Ποσειδῶνος καὶ Νηρηΐδων
§1.1 τὸ μὲν στενὸν τοῦτο, ἔνθα παῖς κατηνέχθη, Ἑλλήσποντος ἀπʼ αὐτῆς καλείσθω· τὸν δὲ νεκρὸν ὑμεῖς, Νηρηίδες, παραλαβοῦσαι τῇ Τρῳάδι προσενέγκατε, ὡς ταφείη ὑπὸ τῶν ἐπιχωρίων.
§1.2 μηδαμῶς, Πόσειδον, ἀλλʼ ἐνταῦθα ἐν τῷ ἐπωνύμῳ πελάγει τεθάφθω· ἐλεοῦμεν γὰρ αὐτὴν οἴκτιστα ὑπὸ τῆς μητρυιᾶς πεπονθυῖαν.
§1.3 τοῦτο μέν, Ἀμφιτρίτη, οὐ θέμις· οὐδὲ ἄλλως καλὸν ἐνταῦθά που κεῖσθαι ὑπὸ τῇ ψάμμῳ αὐτήν, ἀλλʼ ὅπερ ἔφην ἐν τῇ Τρῳάδι ἐν Χερρονήσῳ τεθάψεται. ἐκεῖνο δὲ παραμύθιον οὐ μικρὸν ἔσται αὐτῇ, ὅτι μετʼ ὀλίγον τὰ αὐτὰ καὶ Ἰνὼ πείσεται καὶ ἐμπεσεῖται ὑπὸ τοῦ Ἀθάμαντος διωκομένη ἐς τὸ πέλαγος ἀπʼ ἄκρου τοῦ Κιθαιρῶνος, καθʼ ὅπερ καθήκει ἐς τὴν θάλατταν, ἔχουσα καὶ τὸν υἱὸν ἐπὶ τῆς ἀγκάλης. ἀλλὰ κἀκείνην σῶσαι δεήσει χαρισαμένους τῷ Διονύσῳ· τροφὸς γὰρ αὐτοῦ καὶ τίτθη Ἰνώ.
§2.1 οὐκ ἐχρῆν οὕτω πονηρὰν οὖσαν.
§2.2 ἀλλὰ τῷ Διονύσῳ ἀχαριστεῖν, Ἀμφιτρίτη, οὐκ ἄξιον.
§2.3 αὕτη δὲ ἄρα τί παθοῦσα κατέπεσεν ἀπὸ τοῦ κριοῦ; ἀδελφὸς δὲ Φρίξος ἀσφαλῶς ὀχεῖται;
§2.4 εἰκότως· νεανίας γὰρ καὶ δυνατὸς ἀντέχειν πρὸς τὴν φοράν, δὲ ὑπʼ ἀηθείας ἐπιβᾶσα ὀχήματος παραδόξου καὶ ἀπιδοῦσα ἐς βάθος ἀχανές, ἐκπλαγεῖσα καὶ τῷ θάλπει ἅμα συσχεθεῖσα καὶ ἰλιγγιάσασα πρὸς τὸ σφοδρὸν τῆς πτήσεως ἀκρατὴς ἐγένετο τῶν κεράτων τοῦ κριοῦ, ὧν τέως ἐπείληπτο, καὶ κατέπεσεν ἐς τὸ πέλαγος.
§2.5 οὔκουν ἐχρῆν τὴν μητέρα τὴν Νεφέλην βοηθῆσαι πιπτούσῃ;
§2.6 ἐχρῆν ἀλλʼ Μοῖρα τῆς Νεφέλης πολλῷ δυνατωτέρα.
Tap any Greek word to look it up
An open-access project
Jacobitz 1909
Teubner
Jacobitz, Teubner, 1909 · 1909
The Editor

Karl Jacobitz (1810–1889) was a German classical scholar who produced the standard Teubner edition of Lucian's complete works. Working systematically through the large and varied Lucianic corpus, Jacobitz collated manuscripts and established texts for dozens of dialogues, satires, and rhetorical exercises. His edition was the scholarly standard for over half a century.

About This Edition

Jacobitz's Teubner Lucian, published in multiple volumes during the mid-19th century, provided the first comprehensive critical edition of Lucian's works. The text is based on manuscript collation with a full apparatus criticus. M. D. Macleod's OCT (1972–1987) has since superseded Jacobitz for most scholarly purposes, but the Teubner edition remains frequently cited in older secondary literature.

Tap any Greek word to look it up