Book 4
§1–3
§1 Ἕν τι γένος ἦν νόσου καὶ τῆς συνεχείας, λύσις, ἐν ἅπασι μὲν τοῦ ζώου τοῖς μέρεσι γινομένη, προσαγορευομένη δοὐχ ὡσαύτως ἐν ἅπασιν. ἕλκος μὲν γὰρ ἐν σαρκώδει μορίῳ, κάταγμα δἐν ὀστῷ, σπάσμα δἐν νεύρῳ καλεῖται. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ τὸ ἀπόσπασμα καὶ τὸ ῥῆγμα καὶ τὸ θλάσμα, τὸ μὲν ἐν συνδέσμῳ γινόμενον, τὰ δἐν ἀγγείοις τε καὶ μυσὶν ἐκ βιαίας πληγῆς καταπτώσεως τινος ἑτέρας ἰσχυρᾶς κινήσεως. δἐκχύμωσις ὡς τὰ πολλὰ μὲν ἅμα τῷ θλασθῆναί τε καὶ ῥαγῆναι γίνεται, συμπίπτει δέ ποτε καὶ κατὰ ἀναστόμωσιν ἀγγείων καὶ τὴν καλουμένην ὑπό τινων διαπήδησιν, ἕτερόν τι γένος συνεχείας λύσεως ὑπάρχουσαν τηνικαῦτα. καὶ μὴν καὶ κατὰ ἀνάβρωσιν ἐνίοτε διαφθείρεται τὸ συνεχὲς ἐν τοῖς τοῦ ζώου μέρεσιν· ἀλλἤδη μικτὴ διάθεσις τοῦτο· συνεφάπτεται γὰρ ἑτέρου γένους νοσήματος, ὑπὸ τὸ ποσὸν τῶν μορίων πεπτωκότος· ὥσπερ ἐπὶ τῶν κοίλων ἑλκῶν ἔμπροσθεν ἐδείκνυμεν. ἔστι γὰρ οὖν καὶ αὐτῶν τούτων γένεσις διττὴ, ποτὲ μὲν ἐκ περιαιρέσεως ἀποτελουμένη, ποτὲ δὲ ἐξ ἀναβρώσεως· ἀλλ μὲν περιαίρεσις ὅπως γίνεται πρόδηλον· δὲ ἀνάβρωσις εἰ μὲν ἔνδοθεν ἐξ αὐτοῦ τοῦ ζώου τὴν γένεσιν ἔχει, χυμῶν ἐστι μοχθηρῶν ἔγγονος· εἰ δὲ ἔξωθεν, ἐπὶ φαρμάκοις πυρὶ συνίσταται. καὶ δὴ καὶ προσέχειν χρὴ τὸν νοῦν, ὥσπερ καὶ πρόσθεν ἐλέγετο, καὶ διορίζεσθαι τὰς ἁπλᾶς διαθέσεις τῶν ἐπιπεπλεγμένων· ἁπλῆν μὲν γὰρ ἐφἁπλῷ νοσήματι καὶ τὴν θεραπείαν, οὐχ ἁπλῆν δὲ ἐπὶ συνθέτῳ ποιεῖσθαι προσῆκον. ἥτις μὲν οὖν ἐστι μέθοδος ἐπὶ ταῖς τῶν συνθέτων ἰάσεσιν ἔμπροσθεν εἴρηται. χρὴ δοὐ τὸ καθόλου μόνον αὐτῆς ἐκμαθεῖν, ἀλλὰ κᾀν τοῖς κατὰ μέρος γεγυμνάσθαι. καὶ γὰρ οὖν κᾀν τούτοις ἑτέρων ἐστὶ χρεία μεθόδων πολλῶν ὡς ἄν εἴποι τις μερικῶν· ἐφἑκάστου γὰρ εἴδους νοσήματος ἴδιον εἶδός ἐστι μεθόδου. πάλιν οὖν ὅσον ὑπόλοιπόν ἐστι τῆς τῶν ἑλκῶν ἰάσεως, ἐν τῷδε τῷ γράμματι λεγέσθω τὴν ἀρχὴν ἡμῖν ἐνθένδε ποιησαμένοις. ἕλκος ἅπαν ἤτοι μόνον ἐστὶν αὐτὸ καθἑαυτὸ, μήτε συνεισβαλούσης αὐτῷ διαθέσεως ἑτέρας μήτε προηγησαμένης μήτε ἀκολουθησάσης, μετά τινος ἑτέρας ἤτοι μιᾶς καὶ πλειόνων συνίσταται. καὶ τούτων τῶν διαθέσεων ἔνιαι μὲν οὐ μόνον εὐθὺς ἐξ ἀρχῆς ἐποιήσαντο ἕλκος, ἀλλὰ καὶ νῦν ἔτι καὶ μεῖζον ἐργάζονται· τινὲς δὲ τὸν ὧν οὐκ ἄνευ λόγον ἔχουσιν ὡς πρὸς τὴν ἴασιν· ἀλλὰ περὶ μὲν τούτων εἴρηται πρόσθεν, ὑπὲρ δὲ τῶν μεῖζον ἐργαζομένων τὸ ἕλκος ἐν τῷδε λεχθήσεται. διττὸς μὲν οὖν ἐπαὐτῶν σκοπὸς, ἐκκόψαι τελείως ἐκ τοῦ σώματος τὰς τοιαύτας διαθέσεις, νικῆσαι τὴν ἀπαὐτῶν βλάβην. ἀλλὰ τοῦτο μὲν ἐπειδὰν σμικρὰ παντελῶς διάθεσις ὑπάρχῃ, δυνατὸν ἐργάσασθαι· μεγάλης δοὔσης. τὸ ἕλκος εἰς οὐλὴν ἀγαγεῖν οὐκ ἐνδέχεται, πρὶν ἐκείνην ἰάσασθαι. τίνες οὖν αἱ τοιαῦται διαθέσεις καὶ πόσαι σκεπτέον ἡμῖν ἀκριβῶς ἐνθένδε ποθὲν ἀρξαμένοις ὅθεν κᾀν τοῖς ἔμπροσθεν ἠρξάμεθα. πᾶν ἕλκος, εἴτε μετὰ κοιλότητος εἴτε καὶ μόνον ὑπάρχει, τῆς θὑποκειμένης σαρκὸς δεῖται κατὰ φύσιν ἐχούσης καὶ μηδενὸς μεταξὺ παρεμπίπτοντος εἰς τὰ κολληθησόμενα χείλη, καθάπερ πολλάκις γίνεται, τρίχα καὶ ψάμμον καὶ ῥύπον, ἔλαιόν τε καί τι τοιοῦτον ἕτερον ἐμποδίσαι τὴν κόλλησιν, ἀλλὰ ταῦτα μὲν οἷον συμπτώματά τινα τῶν ἑλκῶν ἐστι, κωλῦσαι μὲν ὁπότε παρείη τὴν ἴασιν δυνάμενα, ποιῆσαι δ’ , εἰ μὴ παρείη, μὴ δυνάμενα. τῆς δὑποκειμένης σαρκὸς διάθεσις αἰτίας λόγον ἔχει πρὸς τὸ γινόμενον· ἐξ αὐτῆς γὰρ καὶ διὰ αὐτὴν τε κόλλησις τῶν διεστώτων καὶ σάρκωσις τῶν κοίλων γίνεται. χρὴ τοίνυν ταύτην ἀκριβῶς κατὰ φύσιν ἔχειν, ἵνἑκάτερον ἐκείνων ἀμέμπτως ἐπιτελῆται· τὸ καλῶς δἔχειν αὐτὴν κατὰ τὴν οἰκείαν ὑπάρχει κρᾶσιν; ὥσπερ καὶ τοῖς ἄλλοις ἅπασιν. εὔκρατον μὲν οὖν ἀκριβῶς εἶναι προσήκει τὴν ὑποκειμένην σάρκα πρὸς κόλλησίν τε καὶ σάρκωσιν ἑλκῶν. ἆροὖν ἀρκεῖ τοῦτο μόνον, καὶ τὸ ἐπιῤῥέον αἷμα χρηστὸν καὶ σύμμετρον εἶναι χρή; ἐμοὶ μὲν καὶ τοῦτο παντὸς μᾶλλον ἀληθὲς εἶναι δοκεῖ· τό τε γὰρ διεφθαρμένον αἷμα τοσοῦτον ἀποδεῖ πρὸς κόλλησιν γένεσιν σαρκὸς ἐπιτήδειον ὑπάρχειν, ὥσταὐτὸ πολλάκις ἀναβιβρώσκειν καὶ ἑλκοῦν τὸ σῶμα· τό τε πολὺ πλάδον ἐν τοῖς ἡλκωμένοις περιττὸν ἐργαζόμενον ἐμποδὼν ἴσταται ταῖς ἰάσεσιν, ὥς που καὶ πρόσθεν ἐδείκνυτο. καὶ τρεῖς οὗτοι τρόποι τῶν δυσιάτων ἑλκῶν ἐοίκασιν ὑπάρχειν· τἐκ τῆς δυσκρασίας τῆς ὑποκειμένης σαρκὸς καὶ ἐκ τῆς μοχθηρίας τοῦ τἐπιῤῥέοντος αἵματος, καὶ τρίτος ἐκ τῆς ποσότητος. οὐχ ὧδε χρὴ τὴν διαίρεσιν, ἀλλὡδὶ ποιήσασθαι μᾶλλον; ὡς τῶν δυσιάτων ἑλκῶν τὰ μὲν διὰ τὴν δυσκρασίαν τῆς ἡλκωμένης σαρκὸς, τὰ δὲ διὰ τὸν ἐπιῤῥέοντα χυμὸν γίνεται τοιαῦτα καὶ ὡς τῆς μὲν δυσκρασίας δύο ἔστωσαν διαφοραὶ, ποτὲ μὲν ταῖς ποιότησι μόναις οὐ κατὰ φύσιν ἐχούσης τῆς ὑποκειμένης σαρκὸς, ἐνίοτε δὲ καὶ μετὄγκου τινὸς ἐπικτήτου. τῆς δἐπιῤῥοῆς ἕτεραι δύο, τό τε ποσὸν καὶ τὸ ποιὸν τῶν ἐπιῤῥεόντων χυμῶν· ἐνίοτε δὲ καὶ μίγνυσθαι συμβέβηκέ τινας τῶν εἰρημένων διαθέσεων, καὶ πάσας ἅμα. χρὴ δοὐ πασῶν δήπουθεν ἅμα λέγεσθαι τὴν μέθοδον τῆς ἰάσεως, ἀλλἑκάστης ἰδίᾳ.
§2 Τῆς μὲν οὖν σαρκὸς αὐτῆς ἰάσῃ τὴν δυσκρασίαν, εἰ μὲν αὐχμώδης καὶ ξηρὰ φαίνοιτο, τέγγων εὐκράτῳ πολλάκις ὕδατι. καθἑκάστην δὲ χρῆσιν σκοπὸς ἔστω σοι τῆς καταντλήσεως, ὅταν πρῶτον εἰς ἔρευθός τε καὶ ὄγκον αἴρηται τὸ μόριον, ἀφίστασθαι τηνικαῦτα· διαφορήσεις γὰρ εἵλκυσας καταιονῶν ἐπιπλέον· ὥστοὐδὲν ἔσταί σοι πλέον. ἀλλὰ καὶ τῶν φαρμάκων δύναμις ὑγροτέρα τις ἔστω τῆς ἔμπροσθεν ἐπὶ τῆς ὑγιοῦς σαρκὸς παρῃνημένης· εἰ δὑγροτέρα τοῦ κατὰ φύσιν σὰρξ φαίνοιτο, τὰ ἐναντία ποιητέον, ἐπιτείνοντα μὲν τῶν φαρμάκων τὴν δύναμιν ἐπὶ τὸ ξηρότερον, ὕδατι δὲ μηδὅλως χρώμενον· ἀλλεἰ καὶ ἀποπλῦναι δέοι τὸ ἕλκος, οἶνος, ὀξύκρατον, ἀφέψημα πόας αὐστηρᾶς παρασκευαζέσθω. κατὰ ταὐτὰ δὲ τὴν μὲν θερμοτέραν τοῦ δέοντος σάρκα ψυκτέον, τὴν δὲ ψυχροτέραν θερμαντέον. ἔσται δὲ ἑκατέρα δήλη καὶ χροιᾷ καὶ ἁφῇ καὶ τῇ τοῦ κάμνοντος αἰσθήσει· ποτὲ μὲν γὰρ πυρώσεως ὁμολογοῦσιν αἰσθάνεσθαι, ποτὲ δἐπιδήλου τινὸς ψύξεως κατὰ τὸ μόριον· καὶ χαίρουσιν τοῖς ψυχροῖς φαρμάκοις τοῖς θερμοῖς· καὶ τοῖς μὲν ἐρύθημα λεπτὸν ἐπανθεῖ, τοῖς δὲ ἐπὶ τὸ λευκότερον χροιά. ταυτὶ μὲν οὖν οὐ τῆς παρούσης ἐστὶ πραγματείας διορίζειν· οὐ γὰρ διαγνωστικὴν μέθοδον, ἀλλὰ θεραπευτικὴν ἐνεστησάμεθα· τῇ δὲ ἀκολουθίᾳ πως τοῦ λόγου συνεξέδραμεν· αὖθις οὖν ἐπανέλθωμεν ἐφἅπερ ἐξ ἀρχῆς προὐθέμεθα. τῶν σὺν ὄγκῳ τινὶ παρὰ φύσιν ἡλκωμένων μορίων ἰᾶσθαι χρὴ πρότερον τὸν ὄγκον· ἥτις δὲ τῶν παρὰ φύσιν ἐστὶν ὄγκων ἁπάντων ἴασις ἐν τοῖς ἑξῆς εἰρήσεται· νυνὶ δὅσον ἐξ αὐτῶν συνῆπται τῆ τῶν ἑλκῶν θεραπείᾳ ῥητέον. ἐπειδὰν τὰ χείλη μόνα τῶν ἑλκῶν ἐπὶ πλέον ἀχροίας σκληρότητος ἥκοι, περιτέμνειν αὐτὰ χρὴ μέχρι τῆς ὑγιοῦς σαρκός· ἐπειδὰν δὲ καὶ μέχρι πλέονος διάθεσις ἐκτείνηται, σκέψις ἐνταῦθα γίνεται πότερα περικοπτέον ἅπαν τὸ παρὰ φύσιν ἐστὶν, θεραπευτέον ἐν χρόνῳ. καὶ δῆλον ὡς καὶ τῇ τοῦ κάμνοντος εἰς τοῦτο προσχρῆσθαι δεῖ προθυμίᾳ· τινὲς μὲν γὰρ ἐν χρόνῳ πλείονι θεραπεύεσθαι βούλονται χωρὶς τομῆς· ἔνιοι δὲ πᾶν ὁτιοῦν ὑπομένειν εἰσὶν ἕτοιμοι τοῦ θᾶττον ὑγιᾶναι χάριν. οὕτω δὲ κᾀπὶ τῶν ἐπιῤῥεόντων τοῖς ἡλκωμένοις μέρεσι μοχθηρῶν χυμῶν μὲν ὡς ἡλκωμένων ἴασις ἐν τῷδε λελέξεται, δὡς κακοχυμίας πλήθους ἐν τοῖς ἰδίοις ἐκείνων λογισμοῖς. ὅταν οὖν ὀλίγῳ τε πλείω καὶ μὴ πολλῷ φαυλότερος τοῦ κατὰ φύσιν ἐπιῤῥέων τοῖς ἡλκωμένοις χυμὸς, ἀποτρέπειν αὐτὸν καὶ ἀναστέλλειν προσήκει, στύφοντά τε καὶ ψύχοντα τὰ πρὸ τῶν ἡλκωμένων χωρία. χρὴ δὲ καὶ τὴν ἐπίδεσιν ἄρχεσθαι μὲν ἀπὸ τοῦ πεπονθότος, ἐπινέμεσθαι δὲ ἐπὶ τὸ ὑγιὲς, ὡς ἐν τοῖς κατάγμασιν ἐκέλευσεν Ἱπποκράτης. ἀλλὰ καὶ τὰ τοῖς ἕλκεσιν αὐτοῖς προσαγόμενα φάρμακα ξηραντικώτερα τῶν τοῖς ἁπλοῖς ἕλκεσι προσαγομένων ὑπαρχέτω. μὴ δυναμένης δὲ ὑπὸ φαρμάκων κρατηθῆναι τῆς ἐπιῤῥοῆς, τὴν αἰτίαν αὐτῆς ἐπισκεψάμενον, ἐκείνην ἐκκόπτειν πρότερον. εἰ μὲν οὖν διἀτονίαν τινὰ τοῦ δεχομένου τὸ ῥεῦμα μορίου τοῦτο συμβαίνει, ταύτην ἰατέον· εἴη δἂν ἔτι τοῦτο τῶν ἡλκωμένων μορίων οἰκεία τις ἴασις· εἰ δὲ διὰ πλῆθος κακοχυμίαν ἤτοι παντὸς τοῦ σώματος τινος τῶν ὑπαρκειμένων μορίων, ἐκεῖνα πρότερον ἐπανορθωτέον. μὲν οὖν ἀτονία τοῦ μέρους, διἣν ἐπαὐτὸ πλείους τοῦ δέοντος ἀφικνοῦνται χυμοὶ, πάντως μὲν ἐπὶ δυσκρασίᾳ γίνεται, οὐ μὴν ἁπάσῃ γε ἕπεται ἀτονία δυσκρασίᾳ· καὶ διὰ τοῦτο πολλάκις μὲν αὐτὸ τοῦτο μόνον ἡλκωμένη σὰρξ δύσκρατός ἐστιν, οὐ μὴν καὶ ἄτονος· ἐνίοτε δἄμφω, δύσκρατός τε ἅμα καὶ ἄῥῥωστος· αἱ γὰρ ἐπιπλέον