§11.1–11.125
Τρωαὶ δὲ στενάχοντο κατὰ πτόλιν, οὐδʼ ἐδύναντο
ἐλθέμεναι ποτὶ τύμβον, ἐπεὶ μάλα τηλόθʼ ἔκειτο
ἄστεος αἰπεινοῖο· νέοι δʼ ἔκτοσθε πόληος
νωλεμέως πονέοντο· μάχη δʼ οὐ λῆγε φόνοιο,
5
καίπερ Ἀλεξάνδροιο δεδουπότος, οὕνεκʼ Ἀχαιοὶ
Τρωσὶν ἐπεσσεύοντο ποτὶ πτόλιν, οἱ δὲ καὶ αὐτοὶ
τείχεος ἤιον ἐκτός ἐπεί σφεας ἦγεν ἀνάγκη·
ἐν γὰρ δὴ μέσσοισιν Ἔρις στονόεσσά τʼ Ἐνυὼ
στρωφῶντʼ, ἀργαλέῃσιν Ἐριννύσιν εἴκελαι ἄντην,
10
ἄμφω ἀπὸ στομάτων ὀλοὸν πνείουσαι ὄλεθρον·
ἀμφʼ αὐτοῖσι δὲ Κῆρες ἀναιδέα θυμὸν ἔχουσαι
ἀργαλέως μαίνοντο· φόβος δʼ ἑτέρωθι καὶ Ἄρης
λαοὺς ὀτρύνεσκον· ἐφέσπετο δέ σφισι Δεῖμος
φοινήεντι λύθρῳ πεπαλαγμένος, ὄφρα ἑ φῶτες
15
οἱ μὲν καρτύνωνται ὁρώμενοι, οἱ δὲ φέβωνται·
πάντῃ δʼ αἰγανέαι τε καὶ ἔγχεα καὶ βέλἐ ἀνδρῶν,
ἄλλυδις ἄλλα χέοντο κακοῦ μεμαῶτα φόνοιο·
ἀμφὶ δʼ ἄρα σφίσι δοῦπος ἐρειδομένοισιν ὀρώρει,
μαρναμένων ἑκάτερθε κατὰ φθισήνορα χάρμην.
20
Ἔνθʼ ἄρα Λαοδάμαντα Νεοπτόλεμος κατέπεφνεν,
ὃς τράφη ἐν Λυκίῃ Ξάνθου παρὰ καλὰ ῥέεθρα,
ὅν ποτʼ ἐριγδούποιο Διὸς δάμαρ ἀνθρώποισι
Λητὼ δἶ ἀνέφηνεν ἀναρρήξασα χέρεσσι
τρηχὺ πέδον Λυκίης ἐρικυδέος, ὁππόθʼ ἑοῖο
25
θεσπεσίου τοκετοῖο πολυτλήτῃσιν ἀνίῃ
δάμναθʼ ὑπʼ ὠδίνεσσιν, ὅσην ὠδῖνες ἔγειρον.
τῷ δʼ ἔπι Νῖρον ὄλεσσε βαλὼν ἀνὰ δηιοτῆτα
δουρὶ διὰ γναθμοῖο· πέρησε δέ οἱ στόμα χαλκὸς
γλῶσσάν τʼ αὐδήεσσαν· ὁ δʼ ἔγχεος ἄσχετον αἰχμὴν
30
ἄμφεχε βεβρυχώς· περὶ δʼ ἔρρεεν αἷμα γένυσσι
φθεγγομένου· καὶ τὸν μὲν ὑπὸ κρατερῆς χερὸς ἀλκῇ
ἐγχείη στονόεσσα ποτὶ χθονὸς οὖδας ἔρεισε
δευόμενον θυμοῖο. βάλεν δʼ Εὐήνορα δῖον
τυτθὸν ὑπὲρ λαπάρην, διὰ δʼ ἤλασεν ἐς μέσον ἧπαρ
35
αἰχμήν· τῷ δʼ ἀλεγεινὸς ἄφαρ συνέκυρσεν ὄλεθρος.
εἷλε δʼ ἄρʼ Ἰφιτίωνα καὶ Ἱππομέδοντα δάμασσε
Μαινάλου ὄβριμον υἷα, τὸν Ὡκυρόη τέκε Νύμφη
Σαγγαρίου ποταμοῖο παρὰ ῥόον· οὐδέ νυ τόν γε
δέξατο νοστήσαντα· κακὴ δέ ἑ Κὴρ ἀπάμερσε
40
παιδὸς ἀνιηρῶς, μέγα δʼ υἱέος ἔμβαλε πένθος.
Αἰνείας δὲ Βρέμοντα καὶ Ἀνδρόμαχον κατέπεφνεν,
ὃς τράφη ἐν Κνωσσῷ, ὁ δʼ ἄρα ζαθέῃ ἐνὶ Λύκτῳ·
ἄμφω δʼ εἰς ἕνα χῶρον ἀπʼ ὠκυπόδων πέσον ἵππων·
καί ῥʼ ὁ μὲν ἀσπαίρεσκε πεπαρμένος ἔγχεϊ μακρῷ
45
λαιμόν, ὁ δʼ ἀλγινόεντος ἀνὰ κροτάφοιο θέμεθλα
χερμαδίῳ στονόεντι μάλα κρατερῆς ἀπὸ χειρὸς
βλήμενος ἐκπνείεσκε, μέλας δέ μιν ἄμφεχε πότμος.
ἵπποι δʼ ἐπτοίηντο καὶ ἡνιόχων ἀπάνευθε
φεύγοντες πολλοῖσιν ἐνεπλάζοντο νέκυσσι·
50
καὶ τοὺς μὲν θεράποντες ἀμύμονος Αἰνείαο
μάρψαντες κεχάροντο φίλῃ περὶ ληίδι θυμόν.
ἔνθα Φιλοκτήτης ὀλοῷ βάλε Πείρασον ἰῷ
φεύγοντʼ ἐκ πολέμοιο· διέθρισε δʼ ἀγκύλα νεῦρα
γούνατος ἐξόπιθεν, κατὰ δʼ ἔκλασεν ἀνέρος ὁρμήν·
55
καὶ τὸν μὲν Δαναῶν τις ὅτʼ ἔδρακε γυιωθέντα
ἐσσυμένως ἀπάμερσε καρήατος ἄορι τύψας
ἀλγινόεντα τένοντα· κόλον δʼ ὑπεδέξατο γαῖα
σῶμα· κάρη δʼ ἀπάτερθε κυλινδομένη πεφόρητο
φωνῆς ἱεμένοιο· ταχὺς δʼ ἅμʼ ἀπέπτατο θυμός.
