Book 8
§1–2
§1 Ὡς δἄν τις καὶ τοὺς πυρετοὺς ἰῷτο μεθόδῳ, τοῖς ἄλλοις ὡσαύτως νοσήμασι τοῖς κατὰ δυσκρασίαν συνισταμένοις ἐν ἡμῖν, διῆλθον ἐν τῷ πρὸ τοῦδε γράμματι, καιρὸς ἂν εἴη λέγειν. ὅτι μὲν οὖν, Εὐγενιανὲ, ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ κεραννυμένων ἀλλήλοις τῶν ἁπλῶν καὶ πρώτων μορίων συνέστηκε φύσις, ἅπερ Ἀριστοτέλης προσαγορεύει ὁμοιομερῆ διἑνὸς ἀποδέδεικται γράμματος, ἐν περὶ τῶν καθἹπποκράτην στοιχείων ἐσκοπούμεθα. ὅτι δἐν τῷ τὸ μὲν θερμότερον εἶναι, τὸ δὲ ψυχρότερον, ὑγρότερον, ξηρότερον, κατὰ συζυγίαν τι τούτων πεπονθέναι, τῶν ἁπλῶν καὶ πρώτων μορίων ἐστὶν πρὸς ἄλληλα διαφορὰ, διὰ τῆς περὶ κράσεων ἐδείχθη πραγματείας. ἐν δέ γε τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς βιβλίῳ τῶν μὲν ἁπλῶν τοῦ ζώου μορίων δύο τὰ πάντεἶναι γένη νοσημάτων ἐδείκνυτο· κοινὸν μὲν τὸ ἕτερον αὐτοῖς, πρὸς τὰ σύνθετά τε καὶ δεύτερα καὶ ὀργανικὰ μόρια, καλοῦμεν δὲ αὐτὸ λύσιν ἑνώσεως· ἕτερον δἐξαίρετον ἴδιον ἐν δυσκρασίᾳ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ συνιστάμενον. εἷναι δὲ τῶν δυσκρασιῶν τὰς μὲν κατὰ μίαν ἀντίθεσιν ἁπλᾶς, τὰς δὲ κατἄμφω συνθέτους. ἐν μὲν οὖν τῇ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν ἀντιθέσει δύο συνίστασθαι δυσκρασίας ἁπλᾶς· ἑτέραν μὲν, ὅταν ἑαυτοῦ γένηταί τι θερμότερον εἰς τοσοῦτον ὡς ἤδη βλάπτεσθαι τὴν ἐνέργειαν αὐτοῦ· δευτέραν δὲ, ὅταν ὁμοίως ἐπικρατήσῃ τὸ ψυχρόν. ἐν δὲ τῇ κατὰ τὸ ξηρὸν καὶ ὑγρὸν ἑτέρας αὖ δύο καὶ κατὰ τάσδε δυσκρασίας, ὑγρὰν καὶ ξηράν. ἐπιπλεκομένων δἀλλήλαις τῶν ἁπλῶν ἄλλας συνίστασθαι τέτταρας, ὑγρὰν καὶ ψυχρὰν, ὑγράν τε καὶ θερμὴν, καὶ ξηρὰν καὶ θερμὴν, ξηράν τε καὶ ψυχράν. εἴρηται δὲ καὶ γεννῶντα τὰς δυσκρασίας αἴτια διἑτέρου γράμματος, ἐν τὰς τῶν νοσημάτων αἰτίας ἐδηλοῦμεν. ἓν δέ τι τῶν κατὰ δυσκρασίαν νοσημάτων ἐστὶ καὶ πυρετὸς, εἰς τοσαύτην ἀμετρίαν αἰρομένης τῆς θερμασίας ὡς ἀνιᾷν τε τὸν ἄνθρωπον ἐνέργειάν τε βλάπτειν, ὡς εἴ γε μήπω μηδέτερον ἔχει, κᾂν ὅτι μάλιστα θερμότερος ἑαυτοῦ τύχῃ γεγονὼς, οὐδέπω πυρέττειν αὐτὸν ἐδείκνυμεν. ἐπεὶ δἕκαστον τῶν παρὰ φύσιν ἐν ἡμῖν συνισταμένων, εἴτε εἰδικωτέρας τυγχάνῃ προσηγορίας, εἴτε γενικωτέρας, οὐκ ἔστιν ἐκτὸς τοῦ σώματος, ἀλλὰ καὶ φλεγμονὴ καὶ πλευρῖτις καὶ νόσος ἅμα τὰ τρία καθἓν γίνεται σῶμα τὸ Δίωνος, εἰ οὕτως ἔτυχεν, ἐνδείκνυται δὲ καὶ τούτων μὲν ἕκαστον ἰδίαν ἔνδειξιν, οὐδὲν δἧττον αἱ διαφοραὶ τοῦ πάντων εἰδικωτάτου, διὰ τοῦτοὖν ἄμεινον ἔνδοξεν ἰδίᾳ πραγματεύεσθαι περὶ τῆς διαφορᾶς τῶν πυρετῶν, ἵνἐφἑτοίμοις ἅπασιν λόγος ἡμῖν ἐνθάδε περαίνοιτο, χωρὶς τῆς πρὸς τοὺς κακῶς ὑπὲρ αὐτῶν γράψαντας ἀντιλογίας. ἀναμνησθῶμεν οὖν τὰ κεφάλαια τῆς διαφορᾶς αὐτῶν, ἵνἐξ ἑκάστου τὴν οἰκείαν ἔνδειξιν ἀναλάβωμεν. ἔστιν οὖν μία μὲν αὐτῶν διαφορὰ καθἣν ἤτοι πάρεστιν ἔτι τὸ ποιοῦν αἴτιον τὸν πυρετὸν, πέπαυται ποιῆσαν· ἑτέρα δὲ καθἣν ἤτοι γἑκτικός ἐστιν γεγονὼς πυρετὸς, ὡς ἂν εἴποι τις σχετικός. ἐπειδὴ γὰρ ὀνομάζουσι τὰς μὲν εὐλύτους διαθέσεις ἐν σχέσει, τὰς δὲ μὴ τοιαύτας, ἐν ἕξει, συγχωρητέον ἐστὶν ἕνεκα σαφοῦς διδασκαλίας καὶ αὐτῶν τῶν πυρετῶν τοὺς μὲν δυσλύτους ἑκτικοὺς, τοὺς δεὐλύτους σχετικοὺς ὀνομάζεσθαι. καὶ λεκτέον ἐνίους μὲν τῶν πυρετῶν εὔλυτον ἔχειν τὴν διάθεσιν οὕτως ὡς τὸ θερμανθὲν ἐν ἡλίῳ ξύλον, ἐνίους δὲ δύσλυτον, ὡς τὸ μέχρι τοῦ τύφεσθαί τε καὶ καπνὸν ἀποβάλλειν ὑπὸ πυρὸς θαλφθέν. αὗται μὲν αἱ πρῶται διαφοραὶ τῶν πυρετῶν, ἃς συνάψαντες πρότερον ταῖς γενικωτέραις ἐνδείξεσιν, αὖθις ἐπὶ τὰς αὐτῶν τῶν εἰρημένων εἰδικωτέρας ἀφιξόμεθα. πρώτη μὲν γὰρ ἔνδειξις ὡς ἀπὸ νοσήματός ἐστιν, ἅπαντος πυρετοῦ τὴν ἀναίρεσιν ἐνδεικνυμένη· δευτέρα δὲ ὡς τοιοῦδε νοσήματος, οὐκέθἁπλῶς ἀναίρεσιν, ἀλλὰ τοιάνδε τινά. κατὰ γάρ τοι δυσκρασίαν νοσούντων τῶν πυρεττόντων ἀναγκαῖον καὶ τὴν ἴασιν αὐτῶν ἀναίρεσιν εἶναι τῆς δυσκρασίας. ἅπασα δἀμετρία διὰ τῆς ἐναντίας ἀμετρίας ἰᾶται, καὶ γὰρ καὶ τοῦτἔμπροσθεν ἐδείχθη. καὶ τοίνυν καὶ τῆς τοῦ πυρετοῦ δυσκρασίας ἀμετρία διὰ τῆς ἐναντίας ἀμετρίας ἰαθήσεται. ἔστι δ ἀμετρία τῆς τῶν πυρεττόντων δυσκρασίας ἐν πλεονεξίᾳ θερμότητος· τοίνυν εἰς εὐκρασίαν ὁδὸς αὐτοῖς διὰ ψύξεως ἔσται. εἰ μὲν οὖν ἤδη γεγονότες εἶεν οἱ πυρετοὶ, τὸ δὲ ποιῆσαν αὐτοὺς αἴτιον οἴχοιτο, μόνος ἂν οὗτος εἴη τῆς θεραπείας αὐτῶν σκοπὸς ψύξις. ὥστε ζητητέον ἡμῖν τὰς ὕλας ὅσαι ψύξιν ἰσόῤῥοπον ἔχουσι τῇ πλεονεκτούσῃ θερμότητι. γιγνομένων δἔτι τῶν πυρετῶν τὴν ποιοῦσαν αὐτοὺς αἰτίαν ἀναιρετέον· εἰ δὲ τὸ μὲν ἤδη γεγονὸς αὐτῶν εἴη, τὸ δἔτι γίγνοιτο, τοῦ συναμφοτέρου στοχαστέον, ἀναιρούντων πρότερον μὲν τὴν ἀνάπτουσαν αἰτίαν αὐτοὺς, ἐφεξῆς δὲ σβεννύντων, τὸ φθάσαν ἀπαὐτῆς ἀνῆφθαι. τίνες οὖν αἰτίαι πυρετοὺς γεννῶσαι καὶ κατὰ τίνα σώματος ἑκάστου διάθεσιν,  εἰ μή τις εἴη μεμνημένος ἀκριβῶς, οὐκ ἄν ποτε μεθόδῳ προνοήσαιτο πυρετῶν.
§2 Ἐλέχθη γοῦν ἐν ἐκείνοις τοῖς σώμασιν στέγνωσις ἐργαζομένη πυρετὸν, ἐν οἷς ἐστι τὸ διαπνεόμενον οὐκ ἀτμῶδες οἷόν περ ἐν τοῖς εὐχύμοις, ἀλλὰ δακνῶδες καὶ δριμὺ καὶ καπνῷ παραπλήσιον λιγνύϊ. τούτοις οὖν τοῖς σώμασιν ὑγιεινότατα μὲν λουτρὰ γλυκέων ὑδάτων εὐκράτων καὶ τρίψις ἀραιωτικὴ καὶ γυμνάσια σύμμετρα καὶ δίαιτα γλυκύχυμος, ἐναντιώτατα δὲ λουτρὰ ψυχρὰ καὶ στυπτηριώδη καὶ ἀλουσία καὶ γυμνάσιον ὀξὺ καὶ τρίψις ἤτοι μηδὅλως σκληρὰ γινομένη καὶ δίαιτα κακόχυμος, ἀγρυπνία τε καὶ θυμὸς καὶ λύπη καὶ φροντὶς, ἔγκαυσίς τε καὶ κόπος. ἀλλὰ περὶ μὲν τῶν ἄλλων αὖθις ἐπάνειμι· περὶ δὲ τῆς στεγνώσεως νῦν ὅθεν λόγος ὡρμήθη γινώσκειν χρὴ σαφῶς ὅτι καὶ μόνη χωρὶς τῶν ἄλλων ἁπάντων ἱκανὴ γεννῆσαι πυρετούς. ἐὰν οὖν εἴρξῃς τὰς τοιαύτας φύσεις τῶν οἰκείων λουτρῶν, αὐτίκα πυρέττουσιν. ἐθεάσω δὲ δήπου καθὃν ἐν Ῥώμῃ σὺν ἡμῖν διέτριψας χρόνον ἐνίους οὕτω νοσήσαντας· ἐφὧν οἱ τὴν θαυμαστὴν διάτριτον ἀσίτους ὑπερβάλλειν ἀξιοῦντος, αὐτοὶ κακοηθεστάτους πυρετοὺς κατασκευάζουσι, δέον αὐτίκα τοῦ πρώτου παροξυσμοῦ παρακμάζοντος ἀπάγειν εἰς τὸ βαλανεῖον, ἐπιτρέπειν τε λούεσθαι πολλάκις εἰ βούλοιντο, μὴ μόνον ἅπαξ, ἀλλὰ καὶ δίς. ἐγὼ γοῦν ἐάσας ἅπαντας τοὺς ἄλλους ἀναμνήσω σε τοῦ λουσαμένου μὲν ἐν τοῖς στυπτηριώδεσιν ὕδασιν, καλοῦσιν Ἄλβουλα, πυκνωθέντος δἐκ τούτου τὸ δέρμα, κᾀντεῦθεν ἀρξαμένου πυρέττειν, ἀρκέσει γὰρ ἕνεκα σαφηνείας οὗτος οἷον παράδειγμά τι τοῦ λόγου γενέσθαι. παρῆσαν μὲν ἐπισκοπούμενοι τῶν οὐκ ἀφανῶν τινες ἰατρῶν μὲν Ἐρασιστράτειος, δὲ μεθοδικός· ἔδοξε δἀμφοτέροις ἀσιτῆσαι τὸν ἄνθρωπον. οὐ μὴν εἰάσαμέν γε ἡμεῖς, χωρισθέντων αὐτῶν ἐλθόντες, ἀλλεἰς βαλανεῖον εἰσαγαγόντες εὐθέως καὶ χλιαρὸν ἔλαιον ἐπὶ πλεῖστον αὐτῷ περιχέαντες, ἀνατρίψαντές τε πρᾳότατα, τὸ πλεῖστον τοῦ χρόνου μέρος ἐν τῷ τῆς θερμῆς δεξαμένης ὕδατι διατρίβειν ἐκελεύσαμεν. εἶτα ἐξελθόντα καὶ χρησάμενον ὕδατι ψυχρῷ, κατὰ τὰ εἰωθότα σκεπάσαντες σινδόνι καὶ βραχὺ καθίσαι κελεύσαντες, ὡς ἀνακτήσασθαι τὴν δύναμιν, αὖθις εἰσαγαγόντες εἰς τὸ βαλανεῖον ὁμοίως τε πάλιν ἀλείψαντές τε καὶ τρίψαντες καὶ κατὰ τὸ θερμὸν ὕδωρ χρονίσαι κελεύσαντες· εἶταὖθις ἐξαγαγόντες καὶ τῷ ψυχρῷ βάψαντες, ἀπομάξαντές τε τροφὴν ἐδώκαμεν αὐτίκα μὲν ἐξελθόντι μετὰ τὸ πιεῖν ὕδατος πτισάνης χυλὸν, εἶτα βραχὺ διαλιπόντες θριδακίνην, καὶ μεταὐτὴν ἐξ ἁπλοῦ λευκοῦ ζωμοῦ τῶν ἁπαλοσάρκων ἰχθύων, οἷοί περ οἱ πετραῖοι πάντες εἰσὶ καὶ οἱ ὀνίσκοι καλούμενοι. κάλλιον δἕνεκα τοῦ παραλελεῖφθαι μηδὲν ἅπαντα προσθεῖναι τῇ διηγήσει. τοῦ μὲν ἔτους ἦν καιρὸς ἐκεῖνος ἐν ταῦτἐπράττετο βραχύ τι μετὰ τὰς ὑπὸ κύνα προσαγορευομένας ἡμέρας, δὲ ἄνθρωπος ὡς πέντε καὶ τριάκοντα ἐτῶν, μελάντερος τὴν χροιὰν καὶ λεπτὸς τὴν ἕξιν καὶ δασὺς, ἁπτομένοις τε σαφῶς δακνώδη τὴν θερμασίαν ἔχων, ὁπόθὑγίαινεν, οὖρα κατακορῆ ξανθὰ καὶ εἰ ἐπὶ πλέον ἀσιτήσειε δάκνοντα, γαστὴρ ἐξηραίνετο συνεχῶς καὶ ἦν τὰ διαχωρήματα βραχέα καὶ δριμέα καὶ ξηρά· τὸ δὲ τῆς ψυχῆς ἦθος ὀξύθυμόν τε καὶ φροντιστικὸν ὑπῆρχεν, ὀλιγόϋπνός τε τὰ πάντα καὶ συνεχῶς ἀγρυπνίαν μεμφόμενος. οὗτος ἐν χωρίῳ τινὶ πράξεων ἕνεκα γενόμενος ἐχρῆτο τοῖς Ἀλβούλοις πλησίον οὖσιν ὥρας, τε ἑβδόμης, ὡς ἔφασκε, καὶ τρίς γε καὶ τετράκις ἐλούετο, χρηστόν τι δὴ τοῦτο νομίζων ἐργάζεσθαι. ἐκεῖθέν τε πάλιν εἰς τὸν ἀγρὸν ἀφικόμενος καὶ τροφὴν προσαράμενος, εἶθὑπνώσας βραχέα παρεγένετο μὲν εἰς τὴν πόλιν ἑσπέρας βαθείας, ἀπορήσας δἐπιτηδείου λουτροῦ διὰ τῆς νυκτὸς ἐπύρεξε. θεασάμενοι δὲ αὐτὸν οἱ ἰατροὶ σχεδὸν ὥρας τρίτης τῆς ἡμέρας ἐκέλευσαν οὐ μόνον ἐκείνην, ἀλλὰ καὶ τὴν ἑξῆς ἀσιτεῖν ὅλην, ἵνα τὴν διὰ τρίτης νύκτα φυλάξαιντο, καὶ ταῦτεἰπόντες ἀπηλλάττοντο. λούσαντες οὖν ἡμεῖς αὐτὸν καὶ διαιτήσαντες, ὡς εἴρηται, τοῖς οἰκέταις ἐκελεύσαμεν, ἐὰν εἰς ἑσπέραν οἱ ἰατροὶ παραγενηθῶσιν ἡσυχάζειν τε φάναι τὸν