ἐκτροπαὶ τῆς δυσκρασίας ἀτονίας εἰσὶν αἰτίαι τοῖς πεπονθόσιν. ἰατέον δὲ ταύτας, ὡς καὶ πρόσθεν εἴρηται, τὰς μὲν θερμὰς ψύχοντα, τὰς δὲ ξηρὰς ὑγραίνοντα, καὶ τὰς μὲν ψυχρὰς θερμαίνοντα, τὰς δὲ ὑγρὰς ξηραίνοντα· καὶ δὴ καὶ κατὰ συζυγίαν εἰ ψυχρότερός τε ἅμα καὶ ὑγρότερος τόπος εἴη, θερμαίνοντά τε καὶ ξηραίνοντα· κᾀπὶ τῶν ἄλλων ὡσαύτως, ἀεὶ ταῖς κρατούσαις ποιότησι τὰς ἐναντίας προσάγοντα. λογισμὸς δὲ τούτου τοιόσδε τὸ κατωρθωμένον ἅπαν οὐκ ἐν ζώοις μόνον φυτοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι σύμμετρόν τί ἐστι καὶ μέσον ἁπάντων τῶν διημαρτημένων· ὅτου γὰρ ἂν μήτἀφελεῖν ἔστιν μήτε προσθεῖναι μηδὲν μόριον ποιότητα πάντῃ τοῦτἀμέμπτως ἔχει· τὸ δἀφαιρέσεως τινὸς προσθήκης χρῇζον ἐκπέπτωκε μὲν ἤδη τῆς ἀρίστης κατασκευῆς, ἐπανελθεῖν δαὐτὴν ἑτέρως ἀμήχανον αὐτῷ χωρὶς τοῦ τὸ μὲν περιττὸν ἀφελεῖν, τὸ δὲ ἐλλεῖπον προσθεῖναι. περὶ μὲν δὴ τῶν μορίοις τισὶν ἐλλειπόντων πλεοναζόντων ἕτερος λόγος· ἐν οἷς δὲ ἐπικρατεῖ τις ποιότης, εὐθὺς μὲν ἐνταῦθα νενικῆσθαι τὴν ἐναντίαν ἀναγκαῖον, εὐθὺς δὲ καὶ τὴν ἐπανόρθωσιν ἐκ τῆς τέως κεκρατημένης, αὖθις ἀντεισαγομένης ἀνάγκη γίνεσθαι. ψύχων γὰρ τὸ τεθερμασμένον ἅμα μὲν ἀντεισάξεις τὸ λοιπὸν, ἅμα δὲ καὶ καθαρεῖς τὸ πλεονάζον. ὥστε ἀνάγκη πᾶσα τῶν κατὰ δυσκρασίαν τινὰ τοῦ κατὰ φύσιν ἐξεστηκότων τὴν ἴασιν γίνεσθαι διὰ τῶν ἐναντίων τῇ δυνάμει· οὕτω μὲν διἀτονίαν ὑπὸ ῥεύματος ἐνοχλουμένη σὰρξ, τι μόριον ἕτερον σαρκῶδες· ἐπειδὰν τὴν τῆς δυσκρασίας πρότερον ἰαθῇ διάθεσιν, ἐφεξῆς δηλονότι καὶ τὴν τῆς ἑλκώσεως ἰαθήσεται, οὐκ ἄλλως μὲν νῦν θεραπευθεῖσα τὴν δυσκρασίαν, ἄλλως δεἰ χωρὶς ἕλκους ἐπεπόνθει. καὶ δῆλον ὡς οὐχ ἕλκους ἐστὶν, ἀλλὰ δυσκρασίας ἴδιος τοιαύτη πᾶσα θεραπεία. κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἰ διἕτερόν τι μόριον καὶ τὸ σύμπαν σῶμα πληθωρικὸν κακόχυμον ὑπάρχον ἐπιῤῥέον τι τοῖς ἡλκωμένοις μέρεσι μοχθηρὸν ἰάσασθαι χρὴ πρότερον τὸ τοῦ ῥεύματος αἴτιον καὶ τὸ σύμπαν σῶμα. κατὰ τοῦτοὖν καὶ κιρσοὺς πολλάκις ὑπερκειμένους τῶν ἡλκωμένων μορίων ἰασώμεθα πρότερον, ἵνἐφεξῆς ἰασώμεθα τὸ ἕλκος, καὶ τῶν σπληνωδῶν τὸν σπλῆνα καὶ τῶν ἄλλό τι μόριον ἐπίσημον πεπονθότων ἐκεῖνο πρότερον ἐκθεραπεύσαντες, οὕτως ἐπὶ τὴν τῶν ἑλκῶν ἴασιν ἀφικόμεθα. ἀλλοὐδεμία τῶν ἰάσεων τούτων αὐτοῦ τοῦ ἕλκους ἐστὶν, ἀλλά τινος ἑτέρας διαθέσεως ἤτοι γεννώσης αὐξανούσης τὸ ἕλκος.
§3 Καὶ γὰρ αὖ καὶ τοῦτο καιρὸς διορίσασθαι ἤδη, τὸ μηδὲν τῶν προκαταρξάντων τῆς διαθέσεως· αἰτίων ἐνδείκνυσθαι τὴν θεραπείαν, ἀλλὰ τὴν μὲν ταύτης ἔνδειξιν ἀπαὐτῆς ἄρχεσθαι τῆς διαθέσεως, ἐξευρίσκεσθαι δὲ τὰς κατὰ μέρος ἐνεργείας ἀπό τε τοῦ πρώτου σκοποῦ καὶ τῆς τοῦ πεπονθότος μορίου φύσεως καὶ τῆς τοῦ περιέχοντός κράσεως, ὅσα τε ἄλλα τούτοις ἐστὶν ὁμογενῆ. συνελόντι γὰρ εἰπεῖν ἀποὐδενὸς τῶν μηκέτι ὄντων ἔνδειξιν τοῦ συμφέροντος ἔνεστι λαβεῖν. ἀλλἐπεὶ πολλάκις εἰς διάγνωσιν τῆς διαθέσεως, ἀδήλου παντάπασιν ὑπαρχούσης καὶ τῷ λόγῳ καὶ ταῖς αἰσθήσεσιν, ἀναγκαζόμεθα πυνθάνεσθαι περὶ τοῖ προκατάρξαντος αἰτίου, δόκησις τοῖς πολλοῖς γίνεται κᾀκεῖνο συνενδείκνυσθαι τὴν ἴασιν· τὸ δοὐχ οὕτως ἔχει. μαθήσῃ δἐναργῶς ἐφὧν ἐγχωρεῖ ἀκριβῶς γνῶναι τὴν διάθεσιν. εἴτε γὰρ ἐκχύμωσις, εἴθἕλκος, εἴτε ἐρυσίπελας, εἴτε σηπεδὼν, εἴτε φλεγμονὴ κατά τι μέρος ὑπάρχει, περιττὸν ζητεῖν τὸ αἴτιον ποιῆσαν, εἰ μὴ καὶ νῦν ἔτι ποιεῖ· οὕτως γὰρ ἅμα τε τὸ γεγονὸς θεραπεύσομεν ἤδη ἅμα τε τὸ ποιοῦν ἔτι ποιεῖν διακωλύσομεν. εἰ δἐποίησε μὲν, ἀπηλλάγη δὲ, τὸ μὲν γεγονὸς ἰασόμεθα, τὸ δὲ οὐκέτι ὂν οὐδἂν ἐκκόπτειν προαιρώμεθα, δυνησόμεθα· τῶν μὲν γὰρ ὄντων αἱ θεραπεῖαι, τῶν δὲ ἔσεσθαι μελλόντων αἱ προφυλακαί· τὰ δὲ μήτὄντα μήτε βλάψαι προσδοκώμενα καὶ τοῦ θεραπευτικοῦ καὶ τοῦ προφυλακτικοῦ μέρους τῆς τέχνης ἐκπέπτωκεν. ὥστε οὔτε ἔνδειξις ἀπαὐτῶν ἐστιν εἰς θεραπείαν οὔτε προφυλακή τις, ἀλλ μόνον, ὡς εἴρηται, πρὸς τὰς ἐκπιπτούσας τὴν ἡμετέραν ἐπίγνωσιν διαθέσεις γνῶσις τοῦ προκατάρξαντος αἰτίου χρησίμη, τοῖς δἀπὸ τῆς ἐμπειρίας ἰατροῖς ὡς μέρος τῆς ὅλης συνδρομῆς, ἐφ τετηρήκασι τὴν θεραπείαν καὶ τὸ προκατάρξαν αἴτιον ἐνίοτε προλαμβάνεται, καθάπερ ἐπί τε τῶν λυττώντων κυνῶν καὶ τῶν ἰοβόλων