Νότου καὶ Ζεφύρου
§1.1 ταύτην, Ζέφυρε, τὴν δάμαλιν, ἣν διὰ τοῦ πελάγους ἐς Αἴγυπτον Ἑρμῆς ἄγει, Ζεὺς διεκόρευσεν ἁλοὺς ἔρωτι;
§1.2 ναί, Νότε· οὐ δάμαλις δὲ τότε, ἀλλὰ παῖς ἦν τοῦ ποταμοῦ Ἰνάχου· νῦν δὲ Ἥρα τοιαύτην ἐποίησεν αὐτὴν ζηλοτυπήσασα, ὅτι καὶ πάνυ ἑώρα ἐρῶντα τὸν Δία.
§1.3 νῦν οὖν ἔτι ἐρᾷ τῆς βοός;
§1.4 καὶ μάλα, καὶ διὰ τοῦτο ἐς Αἴγυπτον αὐτὴν ἔπεμψε καὶ ἡμῖν προσέταξε μὴ κυμαίνειν τὴν θάλατταν ἔστʼ ἂν διανήξηται, ὡς ἀποτεκοῦσα ἐκεῖκυεῖ δὲ ἤδηθεὸς γένοιτο καὶ αὐτὴ καὶ τὸ τεχθέν.
§2.1 δάμαλις θεός;
§2.2 καὶ μάλα, Νότε· ἄρξει τε, ὡς Ἑρμῆς ἔφη, τῶν πλεόντων καὶ ἡμῶν ἔσται δέσποινα, ὅντινα ἂν ἡμῶν ἐθέλῃ ἐκπέμψαι κωλῦσαι ἐπιπνεῖν.
§2.3 Θεραπευτέα τοιγαροῦν, Ζέφυρε, ἤδη δέσποινά γε οὖσα.
§2.4 νὴ Δίʼ· εὐνουστέρα γὰρ ἂν οὕτω γένοιτο. ἀλλʼ ἤδη γὰρ διεπέρασε καὶ ἐξένευσεν ἐς τὴν γῆν. ὁρᾷς ὅπως οὐκέτι μὲν τετραποδιστὶ βαδίζει, ἀνορθώσας δὲ αὐτὴν Ἑρμῆς γυναῖκα παγκάλην αὖθις ἐποίησε;
§2.5 παράδοξα γοῦν ταῦτα, Ζέφυρε· οὐκέτι τὰ κέρατα οὐδὲ οὐρὰ καὶ δίχηλα τὰ σκέλη, ἀλλʼ ἐπέραστος κόρη. μέντοι Ἑρμῆς τί παθὼν μεταβέβληκεν ἑαυτὸν καὶ ἀντὶ νεανίου κυνοπρόσωπος γεγένηται;
§2.6 μὴ πολυπραγμονῶμεν, ὅτε ἄμεινον ἐκεῖνος οἶδε τὰ πρακτέα.
Tap any Greek word to look it up
An open-access project
Jacobitz 1909
Teubner
Jacobitz, Teubner, 1909 · 1909
The Editor

Karl Jacobitz (1810–1889) was a German classical scholar who produced the standard Teubner edition of Lucian's complete works. Working systematically through the large and varied Lucianic corpus, Jacobitz collated manuscripts and established texts for dozens of dialogues, satires, and rhetorical exercises. His edition was the scholarly standard for over half a century.

About This Edition

Jacobitz's Teubner Lucian, published in multiple volumes during the mid-19th century, provided the first comprehensive critical edition of Lucian's works. The text is based on manuscript collation with a full apparatus criticus. M. D. Macleod's OCT (1972–1987) has since superseded Jacobitz for most scholarly purposes, but the Teubner edition remains frequently cited in older secondary literature.

Tap any Greek word to look it up