Nemean 4 ΤΙΜΑΣΑΡΧῼ ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗι
ἄριστος εὐφροσύνα πόνων κεκριμένων
ἰατρός· αἱ δὲ σοφαὶ
Μοισᾶν θύγατρες ἀοιδαὶ θέλξαν νιν ἁπτόμεναι.
οὐδὲ θερμὸν ὕδωρ τόσον γε μαλθακὰ τέγγει
5 γυῖα, τόσσον εὐλογία φόρμιγγι συνάορος.
ῥῆμα δʼ ἑργμάτων χρονιώτερον βιοτεύει,
τι κε σὺν Χαρίτων τύχᾳ
γλῶσσα φρενὸς ἐξέλοι βαθείας.
τό μοι θέμεν Κρονίδᾳ τε Δὶ καὶ Νεμέᾳ
10 Τιμασάρχου τε πάλᾳ
ὕμνου προκώμιον εἴη· δέξαιτο δʼ Αἰακιδᾶν
ἠΰπυργον ἕδος, δίκᾳ ξεναρκέϊ κοινὸν
φέγγος. εἰ δʼ ἔτι ζαμενεῖ Τιμόκριτος ἁλίῳ
σὸς πατὴρ ἐθάλπετο, ποικίλον κιθαρίζων
15 θαμά κε, τῷδε μέλει κλιθείς,
υἱὸν κελάδησε καλλίνικον
Κλεωναίου τʼ ἀπʼ ἀγῶνος ὅρμον στεφάνων
πέμψαντα καὶ λιπαρᾶν
εὐωνύμων ἀπʼ Ἀθανᾶν, Θήβαις τʼ ἐν ἑπταπύλοις,
20 οὕνεκʼ Ἀμφιτρύωνος ἀγλαὸν παρὰ τύμβον
Καδμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μίγνυον,
Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθὼν
ξένιον ἄστυ κατέδρακεν
Ἡρακλέος ὀλβίαν πρὸς αὐλάν.
25 σὺν ποτε Τρωΐαν κραταιὸς Τελαμὼν
πόρθησε καὶ Μέροπας
καὶ τὸν μέγαν πολεμιστὰν ἔκπαγλον Ἀλκυονῆ,
οὐ τετραορίας γε πρὶν δυώδεκα πέτρῳ
ἥρωάς τʼ ἐπεμβεβαῶτας ἱπποδάμους ἕλεν
30 δὶς τόσους. ἀπειρομάχας ἐών κε φανείη
λόγον μὴ συνιείς· ἐπεὶ
ῥέζοντά τι καὶ παθεῖν ἔοικεν.
τὰ μακρὰ δʼ ἐξενέπειν ἐρύκει με τεθμὸς
ὧραί τʼ ἐπειγόμεναι·
35 ἴϋγγι δʼ ἕλκομαι ἦτορ νουμηνίᾳ θιγέμεν.
ἔμπα, καίπερ ἔχει βαθεῖα ποντιὰς ἅλμα
μέσσον, ἀντίτεινʼ ἐπιβουλίᾳ· σφόδρα δόξομεν
δαΐων ὑπέρτεροι ἐν φάει καταβαίνειν·
φθονερὰ δʼ ἄλλος ἀνὴρ βλέπων
40 γνώμαν κενεὰν σκότῳ κυλίνδει
χαμαὶ πετοῖσαν· ἐμοὶ δʼ ὁποίαν ἀρετὰν
ἔδωκε πότμος ἄναξ,
εὖ οἶδʼ ὅτι χρόνος ἕρπων πεπρωμέναν τελέσει.
