Nemean 6 ΑΛΚΙΜΙΔΗι ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗι
ἓν ἀνδρῶν, ἓν θεῶν γένος· ἐκ μιᾶς δὲ πνέομεν
ματρὸς ἀμφότεροι· διείργει δὲ πᾶσα κεκριμένα
δύναμις, ὡς τὸ μὲν οὐδέν, ὁ δὲ χάλκεος ἀσφαλὲς αἰὲν ἕδος
μένει οὐρανός. ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν
5
νόον ἤτοι φύσιν ἀθανάτοις,
καίπερ ἐφαμερίαν οὐκ εἰδότες οὐδὲ μετὰ νύκτας ἄμμε πότμος
οἵαν τινʼ ἔγραψε δραμεῖν ποτὶ στάθμαν.
τεκμαίρει καί νυν Ἀλκιμίδας τὸ συγγενὲς ἰδεῖν
ἄγχι καρποφόροις ἀρούραισιν, αἵτʼ ἀμειβόμεναι
10
τόκα μὲν ὦν βίον ἀνδράσιν ἐπηετανὸν πεδίων ἔδοσαν,
τόκα δʼ αὖτʼ ἀναπαυσάμεναι σθένος ἔμαρψαν. ἦλθέ τοι
Νεμέας ἐξ ἐρατῶν ἀέθλων
παῖς ἐναγώνιος, ὃς ταύταν μεθέπων Διόθεν αἶσαν νῦν πέφανται
οὐκ ἄμμορος ἀμφὶ πάλᾳ κυναγέτας,
15
ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων
πατροπάτορος ὁμαιμίου.
κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν Αἰακίδαις
ἔρνεα πρῶτος ἔνεικεν ἀπʼ Ἀλφεοῦ,
καὶ πεντάκις Ἰσθμοῖ στεφανωσάμενος,
20
νεμέᾳ δὲ τρίς,
ἔπαυσε λάθαν
Σωκλείδα, ὃς ὑπέρτατος
Ἁγησιμάχῳ υἱέων γένετο.
ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον ἀρετᾶς
25
ἦλθον, οἵτε πόνων ἐγεύσαντο. σὺν θεοῦ δὲ τύχᾳ
ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία πλεόνων
ταμίαν στεφάνων μυχῷ Ἑλλάδος ἁπάσας. ἔλπομαι
μέγα εἰπὼν σκοποῦ ἄντα τυχεῖν
ὥτʼ ἀπὸ τόξου ἱείς· εὔθυνʼ ἐπὶ τοῦτον, ἄγε, Μοῖσα, οὖρον ἐπέων
30
εὐκλέα. παροιχομένων γὰρ ἀνέρων
ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργʼ ἐκόμισαν,
Βασσίδαισιν ἅ τʼ οὐ σπανίζει· παλαίφατος γενεά,
ἴδια ναυστολέοντες ἐπικώμια, Πιερίδων ἀρόταις
δυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἑργμάτων
35
ἕνεκεν. καὶ γὰρ ἐν ἀγαθέᾳ
χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν ἀπὸ ταύτας αἷμα πάτρας
χρυσαλακάτου ποτὲ Καλλίας ἁδὼν
ἔρνεσι Λατοῦς, παρὰ Κασταλίᾳ τε Χαρίτων
ἑσπέριος ὁμάδῳ φλέγεν·
40
πόντου τε γέφυρʼ ἀκάμαντος ἐν ἀμφικτιόνων
ταυροφόνῳ τριετηρίδι Κρ εο ντίδαν
τίμασε Ποσειδάνιον ἂν τέμενος·
βοτάνα τέ νιν
πόθʼ ἁ λέοντος
45
νικάσαντʼ ἤρεφε δασκίοις
Φλιοῦντος ὑπʼ ὠγυγίοις ὄρεσιν.
πλατεῖαι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοι
νᾶσον εὐκλέα τάνδε κοσμεῖν· ἐπεί σφιν Αἰακίδαι
ἔπορον ἔξοχον αἶσαν ἀρετὰς ἀποδεικνύμενοι μεγάλας·
50
πέταται δʼ ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθεν
ὄνυμʼ αὐτῶν· καὶ ἐς Αἰθίοπας
Μέμνονος οὐκ ἀπονοστήσαντος ἐπᾶλτο· βαρὺ δέ σφιν νεῖκος Ἀχιλεὺς
ἔμπεσε χαμαὶ καταβὰς ἀφʼ ἁρμάτων,
φαεννᾶς υἱὸν εὖτʼ ἐνάριξεν Ἀόος ἀκμᾷ
55
ἔγχεος ζακότοιο. καὶ ταύταν μὲν παλαιότεροι
ὁδὸν ἀμαξιτὸν εὗρον· ἕπομαι δὲ καὶ αὐτὸς ἔχων μελέταν·
τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον αἰεὶ κυμάτων
λέγεται παντὶ μάλιστα δονεῖν
θυμόν. ἑκόντι δʼ ἐγὼ νώτῳ μεθέπων δίδυμον ἄχθος ἄγγελος ἔβαν,
60
πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύων
εὖχος ἀγώνων ἄπο, τοὺς ἐνέποισιν ἱερούς,
Ἀλκιμίδα, τέ γʼ ἐπαρκέσαι
κλειτᾷ γενεᾷ· δύο μὲν Κρονίου πὰρ τεμένει,
παῖ, σέ τʼ ἐνόσφισε καὶ Πουλυτιμίδαν
65
κλᾶρος προπετὴς ἄνθεʼ Ὀλυμπιάδος.
δελφῖνί κεν
τάχος διʼ ἅλμας
ἴσον εἴποιμι Μελησίαν,
χειρῶν τε καὶ ἰσχύος ἁνίοχον.
Tap any Greek word to look it up