ἁπάντων θηρίων, ἤδη δὲ καὶ τῶν δογματικῶν ἐκείνων, ὅσοι χωρὶς ἐνδείξεως λογικῆς ἀπὸ τῆς ἐμπειρίας μόνης ὁμολογοῦσι θεραπεύειν τὰ τοιαῦτα. καὶ γὰρ καὶ τούτοις ὡς ἓν μέρος τῆς ὅλης συνδρομῆς τὸ προκατάρξαν αἴτιον ζητεῖται, τοῖς δἐκ μὲν τῆς ἔμπροσθεν πείρας ἐγνωκόσι τῶν ἰοβόλων θηρίων τὰς δυνάμεις, ἔνδειξιν δὲ θεραπείας ἀπαὐτῶν λαμβάνουσιν, οὐκ εἰς ἔνδειξιν ἰάσεως τὸ προκατάρξαν αἴτιον γνωσθὲν, ἀλλεἰς τὴν τῆς παρούσης διαθέσεως ἐπίγνωσιν συντελεῖ. φέρε γὰρ ἐπίστασθαι μὲν τὸν ἰὸν τοῦ σκορπίου ψυχρὸν εἶναι τῇ δυνάμει καὶ λαμβάνειν ὡς ἀπὸ ψυχροῦ τὴν τῆς ἰάσεως ἔνδειξιν, ἔχειν δὲ μηδὲν μή πω σημεῖον ὅτι τοιαύτη τις ἐν τῷδε τῷ σώματι διάθεσις ὑπάρχει, δῆλον γὰρ ὡς εἰ πυθοίμην ὅτι σκορπίος πλήξας, ἐκθερμαίνειν πειράσομαι τό τε σύμπαν σῶμα καὶ τὸ νενυγμένον ὑπαὐτοῦ μόριον, οὐκ ἀναμείνας ἔτι τὴν πεῖραν, ἀλλἀπαὐτῆς τοῦ πράγματος τῆς φύσεως λαβὼν τὴν ἔνδειξιν. ἐδείχθη γὰρ ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν, ἐν οἷς ἠξίωσα γεγυμνάσθαι πρότερον, ὅτῳ μέλλει τι καὶ τῶν νῦν λεγομένων ὄφελος ἔσεσθαι, μηδεμίαν ἄνευ πείρας εὑρίσκεσθαι δύναμιν· ἦν γὰρ ἂν δήπου μακάριον εἴ τις ἐκ τοῦ θεάσασθαι λιθάργυρον, καστόριον; κανθαρίδας εὐθέως ἐγίνωσκεν αὐτῶν τὰς δυνάμεις. ἀλλὥσπερ ἐν ἅπασιν αἱ διαμαρτίαι τοῖς ὑπερβάλλουσι τοῦ μέτρου καὶ τοῖς ἐλλείπουσιν, οὕτω κᾀνταῦθα γίνονται· καὶ δὶς διὰ πασῶν, οὐχ ἅπαξ, ὡς ἔοικεν ἀντᾴδουσιν ἀλλήλοις οἵ τε μηδέ πω καὶ τήμερον ὁμολογοῦντες ἐπίστασθαί γε τὰς δυνάμεις τῶν φαρμάκων ἐπὶ τοσαύτῃ πείρᾳ, οἵ τε καὶ πρὸς τῆς μιᾶς πείρας ἀξιοῦντες ἐπίστασθαι καὶ γὰρ καὶ τοῦτο προπετὲς, εἰ χρὴ προπετὲς εἰπεῖν τὸ ἀδύνατον, καὶ θάτερον τελέως ἀναισθήτων ἐστὶν φανερῶς ἐριζόντων. ἀλλὰ γὰρ, ὡς ἔφην, οὐ χρὴ νῦν περὶ τούτων ἀκούειν ποθεῖν, εἰρημένων ἐπὶ πλέον ἔν τε τῷ τρίτῳ τῶν περὶ κράσεων κᾀν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν· ἀλλεἰς διάγνωσιν τῶν διαθέσεων ἔνια τῶν προκαταρξάντων αἰτίων συντελεῖ· ἔνθα δοὐδὲν λανθάνει τῆς παρούσης διαθέσεως, οἴχεται καὶ τοῦ προκατάρξαντος χρεία· εἴρηται μὲν οὖν μοι κᾀν τοῖς ἔμπροσθεν ὡς οὐ δεῖ συνάπτειν ἐς ταὐτὸν ἀμφοτέρας τὰς διδασκαλίας, ἀλλἰδίᾳ μὲν τὴν ἐμπειρικὴν, ἰδίᾳ δὲ ποιεῖσθαι τὴν λογικήν. ἀναμεμνήσθω δὲ κᾂν νῦν ὡς ἐπειδὴ πρόκειται μόνην τὴν λογικὴν ἐν τοῖσδε τοῖς ὑπομνήμασι διελθεῖν, εἰ δὲ καὶ μὴ προσκέοιτό που περί τινος τῶν λεγομένων, ὡς οὐχ ἁπλῶς ἐστιν ἀληθὲς, ἀλλὰ μόνοις τοῖς κατὰ μέθοδον ἰατρεύουσιν, ἀκόλουθον αὐτῶν λογίζεσθαί τινα τοῦτο καὶ προστιθέναι παρἑαυτοῦ. νυνὶ μὲν γὰρ ἡμεῖς προσεθήκαμεν ὡς οὐδὲν τῶν προκαταρξάντων αἰτίων εἰς ἔνδειξιν θεραπείας ἐστὶ χρήσιμον, ἀλλὰ εἰς διάγνωσιν ἐνίοτε διαθέσεως, ὁμολογοῦντες ὡς ἐν τοῖς ἐμπειρικῶς ἰωμένοις ὁτιοῦν, ἕν τι τῶν τῆς ὅλης συνδρομῆς μορίων ἐστὶ καὶ τὸ προκατάρχον αἴτιον, εἴτοὖν λογικῶς τἄλλα θεραπεύοιεν εἴτε διἐμπειρίας ἅπαντα· κατὰ δὲ τὸν ἐφεξῆς λόγον οὐκ ἀναγκαῖον ἂν εἴη προσγράφειν τοῦτο. πάλιν οὖν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, ἀρχὴν ὁμολογουμένην λαβόντες κᾀν τοῖς ἔμπροσθεν ἤδη κεχρήμεθα φάσκοντες, τὴν τῆς θεραπείας δεομένην διάθεσιν αὐτὴν εἶναι τὴν τὸν πρῶτον σκοπὸν ἐνδεικνυμένην· ἐκ δὲ τούτου τἄλλα πάντα λαμβάνεσθαι. τούτῳ δὅτι τῷ σκοπῷ κοινωνίαν οὐδεμίαν ἔχει τῶν προκαταρχόντων αἰτίων οὐδὲν ἐξ αὐτῶν μάλιστα τῶν ἑλκῶν, ὅθεν περ λόγος ὡρμήθη, μαθήσῃ. γεγενήσθω γοῦν ἕλκος ἐξ ἀποστήματος· ἀλλεἰ τοῦτο, δῆλον ὡς ἐκ μοχθηρῶν χυμῶν· οὕτω γὰρ εἴωθεν φύσις ἐν νόσοις ἐκκαθαίρουσα τὸ σῶμα τὸ περιττὸν ἅπαν ὠθεῖν ἐπὶ τὸ δέρμα· καὶ τούτῳ μὲν οὖν ἑλκωθῆναι συμβαίνει, τῷ δὅλῳ σώματι ἐκκεκαθάρθαι. τίς οὖν τῶν τοιούτων ἑλκῶν ἴασις; οἵα περ καὶ τῶν ἄλλων ἁπάντων οἷς οὐκ ἐπιπλέκεται διάθεσις οὐδεμία κακοήθης. ἀλλεἴ περ τοῦθοὕτως ἔχει, δῆλον ὡς οὐδεμία παρὰ τῆς ποιησάσης τὸ ἕλκος αἰτίας ἔνδειξις εἰς τὴν θεραπείαν ἐγένετο. καὶ μὴν εἴ περ ἔμενεν κακοχυμία, πάντως ἄν που καὶ παραὐτῆς τὴν ἔνδειξιν ἐλάβομεν. ἀλλὰ καὶ ἄλλως ἄτοπον ἦν δεῖσθαι θεραπείας τὸ μηκέτὂν, ἐνδείκνυσθαι θεραπείαν τὸ μὴ δεόμενον αὐτῆς· ὥστε παντοίως ἄτοπον ἐκ τοῦ προκατάρξαντος αἰτίου ἔνδειξιν λέγειν γίνεσθαι θεραπείας. ἐπεὶ τοίνυν οὐ τοῦτο, δῆλον ὡς τὸ παρὸν αἴτιον ἔνδειξιν ποιήσεται. τίς οὖν ἔνδειξις; ἀκριβολογουμένῳ μὲν προφυλακτικὴ προσαγορευομένη, καταχρωμένῳ δ θεραπευτική· καὶ γὰρ καὶ αὐτῶν τῶν ἑλκῶν τῆς ἰάσεως, εἴθἁπλῶς ἕλκη μόνον εἴτε καὶ μετὰ κοιλότητος ὑπάρχει κατὰ τὸν ἀκριβῆ λόγον ἴασις ἐκ τοῦ φεύγειν τε καὶ προφυλάττεσθαι τὰ λυπήσοντα τὴν φύσιν ἀποτελεῖται. καὶ ὅλως ἐφὧν τὸ γινόμενον αὐτῆς τῆς φύσεως ἔργον ἐστίν· ὡς κόλλησις ἕλκους καὶ σάρκωσις, ἐκ τοῦ προφυλακτικοῦ γένους ἐστὶν τῶν τοιούτων ἐπιμέλεια· ἀλλὅμως ἴασις λέγεται πρὸς ἁπάντων ἀνθρώπων. καὶ τούτῳ διώρισται τοῦ προφυλακτικοῦ μέρους τῆς τέχνης, τῷ διάθεσιν μὲν ὑπάρχουσαν ἤδη τινὰ νοσερὰν ἐκκόπτεσθαι, κατὰ τὸ ἕτερον εἶδος τῆς προφυλακτικῆς, κωλύεσθαι δὲ γίνεσθαι τὴν μηδέπω γεγενημένην κατὰ τὸ ἕτερον. ὥστε κᾀνταῦθα περὶ ὀνομάτων ἐρίζοντες ἀγνοοῦσιν οἱ νεώτεροι τῶν ἰατρῶν. ἐχρῆν δαὐτοὺς, εἰ περὶ πραγμάτων ἐσπούδαζον, ἐξευρεῖν ὡς δύο εἰσὶν αἱ πρῶται διαφοραὶ τῶν ἐνεργειῶν τοῖς ἰατροῖς. γὰρ τὰς οὔσας ἤδη διαθέσεις ἐξ ὧν πράττουσι θεραπεύουσιν, τὰς οὐκ οὔσας γενέσθαι κωλύουσι. τὸ μὲν δὴ τὰς οὔσας ἐκκόπτειν, εἴτε τὰ διακόπτοντα τὰς ἐνεργείας τῆς φύσεως ἐκποδὼν ποιουμένους εἴτε καὶ αὐτούς τι διὰ τῶν φαρμάκων ἐργαζομένους, ἅπαντες ἄνθρωποι θεραπεύειν ὀνομάζουσι, τὸ δὲ κωλύειν γενέσθαι προφυλάττεσθαι. καὶ δὴ καὶ τὰ μετὰ κακοχυμίας ἡλκωμένα θεραπεύουσιν οἱ λόγῳ τε καὶ μεθόδῳ τῇ τέχνῃ προσιόντες, ἅμα μὲν ἐκείνην ἐκκαθαίροντες, ἅμα δὲ τὰ διακόπτοντα τὰς κινήσεις τῆς φύσεως ἀναιροῦντες. ἄμφω δ’. ἐστὶν ἀκριβολογουμένῳ ταῦτα προφυλακτικά. κωλύει γὰρ, ὡς κᾀν τῷ πρὸ τούτου δέδεικται λόγῳ, πάντα τὰ τοιαῦτα ῥύπον ἐπιτρέφεσθαι τοῖς ἕλκεσιν, ὑγρότητα πολλὴν, μοχθηράν.
§4
§4 Οὐκ οὖν ἐν ὀνόμασι μικρολογεῖσθαι καλὸν, ἀλλἄμεινον εἰπεῖν τινα μέθοδον ἰάσεως ἑλκῶν, οἵαν ἡμεῖς ἔν τε τῷ πρὸ τούτου λόγῳ κᾀν τῷδε διεξῇμεν. ἐγὼ μὲν γὰρ καὶ θαυμάζω τὴν ἀναισθησίαν τοῦ Θεσσαλοῦ, γράφοντος ὡδί πως ὑπὲρ τῆς τῶν κακοηθῶν ἑλκῶν ἰάσεως· εἰσὶ δὲ σφόδρα ἀναγκαῖαι καὶ αἱ κοινότητες αἱ τῶν χρονίων ἑλκῶν καὶ μὴ ὑγιαζομένων, κατουλουμένων καὶ πάλιν ἀναλυομένων· πρὸς τῷ ἐπὶ μὲν τῶν μὴ συμφυομένων σκέπτεσθαι τί ἐστι τὸ ἐμποδίζον καὶ τοῦταἴρειν, τὸ δἐπουλούμενον καὶ ἀναξαινόμενον ἀναγκάζειν κρατεῖν τῆς οὐλῆς, μετασυγκρίνοντας τὸ πάσχον μέρος, καὶ κοινῶς ὅλον τὸ σῶμα καὶ δυσπαθὲς τοῦτο ποιεῖν διὰ τῶν τοῦτο δρώντων βοηθημάτων. ταυτὶ μὲν οὖν Θεσσαλὸς ἐν τῷ περὶ χειρουργίας βιβλίῳ κατἀρχὰς εὐθὺς προειπὼν ἐν τοῖς ἐφεξῆς ἐπὶ πλέον ᾧδέ πως ὑπὲρ αὐτῶν τούτων γράφει· τὰ δὲ χρόνια τῶν ἑλκῶν καὶ μὴ ὑγιαζόμενα, κατουλούμενα καὶ ἀναξαινόμενα ἐμφαίνει· τὰ μὲν εἰς οὐλὴν μὴ συνερχόμενα ἐκκόπτειν τὰ κωλύοντα τὴν σύμφυσιν γίνεσθαι καὶ νεωτεροποιεῖν τοὺς πεπονθότας τόπους καὶ παραπλήσια ποιήσαντας τοῖς νεοτρώτοις πάλιν ἐναίμως ἰᾶσθαι, κᾂν μὴ κρατηθῇ, παρηγορεῖν τὴν φλεγμονὴν καὶ τὴν λοιπὴν προσάγειν ἐπιμέλειαν· τὰ δεἰς οὐλὴν ἐρχόμενα. καὶ ἀναλυόμενα, κατὰ μὲν τοὺς παροξυσμοὺς καὶ τὰς ἑλκώσεις ὁμοίως θεραπεύειν τοῖς προσφάτως φλεγμαίνουσι, καταπλάσμασι τοῖς παρηγοροῦσιν, ἕως ἂν παύσηται ἀγανάκτησις· ἐνδούσης δὲ συνεργεῖν εἰς ἐπούλωσιν· μετὰ δὲ ταῦτα φοινίσσειν τὰ κύκλῳ μέρη, πλατὺν περιλαμβάνοντας τόπον τῷ διὰ τοῦ νάπυος μαλάγματι, τινι ἑτέρῳ μεταβάλλειν δυναμένῳ, καὶ τὴν εὐπάθειαν ἀναιρεῖν. μὴ ληγόντων δὲ καὶ κοινῶς ὅλου τοῦ σώματος ἐπιμέλειαν ποιεῖσθαι, μετασυγκρίνοντας αὐτὸ διὰ γυμνασίων ποικίλων καὶ αἰώρας καὶ ἀναφωνήσεως παρόντων ἐμπείρων, καὶ διαίτης κατὰ πρόσθεσιν αὐξανομένης τε καὶ μειουμένης, ἀρχῆς ἐντιθεμένης διὰ τὸν ἀπὸ ῥαφανίδων ἔμετον. χρῆσθαι δὲ καὶ τῇ τοῦ λευκοῦ ἐλλεβόρου δόσει καὶ τοῖς ἄλλοις ἅπασιν οἷς χρώμεθα ἐπὶ τῶν ὑπαγομένων διαίτῃ χρονίων καὶ δυσαποτρίπτων παθῶν. αὕτη μὲν τοῦ Θεσσαλοῦ ῥῆσις. ἄξιον δὲ θαυμάσαι τἀνθρώπου τὴν ἀναισθησίαν τὴν τόλμαν· εἰ μὲν αὐτὸς ἑαυτὸν ἀνέπεισεν ὡς ὀρθῶς λέγει, τὴν ἀναισθησίαν· εἰ δἐπιστάμενος ὡς οὐδὲν λέγει παρακρούεσθαι τοὺς ἀναγινώσκοντας ἅπαντας ἤλπικε, τὴν τόλμαν. ἐκ τῶν χρονίων ἑλκῶν, γεναιότατε, τίς ἔνδειξις γίνεται θεραπείας; ἐγὼ μὲν γὰρ οὔτἐκ τῶν προσφάτων οὔθὅλως ἐκ χρόνου κατοὐδὲν τῶν νοσημάτων ἐξεῦρον