ἄνθρωπον, ἀποπέμπειν τἐκείνους παραχρῆμα, τῆς ἐπιούσης ἡμέρας ἥκειν ἀξιώσαντας. ὡς δἐχωρίσθησαν, αὖθις ὁμοίως λούσαντές τε καὶ διαιτήσαντες αὐτὸν, ἐξ αὐτῶν τούτων ὧν ἐπράξαμεν ὑπνῶσαι καλῶς ἐποιήσαμεν. παραγενόμενοι δὲ οἱ ἰατροὶ κατὰ τὴν ὑστεραίαν ἕωθεν, ἠξίουν αὐτὸν ἔτι κᾀκείνην ἀσιτῆσαι τὴν ἡμέραν, εἰ καὶ ὅτι μάλιστα τελέως ἀπύρετος εἴη. τοῦ δὑποσχομένου πράξειν ὡς κελεύουσιν, οἶσθα μὲν δή που τὸν γέλωτα τὸν γενόμενον ἀπελθόντων αὐτῶν, ὃν ἡμεῖς ὀλίγον ὕστερον ἀφικόμενοι κατελάβομεν. ἐπίστασαι δὲ καὶ ὅπως ἐπράχθη τὰ κατὰ τὸν ἄῤῥωστον. ἐπειδὴ γὰρ, ἔφην, ὑγιαίνων ἐλούου δὶς, οἱ δἰατροὶ τελέως ἀσιτῆσαί σε κελεύουσιν, οὔτἐκείνοις τὸ σύμπαν πεισθῆναι δίκαιον, διαλλάξαι τέ τι τῶν ἐπὶ τῆς ὑγείας προσήκει. τοῦ δοἰομένου με συμβουλεύειν αὐτῷ λούσασθαι μὲν, ἀλλοὐ δὶς, ἑτοίμου τε πράττειν εἶναι φάσκοντος τί περ ἂν ἐγὼ κελεύσαιμι· μὴ τοίνυν, ἔφην, μήτἀσιτήσῃς μήτε λούσῃς δὶς, καὶ γὰρ καὶ καμεῖν μοι δοκεῖς τρίτην ἡμέραν καί που καὶ θερμανθῆναι σφοδρότερον ὑπὸ τοῦ ἡλίου· διά τε οὖν τὸν κάματον, ἔφην, καὶ τὴν ἔγκαυσιν ἕν σε χρὴ προσθεῖναι λουτρὸν τοῖς δύο καὶ τρὶς λούσασθαι πειθόμενον ἐμοὶ, τοῦτο γὰρ ὑπέσχου ποιήσειν. δὲ μειδιάσας χαλεπὰ μὲν, ἔφη, προστάττεις,  ἀλλἐπεὶ συνθήκας φυλάττειν δίκαιον, κελεύεις ποιήσω. τὰ δὲ πραχθέντα μετὰ ταῦτα τοῖς ἰατροῖς οἶσθα δήπου σαφῶς ὁπόσου καταγέλωτος ἦν ἄξια. δὶς μὲν ἐλέλουτο καὶ ἠριστηκὼς ἐκεκοίμητο, περὶ δὲ δυσμὰς ἡλίου τῶν οἰκετῶν τις ἀγγέλλει παρεῖναι τοὺς ἰατρούς. δὲ προσποιεῖται πυρέττειν καὶ περιβαλλόμενος ἱμάτιον, εἴσω τε στραφεὶς, ὅπως μὴ καταφανὴς αὐτοῖς γένοιτο πεπωκὼς οἶνον, τῶν φίλων τινὶ κελεύει τοῖς ἰατροῖς ἀνθαὑτοῦ ποιεῖσθαι τὰς ἀποκρίσεις, ἤν τι πυνθάνωνται. ἔμελλον δὲ δήπου τὸ συνηθέστατον αὐτοῖς πρῶτον ἐρήσεσθαι, θεώμενοι περιβεβλημένον ἐπιμελῶς ἅμα τῇ κεφαλῇ τὸν ἄνθρωπον, ἥτις ἦν ὥρα καθἣν παροξυσμὸς εἰσέβαλεν. ἀποκρινομένου δὲ τοῦ φίλου σχεδὸν οὐδεμίαν ὁλόκληρον ὥραν γεγονέναι μεταξὺ, πότερον μετὰ φρίκης, μετὰ περιψύξεως ὑπήρξατο πυνθάνονται. τοῦ δὲ μετὰ φρίκης εἰπόντος ἅπτονται τοῦ ἀνθρώπου, διά τε τὸ γελᾷν καὶ περικεκαλύφθαι νοτιζομένου. ἐπαινέσαντες οὖν αὐτὸν ἐπὶ τῷ πεισθῆναί σφισι καὶ μηδὲν ἁμαρτεῖν, πρὸ τοῦ διὰ τρίτης παροξυσμοῦ, τοιγάρ τοι διὰ τοῦτο ἔφασαν ἤδη μέν σοι πέπαυται τὰ τῆς φρίκης, ἱδρῶτος δἐστὶν ὑπόφασις καὶ νοτὶς πολλὴ περὶ τὸ δέρμα, καὶ ταῦτοὐκ ἂν ἐγένετο, μὴ ἀσιτήσαντός σου καὶ τὴν διάτριτον ὑπερβάλλοντος. κελεύσαντες οὖν τοῖς οἰκείοις, ἐὰν γένωνταί τινες αὐτῷ νοτίδες, ἀπομάττειν ἐπιμελῶς, ὅπως μὴ ψυχθείη, παραγενήσεσθαί τε φάντες ἕωθεν ἀπαλλάττονται, μηδὲ τότε κελεύοντες ἐπὶ τοῖς ἱδρῶσι τραφῆναι τὸν ἄνθρωπον· ἐδόκουν γὰρ αὐτοῖς αἱ κατἐκεῖνον τὸν καιρὸν νύκτες εἶναι μικραὶ καὶ κάλλιον ἐφαίνετο κατὰ τὴν ὑστεραίαν ἕωθεν τρέφειν. ἀπαλλαγέντων οὖν αὐτῶν ἐν ἱδρῶτι ῥεόμενος νεανίσκος, ὡς ἐνετετύλικτο τοῖς ἱματίοις, καταδραμὼν εἰς τὸ βαλανεῖον, ἐλούσατο τὸ τρίτον, ὁμοίως τε διῃτήθη. κᾄπειτα κατὰ τὴν ὑστεραίαν, πρὶν ἀφικέσθαι τοὺς ἰατροὺς, προῆλθε τῆς οἰκίας ἐπίτηδες, ὅπως μὴ καταλάβοιεν αὐτόν. οἳ δἄρα μικρὸν ὕστερον ἥκοντες καὶ μαθόντες αὐτὸν προεληλυθέναι καθἑαυτοὺς ἐθαύμαζον, τι ποτεἴη τὸ προελθεῖν ἀναγκάσαν ἠσιτηκότα δυοῖν ἡμέραιν τὸν ἄνθρωπον. εἰ μὲν οὖν ἓν τοῦτο μόνον ὑπὸ τῶν τοιούτων ἰατρῶν οἱ κάμνοντες ἠδικοῦντο, τὸ μέχρι πλειόνων ἡμερῶν ἐπὶ τῆς κλίνης κατέχεσθαι, δυνάμενοι καὶ χωρὶς ἀσιτίας ἀκαίρου πολὺ θᾶττον ἐπὶ τὰς συνήθεις ἀφικνεῖσθαι πράξεις, ἦν μὲν ἂν δήπου καὶ οὕτω δεινὸν τὸ γιγνόμενον, ἀλλἧττον μακρῷ τῶν καταλαμβανόντων αὐτούς. ἐπειδὴ δὲ χαλεπωτάτοις ἁλίσκονται πυρετοῖς αἱ εἰρημέναι φύσεις, ὅταν οὕτω διαιτηθῶσιν, οὐδὲν ἀποδεῖν μοι δοκοῦσι δημίων οἱ τὰ τοιαῦτα διαπραττόμενοι τῶν ἰατρῶν. οὐ γὰρ ὥσπερ οἱ ὑγροὶ καὶ εὔχυμοι κατὰ τοὺς ἐφημέρους πυρετοὺς ἀναγκασθέντες ὑπερβάλλειν τὴν δαιμονίαν διάτριτον ἓν τοῦτο ἀδικοῦνται μόνον, τὸ κατατρίβεσθαι μάτην, οὕτω καὶ αἱ προειρημέναι φύσεις, ἀλλἐπὶ ταῖς μακροτέραις ἀσιτίαις ἁλίσκονται πυρετοῖς δριμυτάτοις τε καὶ ὀξυτάτοις, ἐξ ὧν μετάπτωσις εἰς τοὺς ἑκτικοὺς γίνεται ῥᾳδίως, κᾀξ ἐκείνων αὖθις εἰς τὸν περιφρυγῆ μαρασμὸν, ἐὰν εὐαδίκητον εἴη τὸ στόμα τῆς γαστρὸς, εἰς τὸν συγκοπώδη. πολλάκις γοῦν ἤκουσας ἡμῶν λεγόντων ἐνίοις τῶν τοιούτων ἰατρῶν ὡς ἔξεστιν αὐτοῖς ἐναργέστατα μαθεῖν ἡλίκον ἐργάζονται κακὸν ἐν ἀσιτίᾳ φυλάττοντες τὰς προειρημένας φύσεις, ἢν ἐθελήσωσιν ὑγιαίνοντας ἀμέμπτως αὐτοὺς ἀσιτῆσαι κελεῦσαι δυοῖν ἡμέραιν· ὄψονται γὰρ αὐτίκα πυρέττοντας διοὐδὲν ἄλλο δήπουθεν, τὸν λιμόν. γὰρ οὔτἦν ἔμπροσθεν οὐδὲν ἄλλο περὶ τὸ σῶμα μέμψεως ἄξιον, οὔτἐν τῷ μεταξὺ προσεγένετό τι νεώτερον ἔξωθεν, οὗτος ἐναργῶς ὑπὸ τῆς ἀσιτίας ἐπύρεξεν. ὅταν δ’, ὡς εἴρηται, μὴ μόνον εἷς δύο τῶν οὕτω δυσκράτων, ἀλλἐφεξῆς ἅπαντες ἀσιτήσαντές τε καὶ ἀλουτήσαντες ἁλίσκωνται πυρετοῖς, οὐδἀμυδρὰν ὑπόνοιαν ἔτι δυνατὸν ἡμῖν γίγνεσθαι τοῦ διἄλλο τι καὶ μὴ διὰ τὴν ἀσιτίαν πυρέττειν αὐτούς. οἷς γὰρ ἐν τῇ κράσει τοῦ μὲν ὑγροῦ τὸ ξηρὸν, τοῦ δὲ ψυχροῦ τὸ θερμὸν πλεονεκτεῖ, τούτοις μὲν ἕξις τοῦ σώματος ἰσχνὴ καὶ δασεῖα καὶ μελαντέρα, καὶ εἰ ἅψαιο, θερμοτέρα τῶν ἄλλων τριῶν τῶν δυσκράτων, τῶν ἧττον θερμῶν, ἐντεύξῃ· παμπόλλη δ ξανθὴ χολὴ καὶ οὖρα καὶ διαχωρήματα κατακορῆ καὶ οἱ σφυγμοὶ μεγάλοι καὶ ὕπνοι λεπτοὶ καὶ ὀλίγοι καὶ θυμὸς σφοδρός. εἴρηται τοιγαροῦν ἐπαὐτῶν ὀρθῶς Ἱπποκράτει τό τε καθόλου τῆς διαίτης εἶδος ὁποῖόν τι χρὴ ποιεῖσθαι καὶ ὅσα καὶ οἷα καταλαμβάνει συμπτώματα τοὺς τοιούτους ἀνθρώπους, οὐ μόνον ἐπειδὰν διὅλης ἡμέρας ἀσιτήσωσιν, ἀλλὰ κᾂν τῆς ἑτέρας τροφῆς ἀπόσχωνται τῆς κατὰ τὸ ἄριστον. ἐν μὲν γὰρ τῷ ἕκτῳ τῶν ἐπιδημιῶν φησὶν, ἐν θερμῷ φύσει ψύξις, ποτὸν ὕδωρ, ἐλιννύειν. ἐν δὲ τῷ περὶ διαίτης ὀξέων, τινες ἐπιγράφουσι πρὸς τὰς Κνιδείας γνώμας, ὑπὲρ τῶν ἐκλειπόντων τὸ εἰθισμένον ἄριστον διαλεγόμενος, ἐμνημόνευσε καὶ τούτων τῶν φύσεων ὀνομάζων αὐτὰς πικροχόλους ἀπὸ τοῦ κρατοῦντος χυμοῦ. ἔχει δ ῥῆσις ὧδε· Ἀλλὰ μὴν καὶ οἱ μεμαθηκότες δὶς σιτέεσθαι τῆς ἡμέρης, ἢν μὴ ἀριστήσωσιν, ἀσθενέες καὶ ἄῤῥωστοί εἰσι καὶ δειλοὶ εἰς πᾶν ἔργον καὶ καρδιαλγέες, ἐκκρεμᾶσθαι γὰρ δοκέει αὐτοῖς τὰ σπλάγχνα καὶ οὐρέουσι θερμὸν καὶ χλωρὸν καὶ ἄφοδος συγκαίεται· ἔστι δοἷσι καὶ πικραίνεται τὸ στόμα καὶ οἱ ὀφθαλμοὶ κοιλαίνονται καὶ οἱ κρόταφοι πάλλονται καὶ τὰ ἄκρα διαψύχονται. ταῦτα προειπὼν, εἶθἑξῆς ἕτερά τινα περί τε τοῦ δείπνου καὶ τῆς νυκτὸς, ἐπὶ τελευτῇ τοῦ λόγου φησὶ τοὺς πικροχόλους χαλεπώτερόν τε φέρειν τήν τε μονοσιτίαν καὶ τὴν ἀσιτίαν τῶν ἄλλων ἀνθρώπων, ἕν τι μέρος ἐξηγούμενος ἐπαὐτῶν ἐν ἐκείνῳ τῷ βιβλίῳ, τὸ κατὰ τὴν  δίαιταν, ὧν ἐν τῷ καθόλου παρῄνεσεν ἐν τῷ ἕκτῳ τῶν ἐπιδημιῶν. γάρ τοι ψύξις ἥν ἐν ταῖς θερμαῖς φύσεσι συνεβούλευε, γίγνεται μὲν καὶ ἐξ ἄλλων τινῶν, οὐχ ἥκιστα δὲ καὶ διὰ τῆς τῶν σιτίων προσφορᾶς. ὅσοις γὰρ αὐχμῶδές τέ ἐστι καὶ δριμὺ τὸ ἔμφυτον θερμὸν ἀμετρότερον ἐξ ἀρχῆς κρατηθεῖσι, τούτοις αἱ τροφαὶ πραότερον αὐτὸ καὶ ἧττον ἀποφαίνουσι δακνῶδες. εὔδηλον δὲ δήπουθεν ὡς εὐχύμους τε καὶ ἀκριβεῖς εἶναι χρὴ τροφὰς τὰς διδομένας αὐτοῖς, οὐ τῷ μετέχειν τῆς τοιαύτης ὀλίγης οὐσίας ὀνομαζομένας τε καὶ τρέφειν μὴ δυναμένας, ἀλλὰ τῷ τὸ πλεῖστον ἐν ἑαυταῖς ἔχειν χρηστόν. εἰσὶ μὲν γάρ πως καὶ αἱ μαλάχαι καὶ αἱ κράμβαι καὶ τὰ τεῦτλα καὶ αἱ θριδακίναι καὶ ἁπλῶς εἰπεῖν τὰ λάχανα σύμπαντα καὶ αἱ ὀπῶραι τροφαὶ, περιέχεται γάρ τις ἐν αὐταῖς οὐσία τρόφιμος. ἀλλὥσπερ τούτων ὀλίγον μέν ἐστι τὸ τρέφον, οὐκ ὀλίγον δὲ τὸ ἄχρηστον, οὕτως ἐπἄρτου καθαροῦ καὶ ὠῶν καὶ κρεῶν καὶ χόνδρου πλεῖστον μὲν τὸ τρέφον, ἐλάχιστον δὲ τὸ μὴ τοιοῦτον. ἐὰν δὲ δὴ πρὸς τῷ μὴ τρέφειν τὸ μεμιγμένον ἄχρηστον τῷ χρησίμῳ συμβαίνῃ δριμεῖαν, ὀξεῖαν, στρυφνὴν, πικρὰν, ὅλως μοχθηράν τινα δύναμιν ἔχειν, οὐ μόνον ἐκπέπτωκε τὰ τοιαῦτα τοῦ μὴ κυρίως ὑπάρχειν τροφαὶ, ἀλλὰ καὶ τῆς τῶν φαρμάκων δυνάμεως οὐ σμικρόν τι μετείληφε. τρέφειν οὖν χρὴ τοὺς τοιούτους ἀνθρώπους ἐκείναις ταῖς τροφαῖς ὅσαι μήτε τινὰ φαρμακώδη δύναμιν ἔχουσιν αἰσθητὴν, ἀλλὰ μηδαὐτὸ τὸ τρόφιμον πάμπολυ· πρόσεστι γάρ τις καὶ τούτῳ κακία πλεονασθέντι. πρῶτον μὲν γὰρ οὐδ κατὰ τὴν γαστέρα πέψις ἐπαὐτῶν ἀκριβοῦται· εἰ δἄρα καὶ κρατήσειεν αὐτῶν γαστὴρ, ἀλλ γε κατὰ τὰς φλέβας οὐκ ἀκριβὴς γίγνεται. εἰ δὲ κᾀν ταύτῃ μηδέν τι μέγα πλημμεληθείη, τὴν γοῦν τρίτην πέψιν, ἥτις ἐστὶν ἑκάστου τῶν μορίων οἰκεία, χαλεπὸν ἐν ἅπασιν αὐτοῖς κατορθωθῆναι. πρόσεστι δὲ δήπου τῷδε καὶ τὸ χρῆναι τὰς τροφὰς, ἐπειδὰν θερμότερόν τε καὶ ξηρότερον ἑαυτοῦ γένηται τὸ σῶμα, ψυχούσας πως εἶναι καὶ ὑγραινούσας. ὅθεν ἄριστος μὲν τῆς πτισάνης χυλὸς ἀκριβῶς καθεψημένης, οὐδὲν ἐχούσης ἐν ἑαυτῇ περιέργον ἥδυσμα. καὶ γὰρ ἐμψῦξαι καὶ ὑγρᾶναι καὶ ἄδιψον φυλάξαι τὸν ἄνθρωπον ἱκανὴ πρὸς τῷ μήτἀτμῶδές τι μήθὑγρὸν μήτε ξηρὸν ἐπέχειν περίττωμα. καλῶ δἀτμώδη μὲν ὅσα διὰ τοῦ δέρματος εἰς τοὐκτὸς ἀποῤῥεῖν πέφυκεν, ὑγρὰ δὅσα διὰ τῆς κύστεως, ξηρὰ δὅσα διὰ τῆς κάτω γαστρός· ἀπὸ γὰρ τῆς ἐπικρατούσης ἐν ἑκάστῳ τῶν εἰρημένων οὐσίας ἐθέμην αὐτοῖς τὰς προσηγορίας. ὅτι δοὐδέν τι τούτων ἐφέξει πτισάνης χυλὸς εὔδηλον. αἱ μὲν γὰρ διὰ τῆς κάτω γαστρὸς ὑποχωρήσεις τῶν περιττῶν ὑπὸ τῶν στυφόντων ἴσχεσθαι πεφύκασιν, αἱ δὲ διοὔρων τε καὶ σύμπαντος τοῦ δέρματος, ὑπό τε τῶν ἐμπλαττομένων τοῖς πόροις καὶ σφοδρῶς στυφόντων, ἅπερ ὀνομάζουσι στρυφνά· πτισάνη δοὔτε ἐμπλαστικῆς οὔτε στυπτικῆς μετέχει δυνάμεως. ὅτι μὲν οὖν οὐ στύφει δηλοῖ καὶ γεῦσις, ἧς μόνης ἴδιόν ἐστιν αἰσθητὸν τὸ στῦφον. ὅτι δοὐδἐμπλάττει λογίσασθαι πάρεστιν ἐκ τῶν ἄλλων αὐτῆς ἔργων. εἴτε γὰρ ἔξωθεν ἀνατρίβοις τῇ πτισάνῃ ῥυπαρὸν σῶμα, ῥύπτει τοῖς ἀφρονίτροις τε καὶ τῷ μέλιτι παραπλησίως, εἴτἐν τῇ γαστρὶ περιεχόμενον μέτριον φλέγμα διἐμέτων ἐκκενῶσαι βουληθείης, οὐδὲν ἧττον μελικράτου πτισάνης χυλὸς χρήσιμος. πρόσκειται δἐν τῷ λόγῳ τὸ μέτριον, ὅτι, εἰ πολὺ καὶ γλίσχρον ἰσχυρῶς καὶ παχὺ, ῥαφανῖδες διὀξυμέλιτος, οὐ μελίκρατον καὶ πτισάνη πεφύκασιν ἀποῤῥύπτειν. ἔστι μὲν δὴ καὶ μελίκρατον εἰς ἁπάσας τὰς εἰρημένας ἐκκρίσεις ἐπιτήδειον, ἀλλοὔτε ἄδιψον ὥσπερ πτισάνη κᾀν ταῖς πικροχόλοις φύσεσιν ἐκχολοῦται ῥᾳδίως. ἄριστον μὲν οὖν, ὡς εἴρηται, σιτίον ἐπὶ τῶν τοιούτων κράσεων πτισάνη. δεύτερον δἐπαὐτῇ χόνδρος ὄξος χάριν ἀναδόσεως ὀλίγον εἰληφώς. τρίτον δ χωρὶς ὄξους ὑγρὸς, οὐ παχὺς, ὁποῖον ἔνιοι σκευάζουσιν ἔτνει παραπλήσιον· ἐμβαλεῖν δὲ καὶ τῷδε βέλτιον ἑψημένῳ πράσου· δῆλον δὅτι καὶ ἀνήθου καὶ ἁλῶν ἐξ ἀνάγκης μετέχειν. καὶ μὲν δὴ καὶ οἱ κριβανῖται τῶν ἄρτων ἀγαθὸν ἔδεσμα καὶ τῶν ἰχθύων οἱ πετραῖοι πάντες. οὐδὲν δἧττον αὐτῶν οἱ ὀνίσκοι, πλὴν εἴ που λίμνης ποταμῶν μεγάλων ἐμβαλλόντων εἰς θάλατταν νεμόμενοι πλησίον ὑγροτέραν τε καὶ γλισχροτέραν ἔχοιεν τὴν σάρκα. ἐφεξῆς δὲ τῶν ὀνίσκων τά τε βούγλωσσά ἐστι καὶ αἱ νάρκαι καὶ τῶν ἰχθύων λάβραξ καὶ τρίγλα κᾄπειτα πελάγιος κέφαλος. ἅπαντες δὲ χείρους ἰχθύες ὅσοι λίμνης θαλάττῃ συναπτούσης στόματος ποταμοῦ μεγάλου νέμονται πλησίον. ἐκ δὲ τῶν πτηνῶν ἄριστοι μὲν οἱ πέρδικες ἅμα τοῖς ὀρείοις ἅπασι στρουθοῖς, ἐφεξῆς δὲ ἀλεκτορίδες καὶ φασιανοὶ καὶ νέαι περιστεραί· μὴ καθείρχθω δἔνδον μηδὲ ταῦτα, περιττωματικὰ γὰρ ἅπαντα τὰ ἀγύμναστα, περιττωματικὰ δὲ καὶ τὰ λιμναῖα σύμπαντα καὶ ἑλώδη· διὸ καὶ τῶν χοιρείων αὐτῶν ἀμείνω τὰ ἐκ τῶν ὀρῶν· ἐφεξῆς δὲ αὐτῶν οἱ ἔριφοι. πάντων δὲ τῶν εἰρημένων φευκτέα τά τε παλαιὰ ζῶα καὶ τὰ νεωστὶ γεγενημένα· τὰ μὲν γὰρ σκληρότερά ἐστι καὶ δυσπεπτότερα, τὰ δὲ πέρα τοῦ δέοντος ὑγρὰ καὶ περιττωματικὰ, καὶ μάλισθὅσα φύσει τῶν ζώων ἐστὶν ὑγρὰ, καθάπερ ὄϊές τε καὶ σύες. ἀλλὰ περὶ μὲν τῆς ἐν ἅπασι τοῖς ἐδέσμασι δυνάμεως ἑτέρωθι διῄρηται· νυνὶ δἕνεκα παραδείγματος ὥσπερ τἄλλα τὰ κατὰ τήνδε τὴν πραγματείαν, οὕτω λελέχθω καὶ ταῦτα· πρόκειται γὰρ οὐ τὰς ὕλας ἡμᾶς ἐξευρεῖν ἐν αὐτῇ, καθάπερ ἔν τε τοῖς τῶν ἐδεσμάτων καὶ φαρμάκων; ἀλλὰ μόνας  τὰς καθόλου δυνάμεις· οὐδὲν δὲ δήπου διοίσει δυνάμεις γενικὰς καθόλου προσαγορεύειν αὐτάς. ἐπανέλθωμεν οὖν αὖθις ἐπὶ τὸ προκείμενον. οἷς δἀποῤῥεῖ τι δριμὺ καθἑκάστην ἡμέραν, ἕτοιμον τούτοις ἁλῶναι πυρετῷ στεγνωθεῖσι τὸ δέρμα. στεγνοῖ δαὐτὸ τά τε στύφοντα πάντα, καθάπερ ὀλίγον ἔμπροσθεν ἐμνημονεύσαμεν τῶν Ἀλβούλων ὑδάτων, ὅσα τἐμπλάττεται τοῖς πόροις. ἔστι δὅτε καὶ ξηρότης αὐτοῦ τοῦ δέρματος ἀμετροτέρα γινομένη πυκνοῖ τοὺς πόρους αὐτοῦ. διὰ τοῦτο οὖν ἡμᾶς ἐθεάσω καὶ τὸν οἰνάνθῃ χρώμενον ἐν τῷ βαλανείῳ κωλύσαντας χρῆσθαι, καθὃν ἔφησε χρόνον, ἀνωμαλίας αἰσθάνεσθαι, καὶ τὸν ὡσαύτως ἐκείνῳ μετἐλαίου βραχέος οἴνῳ πολλῷ, καὶ τὸν τῷ σχινίνῳ δὲ χρώμενον, ἡνίκα πυκνώσεως ᾔσθετο, καὶ τοῦτον, ὡς οἶσθα, τοῦ λοιποῦ χρῆσθαι διεκωλύσαμεν. εἴρξαμεν δὲ καὶ τὸν εἰληθεροῦντα καθἑκάστην ἡμέραν καὶ τὸν τῇ κόνει χρώμενον. ἑτέρῳ δεἰς ἀνωμαλίαν ἀφικομένῳ πυρετώδη τὸ σφοδρὸν τῆς τρίψεως ἐπανεῖναι προσετάξαμεν. ἄλλον δ’, ὡς οἶσθα, ἐθεράπευσα θαυμάσαντα πῶς ἑνὶ λουτρῷ μετὰ τρίψεως τῆς προσηκούσης ἡμερῶν παμπόλλων ἀνωμαλίαν αὐτοῦ φρικώδη διελύσαμεν. ἐχρῆτο δὲ κᾀκεῖνος ἐλαίῳ στύφοντι τούτῳ, τῷ δικαίως ἐνδόξῳ διὰ τὴν εἰς τἄλλα χρείαν, καλοῦσιν σπάνον. ἀφελόντες οὖν τοῦτο καὶ τῷ Σαβίνῳ λιπαρῶς τε καὶ μαλακῶς ἐπὶ πλέον ἀνατρίψαντες καὶ λούσαντες δὶς, εὐθέως ἀπεφήναμεν ὑγιῆ. ταῦτά τε οὖν ἅπαντα φυλακτέα τοῖς τὰ καπνώδη τε καὶ λιγνυώδη διαπνεομένοις, ὅσα τε γλίσχρα καὶ παχύχυμα· καὶ γὰρ καὶ ταῦτἐμπλάττοντα τοὺς πόρους ἐπέχει τὰς διαπνοάς. ἐπέχει δ’, ὡς εἴρηται, καὶ τὰ ξηραίνοντα τὸ δέρμα πέρα τοῦ μετρίου. πολλοὺς γοῦν ἐν ἡλίῳ χρωμένους τοῖς τοιούτοις, ἄλλους δὲ νίτρῳ πλέονι, τινὰς δἁλσὶν, γυμνασίοις πολλοῖς, τρίψει σκληρᾷ, ξηροτριβίᾳ τε καὶ κόνει νοσοῦντας ἐκ τούτων καθἕκαστον ἐνιαυτὸν, οἶσθὡς ἐπισχόντες αὐτῶν ἀνόσους ἤδη παμπόλλων ἐτῶν ἐφυλάξαμεν. ἔστι δεἰκότως τὰ τοιαῦτα παραγγέλματα κοινὰ τῶν θὑγιαινόντων ἔτι καὶ τῶν ἤδη δυσαρεστουμένων. οὐ γὰρ τῶν γεγονότων, ἀλλὰ τῶν γιγνομένων ἔτι πυρετῶν ἐστι προφυλακτικὰ κατὰ τὴν τῶν ποιούντων αὐτοὺς αἰτιῶν ἄρσιν· γὰρ ἔτι γιγνόμενος πυρετὸς ἀρθέντος τοῦ αἰτίου συναναιρεῖται καὶ αὐτός. ὥσθὅσαπερ ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ περὶ τῶν τοιούτων κράσεων εἴρηται, μεταφέρειν ἅπαντα προσῆκεν ἐπὶ τὴν τῶν ἀρχομένων πυρέττειν, εἴτε ἴασιν χρὴ λέγειν, εἴτε προφυλακήν. ἰώμεθα γὰρ τὸ ἤδη γεγονὸς αὐτῶν, κᾂν ὀλίγον , προφυλαττόμεθα δὲ μὴ γενηθῆναί τι πλέον ἀναιροῦντες τὸ αἴτιον.
§3–4
§3 Ὥσπερ δὲ εὔρουν τε καὶ ἔμπνουν εἶναι τὸ σῶμα πάντῃ κοινὸς ἐπὶ τῶν εἰρημένων μάλιστα φύσεων ὑγιαινόντων τε καὶ δυσαρεστουμένων σκοπὸς, οὕτω καὶ τὸ φεύγειν ἀγρυπνίας καὶ θυμοὺς καὶ λύπας καὶ φροντίδας, ἐγκαύσεις τε καὶ ψύξεις καὶ κόπους· ἑτοιμότατα γὰρ ἐφἑκάστῳ τῶν εἰρημένων αἱ τοιαῦται κράσεις ἀναλίσκονται πυρετοῖς. ἰᾶσθαι δὲ αὐτὰς, ὅταν ἐπί τινι τῶν λελεγμένων προφάσεων πυρέξωσιν, ἔστιν οὖν μὲν ὁμοίως τοῖς ἐπὶ στεγνώσει ῥηθεῖσιν, δὲ καὶ διαφερόντως. ἄγειν μὲν γὰρ ἐπὶ τὰ λουτρὰ χρὴ πάντας ἐν τῇ παρακμῇ τοῦ πρώτου παροξυσμοῦ· τρίβειν τε λιπαρῶς τε ἅμα καὶ μαλακῶς τοὺς μὲν ἐπί τινι τῶν στυψάντων τὸ δέρμα, καθάπερ εἴρηται, τοὺς δἐπὶ ξηρότητι τρίβειν μὲν, ἀλλἐλάττω τούτοις, λούειν δὲ πλείω. στοχάζεσθαι δἀεὶ τοῦ μέτρου τῆς δυνάμεως ἐν ἅπαντι τῷ τοιούτῳ βοηθήματι. θυμοὶ μὲν οὖν καὶ λῦπαι καὶ ἀγρυπνίαι καὶ φροντίδες οὔτε τρίψεων οὔτε λουτρῶν δέονται πολλῶν, ἀλλὰ πολὺ μὲν ἐξ ἁπάντων ἐκ τοιᾶσδε πυρεξάντων αἰτίας, ἔλαιον περιχεῖν χλιαρὸν ἥκιστα μετέχον στύψεως· ἀνατρίψαντες δὲ βραχέα, λούειν ὡς ἔθος. αἱ δἐγκαύσεις εὐθέως μὲν ἐξ ἀρχῆς τῶν ψυχόντων δέονται καὶ πλειόνων λουτρῶν, ἥκιστα δὲ ἐλαίου δαψιλοῦς, συχνῆς τρίψεως. ἔστω δὲ τὰ ψύχοντα ῥόδινόν τε καὶ τὸ καλούμενον ὀμφάκινον ἔλαιον, ὅπερ, οἶμαι, καὶ ὠμοτριβὲς ὀνομάζουσιν. ἀμείνω δἔξ αὐτῶν ὅσα μηδὅλως ἐν ἑαυτοῖς ἔχει τῶν ἁλῶν. ἐργάζεσθαι δὲ ψυχρὸν τὸ ἀγγεῖον, ἐν μᾶλλον περιέχεται, κρεμῶντας ἐν φρέατι, ψαῦον τοῦ ὕδατος. ἔτι δὲ μᾶλλον εἰ κρουνὸς ὕδατος ψυχροῦ καταράττει τοῦ ἀγγείου, ψύχει τὸ ὑγρόν. εἰ δἐπὶ πλέον ἐψῦχθαι βούλοιο, χιόνι περιπλάττειν αὐτό. καταχεῖν δὲ τοῦ βρέγματος μετέωρον ἐξαίροντα τὴν χεῖρα διἐρίου συμμέτρου τῷ μεγέθει. ταῦτα ποιήσαντα μέχρι τῆς παρακμῆς ἄγειν ἐπὶ τὸ λουτρόν. εἰ δὲ καὶ ψυχθεὶς πυρέξειεν τὴν προειρημένην ἔχων κρᾶσιν, ὑπὲρ οὗ ταῦτα πάντα λέγεται, καὶ τοῦτον ἐπὶ τὸ βαλανεῖον ἀκτέον ἐν ταῖς παρακμαῖς. εἰ δὲ σὺν κορύζῃ καὶ κατάῤῥῳ πυρέττοι, πρὶν πεφθῆναι ταῦτα, λούειν οὐ χρή. τοὺς δἐπἐγκαύσει καὶ τούτων παρόντων λουστέον, ὡς ἐν τοῖς ὑγιεινοῖς ἐπεδείκνυμεν. ἐπὶ δὲ τῷ λουτρῷ τὴν κεφαλὴν τοῖς αὐτοῖς ἑκατέρων βρέχειν οἷς πρὸ τοῦ, ψύχουσι μὲν τῶν ἐπἐγκαύσει πυρεξάντων, θερμαίνουσι δὲ τῶν ἐπὶ ψύξει. μέτρια δἔστω καὶ ταῦτα μετὰ τὸ λουτρὸν, οἷον τό τε καλούμενον ἴρινόν ἐστι καὶ τὸ νάρδινον μύρον. ἀλλοὐ χρὴ μηκύνειν ἔτι περὶ τῶνδε λελεγμένων ἐν τοῖς ὑγιεινοῖς. ἀρκέσει δεἰπεῖν ὡς τὰ μὲν ἄλλα πρακτέον ὁμοίως ἐπὶ τῶν πυρεξάντων,  ἅπερ ἐπὶ τῶν ἐγκαυθέντων τε καὶ ψυχθέντων ἐλέγομεν χρῆναι πράττειν, ἄνευ τοῦ πυρέξαι· οὐ μὴν ἅπαντί γε καιρῷ τοὺς πυρέξαντας λουστέον, ἀλλἐν τῇ παρακμῇ τοῦ παροξυσμοῦ. καὶ μέντοι καὶ ὡς ἐπιτείνειν μὲν χρὴ τῶν πυρεξάντων ἐπἐγκαύσει τὴν ἐμψυκτικὴν ὀνομαζομένην ἀγωγὴν, ἐκλύειν δὲ τῶν ψυχθέντων τὴν θερμαντικήν. ὑπόλοιπον δἂν εἴη τὴν ἐν τῇ διαίτῃ κοινότητά τε καὶ διαφορὰν ἐπελθεῖν ἁπάντων τῶν εἰρημένων ἐπὶ τῆς ὑποκειμένης κράσεως, ἁλούσης ἐφημέρῳ πυρετῷ. κοινὸν μὲν δὴ πάντων εἶδος ἔστω σοι