Olympian 13
ΧΕΝΟΦΩΝΤΙ ΚΟΡΙΝΘΙῼ
ΣΤΑΔΙΟΔΡΟΜῼ ΚΑΙ ΠΕΝΤΑΘΛῼ
τρισολυμπιονίκαν
ἐπαινέων οἶκον ἅμερον ἀστοῖς,
ξένοισι δὲ θεράποντα, γνώσομαι
τὰν ὀλβίαν Κόρινθον, Ἰσθμίου
5
πρόθυρον Ποτειδᾶνος, ἀγλαόκουρον.
ἐν τᾷ γὰρ Εὐνομία ναίει, κασίγνηταί τε, βάθρον πολίων ἀσφαλές,
Δίκα καὶ ὁμότροφος Εἰρήνα, ταμίαι ἀνδράσι πλούτου,
χρύσεαι παῖδες εὐβούλου Θέμιτος·
ἐθέλοντι δʼ ἀλέξειν
10
Ὕβριν, Κόρου ματέρα θρασύμυθον.
ἔχω καλά τε φράσαι, τόλμα τέ μοι
εὐθεῖα γλῶσσαν ὀρνύει λέγειν.
ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος.
ὔμμιν δέ, παῖδες Ἀλάτα, πολλὰ μὲν νικαφόρον ἀγλαΐαν ὤπασαν
15
ἄκραις ἀρεταῖς ὑπερελθόντων ἱεροῖς ἐν ἀέθλοις,
πολλὰ δʼ ἐν καρδίαις ἀνδρῶν ἔβαλον
ὧραι πολυάνθεμοι ἀρχαῖα σοφίσμαθʼ. ἅπαν δʼ εὑρόντος ἔργον.
ταὶ Διωνύσου πόθεν ἐξέφανεν
σὺν βοηλάτᾳ χάριτες διθυράμβῳ·
20
τίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέτρα,
ἢ θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμον
ἐπέθηκʼ; ἐν δὲ Μοῖσʼ ἁδύπνοος,
ἐν δʼ Ἄρης ἀνθεῖ νέων οὐλίαις αἰχμαῖσιν ἀνδρῶν.
ὕπατʼ εὐρὺ ἀνάσσων
25
Ὀλυμπίας, ἀφθόνητος ἔπεσσιν
γένοιο χρόνον ἅπαντα, Ζεῦ πάτερ,
καὶ τόνδε λαὸν ἀβλαβῆ νέμων
Ξενοφῶντος εὔθυνε δαίμονος οὖρον·
δέξαι τέ οἱ στεφάνων ἐγκώμιον τεθμόν, τὸν ἄγει πεδίων ἐκ Πίσας,
30
πεντάθλῳ ἅμα σταδίου νικῶν δρόμον· ἀντεβόλησεν
τῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον.
δύο δʼ αὐτὸν ἔρεψαν
πλόκοι σελίνων ἐν Ἰσθμιάδεσσιν
φανέντα· Νέμεά τʼ οὐκ ἀντιξοεῖ.
35
πατρὸς δὲ Θεσσαλοῦ ἐπʼ Ἀλφεοῦ
ῥεέθροισιν αἴγλα ποδῶν ἀνάκειται,
Πυθοῖ τʼ ἔχει σταδίου τιμὰν διαύλου θʼ ἁλίῳ ἀμφʼ ἑνί, μηνός τέ οἱ
τωὐτοῦ κρανααῖς ἐνʼ Ἀθάναισι τρία ἔργα ποδαρκὴς
ἅμερα θῆκε κάλλιστʼ ἀμφὶ κόμαις,
40
Ἑλλώτια δʼ ἑπτάκις· ἐν δʼ ἀμφιάλοισι Ποτειδᾶνος τεθμοῖσιν
Πτοιοδώρῳ σὺν πατρὶ μακρότεραι
Τερψίᾳ θʼ ἕψοντʼ Ἐριτίμῳ τʼ ἀοιδαί.
ὅσσα τʼ ἐν Δελφοῖσιν ἀριστεύσατε
ἠδὲ χόρτοις ἐν λέοντος, δηρίομαι πολέσιν
45
περὶ πλήθει καλῶν, ὡς μὰν σαφὲς
οὐκ ἂν εἰδείην λέγειν ποντιᾶν ψάφων ἀριθμόν.
ἕπεται δʼ ἐν ἑκάστῳ
μέτρον· νοῆσαι δὲ καιρὸς ἄριστος.
ἐγὼ δὲ ἴδιος ἐν κοινῷ σταλεὶς
50
μῆτίν τε γαρύων παλαιγόνων
πόλεμόν τʼ ἐν ἡρωΐαις ἀρεταῖσιν
οὐ ψεύσομʼ ἀμφὶ Κορίνθῳ, Σίσυφον μὲν πυκνότατον παλάμαις ὡς θεόν,
καὶ τὰν πατρὸς ἀντία Μήδειαν θεμέναν γάμον αὐτᾷ,
ναῒ σώτειραν Ἀργοῖ καὶ προπόλοις.