οὐδεπώποτε τὴν θεραπείαν, ἀλλἐξ αὐτῆς τῆς διαθέσεως, ἣν ἰᾶσθαί μοι πρόκειται. καθόλου γὰρ ἐὰν εἰς τὸν χρόνον ἀποβλέπῃ τις, ὡς ἔνδειξιν παραὐτοῦ λαμβάνειν, ἑτέραν μὲν πάντως δευτέρα τῶν ἡμερῶν, ἑτέραν δ τρίτη παρέξει τὴν ἔνδειξιν· οὕτως δὲ καὶ τετάρτη τῆς πέμπτης ἑτέραν· καὶ τούτων ἁπασῶν ἕκτη καὶ τῶν ἄλλων ἑκάστη τῶν μετὰ ταύτας. ὥστοὐκέτι τὰς διαθέσεις ἃς θεραπεύομεν, ἐπισκεψόμεθα καὶ παραὐτῶν ἔνδειξιν ληψόμεθα; καίτοί γε τούτου ἀλογώτερον οὐδἐπινοῆσαι δυνατόν ἐστι. πῶς οὖν ἀναγκαῖαι αἱ κοινότητες αἱ τῶν χρονίων ἑλκῶν εἰσιν, οὐδέν γε ἐνδείκνυσθαι δυναμένου τοῦ χρόνου καθἑαυτόν; οὐ δήπου γὰρ ἐπειδὰν ὑπὸ κακοχυμίας ἕλκος ἀναβιβρώσκηται, διάφορον ἔνδειξιν ἀπαὐτοῦ ληψόμεθα μετὰ τέτταρας μῆνας ἧς εὐθὺς ἐξ ἀρχῆς ἐλάβομεν. ἐγὼ μὲν οὐδἂν ἐάσαιμι χρονίσαι τὸ τοιοῦτον ἕλκος, ἀλλεὐθέως ἀπὸ τῆς ἀρχῆς ἐκκόψαιμι τὴν αἰτίαν αὐτοῦ. καὶ γὰρ καὶ γνωρίζειν δυνατόν ἐστι τὴν διάθεσιν ἀπὸ τῆς ἀρχῆς ὡς τὰ πολλὰ, καὶ τὴν ἔνδειξιν ἀπὸ τῆς διαθέσεως λαμβάνειν ἀναγκαῖον. χρόνος δὲ τί πλέον ἡμᾶς διδάξει τοῦ τῶν ἡμερῶν ἀριθμοῦ μὰ τοὺς θεοὺς οὐκ ἔχω συμβαλεῖν, πλὴν εἰ τοῦτο λέγειν ἠβουλήθη Θεσσαλὸς, ὡς εἰς διάγνωσιν τῶν τοιούτων ἑλκῶν ἀναγκαῖον ἀναμεῖναι τὸν χρόνον. ἀλλοὕτω γε πρῶτον μὲν ἂν ἰδιώτης εἴη παντάπασιν, εἰ μηδέποτε πρὸ τοῦ χρονίσαι τὸ ἕλκος ὁμολογεῖ διαγνῶναι δύνασθαι τὴν διάθεσιν. ἔπειτα δὲ σαφῶς ἂν ἔτι καὶ τοῦθὁμολογήσειεν, ὡς ἐξ ἄλλου μὲν τῆς ἰάσεως ἔνδειξις, ἐξ ἄλλων δὲ διάγνωσις γίνεται τῆς διαθέσεως. ἔστω γάρ τι συμβάλλεσθαι τὸν χρόνον εἰς τὴν διάγνωσιν· ἀλλ γε ἔνδειξις τῆς ἰάσεως οὐκ ἐκ τοῦ χρόνου. τί γὰρ ἄν εἴη πρὸς ἔπος, εἴ τι χρονίζει τῶν ἑλκῶν, ἐκκόπτειν τὰ κωλύοντα τὴν σύμφυσιν γίνεσθαι καὶ νεωτεροποιεῖν τοὺς πεπονθότας τόπους; εἰ γὰρ διὰ ῥεῦμα κακόηθες, γενναιότατε, τὰ χείλη τοῦ ἕλκους ἐν διαθέσει τινὶ γέγονε, τί πλέον ἕξομεν, ἂν περικόψωμεν αὐτὰ πρὶν ἰάσασθαι τὸ ῥεῦμα; μεῖζον ἐργασόμεθα δηλονότι τὸ ἕλκος, ὥσπερ καὶ ποιοῦσιν ἔνιοι τῶν ὁμοίως ἐκείνῳ θεραπευόντων ἕλκη. τῆς γὰρ αἰτίας μενούσης τῆς καὶ πρότερον αὐτὰ σκληρὰ καὶ τυλώδη ποιησάσης οὐδὲν ἔσται πλέον ἐκ τοῦ περιτέμνειν ἄλλο γε μέγεθος ἕλκους· πάλιν γὰρ ἐκεῖνα τὰ περιτμηθέντα τοῖς πρότερον ὁμοίως ἔσται τυλώδη καὶ σκληρά. καίτοί γοὐδαὐτὸ τοῦτο προσέθηκεν σοφώτατος Θεσσαλὸς, ὡς ἐκκοπτέον ἐστὶ τὰ τυλώδη καὶ σκληρὰ καὶ κακόχροα τῶν ἡλκωμένων μορίων, ἀλλἁπλῶς ἐκκόπτειν κελεύει τὰ κωλύοντα τὴν σύμφυσιν καὶ νεωτεροποιεῖν. εἰ μὲν οὖν ἐκκόπτειν τὰ κωλύοντα τὴν σύμφυσιν αἴτια συνεβούλευε, παλαιός τἂν ἦν τοιοῦτος λόγος, ἐγώ τε οὐδὲν ἂν ἐμεμφόμην αὐτῷ, παρῄνηται γὰρ ὑπὸ πάντων σχεδὸν τῶν παλαιῶν ἰατρῶν, ὅσοι γε λόγῳ τινὶ καὶ μεθόδῳ περὶ θεραπείας ἑλκῶν ἔγραψαν, ὡς ἐκκοπτέον ἐστὶ τὰς ἐργαζομένας αἰτίας αὐτὰ, καθάπερ, οἶμαι, καὶ τῶν ἄλλων ἁπάντων νοσημάτων. οὐ γὰρ δὴ ἐπὶ μὲν τῶν ἑλκῶν ἔτι μενούσης τῆς ποιούσης αὐτὰ αἰτίας κάλλιον ἐκείνην πρότερον ἐκκόπτειν, ἐπὶ δὲ τῶν ἄλλων νοσημάτων οὐ κάλλιον, ἀλλἐπὶ πάντων ἁπλῶς ὧν τὸ ποιοῦν ἔτι πάρεστιν ἀπἐκείνου τῆς θεραπείας ἀρκτέον. εἰ δὲ τὰ κωλύοντα τὴν σύμφυσιν οὐκ ἐπὶ τῶν αἰτίων ἁπάντων ὅσα τοῦτο πέφυκε δρᾷν, ἀλλἐπὶ τῶν χειλῶν εἴρηκε μόνον, ὡς ἐξ ὧν ἐπιφέρει δῆλός ἐστιν, πλέον ἀγνοεῖν ἔοικεν γινώσκειν εἰς ἑλκῶν ἴασιν. εἴη μὲν γὰρ ἄν ποτε καὶ τοῦτο μόνον αἴτιον τοῦ μὴ θεραπεύεσθαι τὸ ἕλκος· εἴη δἂν οὐδὲν ἧττον, ὡς εἴρηται, καὶ χωρὶς ὄγκου παρὰ φύσιν ἐν τοῖς ἡλκωμένοις μέρεσι δυσκρασία καὶ μετὄγκου μέν τινος, ἀλλοὐ πάντως τοῦ γε περιτομῆς δεομένου· καὶ πρὸς τούτοις ἔτι σκιῤῥὸς ὑπερκείμενος, σπλὴν μέγας, τις ἐν ἥπατι κακοπραγία καὶ χωρὶς τούτων ἁπάντων ἀτονία τοῦ μέρους αὐτοῦ τοῦ πεπονθότος, ἐπίτασις οὖσα δυσκρασίας καὶ ἥδε· καὶ μὲν δὴ καὶ καθὅλον τὸ σῶμα κακοχυμία μέγιστον τῶν αἰτίων ὅσα λυμαίνεσθαι τοῖς ἕλκεσι πέφυκεν. ἐνοχλεῖ δοὐδὲν ἧττον αὐτοῖς καὶ καλουμένη πληθώρα. τούτων ἕκαστον εἰ κελεύοι ἐκκόπτειν Θεσσαλὸς, ἐπαινῶ τὸν ἄνθρωπον, ὡς ἑπόμενον τοῖς παλαιοῖς· εἰ δὲ τὰ χείλη μόνον, ἓν ἐκ πολλῶν ἔγνωκε, μηδὲ τοὺς αἰπόλους λανθάνει. εἰ γὰρ σκληρὰ καὶ τετυλωμένα καὶ πελιδνὰ καὶ μέλανα καί τινα ἄλλην ἐπίσημον ἄχροιαν ἔχοντα θεάσαιτό τις αἰπόλος ἕλκους χείλη, πάντως