διαίτης, εὔχυμον, εὔπεπτον, οὐδαμόθι κατὰ τοὺς πόρους ἰσχόμενον· ἀλλὰ τοῖς μὲν ἐγκαυθεῖσι μετὰ τοῦ ψύχειν καὶ ὑγραίνειν. οὕτως δὲ καὶ τοῖς θυμωθεῖσι. τοῖς δὲ ψυχθεῖσι, μετὰ τοῦ θερμαίνειν μετρίως. τοῖς δἀγρυπνήσασι καὶ λυπηθεῖσι καὶ πλεῖον φροντίσασιν, ὑγρὸν καὶ ὑπνῶδες. οὕτως δὲ καὶ τοῖς μὲν κοπωθεῖσι τροφιμώτερον, τοῖς δὲ ψυχθεῖσιν ἀτροφώτερον, τοῖς δἄλλοις τὸ μέσον ἀμφοῖν. οἶνον δὲ πίνειν γινώσκεις δή που καὶ σὺ διδόντα με τοῖς τοιούτοις ἅπασι, τὸν ὑδατώδη καὶ ὄψει καὶ δυνάμει· βελτίων γὰρ ὕδατος αὐτὸς τὰ πάντα, τῇ πέψει συναιρόμενος καὶ οὖρα καὶ ἱδρῶτας προτρέπων. δῆλος δἐστὶ καὶ Ἱπποκράτης οὐ μόνον ἐν τοῖς ἐφημέροις πυρετοῖς, ἀλλὰ κᾀν τοῖς ὀξέσι διδοὺς οἶνον, ἐξ ὧν ἐν τῷ περὶ διαίτης ὀξέων γράφει. κατὰ δὲ τὸ ἕκτον τῶν ἐπιδημιῶν εἴτε οὖν αὐτὸς εἴτε καὶ Θεσσαλὸς υἱὸς αὐτοῦ παραιτεῖται τὸν οἶνον οὐ μόνον εἰ πυρέξειαν οἱ θερμοὶ ταῖς κράσεσιν, ἀλλὰ κᾀν τῷ τῆς ὑγείας χρόνῳ· ἐν θερμῇ γοῦν φύσει παραινεῖ ψύξιν τε καὶ ποτὸν ὕδωρ καὶ ἐλιννύειν· εἰ μὴ ἄρα τὸ πλείονι χρῆσθαι τῷ ὕδατι τοῦ οἴνου κατὰ τὰς τοιαύτας φύσεις, ᾗπερ ἀρέσκει τισὶ, φαίημεν ὑπαὐτοῦ παραινεῖσθαι. τοῦτο μὲν οὖν αὐτὸ καθαὑτὸ ζητείσθω, περὶ δὲ ποτοῦ ψυχροῦ διοριστέον. ἐγὼ μὲν δή φημι τὰς τοιαύτας φύσεις ὑγιαινούσας τε μᾶλλον πρὸς τοῦ τοιούτου πόματος ὀνίνασθαι μεγάλα καὶ κατὰ τὸν ἐφήμερον πυρετὸν οὐκ ἀφαιροῦμαι τοὺς εἰθικότας· ἀήθει δὲ οὐκ ἀρξαίμην τηνικαῦτα διδόναι, ἀλλὰ πρότερον ἀκριβῶς ἀποδοὺς αὐτῷ τὴν ἀρχαίαν ὑγείαν. εἰ δὲ διὰ δειλίαν, ἔθος ἐκ παίδων, ὑπόληψιν ψευδῆ φοβοῖτο τὸ ψυχρὸν, ἔργῳ τε πείσαιμἂν αὐτὸν, ἐπιτηρήσας ποτὲ αὐτὸν καυσούμενον ἐν θέρει καὶ λόγῳ μετὰ τὸ ἔργον. ὅταν γὰρ ἐπὶ τῇ χρήσει τοῦ τοιούτου πόματος ἀπαλλαχθῇ μὲν αὐτίκα τοῦ καυσοῦσθαί τε καὶ ἀλύειν, ἑαυτοῦ δὲ εὐτονώτερον ἐπὶ τῷδε τὸν στόμαχον ἔχειν φαίνηται, καὶ γαστὴρ καταῤῥήξῃ χολῶδες καὶ πέψῃ καλῶς, αὖθίς τε καὶ αὖθις χρησαμένῳ ἀνατρέφηται τὸ σῶμα, τότε ἂν ἤδη καὶ τοὺς ἄλλους αὐτῷ δείξας οὓς ὁμοίως ὤνησα, διέλθοιμι πρῶτον μὲν ὡς παντὸς μᾶλλον ἀληθές ἐστι τὸ τὰ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα· γέγραπται δέ μοι περὶ τούτου πρόσθεν. εἶθὡς κρᾶσις αὐτῷ τὴν ὑγιεινὴν ἐκβεβηκυῖα συμμετρίαν πλησίον ἥκει νόσου, καὶ ὡς τοῖς τοιούτοις σώμασιν ὑγίεια σφαλερὰ καὶ κατὰ σχέσιν μᾶλλον καθἕξιν ὑπάρχει, καὶ ὡς εἰ μὲν ἀγαθῆς ὢν ἔτυχε κράσεως, ἐφύλαττον ἂν ἐκείνην αὐτῷ τρόπῳ παντὶ, μοχθηρᾶς δὑπάρχοντι φύσεως ἐπὶ τὸ κρεῖττον ἐξαλλάττω. λέλεκται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς ὑγιεινοῖς· ὅθεν οὐ χρὴ μηκύνειν ἐνταῦθα μιμούμενον ἐκείνους τῶν ξυγγραφέων, ὅσοι παντάπασιν ὀλίγα γινώσκοντες, ἐν ἅπασι τοῖς βιβλίοις αὐτὰ διέρχονται. τουτὶ γὰρ οὐχὶ πολλὰ διδάσκειν, ἀλλὰ γράφειν ἐστὶ πολλὰ καὶ πολλοὺς χάρτας ἀναλίσκειν, ἐνὸν ὀλίγους, καὶ πολὺν κατατρίβειν χρόνον, ἐνὸν μή. οὐκοῦν μηδὲ τὰς διαγνώσεις τῶν ἐφημέρων πυρετῶν ἐνταυθοῖ γράφω, προειρηκὼς μὲν ἐν τῷ δευτέρῳ περὶ κρίσεων ὀλίγου δεῖν ἁπάσας, εἰρηκὼς δὲ τὰ λείποντα κᾀν τῷ πρώτῳ περὶ τῆς διαφορᾶς τῶν πυρετῶν. οὐδὲν δἧττον κᾀν τοῖς περὶ σφυγμῶν ὅσον ἐξ αὐτῶν χρηστὸν ἑρμηνεύσας, ὡς οἶσθα, μόνος ἁπάντων τῶν ἔμπροσθεν οὕτω σαφῶς ὡς μηδἂν παῖδα λαθεῖν τὸ δηλούμενον, Ἀρχιγένους ὡς ἐπεδείξαμεν, οὐ διδάξαντος, ἀλλὰ περιλαλήσαντος τὰ πλεῖστα κατά τε τὸ περὶ σφυγμῶν σύγγραμμα καὶ τὴν πραγματείαν ἣν αὐτὸς ἐπιγράφει περὶ τῆς τοῦ πυρετοῦ σημειώσεως. ὥσπερ δὲ τὸν ἐν τῷ στυπτηριώδει λουσάμενον ὕδατι τὴν τρίτην ἡμέραν ἀσιτεῖν ἐκέλευον οἱ ἰατροὶ, κατὰ τὸν αὐτὸν τρόπον οἶσθα καὶ τῶν ἐγκαυθέντων τε καὶ κοπωθέντων ἐπί τε τοῖς ἄλλοις τοῖς εἰρημένοις αἰτίοις πυρεξάντων, οὐδένα λούοντας, οὐδὲ τρέφοντας αὐτοὺς πρὶν ὑπερβαλεῖν τὴν διάτριτον. ἀνάγκη δήπου κᾀμὲ λέγειν διάτριτον, ὅπως μὴ καὶ περὶ τοῦδε τῆς φλυαρίας αὐτῶν ἐνέχωμαι, φασκόντων ἕτερον μὲν εἶναι τὸν διὰ τρίτης παροξυσμὸν, ἑτέραν δὲ τὴν πρώτην διάτριτον· ἤκουσας γάρ ποτε καὶ σὺ μέχρι τοσούτου τῆς ἀδολεσχίας αὐτῶν ἐκταθείσης. ἀλλεἴτε πρώτην διάτριτον, εἴτἄλλο τι καλεῖν ἐθέλουσιν, οὐχ ἅπαξ δὶς τρὶς, ἀλλὁσάκις οὐδὲ μεμνῆσθαι δυνατὸν ἔν τε τῇ πρώτῃ τῶν ἡμερῶν, εὐθέως εἰς ἑσπέραν ἐλούσαμεν τοὺς τὸν ἐφήμερον πυρέξαντας, ἔν τε τῇ δευτέρᾳ πολὺ μᾶλλον, ἀλλὰ καὶ καταὐτὴν τρίτην, ὡς ὀλίγον ἔμπροσθεν ἔφαμεν ἐπὶ τοῦ στεγνωθέντος τὸ δέρμα. τουτὶ μὲν οὖν τὸ αἴτιον ὀλιγάκις ἐθεασάμην ἀνάψαν πυρετὸν, ὅθεν αὐτὸ μάλιστα προὐχειρισάμην, ἔγκαυσιν δὲ καὶ κόπον ἕκαστόν τε τῶν ἄλλων πάνυ πολλάκις. ἐθεάσω δὲ καὶ σὺ πάντας αὐτοὺς τῇ τετάρτῃ τῶν ἡμερῶν ἕωθέν τε προσελθόντας ἐπὶ τὰς συνήθεις πράξεις, ἀπαντῶντάς τε τοῖς ἰατροῖς ὅσοι καὶ τὴν τρίτην ἡμέραν ᾤοντο τελέως αὐτοὺς ἠσιτηκέναι. καὶ τοίνυν θαυμάζοντί σοι καὶ ζητοῦντι, τί ποτἐστὶ τὸ αἴτιον τοῦ μὴ κᾂν νῦν γοῦν  ἀποστῆναι τοὺς τοιούτους ἰατροὺς τῶν κακῶς αὐτοῖς ὑπειλημμένων, ὡς νομίζω, προσηκόντως εἶπον ὅτι μήτε γινώσκουσι τὴν ἀληθῆ θεωρίαν, αἰδοῦνταί τε νῦν ἄρξασθαι μανθάνειν αὐτήν. ἔνιοι δ’, ὡς ἤκουσάς ποτέ τινος ἐξ αὐτῶν ὁμολογήσαντος ἡμῖν ἰδίᾳ τἀληθῆ μετὰ τοῦ δακρύειν, οὐδὲ τῶν ἐπιτηδείων εὐπορῆσαί φασιν, ἐὰν οἱ νομίζοντες αὐτοὺς ἐπίστασθαί τι θεάσωνται μανθάνοντας. ἀλλὰ σὺ μὲν ἅπαξ ἤκουσας τοῦτο, θεοὺς δἐγὼ σύμπαντας ἐπόμνυμι πολλοὺς ἐμοὶ πολλάκις ὡμολογηκέναι μόνῳ ταῦτα μετὰ τοῦ δακρύειν τε καὶ τὴν ἑαυτῶν ὀδύρεσθαι δυστυχίαν ἐπὶ τῷ τὸν χρόνον ἀπολέσαι μοχθηροῖς διδασκάλοις χρησαμένους. ἐπόμνυμι δαὖθίς σοι τοὺς θεοὺς καὶ τοῦτό μοι λεχθῆναι πάνυ πολλάκις ὑπὸ τῶν συμφοιτησάντων ἔτι μειρακίῳ τὴν ἡλικίαν ὄντι. ἐπειδὴ γὰρ εἴωθα, ὁπότε τις ἔροιτο περί τινος δόγματος εἰ ἀληθὲς εἴη, μηδὲν ἀποκρίνασθαι δύνασθαι φάσκειν, εἰ μὴ καὶ τὰ τῶν ἄλλων ἁπάντων μάθοιμι καί τινα μέθοδον κτησαίμην διαγινώσκοιμι τὸ βέλτιον, οὐκ ὀλίγοι τῶν ταῦτα ἀκουόντων συμφοιτητῶν ἔφασάν μοι, σὺ μὲν καὶ φύσει διαφερούσῃ κέχρησαι καὶ παιδείᾳ θαυμαστῇ διὰ τὴν τοῦ πατρός σου φιλοτιμίαν, καὶ ἡλικίαν δυναμένην μανθάνειν ἔχεις ὅθεν τε δαπανᾷν χρὴ σχολάζοντα μαθήμασι κέκτησαι· τὸ δἡμέτερον οὐχ ὧδἔχει· καὶ γὰρ ἀπαίδευτοι τὴν πρώτην παιδείαν ἐσμὲν καὶ οὐκ ὀξεῖς τὴν διάνοιαν ὥσπερ σὺ καὶ ἀναλίσκειν οὐκ ἔχομεν· ἀγαπητέον οὖν ἡμῖν ἐστιν ὁποῖά ποτἂν εἴη ταῦτα τὰ νῦν γινωσκόμενα. μὴ τοίνυν ἔτι θαύμαζε διὰ τί πολλοὶ τῶν ἰατρῶν οὐκ αἰσχύνονται φθεγγόμενοι τὴν διάτριτον, καίτοι μυριάκις ἡμᾶς ἑωρακότες ἐπὶ τῶν νοσούντων προγινώσκοντας εἴτἐφήμερός ἐστιν πυρετὸς εἴτε καὶ κατὰ τὴν τρίτην τετάρτην ἡμέραν οἴσει τινὰ παροξυσμόν. ἀλλἐκεῖνο σκόπει τὸ ὑφἹπποκράτους εἰρημένον, ἀνθρώπου φιλοσοφωτάτου τὸ ἦθος. ὅκου μὲν οὖν κάτοξυ τὸ νόσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει καὶ τῇ ἐσχάτως λεπτῇ διαίτῃ ἀναγκαῖον χρέεσθαι. ὅκου δὲ μὴ, ἀλλἐνδέχεται ἁδροτέρως διαιτᾷν, τοσοῦτον ὑποκαταβαίνειν, ὁκόσον ἂν νοῦσος μαλθακωτέρα τῶν ἐσχάτων εἴη. πόνους μὲν γὰρ λέγει πάντα τὰ λυποῦντα τὸν ἄνθρωπον, ἐσχάτους δὲ ὀνομάζει τοὺς μεγίστους, οἵπερ ἐν ταῖς ἀκμαῖς γίνονται. κελεύει δεἰς τοῦτον τὸν χρόνον ἀποτίθεσθαι τῆς διαίτης τὸ λεπτότατον, οὐδέν τι διδάσκων ἀλλοιότερον ὁπότἔφασκεν· ὁκόταν ἀκμάζῃ τὸ νόσημα, τότε καὶ τῇ λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι. καὶ μὴν οὐχ οἷόν τε τὸ λεπτότατον τῆς διαίτης εἰς τὴν ἀκμὴν ἀναβάλλεσθαι, χωρὶς τοῦ κατὰ τὴν ἀρχὴν ἐστοχάσθαι περὶ πόσην ἡμέραν ἀκμάσει τὸ νόσημα. ἀλλὰ καὶ Ἱπποκράτη φασὶ ληρεῖν ταῦτα γράψαντα καὶ ἡμῶν ἔργῳ διαδεικνυμένων αὐτὰ, πάντα μᾶλλον νομίζουσιν δυνατὸν ἀνθρώπῳ κατὰ τὸν πρῶτόν ποτε παροξυσμὸν, ἀκριβῆ γνῶσιν ἔχειν τῆς τοῦ κάμνοντος διαθέσεως. ἐγὼ δοὔτἐφἁπάντων τῶν νοσούντων ἀκριβῶς φημι γινώσκειν τὴν διάθεσιν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν οὔτε τῶν ἐφημέρων τινὰ πυρετὸν λαθεῖν ἄν με· τοῦτο δἀρκεῖ κατά γε τὰς πρώτας ἡμέρας εἰς τὸ μηδὲν ἁμαρτεῖν ἐν τῇ διαίτῃ, τὸ διακρῖναι τὸν ἐφήμερον πυρετὸν τῶν ἄλλων. διὰ τοῦτό γέ τοι τῇ τετάρτῃ τῶν ἡμερῶν, ἐν πρῶτον ἐκεῖνοι προταριχεύσαντες τὸν ἄνθρωπον ἄρχονται τρέφειν, ἡμεῖς ἤδη τὰ συνήθη τῶν ἔργων παρεχόμεθα πράττειν, κωλύομεν δὲ κᾀκ τῶν ἐφημέρων πυρετῶν τὴν μετάστασιν εἰς τοὺς ὀξεῖς γενέσθαι, τῷ τρόπῳ τούτῳ τῆς διαίτης· ὡς εἴ γέ τις ἑτέρως διαιτήσειεν, ἐξ ἀνάγκης ἀκολουθήσουσι κατά γε τὰς προειρημένας κράσεις ὅσοι διακαέστατοι τῶν πυρετῶν. ἕτεραι γάρ εἰσι φύσεις ἐφὧν οὐδὲν οὐκ ἀξιόλογόν γέ τι τοσούτων ἡμερῶν βλάπτει λιμός· ὥσπερ ἕτεραί γε πάλιν ἐφὧν οὐ μόνον ἀβλαβὴς, ἀλλὰ καὶ πρὸς ὠφέλειάν ἐστιν ἀσιτία τῶν τριῶν ἡμερῶν. ἀλλὰ περὶ μὲν τῶν ἄλλων φύσεων ἑξῆς διορίσω. τὴν ὑποκειμένην δἐξ ἀρχῆς κρᾶσιν εἰς τοὔσχατον ἄγουσι κίνδυνον αἱ ἀσιτίαι κατὰ πάντας τοὺς πυρετοὺς, οὐ μόνους ὧν νῦν ἐμνημόνευσα, τοὺς ἐφημέρους ὀνομαζομένους.