60
Πουλδάμας δὲ Κλέωνα καὶ Εὐρύμαχον βάλε δουρί,
οἱ Σύμηθεν ἵκανον ὑπὸ Νιρῆι ἄνακτι
ἄμφω ἐπιστάμενοι δόλον ἰχθύσι μητίσασθαι
αἰνοῦ ὑπʼ ἀγκίστροιο, βαλέσθαι τʼ εἰς ἅλα δῖαν
δίκτυα καὶ παλάμῃσι περιφραδέως ἀπὸ νηὸς
65
ἰθὺ καὶ αἶψα τρίαιναν ἐπʼ ἰχθύσι νωμήσασθαι·
ἀλλʼ οὔ σφιν τότε πῆμα θαλάσσια ἤρκεσεν ἔργα.
Εὐρύπυλος δὲ μενεπτόλεμος κτάνε φαίδιμον Ἕλλον,
τόν ῥα παρὰ λίμνῃ Γυγαίῃ γείνατο μήτηρ
Κλειτὼ καλλιπάρῃος· ὁ δʼ ἐν κονίῃσι τανύσθη
70
πρηνής· τοῦ δʼ ἀπάτερθεν ὁμῶς δόρυ κάππεσε μακρὸν
ὤμου ἀπὸ βριαροῖο κεκομμένη ἄορι λυγρῷ
χεὶρ ἔτι μαιμώωσα ποτὶ κλόνον ἔγχος ἀεῖραι
μαψιδίως· οὐ γάρ μιν ἀνὴρ εἰς ἔργον ἐνώμα,
ἀλλʼ αὕτως ἤσπαιρεν ἅτε βλοσυροῖο δράκοντος
75
οὐρὴ ἀποτμηθεῖσʼ ἀναπάλλεται, οὐδέ οἱ ἀλκὴ
ἕσπεται ἐς πόνον αἰπύν, ἵνα χραύσαντα διώξῃ·
ὣς ἄρα δεξιτερὴ κρατερόφρονος ἀνδρὸς ἐς αἰχμὴν
ὥρμαινεν πονέεσθαι· ἀτὰρ μένος οὐκέτʼ ὀπήδει.
αὐτὰρ Ὀδυσσεὺς Αἶνον ἐνήρατο καὶ Πολύιδον
80
ἄμφω Κητείους, τὸν δούρατι, τὸν δʼ ἀλεγεινῷ
ἄορι δῃώσας. Σθένελος δʼ ἕλε δῖον Ἄβαντα
αἰγανέην προϊείς· ἡ δʼ ἀσφαράγοιο διαπρὸ
ἐσσυμένη ἀλεγεινὸν ἐς ἰνίου ἦλθε τένοντα·
λῦσε δʼ ἄρʼ ἀνέρος ἦτορ, ὑπέκλασε δʼ ἅψεα πάντα.
85
Τυδείδης δʼ ἕλε Λαόδοκον, Μέλιον δʼ Ἀγαμέμνων,
Δηίφοβος δὲ Δρύαντα καὶ Ἄλκιμον· αὐτὰρ Ἀγήνωρ
Ιππασον ἐξενάριξεν ἀγακλειτόν περ ἐόντα,
ὅς ῥʼ ἀπὸ Πηνειοῦ ποταμοῦ κίεν· οὐδʼ ἐρατεινὰ
θρέπτρα τοκεῦσιν ἔδωκεν, ἐπεί ῥά μιν ἔκλασε δαίμων.
90
ἔνθα Θόας ἐδάμασσε Λάλον καὶ ἀγήνορα Λύγκον,
Μηριόνης δὲ Λυκῶνα, καὶ Ἀρχίλοχον Μενέλαος,
ὅς ῥά τε Κωρυκίην ὑπὸ δειράδα ναιετάασκε
πέτρην θʼ Ἡφαίστοιο περίφρονος, ἥ τε βροτοῖσι
θαῦμα πέλει· δὴ γάρ οἱ ἐναίθεται ἀκάματον πῦρ
95
ἄσβεστον νυκτός τε καὶ ἤματος· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
φοίνικες θαλέθουσι, φέρουσι δʼ ἀπείρονα καρπόν,
ῥίζης καιομένης ἅμα λάεσιν· ἀλλὰ τὸ μέν που
ἀθάνατοι τεύξαντο καὶ ἐσσομένοισιν ἰδέσθαι.
Τεῦκρος δʼ Ἱππομέδοντος ἀμύμονος υἷα Μενοίτην
100
ἐσσυμένως ὥρμαινε βαλεῖν ἐπιόντα βελέμνῳ·
καί ῥα νόῳ καὶ χερσὶ καὶ ὄμμασιν ἰθύνεσκεν
ἰὸν ἀπὸ γναμπτοῖο κεράατος· ὃς δʼ ἀλεγεινὸν
ἆλτο θοῆς ἀπὸ χειρὸς ἐς ἀνέρα· τῷ δʼ ὕπο νευρὴ
εἰσέτι που κανάχιζεν· ὁ δʼ ἀντίον ἀσπαίρεσκε
105
βλήμενος, οὕνεκα Κῆρες ὁμῶς φορέοντο βελέμνῳ
καίριον ἐς κραδίην, ὅθι περ νόος ἕζεται ἀνδρῶν
καὶ μένος, ὀτραλέαι δὲ ποτὶ μόρον εἰσὶ κέλευθοι.
Εὐρύαλος δʼ ἄρα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρὸς
λᾶα μέγαν, Τρώων δὲ θοὰς ἐλέλιξε φάλαγγας·
110
ὡς δʼ ὅτε τις γεράνοισι τανυφθόγγοισι χολωθεὶς
οὖρος ἀνὴρ πεδίοιο μέγʼ ἀσχαλόων ἐπορούσῃ,
δινήσας περὶ κρατὶ θοῇ χερὶ νεῦρα βόεια
λᾶα βάλῃ κατέναντα, διασκεδάσῃ δʼ ὑπὸ ῥοίζῳ
ἠέρι πεπταμένας δολιχὰς στίχας, αἱ δὲ φέβονται,
115
ἄλλη δʼ εἰς ἑτέρην εἰλεύμεναι ἀΐσσουσι
κλαγγηδὸν μάλα πάγχυ, πάρος κατὰ κόσμον ἰοῦσαι·
ὣς ἄρα δυσμενέες φοβερὸν βέλος ἀμφεφόβηθεν
ὀβρίμου Εὐρυάλοιο· τὸ δʼ οὐχ ἅλιον φέρε δαίμων,
ἀλλʼ ἄρα σὺν πήληκι κάρη κρατεροῖο Μέλητος
120
θλάσσε περὶ γλήνῃστ· μόρος δʼ ἐκίχανεν ἀρητός.
ἄλλος δʼ ἄλλον ἔπεφνε, περιστεναχίζετο δʼ αἶα·
ὡς δʼ ὅτʼ ἐπιβρίσαντος ἀπειρεσίου ἀνέμοιο
λάβρον, ὑπὸ ῥιπῆς βαρυηχέος ἄλλυδις ἄλλα
δένδρεα μακρὰ πέσῃσιν ὑπὲκ ῥιζέων ἐριπόντα
125
ἄλσεος εὐρυπέδοιο, βρέμει δέ τε πᾶσα περὶ χθών·
§11.126–11.251
ὣς οἵ γʼ ἐν κονίῃσι πέσον, κανάχησε δὲ τεύχη
ἄσπετον, ἀμφὶ δὲ γαῖα μέγʼ ἔβραχεν· οἱ δὲ κυδοιμοῦ
ἀργαλέου μνώοντο, μετὰ σφίσι πῆμα τιθέντες.
καὶ τότʼ ἄρʼ Αἰνείαο μόλε σχεδὸν ἠῢς Ἀπόλλων
130
ἠδʼ Ἀντηνορίδαο δαΐφρονος Εὐρυμάχοιο·
οἱ γὰρ δὴ μάρναντο πολυσθενέεσσιν Ἀχαιοῖς
ἄγχι μάλʼ ἑσταότες κατὰ φύλοπιν, εὖθʼ ὑπʼ ἀπήνῃ
δοιοὶ ὁμηλικίη κρατεροὶ βόες, οὺδʼ ἀπέληγον
ὑσμίνης· τοὺς δʼ αἶψα θεὸς ποτὶ μῦθον ἔειπεν
135
μάντεϊ εἰδόμενος Πολυμήστορι, τόν ποτε μήτηρ
γείνατʼ ἐπὶ Ξάνθοιο ῥοαῖς θεράπονθʼ Ἑκάτοιο·
Εὐρύμαχʼ Αἰνεία τε θεῶν γένος, οὔτι ἔοικεν
ὑμέας Ἀργείοισιν ὑπεικέμεν· οὐδὲ γὰρ αὐτὸς
ὔμμιν ὑπαντιάσας κεχαρήσεται ὄβριμος Ἄρης,
140
ἢν ἐθέλητε μάχεσθαι ἀνὰ κλόνον, οὕνεκα Μοῖραι
μακρὸν ἐπʼ ἀμφοτέροισι βίου τέλος ἐκλώσαντο.
ὣς εἰπὼν ἀνέμοισι μίγη καὶ ἄϊστος ἐτύχθη·
οἱ δὲ νόῳ φράσσαντο θεοῦ μένος· αἶψα γὰρ αὐτοῖς
θάρσος ἀπειρέσιον κατεχεύατο· μαίνετο δέ σφι
145
θυμὸς ἐνὶ στήθεσσι, καὶ ἔνθορον Ἀργείοισιν,
ἀργαλέοις σφήκεσσιν ἐοικότες, οἵ τʼ ἀλεγεινὸν
ἐκ θυμοῦ κοτέοντες ἐπιβρίσωσι μελίσσαις,
ἅς τε περὶ σταφυλῇς αὐαινομένῃς ἐν ὀπώρῃ
ἐρχομένας ἐσίδωσιν ἢ ἐκ σίμβλοιο θορούσας·
150
ὣς ἄρα Τρώιοι υἷες ἐϋπτολέμοισιν Ἀχαιοῖς
ἔνθορον ἐσσυμένως· κεχάροντο δὲ Κῆρες ἐρεμναὶ
μαρναμένων· ἐγέλασσε δʼ Ἄρης· ἰάχησε δʼ Ἐνυὼ
σμερδαλέον· μέγα δέ σφιν ἐπέβραχεν αἰόλα τεύχη.
οἱ δʼ ἄρα δυσμενέων ἀπερείσια φῦλα δάϊζον
155
χερσὶν ἀμαιμακέτῃσι· κατηρείποντο δὲ λαοὶ
αὕτως, ἠΰτʼ ἄμαλλα θέρευς εὐθαλπέος ὥρῃ,
ἥν ῥά τʼ ἐπιστέρχωσι θοοὶ χέρας ἀμητῆρες
δασσάμενοι κατʼ ἄρουραν ἀπείρονα μακρὰ πέλεθρα·
ὣς ἄρα τῶν ὑπὸ χερσὶ κατηρείποντο φάλαγγες
160
μυρίαι· ἀμφὶ δὲ γαῖα νεκρῶν περιπεπληθυῖα
αἵματι πλημμύρεσκεν· ἔρις δʼ ἄρʼ ἰαίνετο θυμῷ
ὀλλυμένων· οἱ δʼ οὔτι κακοῦ παύοντο μόθοιο,
ἀλλʼ ἅτε μῆλα λέοντες ἐπήιον· οἱ δʼ ἄρα φύζης
λευγαλέης μνώοντο καὶ ἐξ ὀλοοῦ πολέμοιο
165
φεῦγον, ὅσοις ἀδάϊκτον ἔτι σθένος ἐν ποσὶ κεῖτο.
υἱὸς δʼ Ἀγχίσαο δαΐφρονος αἰὲν ὀπήδει
δυσμενέων μετόπτσθεν ὑπʼ ἔγχεϊ νῶτα δαΐζων,
Εὐρύμαχος δʼ ἑτέρωθεν· ἰαίνετο δʼ ἄμβροτον ἦτορ
ὑψόθεν εἰσορόωντος ἑκηβόλου Ἀπόλλωνος.
170
ὡς δʼ ὅτε τις σιάλοισιν ἀνὴρ ἐς λήιον αὖον
ἐρχομένοις, πρὶν ἄμαλλαν ὑπʼ ἀμητῆρσι δαμῆναι,
ἀντίʼ ἐπισσεύῃ κρατεροὺς κύνας, οἱ δʼ ὁρόωντες
ἐσσυμένους τρομέουσι, καὶ οὐκέτι μέμβλεται αὐτοῖς
εἴδατος, ἀλλὰ τρέπονται ἀνιηρὴν ἐπὶ φύζαν
175
πανσυδίῃ, τοὺς δʼ αἶψα κύνες κατὰ ποσσὶ κιχόντες
ἐξόπιθεν δάπτουσιν ἀμείλιχα, τοὶ δὲ φέβονται
μακρὸν ἀνιύζοντες, ἄναξ δʼ ἐπιτέρπετʼ ἀρούρης·
ὣς ἄρʼ ἰαίνετο Φοῖβος, ὅτʼ ἔδρακεν ἐκ πολέμοιο
φεύγοντʼ Ἀργείων πουλὺν στρατόν· οὐ γὰρ ἔτʼ αὐτοῖς
180
ἔπγʼ ἀνδρῶν μεμέλητο· πόδας δʼ εὔχοντο θεοῖσιν
ὦκα φέρειν· μούνοις γὰρ ἔτʼ ἐν ποσὶν ἔπλετο νόστου
ἐλπωρή· πάντας γὰρ ἐπήιεν ἔγχεϊ θύων
Εὐρύμαχός τε καὶ Αἰνείας, σὺν δέ σφιν ἑταῖροι.