ἐξύφαινε, γλυκεῖα, καὶ τόδʼ αὐτίκα, φόρμιγξ,
45 Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος πεφιλημένον
Οἰνώνᾳ τε καὶ Κύπρῳ, ἔνθα Τεῦκρος ἀπάρχει
Τελαμωνιάδας· ἀτὰρ
Αἴας Σαλαμῖνʼ ἔχει πατρῴαν·
ἐν δʼ Εὐξείνῳ πελάγει φαεννὰν Ἀχιλεὺς
50 νᾶσον· Θέτις δὲ κρατεῖ
Φθίᾳ· Νεοπτόλεμος δʼ Ἀπείρῳ διαπρυσίᾳ,
βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται
Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον.
Παλίου δὲ πὰρ ποδὶ λατρείαν Ἰαωλκὸν
55 πολεμίᾳ χερὶ προστραπὼν
Πηλεὺς παρέδωκεν Αἱμόνεσσιν
δάμαρτος Ἱππολύτας Ἄκαστος δολίαις
τέχναισι χρησάμενος·
τᾷ Δαιδάλου τε μαχαίρᾳ φύτευέ οἱ θάνατον
60 ἐκ λόχου, Πελίαο παῖς· ἄλαλκε δὲ Χείρων,
καὶ τὸ μόρσιμον Διόθεν πεπρωμένον ἔκφερεν·
πῦρ δὲ παγκρατὲς θρασυμαχάνων τε λεόντων
ὄνυχας ὀξυτάτους ἀκμὰν
τε δεινοτάτων σχάσαις ὀδόντων
65 ἔγαμεν ὑψιθρόνων μίαν Νηρεΐδων,
εἶδεν δʼ εὔκυκλον ἕδραν,
τᾶς οὐρανοῦ βασιλῆες πόντου τʼ ἐφεζόμενοι
δῶρα καὶ κράτος ἐξέφαναν ἐγγενὲς αὐτῷ.
Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν· ἀπότρεπε
70 αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός·
ἄπορα γὰρ λόγον Αἰακοῦ
παίδων τὸν ἅπαντά μοι διελθεῖν.
Θεανδρίδαισι δʼ ἀεξιγυίων ἀέθλων
κάρυξ ἑτοῖμος ἔβαν
75 Οὐλυμπίᾳ τε καὶ Ἰσθμοῖ Νεμέᾳ τε συνθέμενος,
ἔνθα πεῖραν ἔχοντες οἴκαδε κλυτοκάρπων
οὐ νέοντʼ ἄνευ στεφάνων, πάτραν ἵνʼ ἀκούομεν,
Τιμάσαρχε, τ εὰ ν ἐπινικίοισιν ἀοιδαῖς
πρόπολον ἔμμεναι. εἰ δέ τοι
80 μάτρῳ μʼ ἔτι Καλλικλεῖ κελεύεις
στάλαν θέμεν Παρίου λίθου λευκοτέραν·
χρυσὸς ἑψόμενος
αὐγὰς ἔδειξεν ἁπάσας, ὕμνος δὲ τῶν ἀγαθῶν
ἑργμάτων βασιλεῦσιν ἰσοδαίμονα τεύχει
85 φῶτα· κεῖνος ἀμφʼ Ἀχέροντι ναιετάων ἐμὰν
γλῶσσαν εὑρέτω κελαδῆτιν, Ὀρσοτριαίνα
ἵνʼ ἐν ἀγῶνι βαρυκτύπου
θάλησε Κορινθίοις σελίνοις·
τὸν Εὐφάνης ἐθέλων γεραιὸς προπάτωρ
90 σὸς ἄεισέν ποτε, παῖ.
ἄλλοισι δʼ ἅλικες ἄλλοι· τὰ δʼ αὐτὸς ἄν τις ἴδῃ,
ἔλπεταί τις ἕκαστος ἐξοχώτατα φάσθαι.
οἷον αἰνέων κε Μελησίαν ἔριδα στρέφοι,
ῥήματα πλέκων, ἀπάλαιστος ἐν λόγῳ ἕλκειν,
95 μαλακὰ μὲν φρονέων ἐσλοῖς,
τραχὺς δὲ παλιγκότοις ἔφεδρος.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up