Olympian 8 ΑΛΚΙΜΕΔΟΝΤΙ ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗι
μᾶτερ χρυσοστεφάνων ἀέθλων, Οὐλυμπία,
δέσποινʼ ἀλαθείας· ἵνα μάντιες ἄνδρες
ἐμπύροις τεκμαιρόμενοι παραπειρῶνται Διὸς ἀργικεραύνου,
εἴ τινʼ ἔχει λόγον ἀνθρώπων πέρι
5 μαιομένων μεγάλαν
ἀρετὰν θυμῷ λαβεῖν,
τῶν δὲ μόχθων ἀμπνοάν·
ἄνεται δὲ πρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς.
ἀλλʼ Πίσας εὔδενδρον ἐπʼ Ἀλφεῷ ἄλσος,
10 τόνδε κῶμον καὶ στεφαναφορίαν δέξαι. μέγα τοι κλέος αἰεί,
ᾧτινι σὸν γέρας ἕσπητʼ ἀγλαόν·
ἄλλα δʼ ἐπʼ ἄλλον ἔβαν
ἀγαθῶν, πολλαὶ δʼ ὁδοὶ
σὺν θεοῖς εὐπραγίας.
15 Τιμόσθενες, ὔμμε δʼ ἐκλάρωσεν πότμος
Ζηνὶ γενεθλίῳ· ὃς σὲ μὲν Νεμέᾳ πρόφατον,
Ἀλκιμέδοντα δὲ πὰρ Κρόνου λόφῳ
θῆκεν Ὀλυμπιονίκαν.
ἦν δʼ ἐσορᾶν καλός, ἔργῳ τʼ οὐ κατὰ εἶδος ἐλέγχων
20 ἐξένεπε κρατέων πάλᾳ δολιχήρετμον Αἴγιναν πάτραν·
ἔνθα σώτειρα Διὸς ξενίου
πάρεδρος ἀσκεῖται Θέμις
ἔξοχʼ ἀνθρώπων. τι γὰρ πολὺ καὶ πολλᾷ ῥέπῃ,
ὀρθᾷ διακρίνειν φρενὶ μὴ παρὰ καιρόν,
25 δυσπαλές· τεθμὸς δέ τις ἀθανάτων καὶ τάνδʼ ἁλιερκέα χώραν
παντοδαποῖσιν ὑπέστασε ξένοις
κίονα δαιμονίαν
δʼ ἐπαντέλλων χρόνος
τοῦτο πράσσων μὴ κάμοι
30 Δωριεῖ λαῷ ταμιευομέναν ἐξ Αἰακοῦ·
τὸν παῖς Λατοῦς εὐρυμέδων τε Ποσειδᾶν,
Ἰλίῳ μέλλοντες ἐπὶ στέφανον τεῦξαι, καλέσαντο συνεργὸν
τείχεος, ἦν ὅτι νιν πεπρωμένον
ὀρνυμένων πολέμων
35 πτολιπόρθοις ἐν μάχαις
λάβρον ἀμπνεῦσαι καπνόν.
γλαυκοὶ δὲ δράκοντες, ἐπεὶ κτίσθη νέον,
πύργον ἐσαλλόμενοι τρεῖς, οἱ δύο μὲν κάπετον,
αὖθι δʼ ἀτυζομένω ψυχὰς βάλον·
40 εἷς δʼ ἀνόρουσε βοάσαις.
ἔννεπε δʼ ἀντίον ὁρμαίνων τέρας εὐθὺς, Ἀπόλλων·
Πέργαμος ἀμφὶ τεαῖς, ἥρως, χερὸς ἐργασίαι ἁλίσκεται·
ὣς ἐμοὶ φάσμα λέγει Κρονίδα
πεμφθὲν βαρυγδούπου Διός·
45 οὐκ ἄτερ παίδων σέθεν, ἀλλʼ ἅμα πρώτοις ῥάζεται
καὶ τερτάτοις. ὣς ἆρα θεὸς σάφα εἴπαις
Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνας εὐίππους καὶ ἐς Ἴστρον ἐλαύνων.
Ὀρσοτρίαινα δʼ ἐπʼ Ἰσθμῷ ποντίᾳ
ἅρμα θοὸν τανύεν,
50 ἀποπέμπων Αἰακὸν
δεῦρʼ ἀνʼ ἵπποις χρυσέαις,
καὶ Κορίνθου δειράδʼ ἐποψόμενος δαιτικλυτάν.
τερπνὸν δʼ ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν.
εἰ δʼ ἐγὼ Μελησίᾳ ἐξ ἀγενείων κῦδος ἀνέδραμον ὕμνῳ,
55 μὴ βαλέτω με λίθῳ τραχεῖ φθόνος·
καὶ Νεμέᾳ γὰρ ὁμῶς
ἐρέω ταύταν χάριν,
τὰν δʼ ἔπειτʼ ἀνδρῶν μάχαν
ἐκ παγκρατίου. τὸ διδάξασθαι δέ τοι
60 εἰδότι ῥᾴτερον· ἄγνωμον δὲ τὸ μὴ προμαθεῖν·
κουφότεραι γὰρ ἀπειράτων φρένες.
κεῖνα δὲ κεῖνος ἂν εἴποι
ἔργα περαίτερον ἄλλων, τίς τρόπος ἄνδρα προβάσει
ἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν.
65 νῦν μὲν αὐτῷ γέρας Ἀλκιμέδων
νίκαν τριακοστὰν ἑλών·
ὃς τύχᾳ μὲν δαίμονος, ἀνορέας δʼ οὐκ ἀμπλακὼν
ἐν τέτρασιν παίδων ἀπεθήκατο γυίοις
νόστον ἔχθιστον καὶ ἀτιμοτέραν γλῶσσαν καὶ ἐπίκρυφον οἶμον,
70 πατρὶ δὲ πατρὸς ἐνέπνευσεν μένος
γήραος ἀντίπαλον.
Ἀΐδα τοι λάθεται
ἄρμενα πράξαις ἀνήρ.
ἀλλʼ ἐμὲ χρὴ μναμοσύναν ἀνεγείροντα φράσαι
75 χειρῶν ἄωτον Βλεψιάδαις ἐπίνικον,
ἕκτος οἷς ἤδη στέφανος περίκειται φυλλοφόρων ἀπʼ ἀγώνων.
ἔστι δὲ καί τι θανόντεσσιν μέρος
κὰν νόμον ἐρδομένων·
κατακρύπτει δʼ οὐ κόνις
80 συγγόνων κεδνὰν χάριν.
Ἑρμᾶ δὲ θυγατρὸς ἀκούσαις Ἰφίων
Ἀγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρὸν
κόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένει
ὤπασεν. ἐσλὰ δʼ ἐπʼ ἐσλοῖς
85 ἔργʼ ἐθέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι.
εὔχομαι ἀμφὶ καλῶν μοίρᾳ Νέμεσιν διχόβουλον μὴ θέμεν·
ἀλλʼ ἀπήμαντον ἄγων βίοτον
αὐτούς τʼ ἀέξοι καὶ πόλιν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up