ἔνθα τις Ἀργείων, ἢ κάρτεϊ πάγχυ πεποιθώς,
185
ἢ Μοίρης ἰότητι, λιλαιομένης μιν ὀλέσσαι,
φεύγοντʼ ἐκ πολέμοιο δυσηχέος ἵππον ἔρυκε
γνάμψαι ἐπειγόμενος ποτὶ φύλοπιν, ὄφρα μάχηται
ἀντία δυσμενέων· τὸν δʼ ὀβριμόθυμος Ἀγήνωρ
παρφθάμενος μυῶνα κατʼ ἀλγινόεντα δάϊξεν
190
ἀμφιτόμῳ βουπλῆγι· βίῃ δʼ ὑπόειξε σιδήρου
ὀστέον οὐταμένοιο βραχίονος· ἀμφὶ δὲ νεῦρα
ῥηιδίως ἤμησε· φλέβες δʼ ὑπερέβλυσαν αἷμα·
ἀμφεχύθη δʼ ἵπποιο κατʼ αὐχένος· αἶψα δʼ ἄρʼ αὐτὸς
κάππεσεν ἀμφὶ νέκυσσι· λίπεν δʼ ἄρα χεῖρα κραταιὴν
195
στερρὸν ἔτ ἐμπεφυυῖαν ἐϋγνάμπτοιο χαλινοῦ,
οἵη ἔτι ζώοντος ἔην· μέγα δʼ ἔπλετο θαῦμα,
οὕνεκα δὴ ῥυτῆρος ἀπεκρέμαθʼ αἱματόεσσα
Ἄρεος ἐννεσίῃσι φόβον δηίοισι φέρουσα·
φαίης κεν χατέουσαν ἔθʼ ἱππασίης πονέεσθαι.
200
σῆμα δέ μιν φέρεν ἵππος ἀποκταμένοιο ἄνακτος.
Αἰνείας δʼ ἐδάμασσε βαλὼν ὑπὲρ ἰξύα δουρὶ
Αἰθαλίδην· αἰχμὴ δὲ παρʼ ὀμφαλὸν ἐξεπέρησεν
ἔγκατʼ ἐφελκομένη· ὁ δʼ ἄρʼ ἐν κονίῃσι τανύσθη
συμμάρψας χείρεσσιν ὁμῶς χολάδεσσιν ἀκωκὴν
205
δεινὰ μάλα στενάχων, γαίῃ δʼ ἐνέρεισεν ὀδόντας
βεβρυχώς· ψυχὴ δὲ καὶ ἄλγεα κάλλιπον ἄνδρα.
Ἀργεῖοι δὲ βόεσσιν ἐοικότες ἐπτοίηντο,
οὕς τʼ ἄμοτον μεμαῶτας ὑπὸ ζεύγλῃ καὶ ἀρότρῳ
τύψῃ ὑπὸ λαπάρην ταναοῖς ὑπὸ χείλεσιν οἶστρος
210
αἵματος ἱέμενος, τοὶ δʼ ἄσπετον ἀσχαλόωντες
ἔργου ἑκὰς φεύγουσιν, ἐπὶ σφίσι δʼ ἄχνυται ἀνὴρ
ἀμφότερον πονέων τε πόνον, τρομέων τʼ ἐπὶ βουσί,
μὴ δή που κατόπισθεν ἐπαΐσσοντος ἀρότρου
κέρσῃ νεῦρα σίδηρος ἀμείλιχος ἐν ποσὶ κύρσας·
215
ὣς Δαναοὶ φοβέοντο· περὶ σφίσι δʼ ἄχνυτο θυμὸν
υἱὸς Ἀχιλλῆος· μέγα δʼ ἴαχε λαὸν ἐέργων·
ἆ δειλοί, τί φέβεσθε ἐοικότες οὐτιδανοῖσι
ψήρεσιν, οὕς τʼ ἐφόβησεν ἰὼν κατεναντία κίρκος;
ἀλλʼ ἄγε θέσθʼ ἔνι θυμόν, ἐπεὶ πολὺ λώιόν ἐστι
220
τεθνάμεν ἐν πολέμῳ ἢ ἀνάλκιδα φύζαν ἑλέσθαι.
ὣς φάτο· τοὶ δʼ ἐπίθοντο θρασὺν νόον ἐν φρεσὶ θέντες
ἐσσυμένως· ὁ δὲ Τρωσὶ μέγα φρονέων ἐνόρουσε
πάλλων ἐν χείρεσσι θοὸν δόρυ· τῷ δʼ ἄρα λαοὶ
Μυρμιδόνων ἐφέποντο βίην ἀτάλαντον ἀέλλῃ
225
ἐν στέρνοισιν ἔχοντες· ἀνέπνευσαν δὲ κυδοιμοῦ
Ἀργεῖοι· ὁ δʼ ἄρʼ αἶψα φίλῳ πατρὶ θυμὸν ἐοικὼς
ἄλλον ἐπʼ ἄλλῳ ἔπεφνε κατὰ μόθον· οἱ δʼ ἀπιόντες
χἀζοντʼ, ἠΰτε κύμαθʼ, ἅ τʼ ἐκ βορέαο θυέλλης
πόλλʼ ἐπιπαφλάζοντα κυλίνδεται αἰγιαλοῖσιν
230
ὀρνύμενʼ ἐκ πόντοιο, τὰ δʼ ἔκποθεν ἄλλος ἀήτης
ἀντίον ἀΐξας μεγάλῃ περὶ λαίλαπι θύων
ὤσῃ ἀπʼ ἠιόνων Βορέω ἔτι βαιὸν ἀέντος·
ὣς Τρῶας Δαναοῖσιν ἐποιχομένους τὸ πάροιθεν
υἱὸς Ἀχιλλῆος θεοειδέος ὦσεν ὀπίσσω
235
τυτθόν, ἐπεὶ μένος ἠῢ θρασύφρονος Αἰνείαο
φευγέμεν οὐκ εἴασκε, μένειν δʼ ἀνὰ φύλοπιν αἰνὴν
θαρσαλέως· ἑκάτερθε ἴσην ἐτάνυσσεν Ἐνυὼ
ὑσμίνην. ἀλλʼ οὔτι καταντίον Αἰνείαο
υἱὸς Ἀχιλλῆος πῆλεν δόρυ πατρὸς ἑοῖο,
240
ἀλλʼ ἄλλῃ τρέπε θυμόν, ἐπεὶ Θέτις ἀγλαόπεπλος
ἁζομένη Κυθέρειαν ἀπέτραπεν υἱωνοῖο
θυμὸν καὶ μέγα κάρτος ἐπʼ ἄλλων ἔθνεα λαῶν.
ἐνθʼ ὁ μὲν ἂρ Τρώων πολέας κτάνεν, ὃς δʼ αρʼ Ἀχαιῶν
δάμνατο μυρία φῦλα· δαϊκταμένων δʼ ἐνὶ χάρμῃ
οἰωνοὶ κεχάροντο μεμαότες ἔγκατα φωτῶν
245
δαρδάψαι καὶ σάρκας· ἐπεστενάχοντο δὲ Νύμφαι
καλλιρόου Σιμόεντος ἰδὲ Ξάνθοιο θύγατρες.