§4 Εἰ γὰρ καὶ διἔμφραξιν, ὡς ἐλέχθη, στεγνωθείη ποθ διαπνοὴ, μικρὰν μὲν ὑπάρχουσαν αὐτὴν, εἴ τις ὀρθῶς διαῤῥύψειε, κωλύσει γενέσθαι δεύτερον παροξυσμόν· ἀξιολόγου δὲ γενομένης, οὐκ ἔθὁμοίως ἐπαγγείλασθαι δυνατόν. εἰ δὲ καὶ πολλοὶ καὶ παχεῖς καὶ γλίσχροι σφηνωθεῖεν χυμοὶ, τὸν ἐπὶ τούτοις πυρετὸν ἀδύνατόν ἐστιν ἐν τοῖς ὅροις διαμεῖναι τῶν ἐφημέρων. ἐξ ἀνάγκης γὰρ αὐτὸν ἐπὶ σήψει χυμῶν διαδέξεται κατὰ τὰς κακοχύμους φύσεις. ὡς ἐπἄλλων γε κράσεων ἃς ἐν τοῖς ἑξῆς ἑρμηνεύσω γένοιτἄν τις ἰδέα πυρετοῦ συνόχου διὰ τὴν τοιαύτην αἰτίαν ἄνευ σήψεως χυμῶν. ἕπεσθαι δὲ τοῖς τοιούτοις λόγοις ἀδύνατον ὅσον ἄν τις μὴ πρότερον ἐν ταῖς εἰρημέναις πραγματείαις γυμνάσηται, καὶ μάλιστα τῇ περὶ τῆς διαφορᾶς τῶν πυρετῶν. ἐπειδὰν γὰρ ἔμφραξίς τις μετρία διἣν ἐπύρεξαν οἱ κακόχυμοι κατὰ μὲν τὴν πρώτην καὶ δευτέραν ἡμέραν ἄχρι τινὸς, οὐκ ἔστιν ἐν τῷ σφυγμῷ τὸ τῆς σήψεως σημεῖον, ὥσπερ οὐδἐν τοῖς οὔροις τὸ τῆς ἀπεψίας. μηκυνομένης μέντοι τῆς παρακμῆς καὶ μηκέτἀνάλογον ἐνδιδούσης ὥσπερ ὑπήρξατο μετὰ τὴν ἀκμὴν ὕποπτός ἐστιν διάθεσις, ὥσπερ ἐφὧν ἐπείγεται πρὸς τὴν λύσιν, ἀτμοί γέ τινες, νοτίδες, ἱδρῶτες ἐξεκρίθησαν, οὖρα πλείω χρηστὰ μετὰ τῶν κατὰ τὸν σφυγμὸν σημείων ἀγαθῶν ὑπαρχόντων, ἐφήμερός ἐστι βεβαίως πυρετός. ἀλλ γε διὰ μικρὰν ἔμφραξιν ὅμοιος μὲν τοῖς ἐφημέροις ἐστὶν, ὡς εἴρηται, κατά γε τὰ πρῶτα, μηκυνομένης δὲ τῆς παρακμῆς ὕποπτος γίγνεται, κᾂν μηδέπω τὸ τῆς σήψεως  σημεῖον ἐμφαίνηται τοῖς σφυγμοῖς· ἐὰν γὰρ μὴ διαπνευσθῇ τελέως, ἀναγκαῖόν ἐστι σαπῆναι τὴν κακοχυμίαν. ἵνοὖν διαπνεύσῃ, μείζονος ἡμῖν ἤδη βοηθείας ἐστὶ χρεία. εἰ μὲν οὖν ἤτοι παιδίον γέρων εἴη, φλεβοτομεῖν οὐκ ἔτἐγχωρεῖ· μεταξὺ δὲ τῶν ἡλικιῶν τούτων ῥώμης παρούσης τῷ κάμνοντι φλεβοτομητέον, εἰ καὶ τὰ τοῦ πλήθους ἀπείη σημεῖα. βέλτιον γὰρ ἐκκενώσαντα τὸ πλέον τῆς κακοχυμίας, ἐπὶ τὸ διαῤῥύπτειν τὰς ἐμφράξεις ἰέναι· κίνδυνος γὰρ ἐκφραττόντων, πρὶν ἐκκενῶσαι, σφηνωθῆναι μᾶλλον αὐτάς. ἐκφράττουσι μὲν οὖν αἱ ῥυπτικαὶ δυνάμεις, ἔξωθέν τε προσπίπτουσαι τῷ δέρματι καὶ εἴσω τοῦ σώματος λαμβανόμεναι. κίνδυνος δὲ καὶ τὰς ἐκτὸς ἑλκούσας ἅμα τοῖς ἐμφράττουσι συνεπισπᾶσθαί τι καὶ ἄλλο, καὶ τὰς ἔνδοθεν ἀναφερομένας ἑαυταῖς συνεπισύρεσθαί τι τῶν ἐν τοῖς ἀγγείοις. ὅπερ εἰ μὲν γλίσχρον, παχὺ τύχοι, διπλασιάσει τὴν ἔμφραξιν· εἰ δὲ μὴ, ἀλλὰ τῷ πλήθει γε, πάντως οὐ σμικρὰ λυπήσει. φαίνεται γὰρ ἐνίοτε καὶ τὸ πολὺ ῥεῦσαν ἀθρόως οὐδὲν ἧττον ἐμφράττεσθαί τε καὶ σφηνοῦσθαι τῶν γλίσχρων καὶ παχέων εἰ δὲ καὶ διὰ πόρων στενῶν διέξοδος εἴη, πολὺ δὴ μᾶλλον ἴσχεσθαι. ὅπως οὖν ἀσφαλὴς καὶ τούτοις φορὰ καὶ τοῖς ἔξωθεν ὁλκὴ γίγνοιτο, χρησιμώτατόν τέ ἐστι κενῶσαι τὸ σῶμα. καὶ μέντοι καὶ τὰ διαπνεόμενα τῶν χυμῶν καπνώδη καὶ λιγνυώδη περιττώματα μειωθέντων αὐτῶν ἐλάττω γίγνοιτο ἄν. ὥστε καὶ διὰ τοῦτο βραχύτερον ἔσται τὸ πυρετῶδες θερμὸν, ὡς ἐγχωρεῖν αὐτὸ διαπνεῖν εἰς τοὐκτὸς, εἴπερ εἶεν αἱ ἐμφράξεις βραχεῖαι. ὅταν οὖν ποθὑπονοήσῃς ἐστεγνῶσθαι τὸ δέρμα διἔμφραξιν, ἔκ τε τῶν μὴ γίγνεσθαι κατὰ τὴν παρακμὴν τοῦ πρώτου παροξυσμοῦ κενώσεις ἀξιολόγους καὶ διαμένειν ὁμοίαν ἑαυτῇ τὴν παρακμὴν, εἰ μὲν ἀπὸ μηδενὸς τῶν προφανῶν αἰτίων ἐπύρεξεν ἄνθρωπος, ἔτι καὶ μᾶλλον ἂν εἴη σοι βεβαιοτέρα τῆς ἐμφράξεως διάγνωσις· εἰ δὲ σύν τινι τῶν προφανῶν, οὐκ ἀδύνατον ἅμα συνεληλυθέναι διττὰς αἰτίας. εἰ γὰρ ἑτέρα μόνη τῶν αἰτιῶν ἐκ τοῦ προκατάρξαντος αἰτίου ἦν, ἐμειοῦτο ἄν παρακμὴ σὺν αἰσθηταῖς ἐκκρίσεσιν· οὔκουν ἀναβάλλεσθαι τῶν τοιούτων ἀῤῥώστων ἀφαιρεῖν αἵματος, ἀνάλογον τῇ τε δυνάμει καὶ τῷ μεγέθει τῆς ἐμφράξεως. ἔνδειξις δὲ τοῦ ποσοῦ τῆς ἐμφράξεως ἐκ τοῦ μεγέθους ἔσται τοῦ κατὰ τὸν πυρετόν· μείζων μὲν γὰρ ἐπὶ ταῖς σφοδροτέραις ἐμφράξεσιν, ἐλάττων δἐπὶ ταῖς μικροτέραις συμπίπτει. κενώσαντα δὲ τὸ σύμμετρον οὐ μετὰ πολὺ διδόναι τῶν ῥυπτικῶν τινα τροφῶν φαρμάκων. ἔστι δοὐ πολλὰ τὰ τοῦτο δυνάμενα ποιεῖν ἐν πυρετοῖς, ἀλλὡς εἴρηται καὶ πρόσθεν, ἐν τῷ τροφῆς μὲν λόγῳ πτισάνη τἐστὶ καὶ μελίκρατον, ἐν φαρμάκοις δὲ τό τε ὀξύμελι καὶ ὅσα τῷ μελικράτῳ συνεψεῖν οἶόν τε, ὡς καλαμίνθη καὶ ὕσσωπον καὶ ὀρίγανον καὶ ἕρπυλλον καὶ ἴρις καὶ σέλινον. ἀλλὰ ταῦτά γε πάντα πλέον δεῖ θερμὰ καὶ διὰ τοῦτο ἐξάπτει τοὺς πυρετοὺς ὥσπερ οἶνος. ὀξύμελι δὲ μόνον οὔτε τοὺς πυρετοὺς ἐξάπτει καὶ ῥύπτει γενναίως, ὡς διαλύειν μὲν ὅσα γλίσχρα καὶ παχέα, τοὺς πόρους δἐκφράττειν. ἐν δὲ τῷ μεταξὺ μελικράτου τε καὶ ὀξυμέλιτος εἴη ἂν τὸ καλούμενον ἀπόμελι, χρῶνται δαὐτῷ κατὰ τὴν Πελοπόννησον πλεῖστον. θείη δἄν τις εὐλόγως, οἶμαι, καὶ τὸ σάκχαρ ἐν τοῖς τοιούτοις. ἐπὶ δὲ τῇ τοιαύτῃ τροφῇ παραφύλαττε πόσον ἀφαιρεῖται τῆς πυρετώδους θερμασίας. εἰ γάρ σοι φαίνοιτο κατὰ τὴν τρίτην ἡμέραν ἕωθεν ἐλάχιστόν τι λείπεσθαι τοῦ πυρετοῦ, μήτε τοῦ τῆς σήψεως τῶν χυμῶν σημείου παρόντος ἐν τοῖς σφυγμοῖς μήτἐν τοῖς οὔροις τοῦ τῆς ἀπεψίας, δὕποπτος ὥρα καθἣν εἰσέβαλεν πυρετὸς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, ἐξωτέρω τῆς μεσημβρίας εἴη, θαῤῥῶν λοῦε τὸν ἄνθρωπον ὅσον οἷόν τε τάχιστα πρὸ πολλοῦ τῆς ἕκτης ὥρας. ἱκανὸν δὲ κᾂν ἐντὸς τρίτης ὥρας ξυμπληρωθῇ τὸ λουτρόν. οὕτω δὲ καὶ εἰ δεκάτην ὥραν ὑποπτεύοις, ἄχρι τῆς ἑβδόμης λούειν ἐγχωρεῖ, τριῶν τεττάρων ὡρῶν ἰσημερινῶν αὐταρκεστάτων οὐσῶν εἰς διάστημα τοῦ τε βαλανείου καὶ τοῦ παροξυντικοῦ καιροῦ. χρὴ δἐν τῷ βαλανείῳ προαλείψαντα καὶ προανατρίψαντα μετριώτατα διαῤῥύπτειν τε καὶ ἀποπλύνειν ἔξωθεν τὸ σῶμα. τὴν δὕλην τῶν ῥυπτικῶν ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν ἔχεις. ἐκλέγειν οὖν ἐκεῖθεν δεῖ τὰ πρὸς τὸ παρὸν ἁρμόττοντα· διῄρηται γὰρ ἐν αὐτοῖς ὅσα τε μᾶλλον αὐτῶν ὅσα θἧττον ῥύπτει. λεχθήσεται δὲ καὶ νῦν ἕνεκα παραδείγματος ὀλίγα. μετριώτατα μὲν οὖν ῥύπτει τό τε τῶν ὀρόβων ἄλευρον καὶ τὸ τῶν κριθῶν καὶ τὸ τῶν κυάμων, ἔτι καὶ τὸ μελίκρατον τὸ ὑδαρές· μᾶλλον δὲ τούτων ἴρις καὶ πάνακος ῥίζα καὶ ἀριστολοχία καὶ τὸ μέτριον ἐν τῇ κράσει μελίκρατόν ἐστιν, ὥσπερ γε καὶ τοῦδε μᾶλλον ὅταν ἀκρατέστατον . γίνεται δὲ τοιοῦτο τῷ μέλιτι μιχθέντος ὕδατος βραχέως, ὡς χυθὲν τοῖς μικροῖς τοῦ δέρματος εὐκόλως ἐνδῦναι πόροις. ἔτι δὲ τοῦδε μᾶλλον ἀφρὸς τοῦ νίτρου καὶ τὸ νίτρον αὐτὸ καὶ τὸ ἀφρόνιτρον. εἶναι δὲ χρὴ τὸ μὲν νίτρον λεπτομερὲς, οἷόν πέρ ἐστι τὸ Βερενίκιον· εἰ δὲ τὸ λιθῶδες εἴη, καίειν τε καὶ λειοῦν ἀκριβῶς αὐτό. μέλι δὲ τὸ καθαρώτατον καὶ δριμύτατον, οἷόν πέρ ἐστι τὸ Ὑμήττιον. ἔστι δὲ δήπου καὶ σάπων ὀνομαζόμενος ἐν τοῖς μάλιστα ῥύπτειν δυναμένοις. ἅλις ἔστω σοι παραδειγμάτων τῆς τῶν ῥυπτόντων ὕλης. μετιέναι γὰρ ἤδη καιρὸς ἐπὶ τὰ μετὰ τὸ λουτρόν. ἔστι δοὐ πολλά· πλὴν γὰρ ὕδατος ἔχοντος ἐναφηψημένων αὐτῷ σέλινον ὀλίγον, οὐδὲν αὐτοῖς  δοτέον, κᾂν τὸ μεταξὺ τοῦ τε λουτροῦ καὶ τῶν ὑπόπτων διάστημα τριῶν ὡρῶν ἔσεσθαι στοχαζώμεθα. περὶ μέντοι τὴν ἑσπέραν καὶ θᾶττον ὥραις δυοῖν τοῦ κατὰ τὴν πρώτην ἡμέραν εἰσβεβληκότος παροξυσμοῦ καὶ λοῦσαι δυνατὸν ἕωθεν καὶ θρέψαι μόνον πτισάνης χυλῷ. εἶτα εἰ μὲν μηδόλως ἐνέγκοιεν αἱ ὧραί τι, λούειν αὖθις εἰ βούλοιτο καὶ τρέφειν, ὧν εἴρηκα σκοπῶν ἐχόμενον. εἰ δέ τι γένοιτο, παραβάλλειν τε τοῦτο τῷ κατὰ τὴν πρώτην ἡμέραν παροξυσμῷ, συνεπισκοπεῖσθαι τά τε οὖρα καὶ τοὺς σφυγμούς· ἅπαντα δὲ δήπου φαίνεταί σοι μέτρια, βραχείας ὑπολειπομένης ἐμφράξεως, ὥστε καὶ λούσεις τῇ τετάρτῃ τῶν ἡμερῶν αὐτὸν καὶ θρέψεις τῶν εἰρημένων σκοπῶν ἐχόμενος· ἐλπίσεις τε μηδὲν ἔτι τῇ πέμπτῃ συμπεσεῖσθαι. μεγάλης δὲ τῆς ἐμφράξεως γεγενημένης οὐκέτἂν τοιοῦτος ἐκ τῶν ἐφημέρων εἴη πυρετῶν. ὥστε εἰς τὸν ἑξῆς ἀναβεβλήσθω λόγον, ἐν γάρ τοι τῷδε περὶ τῶν ἐφημέρων μόνων πρόκειται διελθεῖν.
