Olympian 6 ΑΓΗΣΙΑι ΣΥΡΑΚΟΣΙῼ ΑΠΗΝΗι
χρυσέας ὑποστάσαντες εὐτειχεῖ προθύρῳ θαλάμου
κίονας, ὡς ὅτε θαητὸν μέγαρον
πάξομεν· ἀρχομένου δʼ ἔργου πρόσωπον
χρὴ θέμεν τηλαυγές. εἰ δʼ εἴη μὲν Ὀλυμπιονίκας,
5 βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ,
συνοικιστήρ τε τᾶν κλεινᾶν Συρακοσσᾶν· τίνα κεν φύγοι ὕμνον
κεῖνος ἀνήρ, ἐπικύρσαις ἀφθόνων ἀστῶν ἐν ἱμερταῖς ἀοιδαῖς;
ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδʼ ἔχων
Σωστράτου υἱός. ἀκίνδυνοι δʼ ἀρεταὶ
10 οὔτε παρʼ ἀνδράσιν οὔτʼ ἐν ναυσὶ κοίλαις
τίμιαι· πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ.
Ἁγησία, τὶν δʼ αἶνος ἑτοῖμος, ὃν ἐν δίκᾳ
ἀπὸ γλώσσας Ἄδραστος μάντιν Οἰκλείδαν ποτʼ ἐς Ἀμφιάρηον
φθέγξατʼ, ἐπεὶ κατὰ γαῖʼ αὐτόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν.
15 ἑπτὰ δʼ ἔπειτα πυρᾶν νεκρῶν τελεσθεισᾶν Ταλαϊονίδας
εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος· ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς,
ἀμφότερον μάντιν τʼ ἀγαθὸν καὶ δουρὶ μάρνασθαι. τὸ καὶ
ἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ.
οὔτε δύσηρις ἐὼν οὔτʼ ὦν φιλόνικος ἄγαν,
20 καὶ μέγαν ὅρκον ὀμόσσαις τοῦτό γέ οἱ σαφέως
μαρτυρήσω· μελίφθογγοι δʼ ἐπιτρέψοντι Μοῖσαι.
Φίντις, ἀλλὰ ζεῦξον ἤδη μοι σθένος ἡμιόνων,
τάχος, ὄφρα κελεύθῳ τʼ ἐν καθαρᾷ
βάσομεν ὄκχον, ἵκωμαί τε πρὸς ἀνδρῶν
25 καὶ γένος· κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι
ταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳ
ἐπεὶ δέξαντο· χρὴ τοίνυν πύλας ὕμνων ἀναπίτναμεν αὐταῖς·
πρός Πιτάναν δὲ παρʼ Εὐρώτα πόρον δεῖ σάμερόν μʼ ἐλθεῖν ἐν ὥρᾳ·
τοι Ποσειδάωνι μιχθεῖσα Κρονίῳ λέγεται
30 παῖδα ἰόπλοκον Εὐάδναν τεκέμεν.
κρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις·
κυρίῳ δʼ ἐν μηνὶ πέμποισʼ ἀμφιπόλους ἐκέλευσεν
ἥρωι πορσαίνειν δόμεν Εἰλατίδᾳ βρέφος,
ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ λάχε τʼ Ἀλφεὸν οἰκεῖν·
35 ἔνθα τραφεῖσʼ ὑπʼ Ἀπόλλωνι γλυκείας πρῶτον ἔψαυσʼ Ἀφροδίτας.
οὐδʼ ἔλαθʼ Αἴπυτον ἐν παντὶ χρόνῳ κλέπτοισα θεοῖο γόνον.
ἀλλʼ μὲν Πυθώναδʼ, ἐν θυμῷ πιέσαις χόλον οὐ φατὸν ὀξείᾳ μελέτᾳ,
ᾤχετʼ ἰὼν μαντευσόμενος ταύτας περʼ ἀτλάτου πάθας.
δὲ φοινικόκροκον ζώναν καταθηκαμένα
40 κάλπιδά τʼ ἀργυρέαν, λόχμας ὑπὸ κυανέας
τίκτε θεόφρονα κοῦρον. τᾷ μὲν Χρυσοκόμας
πραΰμητίν τʼ Ἐλείθυιαν παρέστασέν τε Μοίρας·
ἦλθεν δʼ ὑπὸ σπλάγχνων ὑπʼ ὠδῖνός τʼ ἐρατᾶς Ἴαμος
ἐς φάος αὐτίκα. τὸν μὲν κνιζομένα
45 λεῖπε χαμαί· δύο δὲ γλαυκῶπες αὐτὸν
δαιμόνων βουλαῖσιν ἐθρέψαντο δράκοντες ἀμεμφεῖ
ἰῷ μελισσᾶν καδόμενοι. βασιλεὺς δʼ ἐπεὶ
πετραέσσας ἐλαύνων ἵκετʼ ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳ
εἴρετο παῖδα, τὸν Εὐάδνα τέκοι· Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν
50 πατρός, περὶ θνατῶν δʼ ἔσεσθαι μάντιν ἐπιχθονίοις
ἔξοχον, οὐδέ ποτʼ ἐκλείψειν γενεάν.