καί ῥʼ οἱ μὲν πονέοντο· κόνιν δʼ ἀκάμαντες ἀῆται
ὦρσαν ἀπειρεσίην· ἤχλυσε δὲ πᾶσαν ὕπερθεν
ἠέρα θεσπεσίην, ὥς τʼ ἀπροτίοπτος ὀμίχλη,
250
οὐδʼ ἄρα φαίνετο γαῖα, βροτῶν δʼ ἀμάθυνεν ὀπωπάς·
ἀλλὰ καὶ ὣς μάρναντο· καὶ ἐς χέρας ὅντινʼ ἕλοντο
§11.252–11.377
κτεῖνον ἀνηλεγέως, καὶ εἰ μάλα φίλτατος ἦεν·
οὐ γὰρ ἔην φράσσασθαι ἀνὰ κλόνον οὔτʼ ἐπιόντα
δήιον οὔτʼ ἄρʼ ἑταῖρον· ἀμηχανίη δʼ ἔχε λαούς.
255
καί νύ κε μίγδʼ ἐγένοντο καὶ ἀργαλέως ἀπόλοντο
πάντες ὁμῶς ὀλοοῖσι περὶ ξιφέεσσι πεσόντες
ἀλλήλων, εἰ μή σφιν ἀπʼ Οὐλύμποιο Κρονίων
ἤρκεσε τειρομένοισι, κόνιν δʼ ἀπάτερθεν ἔλασσεν
ὑσμίνης, ὀλοὰς δὲ κατεπρήϋνεν ἀέλλας.
260
οἱ δʼ ἔτι δηριόωντο· πόνος δʼ ἄρα τοῖσιν ἐτύχθη
πολλὸν ἐλαφρότερος· δέρκοντο γὰρ εἴτε δαΐξαι
χρειὼ δήϊον ἄνδρα κατὰ κλόνον, εἴτʼ ἀλέασθαι.
καί ῥʼ ὁτὲ μὲν Δαναοὶ Τρώων ἀνέεργον ὅμιλον
ἄλλοτε δʼ αὖ Τρῶες Δαναῶν στίχας· ἔπλετο δʼ αἰνὴ
265
ὑσμίνη· νιφάδεσσι δʼ ἐοικότα πίπτε βέλεμνα
ἀμφοτέρωθεν ἰόντα· δέος δʼ ἔχε μηλοβοτῆρας
ἔκποθεν Ἰδαίων ὀρέων ὁρόωντας ἀϋτήν.
καί τις ἐς αἰθέρα χεῖρας ἐπουρανίοισιν ἀείρων
εὔχετο, δυσμενέας μὲν ὑπʼ Ἄρεϊ πάντας ὀλέσθαι,
270
Τρῶας δὲ στονόεντος ἀναπνεῦσαι πολέμοιο,
ἦμαρ δʼ εἰσιδέειν ποτʼ ἐλεύθερον· ἀλλά οἱ οὔτι
ἔκλυον· αἶσα γὰρ ἄλλα πολύστονος ὁρμαίνεσκεν·
ἅζετο δʼ οὔτε Ζῆνα πελώριον, οὔτε τινʼ ἄλλων
ἀθανάτων· οὐ γάρ τι μετατρέπεται νόος αἰνὸς
275
κείνης, ὅντινα πότμον ἐπʼ ἀνδράσι γεινομένοισι,
ἀνδράσιν ἢ πολίεσσιν ἐπικλώσηται ἀφύκτῳ
νήματι· τῇ δʼ ὕπο πάντα τὰ μὲν φθινύθει, τὰ δʼ ἀέξει·
τῆς καὶ ὑπʼ ἐννεσίῃσι πόνος καὶ δῆρις ὀρώρει
ἱππομάχοις Τρώεσσι καὶ ἀγχεμάχοισιν Ἀχαιοῖς.
280
τεῦχον δʼ ἀλλήλοισι φόνον καὶ ἀνηλέα πότμον
νωλεμέως· οὐ γάρ τινʼ ἔχεν δέος, ἀλλʼ ἐμάχοντο
προφρονέως· θάρσος γὰρ ἐφέλκεται ἄνδρας ἐς αἰχμήν.
ἀλλʼ ὅτε δὴ πολλοὶ μὲν ἀπέφθιθεν ἐν κονίῃσι,
δὴ τότʼ ἄρʼ Ἀργείοισιν ὑπέρτερον ὤρνυτο κάρτος
285
Παλλάδος ἐννεσίῃσι δαΐφρονος, ἥ ῥα μολοῦσα
ὑσμίνης ἄγχιστα μέγʼ Ἀργείοισιν ἄμυνεν
ἐκπέρσαι μεμαυῖα κλυτὴν Πριάμοιο πόληα.
καὶ τότʼ ἄρʼ Αἰνείαν ἐρικυδέα δἶ Ἀφροδίτη,
ἥ ῥα μέγα στενάχιζεν Ἀλεξάνδροιο δαμέντος,
290
αὐτὴ ἀπὸ πτολέμοιο καὶ οὐλομένης ὑσμίνης
ἥρπασεν ἐσσυμένως· περὶ δʼ ἠέρα χευατο πουλύν·
οὐ γὰρ ἔτʼ αἴσιμον ἦεν ἀνὰ μόθον ἀνέρι κείνῳ
μάρνασθʼ Ἀργείοισι πρὸ τείχεος αἰπεινοῖο.
τῷ καὶ ἄδην ἀλέεινε περίφρονα Τριτογένειαν
295
ἐκ θυμοῦ Δαναοῖσιν ἀρηγέμεναι μεμαυῖαν,
μὴ καὶ ὑπὲρ κῆράς μιν ἕλῃ θεός· οὐδὲ γὰρ αὐτοῦ
φείσατο πρόσθεν Ἄρηος, ὅ περ πολὺ φέρτερος ἦεν.
Τρῶες δʼ οὐκέτʼ ἔμιμνον ἀνὰ στόμα δηιοτῆτος,
ἀλλʼ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες·
300
ἐν γάρ σφιν θήρεσσιν ἐοικότες ὠμοβόροισιν
ἔνθορον Ἀργεῖοι μέγα μαιμώωντες Ἄρηι.
τῶν δʼ ἄρα δαμναμένων ποταμοὶ πλήθοντο νέκυσσι
καὶ πεδίον· πολλοὶ γὰρ ἄδην πέσον ἐν κονίῃσιν
ἀνέρες ἠδʼ ἵπποι· μάλα δʼ ἅρματα πολλὰ κέχυντο
305
βαλλομένων· πάντῃ δʼ ἀπερείσιον ἔρρεεν αἷμα
ὑετὸς ὥς· ὀλοὴ γὰρ ἐπήιεν Αἶσα κυδοιμόν.
καί ῥʼ οἱ μὲν ξιφέεσσι πεπαρμένοι ἢ μελίῃσι
κεῖντο παρʼ ἀλλήλοισιν ἀλίγκιον ἐκχυμένοισι
δούρασιν, εὖτʼ ἐπὶ θινὶ βαρυγδούποιο θαλάσσης
310
ἀνέρες ἄσπετα δεσμὰ πολυκμήτων ἀπὸ γόμφων
λυσάμενοι σκεδάσωσι διὰ ξύλα μακρὰ καὶ ὕλην
ἠλιβάτου σχεδίης, πάντῃ δʼ ἀναπλήθεται εὐρὺς
αἰγιαλός, τοῖσιν δὲ μέλαν ποτικλύζεται οἶδμα·
ὢς οἵ γʼ ἐν κονίῃσι καὶ αἵματι δῃωθέντες
315
κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο.
