Nemean 5 ΠΥΘΕΑι ΑΙΓΙΝΗΤΗι ΑΓΕΝΕΙῼ ΠΑΓΚΡΑΤΙΑΣΤΗι
οὐκ ἀνδριαντοποιός εἰμʼ, ὥστʼ ἐλινύσοντα ἐργάζεσθαι ἀγάλματʼ ἐπʼ αὐτᾶς βαθμίδος
ἑσταότʼ· ἀλλʼ ἐπὶ πάσας ὁλκάδος ἔν τʼ ἀκάτῳ, γλυκεῖʼ ἀοιδά,
στεῖχʼ ἀπʼ Αἰγίνας, διαγγέλλοισʼ, ὅτι
Λάμπωνος υἱὸς Πυθέας εὐρυσθενὴς
5
νίκη Νεμείοις παγκρατίου στέφανον,
οὔπω γένυσι φαίνων τέρειναν ματέρʼ οἰνάνθας ὀπώραν,
ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας αἰχματὰς φυτευθέντας καὶ ἀπὸ χρυσεᾶν Νηρηΐδων
Αἰακίδας ἐγέραιρεν ματρόπολίν τε, φίλαν ξένων ἄρουραν·
τάν ποτʼ εὔανδρόν τε καὶ ναυσικλυτὰν
10
θέσσαντο πὰρ βωμὸν πατέρος Ἑλλανίου
στάντες, πίτναν τʼ εἰς αἰθέρα χεῖρας ἁμᾷ
Ἐνδαΐδος ἀριγνῶτες υἱοὶ καὶ βία Φώκου κρέοντος,
ὁ τᾶς θεοῦ, ὃν Ψαμάθεια τίκτʼ ἐπὶ ῥηγμῖνι πόντου.
αἰδέομαι μέγα εἰπεῖν ἐν δίκᾳ τε μὴ κεκινδυνευμένον,
15
πῶς δὴ λίπον εὐκλέα νᾶσον, καὶ τίς ἄνδρας ἀλκίμους
δαίμων ἀπʼ Οἰνώνας ἔλασεν. στάσομαι· οὔ τοι ἅπασα κερδίων
φαίνοισα πρόσωπον ἀλάθειʼ ἀτρεκής·
καὶ τὸ σιγᾶν πολλάκις ἐστὶ σοφώτατον ἀνθρώπῳ νοῆσαι.
εἰ δʼ ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται, μακρά μοι
20
αὐτόθεν ἅλμαθʼ ὑποσκάπτοι τις· ἔχω γονάτων ἐλαφρὸν ὁρμάν·
καὶ πέραν πόντοιο πάλλοντʼ αἰετοί.
πρόφρων δὲ καὶ κείνοις ἄειδʼ ἐν Παλίῳ
Μοισᾶν ὁ κάλλιστος χορός, ἐν δὲ μέσαις
φόρμιγγʼ Ἀπόλλων ἑπτάγλωσσον χρυσέῳ πλάκτρῳ διώκων
25
ἁγεῖτο παντοίων νόμων· αἱ δὲ πρώτιστον μὲν ὕμνησαν Διὸς ἀρχόμεναι σεμνὰν Θέτιν
Πηλέα θʼ, ὥς τέ νιν ἁβρὰ Κρηθεῒς Ἱππολύτα δόλῳ πεδᾶσαι
ἤθελε ξυνᾶνα Μαγνήτων σκοπὸν
πείσαισʼ ἀκοίταν ποικίλοις βουλεύμασιν,
ψεύσταν δὲ ποιητὸν συνέπαξε λόγον,
30
ὡς ἆρα νυμφείας ἐπείρα κεῖνος ἐν λέκτροις Ἀκάστου
εὐνᾶς. τὸ δʼ ἐναντίον ἔσκεν· πολλὰ γάρ νιν παντὶ θυμῷ
παρφαμένα λιτάνευεν· τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι·
εὐθὺς δʼ ἀπανάνατο νύμφαν, ξεινίου πατρὸς χόλον
δείσαις· ὁ δʼ ἐφράσθη κατένευσέν τέ οἱ ὀρσινεφὴς ἐξ οὐρανοῦ
35
Ζεὺς ἀθανάτων βασιλεύς, ὥστʼ ἐν τάχει
ποντίαν χρυσαλακάτων τινὰ Νηρεΐδων πράξειν ἄκοιτιν,
γαμβρὸν Ποσειδάωνα πείσαις, ὃς Αἰγᾶθεν ποτὶ κλειτὰν θαμὰ νίσσεται Ἰσθμὸν Δωρίαν·
ἔνθα μιν εὔφρονες ἶλαι σὺν καλάμοιο βοᾷ θεὸν δέκονται,
καὶ σθένει γυίων ἐρίζοντι θρασεῖ.
40
πότμος δὲ κρίνει συγγενὴς ἔργων περὶ
πάντων. τὺ δʼ Αἰγίναθε δίς, Εὐθύμενες,
Νίκας ἐν ἀγκώνεσσι πίτνων ποικίλων ἔψαυσας ὕμνων.
ἤτοι μεταΐξαντα καὶ νῦν τεὸς μάτρως ἀγάλλει κείνου ὁμόσπορον ἔθνος, Πυθέα.
ἁ Νεμέα μὲν ἄραρεν μείς τʼ ἐπιχώριος, ὃν φίλησʼ Ἀπόλλων·
45
ἅλικας δʼ ἐλθόντας οἴκοι τʼ ἐκράτεις
Νίσου τʼ ἐν εὐαγκεῖ λόφῳ. χαίρω δʼ, ὅτι
ἐσλοῖσι μάρναται πέρι πᾶσα πόλις.
ἴσθι, γλυκεῖάν τοι Μενάνδρου σὺν τύχᾳ μόχθων ἀμοιβὰν
ἐπαύρεο· χρὴ δʼ ἀπʼ Ἀθανᾶν τέκτονʼ ἀθληταῖσιν ἔμμεν.
50
εἰ δὲ Θεμίστιον ἵκεις, ὥστʼ ἀείδειν, μηκέτι ῥίγει· δίδοι
φωνάν, ἀνὰ δʼ ἱστία τεῖνον πρὸς ζυγὸν καρχασίου,
πύκταν τέ νιν καὶ παγκρατίῳ φθέγξαι ἑλεῖν Ἐπιδαύρῳ διπλόαν
νικῶντʼ ἀρετάν, προθύροισιν δʼ Αἰακοῦ
ἀνθέων ποι άε ντα φέρε στεφανώματα σὺν ξανθαῖς Χάρισσιν.
Tap any Greek word to look it up