55
τὰ δὲ καί ποτʼ ἐν ἀλκᾷ
πρὸ Δαρδάνου τειχέων ἐδόκησαν
ἐπʼ ἀμφότερα μαχᾶν τάμνειν τέλος,
τοὶ μὲν γένει φίλῳ σὺν Ἀτρέος
Ἑλέναν κομίζοντες, οἱ δʼ ἀπὸ πάμπαν
60
εἴργοντες· ἐκ Λυκίας δὲ Γλαῦκον ἐλθόντα τρόμεον Δαναοί. τοῖσι μὲν
ἐξεύχετʼ ἐν ἄστεϊ Πειράνας σφετέρου πατρὸς ἀρχὰν
καὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον·
ὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνος ἦ πόλλʼ ἀμφὶ κρουνοῖς
Πάγασον ζεῦξαι ποθέων ἔπαθεν,
65
πρίν γέ οἱ χρυσάμπυκα κούρα χαλινὸν
Παλλὰς ἤνεγκʼ· ἐξ ὀνείρου δʼ αὐτίκα
ἦν ὕπαρ· φώνασε δʼ· εὕδεις, Αἰολίδα βασιλεῦ;
ἄγε φίλτρον τόδʼ ἵππειον δέκευ,
καὶ Δαμαίῳ νιν θύων ταῦρον ἀργᾶντα πατρὶ δεῖξον.
70
κυαναιγὶς ἐν ὄρφνᾳ
κνώσσοντί οἱ παρθένος τόσα εἰπεῖν
ἔδοξεν· ἀνὰ δʼ ἐπᾶλτʼ ὀρθῷ ποδί.
παρκείμενον δὲ συλλαβὼν τέρας,
ἐπιχώριον μάντιν ἄσμενος εὗρεν,
75
δεῖξέν τε Κοιρανίδᾳ πᾶσαν τελευτὰν πράγματος, ὥς τʼ ἀνὰ βωμῷ θεᾶς
κοιτάξατο νύκτʼ ἀπὸ κείνου χρήσιος. ὥς τέ οἱ αὐτὰ
Ζηνὸς ἐγχεικεραύνου παῖς ἔπορεν
δαμασίφρονα χρυσόν.
ἐνυπνίῳ δʼ ᾇ τάχιστα πιθέσθαι
80
κελήσατό μιν, ὅταν δʼ εὐρυσθενεῖ
καρταίποδʼ ἀναρύῃ Γαιαόχῳ,
θέμεν Ἱππίᾳ βωμὸν εὐθὺς Ἀθάνᾳ.
τελεῖ δὲ θεῶν δύναμις καὶ τὰν παρʼ ὅρκον καὶ παρὰ ἐλπίδα κούφαν κτίσιν.
ἤτοι καὶ ὁ καρτερὸς ὁρμαίνων ἕλε Βελλεροφόντας,
85
φάρμακον πραῢ τείνων ἀμφὶ γένυι,
ἵππον πτερόεντʼ· ἀναβὰς δʼ εὐθὺς ἐνόπλια χαλκωθεὶς ἔπαιζεν.
σὺν δὲ κείνῳ καί ποτʼ Ἀμαζονίδων
αἰθέρος ψυχρῶν ἀπὸ κόλπων ἐρήμου
τοξόταν βάλλων γυναικεῖον στρατόν,
90
καὶ Χίμαιραν πῦρ πνέοισαν καὶ Σολύμους ἔπεφνεν.
διασωπάσομαί οἱ μόρον ἐγώ·
τὸν δʼ ἐν Οὐλύμπῳ φάτναι Ζηνὸς ἀρχαῖαι δέκονται.
ἐμὲ δʼ εὐθὺν ἀκόντων
ἱέντα ῥόμβον παρὰ σκοπὸν οὐ χρὴ
95
τὰ πολλὰ βέλεα καρτύνειν χεροῖν.
Μοίσαις γὰρ ἀγλαοθρόνοις ἑκὼν
Ὀλιγαιθίδαισίν τʼ ἔβαν ἐπίκουρος.
Ἰσθμοῖ τά τʼ ἐν Νεμέᾳ παύρῳ ἔπει θήσω φανέρʼ ἀθρόʼ, ἀλαθής τέ μοι
ἔξορκος ἐπέσσεται ἑξηκοντάκι δὴ ἀμφοτέρωθεν
100
ἁδύγλωσσος βοὰ κάρυκος ἐσλοῦ.
τὰ δʼ Ὀλυμπίᾳ αὐτῶν
ἔοικεν ἤδη πάροιθε λελέχθαι·
τά τʼ ἐσσόμενα τότʼ ἂν φαίην σαφές·
νῦν δʼ ἔλπομαι μέν, ἐν θεῷ γε μὰν
105
τέλος· εἰ δὲ δαίμων γενέθλιος ἕρποι,
διʼ τοῦτʼ Ἐνυαλίῳ τʼ ἐκδώσομεν πράσσειν. τὰ δʼ ὑπʼ ὀφρύϊ Παρνασσίᾳ
ἕξ· Ἄργεΐ θʼ ὅσσα καὶ ἐν Θήβαις, ὅσα τʼ Ἀρκάσιν ἀνάσσων
μαρτυρήσει Λυκαίου βωμὸς ἄναξ,
Πέλλανά τε καὶ Σικυὼν καὶ Μέγαρʼ Αἰακιδᾶν τʼ εὐερκὲς ἄλσος,
110
ἅ τʼ Ἐλευσὶς καὶ λιπαρὰ Μαραθών,
ταί θʼ ὑπʼ Αἴτνας ὑψιλόφου καλλίπλουτοι
πόλιες, ἅ τʼ Εὔβοια· καὶ πᾶσαν κατὰ
Ἑλλάδʼ εὑρήσεις ἐρευνῶν μάσσονʼ ἢ ὡς ἰδέμεν.
ἄνα, κούφοισιν ἐκνεῦσαι ποσίν·
115
Ζεῦ τέλειʼ, αἰδῶ δίδοι καὶ τύχαν τερπνῶν γλυκεῖαν.
Tap any Greek word to look it up