§5–7
§5 Ἐπεὶ τοίνυν ἐφήμεροι πυρετοὶ ταῖς ὑποκειμέναις κράσεσι τῶν σωμάτων ἐπιγίγνονται πολλάκις καὶ ἀπεψίαις σιτίων, ἑξῆς ἂν εἴη περὶ αὐτῶν διελθεῖν. χειρίστη μὲν οὖν ἐστιν ἐν ταῖς τοιαύταις κράσεσιν ἀπεψία καὶ τάχιστἀνάπτει πυρετὸν, ἐν διαφθείρεται τὰ σιτία πρὸς τὸ κνισῶδές τε καὶ καπνῶδες· ὡς γε εἰς ὀξύτατον τρέπουσα σπανιάκις τε γίγνεται ταῖς τοιαύταις φύσεσι καὶ ἧττον βλάπτει. λεχθήσεται δὲ ὑπὲρ ἑκατέρας ἰδίᾳ ἡμῖν τὴν ἀρχὴν ἀπὸ τῆς πλειστάκις τε γιγνομένης αὐτῆς καὶ μᾶλλον βλαπτούσης ποιησαμένοις. ἔστι δ’, ὡς εἴρηται, κνισώδης τέ τις αὕτη καὶ καπνώδης, ἔλαττον μὲν ὑπάρχουσα κακὸν, εἰ καταῤῥήξειεν γαστὴρ, οὐ μικρὸν δὲ εἰ ἐπισχεθείη. πυρέττουσι γὰρ ἐπὶ ταῖς ἐπισχέσεσιν αὐτῆς ἑτοίμως αἱ κακόχυμοι φύσεις καὶ μάλισθὅταν ἐπὶ τὰς συνήθεις τράπωνται πράξεις, ὑπεριδόντες τοῦ μένειν ἔνδον ἐφἡσυχίας ἐν τῇ στρωμνῇ. πυρέττουσι δἔνιοι καὶ τῶν ἁλόντων διαῤῥοίαις ἐπἀπεψίᾳ, συναυξανομένης αὐτοῖς τῆς πυρετώδους διαθέσεως, οὐχ ἥκιστα κᾀκ τοῦ πλήθους τῶν ἐξαναστάσεων. εἰ δὲ καὶ δῆξίς τις, πόνος, θερμότης ἄμετρος ἐν τοῖς κατὰ τὴν γαστέρα καὶ τὰ ἔντερα γένοιτο, πολὺ δὴ μᾶλλον ἐντεῦθεν πυρετώδης αὐξάνεται διάθεσις. ἴασις δοὐχ αὐτὴ τῶν ἐπισχεθέντων τοῖς ἐκκρίνουσι· λεκτέον οὖν ὑπὲρ ἑκατέρων ἐν μέρει· φανεῖται γὰρ οὕτως οὐ μόνον ὅπῃ διαλλάττουσιν, ἀλλὰ καὶ ὅσον ἐν ἀμφοτέροις κοινόν. εἰ μὲν δὴ φαίνοιτο μόνα τὰ διεφθαρμένα κεκενῶσθαι, λουτέον τἐστὶ καὶ θρεπτέον ἐν τῇ παρακμῇ τοῦ πυρετοῦ, πρόνοιάν τινα τῶν κατὰ τὴν γαστέρα ποιησαμένοις πρότερον. εἰ δοὕτως εἴη πολλὴ κένωσις ἤτοι γεγονυῖα πρόσθεν καὶ νῦν ἔτι γιγνομένη κατὰ τὸν ἄνθρωπον ὡς κεκμηκέναι τὴν δύναμιν, ἄμεινον θρέψαι χωρὶς τοῦ λοῦσαι προνοησαμένους τῶν κατὰ τὴν γαστέρα. πρόνοια δἐπὶ τῶν οὕτως ἐχόντων, εἰ μὲν μηκέτι γίγνοιτο κένωσις, ἐμβροχὴ διἐλαίου τε καὶ ἀψινθίου· χρὴ δὲ προδιαβρέχειν ὕδατι ζέοντι τὸ ἀψίνθιον, ὅπως μὴ κνισωθείη. καὶ εἴ γέ τις αἴσθησις ὑπολείποιτο κατὰ τὴν γαστέρα δήξεως πόνου, πίλημα μετὰ τὴν ἐπιβροχὴν ἤτοι θερμὸν καὶ ξηρὸν βεβρεγμένον μὲν ἐλαίῳ ἐν τὸ ἀψίνθιον ἀπεζέσθη, τὸ πλεῖστον δἐκπεπιεσμένον ἐπιβάλλειν χρή. κάλλιον δεἰ παρείη μύρον νάρδινον ἐπιμελῶς ἐσκευασμένον, ἐν ἐκείνῳ δεύσαντα κατὰ τὸν αὐτὸν τρόπον ἐπιτιθέναι τὸ πίλημα. καὶ πολύ γε κάλλιον, εἰ πορφύρα τοῦτεἴη θαλαττία· καὶ κάλλιστόν γε εἰ Τυρία ἀρίστη τυγχάνοι· λεπτομερεστέραν γὰρ ἔχει τὴν στύψιν τε τοιαύτη πορφύρα καὶ ἀρίστη νάρδος, ὥστε διὰ τοῦ βάθους διεξέρχεσθαι τῶν κατὰ τὴν γαστέρα σωμάτων, δύναμις αὐτῶν ξηραινόντων καὶ θερμαινόντων καὶ τονούντων. εἰ δἀτονώτερον ὑπάρχει τὸ στόμα τῆς γαστρὸς, ὅπερ καὶ στόμαχον ὀνομάζειν εἰθίσμεθα καταχρώμενοι τῇ προσηγορίᾳ, καὶ τῆς Χίας μαστίχης ἐν τῇ νάρδῳ λειώσαντες, ὡς γλοιῶδες γενέσθαι, δεύσαντες ἐξ αὐτοῦ, τὴν πορφύραν ἐπιθήσομεν. ἔστω δὲ θερμὸν ἱκανῶς ἕκαστον τῶν τοιούτων κατὰ τὴν πρώτην ἐπιβολήν· ἐκλύει γὰρ ἅπαντα τὰ χλιαρὰ τὸν τόνον τῆς γαστρός. οἶσθα δὲ καὶ ὡς ἐπἀγγείου διπλοῦ προϋποβεβλημένου κατὰ τὸ ἕτερον αὐτῶν τὸ μεῖζον ὕδατος ζέοντος, ἔθος ἡμῖν ἐστι θερμαίνειν τὰ μύρα· διαφθείρεται γὰρ δύναμις αὐτῶν ἑτέρως θερμανθέντων. ἔτι δὲ ὑπιούσης τῆς γαστρὸς ἄμεινον χρῆσθαι μηλίνῳ καλλίστῳ τε καὶ προσφάτῳ, τὸν αὐτὸν τρόπον τῇ νάρδῳ· χρηστὸν δεἰς τὰ τοιαῦτα σύμπαντα καὶ τὸ μαστίχινον. οὐχ ἥκιστα δὲ καὶ τὰ τῆς τρυφῆς ἕνεκα τῶν διατεθρυμμένων γυναικῶν σκευαζόμενα μύρα ταυτὶ τὰ πολυτελῆ, χρήσιμα πρὸς τὰς τοιαύτας διαθέσεις τῆς γαστρὸς, ἅπερ ἔοικεν ὑπὸ τῆς ἐν Ῥώμῃ τρυφῆς εὑρεθέντα καὶ τὰς προσηγορίας ἔχειν Ῥωμαϊκάς· ὀνομάζεταί γέ τοι σπικάτα γε καὶ φουλιάτα. μὴ φερόντων δὲ τῶν καμνόντων τὴν ζώνην, ἤτοι γἐξ ἔθους τρυφῆς, ἐγχωρεῖ διὰ κηρωτῆς ἀνύειν ταὐτόν. ἔστι δεἰς τὰ τοιαῦτα καλλίστη κηροῦ Τυῤῥηνικοῦ τηχθέντος ἐν μύρῳ ναρδίνῳ, ψυχθείσῃ καὶ ξυσθείσῃ τῇ κηρωτῇ μιχθείσης λείας ἀκριβῶς ἀλόης τε καὶ μαστίχης. ἑκάστου δὲ αὐτῶν τὸ πλῆθος εἶναι χρὴ τοσόνδε· κηροῦ μὲν καὶ νάρδου τὸ ἴσον, ἀλόης δὲ τὸ ὄγδοον· ὥσπερ οὖν καὶ τῆς μαστίχης, εἰ βούλει βραχύ τι ταύτης πλέον. εἰ δὲ καὶ τῶν εἰρημένων τι μύρων τῶν πολυτελῶν ἀναμίξαις τῇ κηρωτῇ, βέλτιον ἔσται σοι τὸ φάρμακον. ἐγκαιομένης δὲ τῆς γαστρὸς, ὡς καὶ φλεγμονώδη διάθεσιν ἐν αὐτῇ ξυνίστασθαι δοκεῖν, ἀμείνων κηρωτὴ διὰ τοῦ μηλίνου γιγνομένη.  πολλὰ δὲ καὶ ἄλλα φάρμακα τὰ μὲν διοἰάνθης ἐστὶ, τὰ δὲ διὑποκυστίδος καὶ βαλαυστίου καὶ φοινίκων σαρκὸς, ἐπιτήδεια καὶ ψύχειν τὴν γαστέρα καὶ ῥώμην ἐντιθέναι. τούτων οὖν ἐκλέγου τὸ κάλλιστον εἰς τὰ παρόντα πρὸς τοὺς εἰρημένους σκοποὺς ἀποβλέπων. τρέφειν δἑξῆς τοῖσδε χρή· ῥεούσης μὲν ἔτι τῆς γαστρὸς, ἀλφίτοις τε καὶ τοῖς καλουμένοις ὀξυλιπέσιν ἄρτοις, ὀλίγιστον ὄξους ἔχουσιν, οὐχ ὡς ἐπὶ δυσεντερίας χρονίας διαῤῥοίας εἰώθαμεν σκευάζειν. ἐπιπάττειν δὲ τὸ ἄλφιτον, ἐνίοτε μὲν ὕδατι θερμῷ δαψιλές, ἐνίοτε δ’, ὅταν γαστὴρ ἔτι ἐκκρίνῃ, πλέον τοῦ δέοντος ἤτοι ῥοιᾶς, ἀπίων, μήλων χυλῷ καὶ μάλιστα τῶν κυδωνίων. εἰ δἥδιον τοῖς κάμνουσι καὶ ἀφέψημά τι παρασκευάζοντας ἀπίων, μήλων, μύρτων, ἐπιπάττειν αὐτοῖς τὸ ἄλφιτον. εἰ δὲ μηκέτἐκκρίνει γαστὴρ, τε χόνδρος ἱκανὸς ὁμοίως ἠρτυμένος πτισάνῃ, τουτέστιν ὄξους ἔχων, τό τε διαὐτοῦ ῥόφημα χωρὶς ὄξους οἵ τε ὄρχεις τῶν ἀλεκτρυόνων καὶ οἱ πετραῖοι τῶν ἰχθύων ἐκ τοῦ λευκοῦ ζωμοῦ καί τις τῶν στυφουσῶν ὀπωρῶν καὶ μόνη καὶ μετἄρτου. ταύτας δὲ πολὺ μᾶλλον ἐπιδώσεις, ἔτι ῥεούσης τῆς γαστρός. εἰ δἀνορέκτως ἔχοιεν, ὡς ἀπεστράφθαι τὰ σιτία, γίνεται γὰρ καὶ τοῦτο πολλοῖς τῶν ἁλόντων διαῤῥοίαις ἐπἀπεψίᾳ, τοῦ διὰ τῶν κυδωνίων μήλων χυμοῦ προσδοτέον αὐτοῖς ὅσον κοχλιάριον ἓν δύο· εἰ δὲ μὴ παρείη τοῦτο, τὸ διὰ τῆς σαρκὸς αὐτῶν. εἴρηται δ σύνθεσις τῶν τοιούτων φαρμάκων ἐν τοῖς ὑγιεινοῖς. οὕτω μὲν ἐν τῇ πρώτῃ παρακμῇ τοὺς ἐπἀπεψίᾳ πυρέξαντας ἰᾶσθαι προσήκει, τῆς γαστρὸς ἐκκρινούσης. εἰ δἐπέχοιτο τελείως, ἁψάμενος πρότερον τῶν ὑποχονδρίων, εἶθὅλης τῆς γαστρὸς, ἐπίσκεψαι σαφῶς εἰ ὑπελήλυθεν εἰς τὸ λεπτὸν ἔντερον, εἰς τὸ κῶλον, τροφή. κᾄπειτἐρώτησον ἑξῆς τὸν κάμνοντα κατὰ τί μὲν αἰσθάνεται μάλιστα μέρος, ἤτοι δήξεως βάρους, ὁποῖαι δέ τινες αἱ ἐρυγαί. διαγνοὺς δἐκ τούτων ἐν μάλιστα μέρει τῆς συμπάσης γαστρός ἐστιν τροφὴ, μετεώρου μὲν οὔσης ἔτι τοῦ διὰ τῶν τριῶν πεπέρεων διδόναι μὴ τοῦ φαρμακώδους, ἀλλὅπερ ἐπῃνέσαμεν ἐν τοῖς ὑγιεινοῖς ὡς ἁπλούστατόν τε καὶ τοῖς ἠπεπτηκόσιν ἐπιτήδειον· εἶθἑξῆς αἰονᾷν ὑποχόνδριά τε καὶ σύμπασαν τὴν γαστέρα. τοῦτο δὲ κᾂν ἤδη κατωτέρω προήκῃ τὰ διεφθαρμένα, τῷ μᾶλλόν τε καὶ ἧττον ἐξαλλάττοντα· πλέονος γὰρ δεῖται καὶ χρόνου καὶ καταντλήσεως εἰς τὴν παρασκευὴν τῶν ἐφεξῆς πρακτέων οἷς ἔτι μετέωρός ἐστιν διεφθαρμένη τροφὴ κατὰ τὴν γαστέρα. κινηθείσης δαὐτῆς ἀξιολόγως ἐπὶ τὰ κάτω, συμπράττειν ἤτοι διὰ τῶν προσθέτων διὰ κλυσμάτων πρᾴεων, εἰ μὲν δῆξις συνείη, ταύτην πραΰνοντας· εἰ δἐμπνευμάτωσις ἐκείνην, καθιστῶντας· εἰ δὲ μηδέτερον, ἐκ μέλιτος καὶ ὕδατος ἐλαίου τε βραχέως συντιθεμένου τοῦ κλύσματος. ἔνθα δὲ εἴη σφοδροτέρα δῆξις, ἔλαιον Σαβῖνον ἐπιτηδειότερον ἐνιέναι τηχθέντος στέατος ἐν αὐτῷ χηνός· εἰ δὲ μὴ παρείη τοῦτο, τοῦ τῆς ἀλεκτορίδος· εἰ δὲ μηδὲ τοῦτο, τοῦ τῆς αὐγός· ἀποροῦντες δὲ καὶ τοῦδε, κηροῦ βραχύ τι προσεπεμβάλλειν τῷ ἐλαίῳ, καὶ μᾶλλον εἰ πεπλυμένος εἴη. τὰς δὲ ἐμπνευματώσεις ἰᾶσθαι συνέψοντας τῷ ἐλαίῳ πηγάνου τέ τι καὶ τῶν ἀφύσων σπερμάτων σελίνου καὶ κυμίνου καὶ μαράθρου καὶ σίνωνος, ὅσα τἄλλα τοιαῦτα. κενωθείσης δὲ τῆς γαστρὸς, αὐτίκα τρέφειν τὰ μὲν ἄλλα παραπλησίως τοῖς ἔμπροσθεν εἰρημένοις, ἀφαιρεῖν δὲ τὰ στύφοντα εἰ μὲν οὖν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν εἰς ἑσπέραν πραχθείη ταῦτα, νυκτὸς ὥρας ἡστινοσοῦν, προνοεῖσθαι χρὴ κατὰ τὰ παραπλήσια καὶ τῇ δευτέρᾳ τῶν ἡμερῶν, καὶ λούεσθαί γἐν αὐτῇ συγχωρεῖν, ἐὰν ἀκριβῶς ἀπύρετος . κᾀπειδὰν τῆς ἐπιούσης νυκτὸς ἀλύπως ὑπνώσῃ, τελέως ἤδη νομίζειν ὑγιαίνειν αὐτόν. εἰ δ μετὰ τὴν ἀπεψίαν ἡμέρα μετὰ τῆς ἐπιούσης νυκτὸς ἐνέγκοι τὸν πυρετὸν, ὡς ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν, προνοηθῆναί τε καὶ τραφῆναι τὸν ἄνθρωπον. ἐνέγκοι δέ τι εἰ καὶ διὰ τρίτης νὺξ βραχὺ πυρετῶδες, οὐδοὕτως χρὴ δεδιέναι, ἀλλὰ καὶ τούτους ἐπὶ τῆς ἐρχομένης ἡμέρας καὶ λούειν καὶ τρέφειν, ἅπαντά τε τἄλλα ποιεῖν ἀνάλογον ἐπαὐτῶν, ὡς ἔμπροσθεν διῄρηται. τὰς δεἰς ὀξεῖαν ποιότητα μεταβολὰς τῆς ἀπεπτηθείσης τροφῆς οὔτε γιγνομένας ἐστὶν ἰδεῖν ἐν ταῖς τοιαύταις φύσεσιν, ὅτι μὴ σπανίως, ἐπὶ τροφαῖς ἑτοίμως ὀξυνομέναις οὔτε πυρετὸν ἀναπτούσας ἐφήμερον, ὥσπερ οὐδὲ τὰς βραδυπεψίας· ὡς εἴ γέ ποτε διὰ τοιαύτην ἀπεψίαν πυρέξειαν αἱ πικρόχολοι κράσεις, ἔμφραξίν τε καὶ σῆψιν χυμῶν ὑποπτεύειν προσήκει, περὶ ἧς ἀκριβέστερον ἑξῆς διοριῶ κατὰ τὸν περὶ σήψεων λόγον. νυνὶ δὲ τῇ τῶν ἐφημέρων πυρετῶν διδασκαλίᾳ τοσοῦτον ἐπιπροσθεὶς ἀπαλλάξομαι. καπνώδης ἀναθυμίασις οὐκ ἄν ποτε γένοιτο διὰ βραδυπεψίαν, ἀπεψίαν ὀξυρεγμιώδη. ψυχροὶ γὰρ ἀτμοὶ ἐκ τῶν τοιούτων χυμῶν ἀποῤῥέουσιν ὀλίγιστοι παντάπασιν, οὐκ ἀναθυμιάσεις πολλαὶ καπνώδεις τε καὶ λιγνυώδεις· οὐδὲ γὰρ οὐδἐπὶ τῶν ἐκτὸς ἑτέρως ἔστιν ἰδεῖν καπνὸν λιγνὺν, ἀλλὰ καπνὸν μὲν ἐπὶ ταῖς ἡμικαύστοις ὡς ἂν εἴποι τις ὕλαις, λιγνὺν δὲ ἐπὶ ταῖς ὑπεροπτηθείσαις τε καὶ καυθείσαις· ἔστι γὰρ μὲν λιγνὺς ἀναθυμίασις γεώδης, δὲ καπνὸς συμμιγὴς ἐξ ὑδατώδους τε καὶ γεώδους οὐσίας· οὐ μὴν οὐδὅπως χρὴ προνοεῖσθαι τῶν βραδυπεπτησόντων καὶ ὀξῶδες ἐρυγγανόντων ἀκούειν χρὴ ποθεῖν ἐν τῷδε· τῆς γὰρ ὑγιεινῆς πραγματείας ἐστὶν περὶ τούτων λόγος. ἐνταῦθα  δὲ μόνον τῶν τοιούτων ἀπεψιῶν μνημονεύσομεν αἷς πυρετὸς ἕπεται. ἐπεὶ τοίνυν ἐφήμερος μὲν οὐχ ἕπεται πυρετὸς ταῖς ὀξυρεγμιώδεσιν ἀπεψίαις, δὲ ἐπὶ σήψει χυμῶν ἕπεταί ποτε, δεόντως εἰς τὸν ὑπὲρ ἐκείνων λόγον ἀνεβαλλόμην περὶ τῶν τοιούτων ἀπεψιῶν ἐρεῖν· οὐδὲ τότε καθὃν ἐν τοῖς ὑγιεινοῖς τρόπον. ἐν ἐκείνοις μὲν γὰρ εἴπομεν ὁποῖἄττα χρὴ πρᾶξαι τὸν ἀπεπτήσαντα περὶ τὸν τῆς ὑγείας καιρόν· ἐνταῦθα δὲ ὁποῖα κατὰ τοὺς ταῖς ἀπεψίαις ἀκολουθήσαντας πυρετούς.
§6 Σχεδὸν εἴρηταί μοι πάντα περὶ τῶν ἐφημέρων πυρετῶν· οἱ γὰρ ἐπὶ βουβῶσι πυρέξαντες οὐδὲ πυνθάνονται τῶν ἰατρῶν τι χρὴ ποιεῖν· ἀλλὰ τοῦ θἕλκους ἐφᾧπερ ἂν βουβὼν αὐτοῖς εἴη γεγεννημένος, αὐτοῦ τε τοῦ βουβῶνος προνοησάμενοι, λούονται κατὰ τὴν παρακμὴν τοῦ γενομένου παροξυσμοῦ. κᾂν φθέγξηταί τις τηνικαῦτα διάτριτον, ἅπαντες καταγελῶσι καὶ σχολαστικὸν ἀποκαλοῦσι κατανοοῦντες, οἶμαι, φύσει μὴ δεῖν ὑπερβάλλειν τὸ μηδόλως ἐσόμενον. ἀξιοῦσί τε τοιούτους εἶναι τοὺς ἰατροὺς ἐν ἅπασι τοῖς ἄλλοις ὅσα διαφεύγει τὰς αἰσθήσεις, οἷοί περ αὐτοὶ περὶ τὰ φαινόμενα. τὸ δἐν ἅπασιν εἶναι τοιούτους οὐδὲν ἄλλο ἐστὶν τὸ γινώσκειν ὁπηνίκα μὲν ἔσοιτο διὰ τρίτης παροξυσμὸς, ὁπηνίκα δοὐκ ἔσοιτο. καὶ μέν γε καὶ ψυχθέντες, ἐγκαυθέντες, κοπιάσαντες, τι τοιοῦτον ἕτερον παθόντες, ἐπειδὰν πυρέξαντες τύχωσιν, εἶτα τῆς ἐν ταῖς παρακμαῖς εὐφορίας αἴσθησιν ἔχωσιν ὑγιεινῆς, οὐδὲ τότἀνέχονται τῶν τὴν διάτριτον φθεγγομένων. γὰρ εἴωθα λέγειν πολλάκις, ὡς ἅπαντος σοφιστοῦ τῶν ἰδιωτῶν ἕκαστος, ὃς ἂν ἔχῃ κατὰ φύσιν, ἀληθέστερα δοξάζει, τοῦτο κᾀπὶ τῆς θειοτάτης αὐτῶν διατρίτου θεάσασθαί σοι πάρεστι, καταγελωμένης ὑπὸ πάντων τῶν κατὰ φύσιν ἐχόντων. ἔναγχος γοῦν τις ἰδιώτης ἐν δείπνῳ πολυτελεῖ πλείω προσενεγκάμενος καὶ πιὼν ἧκε μὲν οἴκαδε, σφαλλόμενός τε καὶ χειραγωγούμενος. ἐπιπολασάντων δὲ αὐτῷ τῶν βαρυνόντων τὴν γαστέρα, πάντἐξεμέσας αὐτὰ, διὰ νυκτὸς μὲν ἐπύρεξεν, ἐκοιμήθη δἐπὶ πολὺ τῆς ἐπιούσης ἡμέρας· εἶτα διαναστὰς καὶ βραχέα περιπατήσας ἐλούσατο καταγελάσας τοῦ τὴν διάτριτον αὐτῷ ἀναμένειν συμβουλεύσαντος· ὅσον μὲν γὰρ ἐπἐκείνῳ καὶ τὴν ἑξῆς ἡμέραν ἀσιτεῖν ἐχρῆν αὐτόν· ὅσον δἐπὶ τοῖς ἀληθέσι καὶ οἷς αὐτὸς ἔπραξε λουσάμενος καὶ μετρίως διαιτηθεὶς καὶ κοιμηθεὶς ἀμέμπτως, ἕωθεν ἀναστάντα τῶν συνηθῶν ἔχεσθαι ἐν αὐτῇ τῇ διατρίτῳ, καθἣν ἀσιτεῖν αὐτὸν ἐχρῆν πειθόμενον τοῖς διατριταρίοις ἰατροῖς, οὕτω γὰρ αὐτούς τις ἐπισκώπτων ὠνόμαζε χαριέντως, καὶ δεδειπνηκότος δὲ ἤδη κατὰ τὸ σύνηθες τοῦ ἀνθρώπου, παρὼν εὐτράπελος ἐκεῖνος ἐγελωτοποίει, ἀναμιμνήσκων τὸν ἐμημεκότα τρίτης ἑσπέρας ὡς ἐχρῆν αὐτὸν ἄρτι δυοῖν ἡμερῶν ἄσιτόν τε καὶ ξηρὸν καὶ ἄσης μεστὸν κατακεῖσθαι, εἰς τὰς ὥρας ἀποβλέποντα κατὰ τὴν τῶν διατριταρίων πρόσταξιν. ἔστι γὰρ, οἶμαι, καὶ τοῖς ἰδιώταις εὔδηλα τὰ παρὰ τὴν ἐνάργειαν ἀποτετολμημένα. κᾀκ τούτου δεόντως ἰατροὺς μὲν ἑτέρους εἶναί φασι, λογιατροὺς δἑτέρους. πῶς γὰρ οὐ δίκαιοι τούτου τοῦ προσρήματός εἰσι τυγχάνειν οἱ μὴ γινώσκοντες μηδεὶς ἰδιώτης ἀγνοεῖ; πῶς δοὐ καταγελᾶσθαι καὶ σκώπτεσθαι δικαιότατοι τυγχάνουσιν ὄντες οἱ πρὸς τῷ τὰ τοιαῦτα ἀγνοεῖν Ἱπποκράτει ἑαυτοὺς προκρίνοντες; ἀλλὰ τὴν μὲν ἐκείνων ἀναισθησίαν οὐδἂν Ἑρμῆς ἅμα ταῖς Μούσαις ἰάσαιτο.