παῦροι δὲ προφυγόντες ἀνηλέα δηιοτῆτα
δῦσαν ἀνὰ πτολίεθρον ἀλευάμενοι βαρὺ πῆμα·
τῶν δʼ ἄλοχοι καὶ παῖδες ἀπὸ χροὸς αἱματόεντος
τεύχεα πάντα δέχοντο κακῷ πεφορυγμένα λύθρῳ.
320
πᾶσι δὲ θερμὰ λοετρὰ τετεύχατο· πᾶν δʼ ἀνὰ ἄστυ
ἔσσυντʼ ἰητῆρες ἐς οὐταμένων αἰζηῶν
οἰκία ποιπνύοντες, ἵνʼ οὐταμένους ἀκέσωνται.
τοὺς δʼ ἄλοχοι καὶ τέκνα περιστενάχοντο μολόντας
ἐκ πολέμου· πολλοὺς δὲ καὶ οὐ παρεόντας ἀΰτευν·
325
καί ῥʼ οἱ μὲν στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ
κεῖντο βαρυστενάχοντες ἐπʼ ἄλγεσιν· οἱ δʼ ἐπὶ δόρπον
ἐκ καμάτοιο τρέποντο· θοοὶ δʼ ἐπαΰτεον ἵπποι
φορβῇ ἐπιχρεμέθοντες ἄδην· ἑτέρωθι δʼ Ἀχαιοὶ
πὰρ κλισίῃς νήεσσί θʼ ὁμοίια Τρωσὶ πένοντο.
330
ἦμος δʼ ὠκεανοῖο ῥοὰς ὑπερήλασεν Ἠὼς
ἵππους μαρμαίροντας, ἀνέγρετο δʼ ἔθνεα φωτῶν,
δὴ τοτʼ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων,
οἱ μὲν ἔβαν Πριάμοιο ποτὶ πτόλιν αἰπήεσσαν,
οἱ δʼ ἄρʼ ἐνὶ κλισίῃσιν ἅμʼ ἀνδράσιν οὐταμένοισι
335
μίμνον, μή ποτε λαὸς ἐπιβρίσας ἀλεγεινὸς
νῆας ἕλῃ Τρώεσσι φέρων χάριν· οἱ δʼ ἀπὸ πύργων
μάρναντʼ Ἀργείοισι· μόθος δʼ ἀλεγεινὸς ὀρώρει.
σκαιῆς μὲν προπάροιθε πύλης Καπανήιος υἱὸς
μάρναθʼ ἅμʼ ἀντιθέῳ Διομήδεϊ· τοὺς δʼ ἄρʼ ὕπερθε
340
Δηίφοβός τε μενεπτόλεμος κρατερός τε Πολίτης
σύν τʼ ἄλλοις ἑτάροισιν ἐρητύεσκον ὀϊστοῖς
ἠδʼ ἄρα χερμαδίοισι· περικτυπέοντο δὲ φωτῶν
βαλλόμεναι κόρυθές τε καὶ ἀσπίδες, αἵ τʼ ἀλεγεινὸν
αἰζηῶν ῥύοντο μόρον καὶ ἀμείλιχον αἶσαν.
345
ἀμφὶ δʼ ἄρʼ Ἰδαίῃσιν ἐριδμαίνεσκε πύλῃσιν
υἱὸς Ἀχιλλῆος· πονέοντο δέ οἱ πέρι πάντες
Μυρμιδόνες κρατεροῖο δαήμονες ἰωχμοῖο·
τοὺς δʼ ἀπὸ τείχεος εἶργον ἀπειρεσίοις βελέεσσι
θαρσαλέως Ἕλενός τε καὶ ὀβριμόθυμος Ἀγήνωρ,
350
Τρῶας ἐποτρύνοντες ἀνὰ μάθον· οἱ δὲ καὶ αὐτοὶ
προφρονέως μάρναντο φίλης περὶ τείχεσι πάτρης.
ἐς πεδίον δὲ πύλῃσι καὶ ὠκυπόρους ἐπὶ νῆας
νισσομένῃς Ὀδυσεύς τε καὶ Εὐρύπυλος πονέοντο
νωλεμέως· τοὺς δʼ ἠῢς ἀφʼ ἕρκεος ὑψηλοῖο
355
Αἰνείας λάεσσι μέγα φρονέων ἀπέρυκε.
πρὸς δὲ ῥόον Σιμόεντος ἔχεν πόνον ἀλγινόεντα
Τεῦκρος ἐϋμμελίης· ἄλλῃ δʼ ἔχεν ἄλλος ὀϊζύν.
καὶ τότʼ ἄρʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα κύδιμοι ἄνδρες
κείνου τεχνήεντι νόῳ ποτὶ μῶλον Ἄρηος
360
ἀσπίδας ἐντύναντο, βάλον δʼ ἐφύπερθε καρήνων
θέντες ἐπʼ ἀλλήλῃσι· μιῇ δʼ ἅπαν ἥρμοσεν ἁρμῇ·
φαίης κεν μεγάροιο κατηρεφὲς ἔμμεναι ἕρκος
πυκνόν, ὅ τʼ οὔτʼ ἀνέμοιο διέρχεται ὑγρὸν ἀέντος
ῥιπὴ ἀπειρεσίη οὔτʼ ἐκ Διὸς ἄσπετος ὄμβρος·
365
τοῖαι ἄρʼ Ἀργείων πεπυκασμέναι ἀμφὶ βοείαις
καρτύναντο φάλαγγες· ἔχον δʼ ἕνα θυμὸν ἐς ἀλκηι
εἰς ἓν ἀρηράμενοι· καθύπερθε δὲ Τρώιοι υἷες
βάλλον χερμαδίοισι· τὰ δʼ ὡς στυφελῆς ἀπὸ πέτρης
γαῖαν ἐπὶ τραφερὴν ἐκυλίνδετο· πολλὰ δὲ δοῦρα
370
καὶ βέλεα στονόεντα καὶ ἀλγινόεντες ἄκοντες
πήγνυντʼ ἐν σακέεσσι, τὰ δʼ ἐν χθονί, πολλὰ δʼ ἄπωθεν
μαψιδίως φορέοντο παραγναμφθέντα βελέμνοις
πάντοθε βαλλομένων· οἱ δὲ κτύπον οὔτι φέβοντο
ἄσπετον, οὐδʼ ὑπόεικον, ἅτε ψεκάδων ἀΐοντες
375
δοῦπον· ἄνω δʼ ὑπὸ τεῖχος ὁμῶς ἴσαν· οὐδέ τις αὐτῶν
νόσφιν ἀφειστήκει· συναρηράμενοι δʼ ἐφέποντο,
ὡς νέφος ἠερόεν, τό ῥά που περὶ χείματι μέσσῳ
§11.378–11.501
αἰθέρος ἐξ ὑπάτοιο μακρὸν διέτεινε Κρονίων.
