη· δὲ νύκτα καὶ ἠῶ
640 καίετο πὰρ νήεσσιν ἐπειγομένου ἀνέμοιο·
οἷός που τὸ πάροιθε Διὸς στονόεντι κεραυνῷ
Ἐγκέλαδος δέδμητο κατʼ ἀκαμάτοιο θαλάσσης
Θρινακίης ὑπένερθεν, ὅλη δʼ ὑπετύφετο νῆσος·
οἷος ζώοντα μέλη πυρὶ δῶκε θέρεσθαι
645 Ἡρακλέης Νέσσοιο δολοφροσύνῃσι χαλεφθείς,
ὁππότʼ ἔτλη μέγα ἔργον, ὅλη δʼ ἀμφέστενεν Οἴτη
ζωοῦ καιομένοιο, μίγη δέ οἱ ἠέρι θυμὸς
ἄνδρα λιπὼν ἀρίδηλον, ἐνεκρίνθη δὲ θεοῖσιν
αὐτός, ἐπεί οἱ σῶμα πολύκμητον χάδε γαῖα·
650 τοῖος ἄρʼ ἐν πυρὶ κεῖτο λελασμένος ἰωχμοῖο
Αἴας σὺν τεύχεσσι· πολὺς δʼ ἐστείνετο λαὸς
αἰγιαλοῖς· Τρῶες δʼ ἐγάνυντʼ, ἀκάχοντο δʼ Ἀχαιοι.
ἀλλʼ ὅτε δὴ δέμας ἠῢ κατήνυσε πῦρ ἀΐδηλον,
δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δʼ αὐτοῦ
655 χηλῷ ἐνὶ χρυσέῃ θῆκαν· περὶ δέ σφισι γαῖαν
χεῦαν ἀπειρεσίην Ῥοιτηίδος οὐχ ἑκὰς ἀκτῆς.
αὐτίκα δʼ ἐσκίδναντο πολυσκάρθμους ἐπὶ νῆας
θυμὸν ἀκηχέμενοι· τὀν γὰρ τίον ἶσον Ἀχιλλεῖ.
νὺξ δʼ ἐπόρουσε μέλαινα μετʼ ἀνέρας ὕπνον ἄγουσα·
660 οἱ δʼ ἄρα δαῖτʼ ἐπάσαντο καὶ Ἠριγένειαν ἔμιμνον,
βαιὸν ἀποβρίξαντες ἀραιοῖσι βλεφάροισιν·
αἰνῶς γὰρ φοβέοντο κατὰ φρένα, μή σφισι Τρῶες
νυκτὸς ἐπέλθωσιν Τελαμωνιάδαο θανόντος.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up