§7 Συντετελεσμένου δὲ ἡμῖν τοῦ περὶ τῶν ἐφημέρων πυρετῶν λόγου κατὰ τὰς πικροχόλους φύσεις, ἐφὧν τὸ μὲν θερμὸν στοιχεῖον τοῦ ψυχροῦ, τὸ δὲ ξηρὸν τοῦ ὑγροῦ πλεονεκτεῖ, μεταβαίνωμεν ἤδη πρὸς ἑτέραν κρᾶσιν τῶν σωμάτων οὐδὲν ἧττον τῆσδε κακόχυμον, ἐν τὸ μὲν θερμὸν τοῦ ψυχροῦ, τὸ δὑγρὸν τοῦ ξηροῦ κρατεῖ. σηπεδονώδεσι γάρ τοι νοσήμασιν φύσις αὕτη ἁπασῶν μάλιστα τῶν δυσκρασιῶν ἁλίσκεται, διότι καὶ καθὃν ὑγιαίνει χρόνον ἐγγὺς σηπεδόνος ἐστὶν, ὡς ἔκ τε τῶν ἰδρώτων ἔνεστι τεκμαίρεσθαι δυσωδῶν ὑπαρχόντων, οὐχ ἥκιστα δὲ καὶ τῶν οὔρων καὶ τῶν διαχωρημάτων, ἔτι τε καὶ τῆς ἐκπνοῆς. οἵα γὰρ τῶν τράγων κρᾶσίς ἐστι, τοιαύτη καὶ τῶν τοιῶνδε φύσεων. ἕτοιμον οὖν αὐτὴν νοσεῖν ἐξ αἰτίου παντὸς ἄλλα τε νοσήματα πολλὰ καὶ πυρετούς. οὔτε γὰρ ὁπόταν στεγνωθῇ τὸ δέρμα, δυνατὸν τοῖς οὕτω κεκραμένοις μὴ πυρέττειν, οὔθὅταν ἀπεπτῶσιν ἰσχυρῶς, ἐγκαυθῶσιν, τι τοιοῦτον ἕτερον πάθωσιν. αἱ μὲν οὖν στεγνώσεις μάλιστα τῶν κακοχύμων ἅπτονται φύσεων. ὥστε οὐδὲν ἧττον αἱ πικρόχολοι κράσεις τῶν σηπεδονωδῶν ἁλώσονται πυρετοῖς ἐπὶ στεγνώσει. ὑπὸ δὲ τῶν κνισωδῶν ἀπεψιῶν ἑτοιμότερον αἱ ὑγραὶ καὶ θερμαὶ βλαβήσονται φύσεις, ἃς ἀρτίως ὠνόμασα σηπεδονώδεις, ἐπειδὴ ῥᾷστα σήπονται κατὰ ταύτας οἱ χυμοί. περὶ δὲ τῶν ἐμφράξεων τί δεῖ καὶ λέγειν; ἃς διὰ τοῦτο μάλιστα πυρετοὺς ἀνάπτειν ἔφαμεν, ὅτι σήψεις ἐργάζονται κατὰ τὰ μὴ διαπνεόμενα σώματα. ἀλλὰ περὶ μὲν τῶν τοιούτων πυρετῶν αὖθις ἐροῦμεν. οἱ δἐφήμεροι πάντες ἑτοιμότατα μὲν ἐν ταῖς εἰρημέναις συνίστανται κράσεσιν, ἐπὶ πᾶσι τοῖς αἰτίοις ὅσα μικρὸν ἔμπροσθεν εἴπομεν ἐπὶ τῶν πικροχόλων φύσεων· ἴασιν δὲ παραπλησίαν αὐτοῖς ἔχοντες ἐν ὀλίγοις πάνυ διαλλάττουσιν. ὑγρότεραι γὰρ αἱ φύσεις ὑπάρχουσαι, φέρουσιν ἐκείνων μᾶλλον ἀσιτίαν τε καὶ δίψος. ὥσθἧττον οὗτοι βλαβήσονται λιμαγχούμενοι πρὸς τῶν διατριταρίων ἰατρῶν, ἐὰν μόνον ἀκωλύτως διαπνέωνται. διὰ ταύτα δὲ  καὶ τῶν βαλανείων, ὡς μανούντων μὲν τὸ δέρμα δέονται μᾶλλον, οὐχ ἧττόν γε τῶν πικροχόλων· ὡς ὑγραινόντων δοὐ δέονται. ὅσα δἐπὶ τῶν τοιούτων φύσεων εἴρηται, ταῦτα κᾀπὶ τῶν ἐπικτήτων ἕξεων εἰρῆσθαι χρὴ νομίζειν. ἔνιοι γὰρ ὑπάρχοντες εὔχυμοι φύσει πικρόχολοι γίγνονται, συνελθόντων εἰς ἕνα χρόνον ἐνίοτε πλειόνων αἰτιῶν ξηραινόντων τε καὶ θερμαινόντων τὸ σῶμα. φέρε γὰρ εἰς χωρίον ἀφῖχθαι τὸν ἄνθρωπον ὥρᾳ θέρους θερμὸν καὶ ξηρόν· εἶναι δὲ καὶ τὴν ἐν τῷ τότε χρόνῳ κατάστασιν θερμὴν καὶ ξηράν· ἐσθίειν ταὐτὸν ἐδέσματα θερμὰ καὶ ξηρά· καὶ φροντίζειν καὶ λυπεῖσθαι καὶ ἀγρυπνεῖν καὶ θυμοῦσθαι καὶ πονεῖν πάμπολλα· δύναιτο δἂν αὐτὸς ἄνθρωπος ἀφροδισίοις τε συνεχέσι χρήσασθαι κατἐκεῖνον τὸν καιρὸν, ἐν ἡλίῳ τε διατρίβειν τὰ πλείω καὶ πίνειν φαρμάκων ξηραινόντων τε καὶ θερμαινόντων, ὥσπερ ἔνιοι μὲν τῆς θηριακῆς, ἔνιοι δὲ τῆς ἀμβροσίας, ἔνιοι δὲ τῆς ἀθανασίας, ἴσμεν γὰρ δήπου τὰ καλούμενα πρὸς τῶν νεωτέρων ἰατρῶν φάρμακα τοῖς τοιούτοις ὀνόμασιν. ὅστις οὖν ἐν ἅπασι τοῖς εἰρημένοις ἐγένετο θέρους, ἀναγκαῖον αὐτῷ θερμὸν καὶ ξηρὸν, καὶ διὰ τοῦτο πικρόχολον εἶναι τὸ σῶμα, κᾂν ἔμπροσθεν εὐχυμότατον ἦν. καὶ τοίνυν καὶ πυρέξει ῥᾳδίως οὗτος ἐπὶ πᾶσι τοῖς ἔμπροσθεν εἰρημένοις αἰτίοις. οὕτω δὲ καὶ ὅστις εὔχυμος φύσει, χωρίον εὔκρατον οἰκῶν, εἰς ἕτερον χωρίον ὑγρὸν καὶ θερμὸν ἐν ἦρι μετέλθοι, καταστάσεως οὔσης θερμῆς καὶ ὑγρᾶς ἅπαντά τε τὰ διαιτήματα θερμὰ καὶ ὑγρὰ ποιήσαιτο, καὶ οὗτος ὁμοίως τῷ φύσει σηπεδονώδει τοῖς τἄλλοις ἁλώσεται νοσήμασιν οἷσπερ κᾀκεῖνοι· καὶ πυρέξει τούς τἄλλους πυρετοὺς ὁμοίως ἐκείνοις ἐπὶ τοῖς αὐτοῖς αἰτίοις, οὐχ ἥκιστα δὲ καὶ τὸν ἐφήμερον, ὑπὲρ οὗ νῦν λόγος.
§8–9
§8 Ὀκτὼ δοὐσῶν τῶν πασῶν δυσκρασιῶν, ὡς ἐδείκνυμεν, ἑτοιμοτάτη μὲν εἰς πυρετοὺς θερμὴ καὶ ξηρά· καὶ ἢν μή τις αὐτὴν, ὡς εἴρηται, διαιτήσῃ, τάχιστα μεταπίπτουσιν ἀπαὐτῶν εἰς τοὺς ὀξεῖς πυρετοὺς οἱ ἐφήμεροι. ἐγγὺς δαὐτῇ πυρετῶν γἕνεκα, καίτοι πρὸς ἄλλα γε ὑπάρχουσα χείρων, θερμὴ καὶ ὑγρά. τρίτη δἐπὶ ταύταις ἐστὶν ἁπλῆ δυσκρασία, καθἣν μὲν ἑτέρα τῶν ἀντιθέσεων κατὰ τὸ ξηρὸν καὶ ὑγρὸν ἄμεμπτος· ἐν δὲ τῇ λοιπῇ πλεονεκτεῖ τὸ θερμόν. ἑτοιμοτέρα γὰρ ἥδε τῶν ὑπολοίπων καὶ βλάπτεσθαι πρὸς ἁπάντων τῶν εἰρημένων αἰτιῶν καὶ μεταπίπτειν ἐκ τῶν ἐφημέρων εἰς τοὺς πολυημέρους· οὐδὲν γὰρ χεῖρον οὕτως αὐτοὺς ὀνομάσαι. ταύτῃ δἐφεξῆς ἐστιν, κατὰ μὲν τὸ θερμὸν καὶ ψυχρὸν εὔκρατος, ἐπικρατοῦν δὲ τὸ ξηρὸν στοιχεῖον ἔχουσα τοῦ ὑγροῦ. μεθἣν μέση πασῶν εὔκρατός ἐστι κατἀμφοτέρας τὰς ἀντιθέσεις. αἱ δὑπόλοιποι κράσεις αἱ τέτταρες οὔτε ῥᾳδίως ἁλίσκονται πυρετοῖς ἐπὶ τοῖς εἰρημένοις αἰτίοις, οὔθἁλοῦσαί τινι τῶν ἐφημέρων, ἐὰν ἀσιτήσωσι, μεταπίπτουσιν εἰς τοὺς πολυημέρους. ἀλλἔνιαί γε αὐτῶν, ἐπειδὰν τύχωσι πλῆθος ἠθροικυῖαι χυμῶν ἄνευ διαφθορᾶς, ἀθροίζουσι δὲ αἱ τοιαῦται συνεχῶς, ὑπὸ ἀσιτίας ὀνίνανται, μάλιστα μὲν ὑγρὰ καὶ ψυχρὰ, δευτέρα δὲ ὑγρὰ, καὶ τρίτη μετὰ ταύτας ψυχρὰ, τετάρτη δ ξηρὰ καὶ ψυχρά. ἐπὶ γὰρ τοῖς ἐφημέροις πυρετοῖς παυσαμένοις, ὅταν ἀναγκασθῇ τις οὐδὲν δέον ὑπερβάλλειν τὴν δαιμονιωτάτην διάτριτον· ἕτερος μὲν οὐκ ἂν ἐκ τῆς ἀσιτίας ἀναφθείη πυρετὸς ἐν ψυχραῖς κράσεσι· κακοῦται δ ξηρὰ καὶ ψυχρὰ μάλισθἕξις, ὥστε πολλοῦ χρόνου χρῄζειν ἵνεἰς τὸ κατὰ φύσιν ἐπανέλθωσιν οἱ οὕτω δύσκρατοι. συνούσης μέντοι τινος αὐτοῖς κατὰ τύχην ἐπικτήτου κακίας χυμῶν, ἐγχωρεῖ μεταπεσεῖν ἐκ τῶν ἐφημέρων πυρετῶν εἰς τοὺς πολυημέρους, ὅταν ἄσιτοι καὶ ἄλουτοι φυλαχθῶσι τὰς τρεῖς ἡμέρας. μέν τοι ξηρὰ μὲν, ἀλλεὔκρατος κατὰ τὴν ἑτέραν ἀντίθεσιν φύσιν σώματος, ἐν ταῖς μακροτέραις ἀσιτίαις ἰσχνοῦται μὲν τῆς ξηρᾶς καὶ ψυχρᾶς μᾶλλον, ἀνατρέφεται δὲ ῥᾷον ὑπὸ τῆς προσηκούσης διαίτης.