πουλὺς δʼ ἀμφὶ φάλαγγι βρόμος, καναχή θʼ ὑπὸ ποσσὶ
380
νισσομένων ἐτέτυκτο· κόνιν δʼ ἀπάτερθεν ἀῆται
ὀρνυμένην μάλα τυτθὸν ὑπὲρ δαπέδοιο φέρεσκον
αἰζηῶν μετόπισθε· περίαχε δʼ ἄκριτος αὐδή,
οἷον ὑπὸ σμήνεσσι περιβρομέουσι μέλισσαι·
ἆσθμα δʼ ἀνήιε πουλὺ χύδην, περίχευε δʼ ἀϋτμὴν
385
λαοῦ ἀποπνείοντος· ἀπειρέσιον δʼ ἄρα θυμῷ
Ἀτρεῖδαι κεχάροντο περὶ σφίσι κυδιόωντες
δερκόμενοι πολέμοιο δυσηχέος ἄτρομον ἕρκος·
ὥρμηναν δὲ πύλῃσι θεηγενέος Πριάμοιο
ἀθρόοι ἐγχριμφθέντες ὑπʼ ἀμφιτόμοις πελέκεσσι
390
ῥῆξαι τείχεα μακρά, πύλας δʼ εἰς οὖδας ἐρεῖσαι
θαιρῶν ἐξερύσαντες· ἔχεν δʼ ἄρα μῆτις ἀγαυὴ
ἐλπωρήν· ἀλλʼ οὔ σφιν ἐπήρκεσαν οὔτε βόειαι
οὔτε θοοὶ βουπλῆγες, ἐπεὶ μένος Αἰνείαο
ὄβριμον ἀμφοτέρῃς ἐπαρηρότα χείρεσι λᾶαν
395
ἐμμεμαὼς ἐφέηκε, δάμασσε δὲ τλήμονι πότμῳ
ἀνέρας, οὓς κατέμαρψεν ἐν ἀσπίσιν, εὖτʼ ἐν ὄρεσσι
φερβομένας ὑπὸ πρῶνα βίη κρημνοῖο ῥαγέντος
αἶγας, ὑποτρομέουσι δʼ ὅσαι σχεδὸν ἀμφινέμονται·
ὣς Δαναοὶ θάμβησαν· ὁ δʼ εἰσέτι λᾶας ὕπερθεν
400
βάλλεν ἐπασσυτέρους, κλονέοντο δὲ πάγχυ φάλαγγες·
ὡς δʼ ὅτʼ ἐν οὔρεσι πρῶνας Ὀλύμπιος οὐρανόθι Ζεὐς
ἀμφὶ μιῇ κορυφῇ συναρηρότας ἄλλυδις ἄλλον
ῥήξῃ ὑπὸ βροντῇσι καὶ αἰθαλόεντι κεραυνῷ,
ἀμφὶ δὲ μῆλα τρέμουσι καὶ ἄλλυδις ἄλλα φέβονται·
405
ὣς ἄρʼ Ἀχαιῶν υἷες ὑπέτρεσαν, οὕνεκʼ ἄρʼ αὐτῶν
Αἰνείας συνέχευε θοῶς ἔρυμα πτολέμοιο
ἀσπίσιν ἀκαμάτῃσι τετυγμένον, οὕνεκʼ ἄρʼ αὐτῷ
κάρτος ἀπειρέσιον θεὸς ὤσασεν· οὐδέ τις αὐτῶν
ἔσθενέ οἱ κατὰ δῆριν ἐναντίον ὄσσε βαλέσθαι,
410
οὕνεκά οἱ μάρμαιρε περὶ βριαροῖς μελέεσσι
τεύχεα θεσπεσίῃσιν ἐειδόμενα στεροπῇσιν·
εἱστήκει δέ οἱ ἄγχι δέμας κεκαλυμμένος ὄρφνῃ
δεινὸς Ἄρης, καὶ πάντα κατιθύνεσκε βέλεμνα
ἢ μόρον ἢ δέος αἰνὸν ἐπʼ Ἀργείοισι φέροντα·
415
μάρνατο δʼ ὡς ὁπότʼ αὐτὸς Ὀλύμπιος οὐρανόθι Ζεὺς
ἀσχαλόων ἐδάϊζεν ὑπέρβια φῦλα Γιγάντων
σμερδαλέων, καὶ γαῖαν ἀπειρεσίην ἐτίναξε
Τηθύν τʼ Ὠκεανόν τε καὶ οὐρανόν, ἀμφὶ δὲ πάντῃ
γυῖʼ ἐλελίζετʼ Ἄτλαντος ὑπʼ ἀκαμάτου Διὸς ὁρμῆς·
420
ὣς ἄρʼ ὑπʼ Αἰνείαο κατηρείποντο φάλαγγες
Ἀργείων ἀνὰ δῆριν· ὁ γὰρ περὶ τεῖχος ἁπάντῃ
ἔσσυτο δυσμενέεσσι χολούμενος, ἐκ δʼ ἄρα χειρῶν
πᾶν, ὅ τί παρέκυρσεν ἐπειγομένῳ ποτὶ μῶλον,
βάλλεν, ἐπεὶ μάλα πολλὰ κακῆς ἀλκτήρια χάρμης
425
κεῖτο μενεπτολέμων ἐπὶ τείχεσι Δαρδανιώνων,
τοῖσί περ Αἰνείας μεγάλῳ περὶ κάρτεϊ θύων
δυσμενέων ἀπέρυκε πολὺν στρατόν· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
Τρῶες καρτύναντο· κακὴ δʼ ἔχε πάντας ὀϊζὺς
ἀμφὶ πόλιν· πολλοὶ δὲ κατέκταθεν ἠμὲν Ἀχαιῶν
430
ἠδʼ ἄρα καὶ Τρώων· μέγα δʼ ἴαχον ἀμφοτέρωθεν,
Αἰνείας μὲν Τρωσὶ φιλοπτολέμοισι κελεύων
μάρνασθʼ ἀμφὶ πόληος ἑῆς ἀλόχων τε καὶ αὐτῶν
προφρονέως· υἱὸς δὲ μενεπτολέμου Ἀχιλῆος
Αργείους ἐκέλευε παρὰ κλυτὰ τείχεα Τροίης
435
μίμνειν, ἄχρι πόληα πυρὶ πρήσαντες ἕλωσι.
τοὺς δʼ ἄμφω στονόσσα καὶ ἄσπετος ἄμπεχʼ ἀϋτὴ
μαρναμένους πρόπαν ἦμαρ ἀνὰ κλόνον· οὐδέ τις ἦεν
ἄμπνευσις πολέμοιο λιλαιομένων ἀνὰ θυμὸν
τῶν μὲν ἑλεῖν πτολίεθρον ὑπʼ Ἄρεϊ, τῶν δὲ σαῶσαι.
440
Αἴας δʼ αὖτʼ ἀπάτερθε θρασύφρονος Αἰνείαο
μαρνάμενος Τρώεσσι κακὰς ἐπὶ κῆρας ἴαλλε
σφῇσιν ἑκηβολίῃσιν, ἐπεί ῥά οἱ ἄλλοτε μέν που
ἰθὺ βέλος πεπότητο διʼ ἠέρος, ἄλλοτε δʼ αὖτε
ἀλγινόεντες ἄκοντες· ἐπʼ ἄλλῳ δʼ ἄλλον ἔπεφνεν·
445
οἱ δὲ περιπτώσσοντες ἀμύμονος ἀνέρος ἀλκὴν
ἐς μόθον οὐκέτʼ ἔμιμνον· ἔλειπε δὲ τείχεα λαός.
καὶ τότε οἱ θεράπων πολὺ φέρτατος ἐν δαῒ Λοκρῶν
Ἀλκιμέδων ἐρίθυμος, ἑῷ πίσυνος βασιλῆι
κάρτεΐ τε σφετέρῳ καὶ θαρσαλέῃ νεότητι
450
ἐμμεμαὼς πολέμοιο θοοῖς ἐπεβήσατο ποσσὶ
κλίμακος, ὄφρα κέλευθον ἐπὶ πτόλιν ἀνδράσι θείη
λευγαλέην· σφετέρου δὲ καρήατος ἔμμεναι ἄλκαρ
ἀσπίδα θεὶς καθύπερθεν ἀνήιε λυγρὰ κέλευθα
ἄτρομον ἐνθέμενος κρακίῃ νόον· ἐν δʼ ἄρα χειρὶ
455
ἄλλοτε μὲν δόρυ πάλλεν ἀμείλιχον, ἄλλοτε δʼ αὖτε
εἷρπεν ἄνω· τὸν δʼ αἶψα διηερίη φέρεν οἶμος.
καί νύ κε κὴ Τρώεσσιν ἄχος γένετʼ, εἰ μὴ ἄρʼ αὐτῷ
ἤδη ὑπερκύπτοντι καὶ εἰσορόωντι πόληα
ὑστάτιον καὶ πρῶτον ἀφʼ ἕρκεος ὑψηλοῖο
460
Αἰνείας ἐπόρουσεν, ἐπεί ῥά μιν οὐ λάθεν ὁρμὴ
οὐδʼ ἀπάτερθεν ἐόντα· βάλεν δέ μιν εὐρέϊ πέτρῳ
κάκ κεφαλῆς· μεγάλη δὲ βίη κρατερόφρονος ἀνδρὸς
κλίμακά οἱ συνέαξεν· ὁ δʼ ὑψόθεν ἠΰτʼ ὀϊστὸς
ἔσσυτʼ ἀπὸ νευρῆς· ὀλοὸς δέ οἱ ἕσπετο πότμος
465
ἀμφελελιξαμένῳ· στονόεις δέ οἱ ἠέρι θυμὸς
αἶψα μίγη, πρὶν γαῖαν ἐπὶ στυφελὴν ἀφικέσθαι·
ἤριπε δʼ ἐν θώρηκι κατὰ χθονός, οὕνεκʼ ἄρʼ αὐτοῦ
νόσφιν ἀπεπλάγχθη βριαρὸν δόρυ καὶ σάκος εὐρὺ
καὶ κρατερὴ τρυφάλεια· περιστονάχησε δὲ Λοκρῶν
470
λαός, ὅτʼ ἔδρακον ἄνδρα κακῇ δεδμημένον ἄτῃ·
δὴ γάρ οἱ λασίοιο καρήατος ἄλλυδις ἄλλῃ
ἐγκέφαλος πεπάλακτο· συνηλοίηντο δὲ πάντα
ὀστέα καὶ θοὰ γυῖα λυγρῷ πεπαλαγμένα λύθρῳ.
καὶ τότε δὴ Ποίαντος ἐῢς πάϊς ἀντιθέοιο,
475
ὡς ἴδεν Αἰνείαν περὶ τείχεα μαιμώωντα
θηρὶ βίην ἀτάλαντον, ἄφαρ προέηκεν ὀϊστὸν
ἰθύνων ἐς φῶτα περικλυτόν· οὐδʼ ἀφάμαρτεν
ἀνέρος, ἀλλά οἱ οὔτι διʼ ἀσπίδος ἀκαμάτοιο
ἐς χρόα καλὸν ἵκανεν, ἀπέτραπε γὰρ Κυθέρεια
480
καὶ σάκος, ἀλλʼ ἄρα τυτθὸν ἐπέγραφε δέρμα βοείης.
οὐδʼ ἄρα μαψιδίως χαμάδις πέσεν, ἀλλὰ Μέδοντα
μεσσηγὺς σάκεός τε καὶ ἱπποκόμου τρυφαλείης
τύψεν· ὁ δʼ ἐκ πύργοιο κατήριπεν, εὖτʼ ἀπὸ πέτρης
ἄγριον αἶγα βάλῃσιν ἀνὴρ στονόεντι βελέμνῳ·
485
ὣς ὁ πεσὼν τετάνυστο· λίπεν δέ μιν ἱερὸς αἰών.
Αἰνείας δʼ ἑτάροιο χολωσάμενος βάλε πέτρην,
καί ῥα Φιλοκτήταο κατέκτανεν ἐσθλὸν ἑταῖρον
Τοξαίχμην· θλάσσεν δὲ κάρη, συνέαξε δὲ πάντα
ὀστέα σὺν πήληκι· λύθη δέ οἱ ἀγλαὸν ἦτορ.
490
τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε πάϊς Ποίαντος ἀγαυοῦ·
Αἰνεία, νὺν ἔολπας ἐνὶ φρεσὶ σῇσιν ἄριστος
ἔμμεναι ἐκ πύργοιο πονεύμενος, ἔνθα γυναῖκες
δυσμενέεσσι μάχονται ἀνάλκιδες· εἰ δὲ τίς ἐσσί,
ἔρχεο τείχεος ἐκτὸς ἐν ἔντεσιν, ὄφρα δαείης
495
Ποίαντος θρασὺν υἷα καὶ ἔγχεσι καὶ βελέεσσιν.
ὣς ἄρʼ ἔφη· τὸν δʼ οὔτι θρασὺς πάϊς Ἀγχίσαο
καίπερ ἐελδόμενος προσεφώνεεν, οὕνεκʼ ὀρώρει
δῆρις ὀϊζυρὴ περὶ τείχεα μακρὰ καὶ ἄστυ
νωλεμέως· οὐ γάρ τι κακοῦ παύοντο μόθοιο·
500
οὐδέ σφιν μάλα δηρὸν ὑπʼ Ἄρεϊ τειρομένοισιν
ἔσκε λύσις καμάτοιο· πόνος δʼ ἄπρηκτος ὀρώρει.
Tap any Greek word to look it up