Ποσειδῶνος καὶ Ἀλφειοῦ
§1.1 τί τοῦτο, Ἀλφειέ; μόνος τῶν ἄλλων ἐμπεσὼν ἐς τὸ πέλαγος οὔτε ἀναμίγνυσαι τῇ ἅλμῃ, ὡς ἔθος ποταμοῖς ἅπασιν, οὔτε ἀναπαύεις σεαυτὸν διαχυθείς, ἀλλὰ διὰ τῆς θαλάττης ξυνεστὼς καὶ γλυκὺ φυλάττων τὸ ῥεῖθρον, ἀμιγὴς ἔτι καὶ καθαρὸς ἐπείγῃ οὐκ οἶδα ὅπου βύθιος ὑποδὺς καθάπερ οἱ λάροι καὶ ἐρῳδιοί; καὶ ἔοικας ἀνακύψειν που καὶ αὖθις ἀναφανεῖν σεαυτόν.
§1.2 ἐρωτικόν τι τὸ πρᾶγμά ἐστιν, Πόσειδον, ὥστε μὴ ἔλεγχε· ἠράσθης δὲ καὶ αὐτὸς πολλάκις.
§1.3 γυναικός, Ἀλφειέ, νύμφης ἐρᾷς καὶ τῶν Νηρηίδων αὐτῶν μιᾶς;
§1.4 οὔκ, ἀλλὰ πηγῆς, Πόσειδον.
§1.5 δὲ ποῦ σοι γῆς αὕτη ῥεῖ;
§1.6 Νησιῶτίς ἐστι Σικελή· Ἀρέθουσαν αὐτὴν καλοῦσιν.
§2.1 οἶδα οὐκ ἄμορφον, Ἀλφειέ, τὴν Ἀρέθουσαν, ἀλλὰ διαυγής τέ ἐστι καὶ διὰ καθαροῦ ἀναβλύζει καὶ τὸ ὕδωρ ἐπιπρέπει ταῖς ψηφίσιν ὅλον ὑπὲρ αὐτῶν φαινόμενον ἀργυροειδές.
§2.2 ὡς ἀληθῶς οἶσθα τὴν πηγήν, Πόσειδον· παρʼ ἐκείνην οὖν ἀπέρχομαι.
§2.3 ἀλλʼ ἄπιθι μὲν καὶ εὐτύχει ἐν τῷ ἔρωτι· ἐκεῖνο δέ μοι εἰπέ, ποῦ τὴν Ἀρέθουσαν εἶδες αὐτὸς μὲν Αρκὰς ὤν, δὲ ἐν Συρακούσαις ἐστίν;
§2.4 ἐπειγόμενόν με κατέχεις, Πόσειδον, περίεργα ἐρωτῶν.
§2.5 εὖ λέγεις· χώρει παρὰ τὴν ἀγαπωμένην, καὶ ἀναδὺς ἀπὸ τῆς θαλάττης ξυναυλίᾳ μίγνυσο τῇ πηγῇ καὶ ἓν ὕδωρ γίγνεσθε.
Tap any Greek word to look it up
An open-access project
Jacobitz 1909
Teubner
Jacobitz, Teubner, 1909 · 1909
The Editor

Karl Jacobitz (1810–1889) was a German classical scholar who produced the standard Teubner edition of Lucian's complete works. Working systematically through the large and varied Lucianic corpus, Jacobitz collated manuscripts and established texts for dozens of dialogues, satires, and rhetorical exercises. His edition was the scholarly standard for over half a century.

About This Edition

Jacobitz's Teubner Lucian, published in multiple volumes during the mid-19th century, provided the first comprehensive critical edition of Lucian's works. The text is based on manuscript collation with a full apparatus criticus. M. D. Macleod's OCT (1972–1987) has since superseded Jacobitz for most scholarly purposes, but the Teubner edition remains frequently cited in older secondary literature.

Tap any Greek word to look it up