§9 Ἐξαλλαχθήσεται δὲ καὶ τοῖς τοιούτοις ἅπασιν δίαιτα πολὺ δή τι πλέον τοῖς πρώτοις ἁπάντων ῥηθεῖσι τῷ θερμῷ καὶ ξηρῷ καὶ ὑγρῷ. τὸν γοῦν ὑγρὸν καὶ ψυχρὸν φύσει τῷ θερμῷ καὶ ξηρῷ κατἀμφοτέρας τὰς δυσκρασίας ἐναντίως διακείμενον ἐναντίως διαιτήσομεν. ἄμεινον δοὐχ ἁπλῶς ἐναντίως εἰπεῖν, ἀλλὰ κατὰ τὴν ἐκ τῆς κράσεως μόνης ἔνδειξιν, ὡς τήν γἐκ τοῦ πεπυρεχέναι τὸν αὐτὸν πυρετὸν οὐχ ἑτέραν, ἀλλὰ τὴν αὐτὴν ἕξουσιν ἔνδειξιν πάντῃ. λέλεκται γὰρ ἤδη πολλάκις ὡς τὸ μὲν κατὰ φύσιν ἀεὶ χρῄζει τῶν ὁμοίων, τὸ δὲ παρὰ φύσιν τῶν ἐναντίων· εἴγε τὸ μὲν φυλάττεσθαι σκοπὸς, τὸ δἀναιρεῖσθαι. πυρετὸς μὲν οὖν ἅπας τῶν παρὰ φύσιν ἐστὶ καὶ διὰ τοῦτο χρῄζει διαίτης ὑγρᾶς καὶ ψυχρᾶς. αἱ κράσεις δὲ ποτὲ μὲν τῶν ὁμοίων, ἔστι δὅτε τῶν ἐναντίων χρῄζουσιν· αἱ μὲν γὰρ ἄμεμπτοι τῶν ὁμοίων ἀεὶ, φυλάττειν γὰρ αὐτὰς προσήκει· αἱ δύσκρατοι δ’, ὡς κᾀν τοῖς ὑγιεινοῖς ἐλέχθη, ποτὲ μὲν τῶν ὁμοίων, ἔστι δὅτε τῶν ἐναντίων. καὶ τοῦτεὐλόγως πεπόνθασιν, οὔτε γὰρ ἀκριβῶς κατὰ φύσιν ὑπάρχουσι, πῶς γὰρ ἂν ἦσαν μεμπτέοι; οὔτε πάντῃ παρὰ φύσιν ἔχουσι, διὰ παντὸς γὰρ ἂν ἐνόσουν οἱ οὕτως κεκραμένοι· τῶν μὲν οὖν ὁμοίων δέονται κατἄλλα τέ τινα περὶ ὧν αὖθις εἰρήσεται καὶ μέντοι καὶ κατὰ τὰ ἕλκη πάντα· δέδεικται γὰρ ἤδη τοῦτο πολλάκις διὰ τῶν ἔμπροσθεν. τῶν ἐναντίων δὲ κατὰ τὴν ὑγιεινὴν δίαιταν, ὡς ἐν τοῖς ὑγιεινοῖς ἐπεδείκνυμεν· οὐδὲ τούτων διαπαντὸς,  ἀλλὅταν ἐπανορθοῦσθαι τὴν δυσκρασίαν αὐτῶν ἐθελήσωμεν. εἶναι γὰρ ἡμῖν σκοπὸν διττὸν ἐπὶ τῶν ὑγιαινόντων, ἤτοι φυλάττειν ὑγιαῖνον τὸ σῶμα κατὰ τὴν ἀρχαίαν κρᾶσιν, καὶ ταύτην αὐτὴν βελτίω ποιεῖν. οὕτως οὖν, οἶμαι, κᾀν τῷ διαιτᾷν τοὺς τὸν ἐφήμερον πυρέξαντας ἤτοι τῇ πυρετώδει διαθέσει μόνῃ τὸ ἐναντίον, καὶ τῇ τοῦ κάμνοντος δυσκρασίᾳ παραλήψομαι. κατὰ μέντοι τὴν εὔκρατον φύσιν ἀναμφισβητήτως, ἀπὸ τοῦ πυρετοῦ μόνου τὴν τῶν ἐναντίων ἔνδειξιν λαμβάνοντες, ὑγρὰν καὶ ψυχρὰν εἰς τοσοῦτον ποιησόμεθα τὴν δίαιταν, εἰς ὅσον ἂν αὐχμωδέστερόν τε καὶ θερμότερον ἑαυτοῦ φαίνηται τὸ σῶμα γεγονός. ἀλλὰ τοῦτο μὲν εὔδηλόν τε καὶ εὐζήτητον, ἐπανέλθωμεν δαὖθις ἐπὶ τὰς δυσκράτους φύσεις. ἐπειδὴ γὰρ, ὡς ἐν τοῖς ὑγιεινοῖς διῄρηται, τὰς τοιαύτας ἐγχωρεῖ μὲν καὶ φυλάττειν οἵας παρελάβομεν, ἐγχωρεῖ δὲ καὶ μετακοσμεῖν ἐπὶ τὸ βέλτιον, ἄμεινον οἶμαι τὴν ἐξάλλαξιν αὐτῶν τῆς διαίτης, ὅταν ἀμέμπτως ὑγιαίνωσιν, οὐχ ὅταν ἤτοι νοσῶσιν δυσαρεστῶνται, ποιεῖσθαι. χαίρουσι γὰρ αἱ φύσεις ἀεὶ τοῖς ἔθεσιν, ὡς Ἱπποκράτης τε διὰ τῶν ἐναργεστάτων ἀπέδειξεν ἐν τῷ περὶ διαίτης ὀξέων, ἅπασί τε σαφῶς φαίνεται τοῖς κατὰ φύσιν ἔχουσι. τοὺς γάρ τοι δυσαρεστουμένους, ὅτι μὲν ἔξω τοῦ χοροῦ τῶν κατὰ φύσιν ἐχόντων θετέον ἐστὶν, οὐκ ἄν τις νοῦν ἔχων ζητήσειεν· εἴτε δἤδη παρὰ φύσιν, εἴτοὐ φύσει μόνον ἔχουσι, τοῦτἄν τις σκέψαιτο. καὶ μὴν εἴπερ ἔνδειξίν τινα χρὴ κᾀκ τῶν ἐθῶν λαμβάνειν, εἰ μὲν ἤδη φθάνοιμεν ἐκ πολλοῦ τὰς δυσκράτους φύσεις ἐναντίον τῇ κρατούσῃ δυσκρασίᾳ διαιτῶντες, οὕτω καὶ δυσαρεστούντων πράξομεν· εἰ δὲ μὴ τῶν ὁμοίων τῇ κράσει, τὴν ἔνδειξιν ἕξομεν. οὕτω δέ μοι δοκεῖ καὶ Ἱπποκράτης γινώσκειν, ἐπειδὰν λέγῃ, αἱ ὑγραὶ πᾶσαι δίαιται τοῖσι πυρεταίνουσι ξυμφέρουσι, μάλιστα δὲ παιδίοισι καὶ τοῖσιν ἄλλοισι τοῖσιν οὕτως εἰθισμένοισι διαιτᾶσθαι. τοῖς μὲν γὰρ πυρεταίνουσιν ὑγραὶ δίαιται, καθόσον πυρεταίνουσιν ἐκ τῆς τῶν ἐναντίων ἐνδείξεως ὠφέλιμοι· τοῖς δὲ παιδίοις ἐκ τῆς τῶν ὁμοίων. ὡσαύτως δὲ καὶ τὴν ἀπὸ τῶν ἐθῶν ἔνδειξιν ἔλαβεν, ὡς καὶ τὴν ἀπὸ τῆς ἡλικίας. τε γὰρ ἡλικία τῶν κατὰ φύσιν οὖσα τῶν ὁμοίων ἑαυτῇ δεῖται διαιτημάτων, τε ἐκ τοῦ ἔθους ἔνδειξις, ὥσπερ καὶ ἐκ τῆς ἡλικίας ἐλήφθη· φυλάττειν γὰρ συμβουλεύει καὶ τοῦτο, καθάπερ καὶ τὴν οἰκείαν τῆς ἡλικίας κρᾶσιν. ὥστε καὶ ἡμᾶς ἀπὸ πάντων τῶν περὶ τὸν ἄῤῥωστον ἀεὶ χρὴ τὴν τοῦ συμφέροντος εὕρεσιν ποιουμένους ἐπισκοπεῖσθαι πηνίκα μὲν ἀλλήλαις αἱ ἐνδείξεις ὅμοιαι πᾶσαι, πηνίκα δἐναντίαι γίνωνται. πασῶν μὲν γὰρ ὁμοίων οὐσῶν ἓν εἶδος ἀκριβὲς διαίτης συστησόμεθα· μαχομένων δἀλλήλαις, τὰς ἰσχυροτέρας τε καὶ πλείους προκρινοῦμεν, ὥσθἡμῖν ἐπικρατεῖσθαι μὲν ἐκ τούτων τὸ τῆς διαίτης εἶδος, οὐ μὴν παρῶφθαι οὐδὲ τὸ ἐναντίον. δἐπικράτησις ἐνίοτε μὲν ἑκατέρων κεραννυμένων εἰς ἑνὸς βοηθήματος ὕλην, ἐνίοτε δἐν μέρει παραλαμβανομένων γίνεται. κοινὸς μὲν οὗτος λόγος ἁπασῶν τῶν ἐμπεπλεγμένων ἀλλήλαις ἐναντίων ἐνδείξεων. ὅπως δαὐτὸν χρὴ μεταχειρίζεσθαι, ποτὲ μὲν αὐτῶν τῶν νοσημάτων ἐπιπλεκομένων, ἔστι δὅτε ἑνὸς μὲν ὑπάρχοντος τούτου, τὴν δὲ ἔνδειξιν ἐναντίαν ποιουμένου τῇ φυσικῇ κράσει τοῦ κάμνοντος, τῇ νῦν ἐπικτήτῳ, τῇ θἡλικίᾳ καὶ τῷ ἔθει καὶ τῷ χωρίῳ καὶ τῇ ὥρᾳ, διαὐτῶν τῶν κατὰ μέρος ἐπιδείξω. νῦν οὖν ἡμῖν προκειμένου κατὰ τὸν λόγον εὑρεῖν ἐπιτήδειον δίαιταν ἑκάστῃ τῶν εἰρημένων δυσκρασιῶν, κοινὸς τρόπος τῆς μεθόδου προχειρισθεὶς ὡς ἐπὶ παραδείγματος ἐξεταζέσθω. φέρε γὰρ ἁλῶναι πυρετῷ δύο ἀνθρώπους ἐν εὐκράτῳ μὲν χωρίῳ γεγενημένους καὶ τεθραμμένους, οὐκ ὄντας δἐν αὐτῷ νῦν, ἀλλἐν μὲν θερμῷ καὶ ξηρῷ τὸν ἕτερον, ἐν ὑγρῷ δὲ καὶ ψυχρῷ τὸν ἕτερον· εἶναι δὲ καὶ τῇ κράσει διαφέροντας αὐτοὺς καὶ τῇ φύσει καὶ τοῖς ἔθεσι καὶ ταῖς ἡλικίαις, εἰ δὲ βούλει καὶ κατὰ διαφερούσας ὥρας καὶ καταστάσεις ἀῤῥωστεῖν, ὥστε τὸν μὲν θερμὸν καὶ ξηρὸν φύσει καὶ τῇ διαίτῃ πάσῃ τοιαύτῃ συνειθίσθαι καὶ νεανίσκον εἶναι καὶ χειμῶνος νοσεῖν ἐν ὑγρῷ καὶ ψυχρῷ χωρίῳ καὶ καταστάσει τοιαύτῃ· τὸν δὲ ὑγρόν τε καὶ ψυχρὸν ἐν ἔθει τε διαίτης ὁμοίῳ καὶ παῖδα τὴν ἡλικίαν· καὶ νοσεῖν δὲ θέρους ἐν θερμῷ καὶ ξηρῷ χωρίῳ καὶ καταστάσει τοιαύτῃ, τίνες οὖν ἐν ἑκατέρῳ τούτων αἱ ἐνδείξεις; μὲν ἀπὸ τοῦ πυρέττειν ἀμφοτέροις κοινὴ, τῶν ὑγραινόντων τε καὶ ψυχόντων δεομένη, τῶν δἄλλων οὐκέτοὐδεμία κοινή. τῷ μὲν γὰρ προτέρῳ διά τε τὴν φύσιν καὶ τὴν ἡλικίαν ἐν ὁμοίοις ἑαυταῖς διαιτήμασιν εἰθισμένῳ ἐπιτήδεια τὰ ξηρότερα καὶ θερμότερα τῇ κράσει σιτία· καὶ μέντοι καὶ διὰ τὴν ὥραν τε καὶ τὴν κατάστασιν καὶ τὸ χωρίον· οὐ γὰρ τῶν ὁμοίων ἐστὶν ἀπὸ τούτων ἔνδειξις, ἀλλὰ τῶν ἐναντίων. τῷ δἑτέρῳ τῶν ὑποκειμένων διὰ μὲν τὴν ἡλικίαν καὶ τὴν φύσιν καὶ τὸ ἔθος· τῶν ὁμοίων αὐτοῖς· ὑγρῶν μὲν καὶ συμμέτρως θερμῶν διὰ τὴν ἡλικίαν, ὑγρῶν δὲ καὶ ψυχρῶν διά τε τὴν φύσιν καὶ τὸ ἔθος· διὰ δὲ τὸ χωρίον καὶ τὴν ὥραν καὶ τὴν κατάστασιν τῶν ἐναντίων. ἅπερ ἐστὶ δήπου καὶ αὐτὰ ψυχρότερα καὶ ὑγρότερα τοσούτῳ τῶν εὐκράτων, ὅσῳ πέρ ἐστι καὶ τὰ χωρία τῶν εὐκράτων θερμότερα καὶ ξηρότερα· παρὰ μὲν γὰρ τῶν ἐθῶν ἔνδειξις ἀεὶ τῶν ὁμοίων ἐστὶν ἄχρις ἂν νοσῶσιν οἱ ἄνθρωποι. παρὰ δὲ τῶν ἡλικιῶν καὶ φύσεων καὶ χωρῶν ὡρῶν τε καὶ καταστάσεων εὐκράτων μὲν οὐσῶν ἔνδειξις ἀεὶ  τῶν ὁμοίων διαιτημάτων καὶ βοηθημάτων ἐστὶν, ἄν θὑγιαίνωσιν ἄν τε νοσῶσι. παρὰ δὲ τῶν δυσκράτων ὡρῶν μὲν καὶ καταστάσεων καὶ χωρῶν ἔνδειξις τῶν ἐναντίων· ἡλικιῶν δὲ καὶ φύσεων οὐχ ἁπλῶς, ἀλλὰ σὺν τῷ ἔθει. σκοπεῖσθαι δἐπὶ τῶν ἐναντίων ἐνδείξεων οὐδὲν οὕτω προσῆκεν ὡς τὸ μέγεθος ἑκάστου τῶν συνεισφερόντων, ὅπερ ἐδείκνυμεν ἐν τοῖς ὑγιεινοῖς ὑπομνήμασι διττόν· ἕτερον μὲν αὐτοῖς τοῖς τῶν ἐνδεικνυμένων ἀξιώμασι μετρούμενον, ἕτερον δὲ ταῖς οἰκείαις αὐτῶν ὡς ἂν εἴποι τις οὐσίαις, ἃς ἐκ τοῦ παραβάλλειν τῷ συμμέτρῳ τε καὶ κατὰ φύσιν ἔφαμεν χρῆναι λαμβάνειν. εἰ μὴ γὰρ οὕτω τις ἐξετάσειε τῶν ἐνδείξεων τὰς δυνάμεις, οὐχ οἷόν τε τὸ μέτρον ἐξευρεῖν τῆς διαίτης. ἐνδεικνυμένου γὰρ ἀεὶ τοῦ μὲν πυρετοῦ τὸ ψύχειν καὶ ὑγραίνειν, τῶν δἄλλων ἑκάστου, καθότι προείρηται, συμφωνούσης μὲν αὐτῶν τῆς ἐνδείξεως οὐδὲν ἂν εἴη πρᾶγμα, διαφωνούσης δὲ κατὰ τὰ πλείω καὶ μείζω τυποῦσθαι χρὴ τὴν δίαιταν. ἐπὶ γοῦν τῶν ὑποτεθέντων ἀρτίως ὅτι μὲν πυρέττουσιν ἔνδειξις κοινὴ τῶν ὑγραινόντων καὶ ψυχόντων ἐστὶν, οὐ μὴν ἀπό γε τῶν ἄλλων. ἀλλ μὲν θἡλικία καὶ κρᾶσις ἅμα τῷ ἔθει καὶ χώρα καὶ ὥρα καὶ κατάστασις τῶν ὑγραινόντων καὶ ψυχόντων ἔχει τὴν ἔνδειξιν, οὐ μόνον ἀναμφισβήτητόν ἐστι τὸ χρῆναι τοῦτον ὑγραίνειν καὶ ψύχειν, ἀλλὰ καὶ τὸ μὴ μικρῶς μηδὡς ἔτυχεν, ἰσχυρῶς δὲ πάνυ καὶ μεγάλως, ἁπάντων γε τῶν σκοπῶν ἐνδεικνυμένων ταὐτόν. δ τῶν ἄλλων ἁπάντων ἔνδειξις οὐχ ὑγρῶν καὶ ψυχρῶν ὁμοίως τῷ πυρετῷ τῶν διαιτημάτων ἐστὶν, ἀλλὰ τῶν ἐναντίων αὐτοῖς τῶν θερμῶν καὶ ξηρῶν, ἀμφισβήτησις γίγνεται καὶ μάχη τῶν ἐνδείξεων πρὸς ἀλλήλας, ἡνίκα μάλιστά ἐστι χρεία τοῦ παραβάλλειν τόν τε ἀριθμὸν καὶ τὰ μεγέθη τῶν ἐνδείξεων. γοῦν ἀπὸ τοῦ πυρέττειν ἔνδειξις ἀριθμῷ μὲν λείπεται τῶν ἄλλων, ὅταν ἅπασαι τὸν ἐναντίον ὑφηγῶνται τρόπον πράττειν, ὑπερέχει δὲ μεγέθει τῷ κατὰ τὴν ἀξίαν, τὴν δύναμιν, ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι καὶ μάλισθὅταν ἐπὶ πολὺ τοῦ κατὰ φύσιν ἐξέστηκε. δύο γὰρ αὐτῷ τόθὑπάρξει μεγέθη, τό τἐκ τοῦ γένους τῶν πυρετῶν, τὸ κοινὸν ἅπασι, τό τἴδιον οἰκεῖον αὐτοῦ. καὶ γὰρ ὅτι πυρετός ἐστιν, ἐπιστρέφει μᾶλλον ἡμᾶς πρὸς ἑαυτὸν ἁπάντων τῶν ἄλλων· καὶ ὅτι τὸ μέγεθος αὐτῷ τὸ οἰκεῖον ἀξιόλογον ὑπάρχει καὶ διὰ τοῦτο κατακρύπτει τε καὶ συσκιάζει τὰς ἐναντίας ἐνδείξεις. εἰ δὲ μικρὸς ὑπάρχει, δύνανθαἱ ἄλλαι πᾶσαι συντεθεῖσαι πρὸς αὐτὸν ἀντεξετάζεσθαι. καὶ εἴπερ ἴσαι φανεῖεν, οὔθ τοῦ πυρετοῦ κρατήσειεν ἂν ἔνδειξις ὡς ὑγραίνειν καὶ ψύχειν, οὔθ τῶν ἄλλων ὡς θερμαίνειν καὶ ξηραίνειν, ἀλλὰ τὸ μέσον εἶδος τῆς διαίτης ἐπὶ τῶν οὕτως ἐχόντων σωμάτων ἐκλεξόμεθα. κρατούσης δὲ τῆς ἑτέρας ἐνδείξεως εἰς τοσοῦτον ἀποχωρήσομεν τῆς εὐκράτου καὶ μέσης τῆς διαίτης, εἰς ὅσον ὑπερέχει τῶν ἐναντίων τὰ κρατοῦντα. γεγυμνασμένον τε οὖν εἰς ταῦτα πάντα καὶ φύσει συνετὸν εἶναι χρὴ τὸν ἰατρὸν, ἵνἑκάστης ἐνδείξεως ἀκριβῶς ἐκλογισάμενος τὴν δύναμιν, ἀλλήλαις τε παραβάλλων ἁπάσας, ἕν τι κεφάλαιον ἀθροίσῃ τῶν οἰκείων τῷ κάμνοντι διαιτημάτων. αἱ μὲν οὖν ἀπὸ τῶν ἐφημέρων πυρετῶν ἐνδείξεις ἐκ τούτων τῶν σκοπῶν λαμβάνονται, καὶ σπάνιον εἴ ποτε ἀπὸ τοῦ μέτρου τῆς τοῦ κάμνοντος δυνάμεως. αἱ δὲ τῶν πολυημέρων ἐξ ἀνάγκης μὲν καὶ τὴν δύναμιν προσλαμβάνουσιν· οὐ μικρὸς γὰρ ἐπἐκείνων ἀπὸ ταύτης σκοπός· οὐδὲν ἧττον δὲ καὶ τὴν γεννῶσαν αἰτίαν τοὺς πυρετοὺς, πλὴν τῶν ἑκτικῶν· οὐδεμία γὰρ ἀνάπτει τούτους αἰτία, καθάπερ οὐδὲ τὸ δεδεγμένον ἑκτικῶς εἰς ἑαυτὸ σῶμα τὴν τοῦ πυρὸς θερμασίαν, εἴτε λίθος, εἴτε ξύλον ὑπάρχει. κοινὸν γὰρ αὐτοῖς τὸ μηκέτι γίνεσθαι πρὸς τοὺς ἐφημέρους ἐστὶ, διαλλάττοντας δὲ ἐν τῷ τοὺς μὲν ἐφημέρους κατὰ σχέσιν ἔχειν τὴν θέρμην, τοὺς δἑκτικοὺς ἐν ἕξει δυσλύτῳ. δύναιτο δἄν τις φάναι καὶ τὴν ἀπὸ τῆς δυνάμεως ἔνδειξιν ἀεὶ παρεῖναι κατά τε τἄλλα σύμπαντα νοσήματα καὶ τοὺς ἐφημέρους πυρετοὺς, ἡμᾶς δἐν τῷ νῦν λόγῳ μηδὲν αὐτῆς δεηθῆναι, διότι πρώτως μὲν οὐκ ἐνδείκνυται, κατὰ συμβεβηκὸς δὲ, περὶ οὗ συμβεβηκότος ἐν τοῖς ἑξῆς διοριῶ.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up