τολμήσει περικόπτειν αὐτά. καὶ γάρ τοι καὶ προχειρότατόν ἐστι τὸ περικόψαι· μεῖζον δέ γε καὶ τεχνικώτερον ἰᾶσθαι φαρμάκοις. Θεσσαλὸς δὲ οὔτε τῶν ὑπὸ φαρμάκων δυναμένων μαλαχθῆναι χειλῶν εἰς γνῶσιν ἧκέ ποτε, καὶ γὰρ καὶ λέγουσιν αὐτὸν ἀποστῆναι τελέως τοῦ τοιούτου μέρους τῆς τέχνης, ὥσπερ οὖν ἐμφαίνει καὶ αὐτὸς, οὔθὅλως ἐμπειρίαν λογικὴν ἐπιστήμην ἔοικεν ἔχειν οὐδενὸς φαρμάκου· καθότι καὶ τοῦτο διὰ τοῦ περὶ φαρμάκων ἐνδείκνυται βιβλίου. ἀλλὰ περὶ μὲν τῶν ἐν ἐκείνοις οὐκ ὀρθῶς εἰρημένων ἐπὶ προήκοντι τῷ λόγῳ διαλέξομαι· περὶ δὲ τῆς τῶν χρονίων ἑλκῶν ἰάσεως, ἣν ἐν τῇ προγεγραμμένῃ ῥήσει Θεσσαλὸς ἐποιήσατο, πρόκειταί μοι τό γε νῦν εἶναι διελθεῖν. ἄμεινον μὲν ἦν δήπου μὴ χρόνια καλεῖν, ἀλλὰ κακοήθη ταῦτα, καὶ τὴν φύσιν αὐτῶν ἐκδιηγήσασθαι καὶ τὰς αἰτίας τῆς γενέσεως εἰπεῖν καὶ τὴν θεραπείαν ἑκάστου, τὴν μὲν ὡς ἐφἕλκει κοινὴν ἁπάντων αὐτῶν οἴαν ἐν τῷ τρίτῳ γράμματι διῆλθον· ἰδίαν δἐφἑκάστου, κατὰ τὸ τῆς ἐργαζομένης αἰτίας εἶδος, ὡς ἐν τούτῳ τῷ λόγῳ διωρισάμην. δὲ οὐδὲν τούτων ποιήσας καὶ νεωτεροποιεῖν τοὺς ἡλκωμένους τόπους ἀξιοῖ καὶ παραπλήσια τοῖς νεοτρώτοις ἀπεργασάμενος ἐναίμους ἰᾶσθαι. τοῦτο μέν γε ναὶ μὰ τὸν Ἀσκληπιὸν ἐναργῶς ἄν τις γνωρίσειε τοῖς ἔργοις τῆς τέχνης ἐγγεγυμνασμένος, ὡς ὑπἀνθρώπου γέγραπται ταῦτα μηδέποτε προνοήσαντος ἕλκους. ἐναίμως ἰᾶσθαι δύναταί τις, ἕλκος χρόνιον ὅμοιον τοῖς νεοτρώτοις ἐργασάμενος, ἀγκτῆρσι συναγαγὼν, ῥάψας αὐτοῦ τὰ χείλη· τούτων μὲν οὐδενὶ, ἐναίμῳ δέ τινι φαρμάκῳ καὶ μόνῃ σὺν αὐτῷ θαῤῥήσας ἐπιδέσει; τίς οὐκ οἶδεν ὡς πᾶν ἕλκος κακόηθες εὐθὺς καὶ κοῖλόν ἐστιν, ὡς ἂν ἐξ ἀναβρώσεως γενόμενον; ἆροὖν, σοφώτατε Θεσσαλὲ, πρὶν σαρκωθῆναι τὸ κοῖλον ἕλκος, εἰς σύμφυσιν ἀχθῆναι δύναται; οὐ τοῦτἔστι τὸ ἐναίμως ἰᾶσθαι; μάτην τοίνυν αὐτὸς σὺ τῶν κοίλων ἑλκῶν τὸν σκοπὸν οὐ κόλλησιν, ἀλλὰ πλήρωσιν ἔγραψας. εἰ δὲ καὶ μὴ διἑαυτὸ κοῖλον ἦν ἅπαν ἕλκος κακόηθες, ἀλλά τοί γἐν τῷ νεωτεροποιεῖν, αὐτοῦ τὰ χείλη περικόπτοντας ὡς σὺ κελεύεις, ἐξ ἀνάγκης οἶμαι καὶ κοῖλον γίνεται καὶ πλείστην ἴσχει τῶν χειλῶν τὴν διάστασιν· ὥστοὐκ οἶδα πῶς ἔτι κολλήσεις αὐτὸ καὶ συμφύσεις ἐναίμως. εἰ γὰρ προσάγειν ἐπιχειρήσεις βιαίως τὰ διεστῶτα πάμπολυ χείλη, φλεγμανεῖ μὲν ἐξ ἀνάγκης, οὐ συμφύσεται δέ. τούτου καὶ μόνου συνιέναι μοι δοκεῖ καὶ Θεσσαλός· ἐπιφέρει γοῦν, κᾂν μὴ κρατηθῇ, παρηγορεῖν τὴν φλεγμονήν. ἄμεινον δὲ ἦν γράψαι καὶ μὴ κρατηθέντων παρηγορεῖν τὴν φλεγμονὴν, ἐξ ἀνάγκης γὰρ οὐ κρατηθήσεται. ἀλλεἰ καὶ τοῦτο συγχωρηθείη τῷ Θεσσαλῷ καὶ παρέλθοιμεν αὐτὸ καὶ μὴ λίαν ἀκριβῶς ἐξετάζοιμεν, ὅτι γε τελέως ἀποκεχώρηκε τῆς κοινότητος ἧς αὐτὸς ὑπέθετο πρόδηλον παντί. εἰ γὰρ τὸ ἐμποδίζον ἐξαιρήσομεν, οὐδὲν ἔτι περὶ τῆς τῶν χρονίων ἑλκῶν ὡς χρονίων κοινότητος ληψόμεθα. ἀλλἔστω καὶ τοῦτο. θεασώμεθα δὲ τὰ ἐφεξῆς, γράφει γοῦν ὧδε· τὰ δεἰς οὐλὴν ἐρχόμενα καὶ ἀναλυόμενα κατὰ μὲν τοὺς παροξυσμοὺς καὶ τὰς ἑλκώσεις ὁμοίως θεραπεύειν τοῖς προσφάτως φλεγμαίνουσι. μετὰ δὲ ταῦτα φησί· φοινίσσειν τὰ κύκλῳ μέρη τῷ διὰ τοῦ νάπυος μαλάγματι. τί φῄς, ἄνθρωπε, κᾂν δριμὺ, κᾂν θερμὸν ῥεῦμα τὸ φερόμενον , φοινίσσειν χρὴ νάπυϊ τὸ μόριον; ἵνὅπερ ἐν πολλῷ χρόνῳ πάσχειν ὑπὸ τοῦ ῥεύματος ἔμελλεν, ὑπὸ τοῦ Θεσσαλείου ταχέως πάθοι φαρμάκου, πᾶν ἑλκωθέν τε καὶ ἀναβρωθέν; τὰς γὰρ διὰ ψύξιν ὑγρότητα πολλὴν ἄνευ θερμασίας ἐπιφανοῦς ἀτονίας τῶν μερῶν φοινιγμοῖς ἐθεράπευον οἱ παλαιοί. σὺ δἑξῆς ἐπὶ πάντων χρᾷ, πρῶτον μὲν αὐτὸ τοῦτο μὴ διορισάμενος, εἴτε διἀτονίαν τοῦ μέρους, εἴτε διὰ κακοήθειαν τοῦ ῥεύματος, οὐ θεραπεύεται τὸ ἕλκος. ἔπειτα δὑπαλλάττων τὴν τάξιν. ὅταν γὰρ κατακαύσας τῷ νάπυϊ τὸ μέρος ἀνύσῃς μηδὲν, ἐπὶ τὴν τοῦ παντὸς σώματος ἔρχῃ θεραπείαν ἔμπαλιν δ’, οἶμαι, καὶ τῷ λόγῳ καὶ τῇ πείρᾳ περὶ τούτων ἔγνωσται, τὸ σύμπαν σῶμα πρότερον ἀπέριττον ἐργασαμένους τολμᾷν ἐπιφέρειν τι τῷ μορίῳ θερμαῖνον καὶ δριμὺ φάρμακον. ἕλκειν γὰρ ἐφἑαυτὰ πέφυκεν ἐξ ὅλου τοῦ σώματος ἅπαντα τὰ τοιαῦτα δίκην σικύας. ἐὰν μὴ φθάσῃς κενώσας αὐτὸ, χορηγίαν ῥεύματος ἐγκαταλείψεις τῷ δριμεῖ φαρμάκῳ. τοῦτο καὶ τοῖς ἐμπειρικοῖς ἰατροῖς ὡμολόγηται καὶ τοῖς δογματικοῖς· τοῦτο καὶ τοῖς ἀρίστοις ἐδόκει τῶν φιλοσόφων· ἐπειδὴ γὰρ κᾀκείνων μέμνηται Θεσσαλὸς, οὐ χεῖρον αὐτοὺς ἐπικαλέσασθαι μάρτυρας, ὡς ὀφθαλμὸν οὐκ ἐγχωρεῖ καλῶς ἰάσασθαι πρὸ τῆς ὅλης κεφαλῆς, οὐδὲ ταὐτὴν ἄνευ τοῦ παντὸς σώματος. οὕτως Ἀριστοτέλης καὶ Πλάτων ἐγίνωσκεν ὑπὲρ νοσημάτων ἰάσεως· οὕτω δὲ καὶ Ἱπποκράτης καὶ Διοκλῆς καὶ Πραξαγόρας καὶ Πλειστόνικος καὶ πάντες οἱ παλαιοί. Θεσσαλὸς δὲ μόνος ἔμπαλιν ἐπὶ τὸ διὰ τοῦ νάπυος ἥκει φάρμακον πρῶτον· εἶθὕστερον ἐπιμελεῖται τοῦ παντὸς σώματος· οὔκουν οὐδἐνταῦθα φρονίμως οὐδὲν ὑποτιθέμενος. ἐνὸν γὰρ ἅπαξ ἐκκενώσαντα τὸ σῶμα καθαίροντι φαρμάκῳ, μετὰ τοῦτο χρηστῶς ἀνατρέφειν, ἀναφωνήσεώς τε μέμνηται καὶ γυμνασίων αἰωρήσεών τε καὶ διαίτης ἐκ περιόδου μεταβαλλομένης καί τινος ἀπὸ ῥαφανίδων ἐμέτου· κᾄπειτα τὸν κολοφῶνα τούτοις ἐπάγει, τὸν ἐλλέβορον αὐτὸν, χωρὶς περιεργίας ἐπαγγειλάμενος ἅπαντα θεραπεύειν. ἐγὼ δοὐδἐπινοῆσαι δύναμαι πῶς ἄν τις χεῖρον, μακρότερον, περιεργότερον ἕλκος ἰάσαιτο. φέρε γὰρ, ἵνὥσπερ ἔργῳ πολλάκις ἑωράκαμεν, οὕτω καὶ τῷ λόγῳ πλάσωμεν ἄνθρωπον ἰάσεως ἕλκους κακοήθους δεόμενον. ἔστω τις ὑγιαίνων μὲν τἄλλα, κνησάμενος δἐξαίφνης ὁτιοῦν μόριον, εἰ βούλει πῆχυν, ἐγειράτω παραχρῆμα φλύκταιναν· εἶταὖθις καὶ αὖθις κνησμῶδες γιγνέσθω ταὐτὸ τοῦτο μόριον· ἐκραγείσης δὲ τῆς φλυκταίνης ἕλκος κακόχρουν, ἀνωμάλως ἀναβιβρωσκόμενον γενέσθω· καὶ ταῦτἐν τρισὶν τέτταρσιν ἡμέραις ἀπὸ τῆς ἀρχῆς συμπιπτέτω. λεγέτω δή τις ἐνταῦθά μοι τῶν Θεσσαλείων ἰατρῶν ὅντινα χρὴ τρόπον ἰᾶσθαι τὸ τοιοῦτον ἕλκος. ἐγὼ μὲν γάρ φημι κακόηθές τε πάντως ὑπάρχειν αὐτὸ καὶ διὰ τοῦτο συνεπισκέψομαι παραχρῆμα τὴν τοῦ παντὸς σώματος διάθεσιν, ὁποία τίς ἐστιν. εὑρήσω γὰρ ἔκ τε τῶν περὶ τὸ ἕλκος συμπτωμάτων κᾀκ τῶν περὶ σύμπαν τὸ σῶμα φαινομένων σημείων, ὁποῖος μάλιστα τὴν ἰδέαν ἐστὶν πλεονάζων χυμός· καὶ τοῦτον ἐκκενώσω φαρμάκῳ παραχρῆμα· καὶ οὐκ ἀναμενῶ τὸν πῆχυν ὅλον τἀνθρώπου διάθεσίν τινα κακοήθη καὶ δυσίατον σχεῖν. οἱ δἀπὸ τοῦ Θεσσαλοῦ, τὰς ἐκείνων δηλονότι φυλάττοντες ὑποθήκας, πρῶτον ἀναμενοῦσι χρόνιον γενέσθαι τὸ ἕλκος, ἵνεἰς τὴν θαυμαστὴν ἐμπέσῃ κοινότητα νῶν χρονίων ἑλκῶν, ὥσπερ οὐκ ὂν ἄμεινον μακρῷ κακοηθῶν ἑλκῶν, ἀλλὰ μὴ χρονίων ἐνδεικτικὴν θεραπείας ὑποθέσθαι κοινότητα. εἶτα δυοῖν θάτερον, ἐκκόψουσι καὶ νεωτεροποιήσουσι καὶ συνάξουσιν ὡς εἰς κόλλησιν, πρῶτον μὲν τῷ διὰ τοῦ νάπυος χρήσονται φαρμάκῳ, τούτου δἀνύσαντος μηδὲν ἐπὶ τὰς ἀναφωνήσεις τε καὶ τὰς αἰωρήσεις καὶ τὰ ἄλλα γυμνάσια καὶ τὰς τῆς διαίτης κατὰ περιόδους μεταβολὰς ἀφίξονται· κᾄπειτα καὶ τοῖς ἀπὸ ῥαφανίδων ἐμέτοις χρήσονται, καὶ μηδὲ τούτων ἰασαμένων τὸ ἕλκος ἐλλέβορον δώσουσιν· ἂν δὲ μηδοὗτος ἀνύσῃ μηδὲν, ἀποπέμψουσιν εἰς Λιβύην τὸν ἄνθρωπον· ἔτι γὰρ τοῦτἔδει προσγεγραφέναι τὸν Θεσσαλὸν ἐπὶ τῇ θαυμαστῇ τῶν ἑλκῶν τῶν κακοηθῶν ἰάσει. κατατρίβει γοῦν ἐν ἀναφωνήσεσιν, αἰώραις τε καὶ τοῖς τοιούτοις ὥσπερ καχεξίαν, ἀλλοὐ κακοχυμίαν θεραπεύων. καὶ τί θαυμαστὸν, εἰ μήτε γνωρίζειν ὁμολογοῦσιν ἄρτι συνιστάμενον ἕλκος κακόηθες, ἀναμένουσί τε χρόνιον αὐτὸ γενέσθαι καὶ πολλάκις μὲν ἐπουλωθῆναι, πολλάκις δἀναλυθῆναι πρὸ τοῦ γνῶναι τί ποιητέον ἐστὶν, ὅπου καὶ τοὺς ὁπωσοῦν πυρέξαντας ὑπερβάλλειν ἀξιοῦσι τὸν διὰ τρίτης ἡμέρας ἤτοι γενησόμενον μὴ γενησόμενον παροξυσμόν· οὕτως ἀκριβῶς ἄρα τὴν περὶ κρίσεων ἐκμεμαθήκασι θεωρίαν, τῆς μελλούσης ἀκμῆς τοῦ νοσήματος ὑπάρχουσι προγνωστικοὶ. τί δὴ συμβαίνει πολλάκις; ἐπὶ τῆς κλίνης κατασήπεσθαι τοὺς ἀνθρώπους ὑπαὐτῶν, ἀπηλλάχθαι δυναμένους εὐθὺς ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν. οὐχ ἅπαξ γὰρ ἡμεῖς, δὶς, τρὶς, ἀλλὰ μυριάκις αὐτοί τε πολλοὺς τῶν πυρεξάντων ἐλουσάμεθα, ἅμα τῷ παύσασθαι τὸν πρῶτον παροξυσμόν· τούς τε διδασκάλους ἡμῶν ἐθεασάμεθα ταὐτὸ τοῦτο ποιοῦντας· ἀδεῶς τε τοῦ λοιποῦ διαιτᾶσθαι συνεχωρήσαμεν, ὡς οὐκ ἂν ἔτι πυρέξοντας, οὓς σοφώτατος Θεσσαλὸς, τὴν πρώτην διάτριτον ἐξευρὼν, ἐταρίχευσεν ἂν ὅλαις, οἶμαι, τρισὶ λιμοκτονήσας ἡμέραις· εἶθοὕτως ἔθρεψεν ἂν, οἶμαι, δηλαδὴ μετρίως τεταρταίους. εἶτα κατὀλίγον ἀνακομίζων μόλις ἑκταίους ἑβδομαίους ἀπέλυσεν ἂν ἐπὶ τὰ συνήθη τοὺς ἅπαξ πυρέξαντας. οὕτως ἀεὶ κατασήπουσι τοὺς ἀνθρώπους ἐν τοