Nemean 3 ΑΡΙΣΤΟΚΛΕΙΔΗι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙΑΣΤΗι
ὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα, λίσσομαι,
τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδι
ἵκεο Δωρίδα νᾶσον Αἴγιναν· ὕδατι γὰρ
μένοντʼ ἐπʼ Ἀσωπίῳ μελιγαρύων τέκτονες
5
κώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι.
διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου·
ἀε θλονικία δὲ μάλιστʼ ἀοιδὰν φιλεῖ,
στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν·
τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἀμᾶς ἄπο·
10
ἄρχε δʼ οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ,
δόκιμον ὕμνον· ἐγὼ δὲ κείνων τέ νιν ὀάροις
λύρᾳ τε κοινάσομαι. χαρίεντα δʼ ἕξει πόνον
χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροι
ᾤκησαν, ὧν παλαίφατον ἀγορὰν
15
οὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεὰν
ἐμίανε κατʼ αἶσαν ἐν περισθενεῖ μαλαχθεὶς
παγκρατίου στόλῳ· καματωδέων δὲ πλαγᾶν
ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει.
εἰ δʼ ἐὼν καλὸς ἔρδων τʼ ἐοικότα μορφᾷ
20
ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφάν εο ς· οὐκέτι πρόσω
ἀβάταν ἅλα κιόνων ὑπὲρ Ἡρακλέος περᾶν εὐμαρές,
ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας
μάρτυρας κλυτάς· δάμασε δὲ θῆρας ἐν πελάγεσιν
ὑπέροχος, διά τʼ ἐξερεύνασε τεναγέων
25
ῥοάς, ὅπα πόμπιμον κατέβαινε νόστου τέλος,
καὶ γᾶν φράδασσε. θυμέ, τίνα πρὸς ἀλλοδαπὰν
ἄκραν ἐμὸν πλόον παραμείβ εαι ;
Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν,
ἕπεται δὲ λόγῳ δίκας ἄωτος, ἐσλὸς αἰνεῖν·
30
οὐδʼ ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες·
οἴκοθεν μάτευε. ποτίφορον δὲ κόσμον ἔλαβες
type="unspecified" γλυκύ τι γαρυέμεν. παλαιαῖσι δʼ ἐν ἀρεταῖς
γέγαθε Πηλεὺς ἄναξ ὑπέραλλον αἰχμὰν ταμών·
ὃς καὶ Ἰωλκὸν εἷλε μόνος ἄνευ στρατιᾶς,
35
καὶ ποντίαν Θέτιν κατέμαρψεν
ἐγκονητί. Λαομέδοντα δʼ εὐρυσθενὴς
Τελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν ἔπερσεν·
καί ποτε χαλκότοξον Ἀμαζόνων μετʼ ἀλκὰν
ἕπετό οἱ· οὐδέ νίν ποτε φόβος ἀνδροδάμας ἔπαυσεν ἀκμὰν φρενῶν.
40
συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει·
ὃς δὲ διδάκτʼ ἔχει, ψεφηνὸς ἀνὴρ ἄλλοτʼ ἄλλα πνέων οὔ ποτʼ ἀτρεκεῖ
κατέβα ποδί, μυριᾶν δʼ ἀρετᾶν ἀτελεῖ νόῳ γεύεται.
ξανθὸς δʼ Ἀχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοις
παῖς ἐὼν ἄθυρε μεγάλα ἔργα, χερσὶ θαμινὰ
45
βραχυσίδαρον ἄκοντα πάλλων, ἴσα τʼ ἀνέμοις
μάχᾳ λεόντεσσιν ἀγροτέροις ἔπρασσεν φόνον,
κάπρους τʼ ἔναιρε, σώματα δὲ παρὰ Κρονίδαν
Κένταυρον ἀσθμαίνοντα κόμιζεν,
ἑξέτης τὸ πρῶτον, ὅλον δʼ ἔπειτʼ ἂν χρόνον·
50
τὸν ἐθάμβεον Ἄρτεμίς τε καὶ θρασεῖʼ Ἀθάνα,
κτείνοντʼ ἐλάφους ἄνευ κυνῶν δολίων θʼ ἑρκέων·
ποσσὶ γὰρ κράτεσκε. λεγόμενον δὲ τοῦτο προτέρων
ἔπος ἔχω· βαθυμῆτα Χείρων τράφε λιθίνῳ
Ἰάσονʼ ἔνδον τέγει, καὶ ἔπειτεν Ἀσκλήπιον,
55
τὸν φαρμάκων δίδαξε μαλακόχειρα νόμον·
νύμφευσε δʼ αὖτις ἀγλαόκαρπον
Νηρέος θύγατρα, γόνον τέ οἱ φέρτατον
ἀτίταλλεν, ἐν ἀρμένοισι πᾶσι θυμὸν αὔξων·
ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθεὶς
60
ὑπὸ Τρωΐαν, δορίκτυπον ἀλαλὰν Λυκίων τε προσμένοι καὶ Φρυγῶν
Δαρδάνων τε, καὶ ἐγχεσφόροις ἐπιμίξαις
Αἰθιόπεσσι χεῖρας, ἐν φρασὶ πάξαιθʼ, ὅπως σφίσι μὴ κοίρανος ὀπίσω
πάλιν οἴκαδʼ ἀνεψιὸς ζαμενὴς Ἑλένοιο Μέμνων μόλοι.
τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν αὐτόθεν·
65
Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δʼ ἀγών, τὸν ὕμνος ἔβαλεν
ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων.
βοὰ δὲ νικαφόρῳ σὺν Ἀριστοκλείδᾳ πρέπει,
ὃς τάνδε νᾶσον εὐκλέϊ προσέθηκε λόγῳ
καὶ σεμνὸν ἀγλααῖσι μερίμναις
70
Πυθίου Θεάριον. ἐν δὲ πείρᾳ τέλος
διαφαίνεται, ὧν τις ἐξοχώτερος γένηται,
ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον
ἐν παλαιτέροισι, μέρος ἕκαστον οἷον ἔχομεν
βρότεον ἔθνος. ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετὰς
75
ὁ θνατὸς αἰών, φρονεῖν δʼ ἐνέπει τὸ παρκείμενον.
τῶν οὐκ ἄπεσσι. χαῖρε, φίλος. ἐγὼ τόδε τοι
πέμπω μεμιγμένον μέλι λευκῷ
σὺν γάλακτι, κιρναμένα δʼ ἔερσʼ ἀμφέπει,
πόμʼ ἀοίδιμον Αἰολῇσιν ἐν πνοαῖσιν αὐλῶν,
80
ὀψέ περ. ἔστι δʼ αἰετὸς ὠκὺς ἐν ποτανοῖς,
ὃς ἔλαβεν αἶψα, τηλόθε μεταμαιόμενος, δαφοινὸν ἄγραν ποσίν·
κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμονται.
τίν γε μέν, εὐθρόνου Κλεοῦς ἐθελοίσας, ἀεθλοφόρου λήματος ἕνεκεν
Νεμέας Ἐπιδαυρόθεν τʼ ἄπο καὶ Μεγάρων δέδορκεν φάος.
Tap any Greek word to look it up