ὣς ἄρα μάνυε. τοὶ δʼ οὔτʼ ὦν ἀκοῦσαι
οὔτʼ ἰδεῖν εὔχοντο πεμπταῖον γεγενημένον. ἀλλʼ ἐν
κέκρυπτο γὰρ σχοίνῳ βατιᾷ τʼ ἐν ἀπειράτῳ,
55 ἴων ξανθαῖσι καὶ παμπορφύροις ἀκτῖσι βεβρεγμένος ἁβρὸν
σῶμα· τὸ καὶ κατεφάμιξεν καλεῖσθαί νιν χρόνῳ σύμπαντι μάτηρ
τοῦτʼ ὄνυμʼ ἀθάνατον. τερπνᾶς δʼ ἐπεὶ χρυσοστεφάνοιο λάβεν
καρπὸν Ἥβας, Ἀλφεῷ μέσσῳ καταβὰς ἐκάλεσσε Ποσειδᾶνʼ εὐρυβίαν,
ὃν πρόγονον, καὶ τοξοφόρον Δάλου θεοδμάτας σκοπόν,
60 αἰτέων λαοτρόφον τιμάν τινʼ ἑᾷ κεφαλᾷ,
νυκτὸς ὑπαίθριος. ἀντεφθέγξατο δʼ ἀρτιεπὴς
πατρία ὄσσα, μετάλλασέν τέ νιν· ὄρσο, τέκος,
δεῦρο πάγκοινον ἐς χώραν ἴμεν φάμας ὄπισθεν.
ἵκοντο δʼ ὑψηλοῖο πέτραν ἀλίβατον Κρονίου·
65 ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον
μαντοσύνας, τόκα μὲν φωνὰν ἀκούειν
ψευδέων ἄγνωστον, εὖτʼ ἂν δὲ θρασυμάχανος ἐλθὼν
Ἡρακλέης, σεμνὸν θάλος Ἀλκαϊδᾶν, πατρὶ
ἑορτάν τε κτίσῃ πλειστόμβροτον τεθμόν τε μέγιστον ἀέθλων,
70 Ζηνὸς ἐπʼ ἀκροτάτῳ βωμῷ τότʼ αὖ χρηστήριον θέσθαι κέλευσεν.
ἐξ οὗ πολύκλειτον καθʼ Ἕλλανας γένος Ἰαμιδᾶν.
ὄλβος ἅμʼ ἕσπετο· τιμῶντες δʼ ἀρετὰς
ἐς φανερὰν ὁδὸν ἔρχονται. τεκμαίρει
χρῆμʼ ἕκαστον· μῶμος ἐξ ἄλλων κρέμαται φθονεόντων
75 τοῖς, οἷς ποτε πρώτοις περὶ δωδέκατον δρόμον
ἐλαυνόντεσσιν αἰδοία ποτιστάξῃ Χάρις εὐκλέα μορφάν.
εἰ δʼ ἐτύμως ὑπὸ Κυλλάνας ὅροις, Ἁγησία, μάτρωες ἄνδρες
ναιετάοντες ἐδώρησαν θεῶν κάρυκα λιταῖς θυσίαις
πολλὰ δὴ πολλαῖσιν Ἑρμᾶν εὐσεβέως, ὃς ἀγῶνας ἔχει μοῖράν τʼ ἀέθλων
80 Ἀρκαδίαν τʼ εὐάνορα τιμᾷ· κεῖνος, παῖ Σωστράτου,
σὺν βαρυγδούπῳ πατρὶ κραίνει σέθεν εὐτυχίαν.
δόξαν ἔχω τινʼ ἐπὶ γλώσσᾳ ἀκόνας λιγυρᾶς,
μʼ ἐθέλοντα προσέρπει καλλιρόοισι πνοαῖς·
ματρομάτωρ ἐμὰ Στυμφαλίς, εὐανθὴς Μετώπα,
85 πλάξιππον Θήβαν ἔτικτεν, τᾶς ἐρατεινὸν ὕδωρ
πίομαι, ἀνδράσιν αἰχματαῖσι πλέκων
ποικίλον ὕμνον. ὄτρυνον νῦν ἑταίρους,
Αἰνέα, πρῶτον μὲν Ἥραν Παρθενίαν κελαδῆσαι,
γνῶναί τʼ ἔπειτʼ, ἀρχαῖον ὄνειδος ἀλαθέσιν
90 λόγοις εἰ φεύγομεν, Βοιωτίαν ὗν. ἐσσὶ γὰρ ἄγγελος ὀρθός,
ἠϋκόμων σκυτάλα Μοισᾶν, γλυκὺς κρατὴρ ἀγαφθέγκτων ἀοιδᾶν·
εἰπὸν δὲ μεμνᾶσθαι Συρακοσσᾶν τε καὶ Ὀρτυγίας·
τὰν Ἱέρων καθαρῷ σκάπτῳ διέπων,
ἄρτια μηδόμενος, φοινικόπεζαν
95 ἀμφέπει Δάματρα, λευκίππου τε θυγατρὸς ἑορτάν,
καὶ Ζηνὸς Αἰτναίου κράτος. ἁδύλογοι δέ νιν
λύραι μολπαί τε γιγνώσκοντι. μὴ θράσσοι χρόνος ὄλβον ἐφέρπων.
σὺν δὲ φιλοφροσύναις εὐηράτοις Ἁγησία δέξαιτο κῶμον
οἴκοθεν οἴκαδʼ ἀπὸ Στυμφαλίων τειχέων ποτινισσόμενον,
100 ματέρʼ εὐμήλοιο λείποντʼ Ἀρκαδίας. ἀγαθαὶ δὲ πέλοντʼ ἐν χειμερίᾳ
νυκτὶ θοᾶς ἐκ ναὸς ἀπεσκίμφθαι δύʼ ἄγκυραι. θεὸς
τῶν τε κείνων τε κλυτὰν αἶσαν παρέχοι φιλέων.
δέσποτα ποντομέδων, εὐθὺν δὲ πλόον καμάτων
ἐκτὸς ἐόντα δίδοι, χρυσαλακάτοιο πόσις
105 Ἀμφιτρίτας, ἐμῶν δʼ ὕμνων ἄεξʼ εὐτερπὲς ἄνθος.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up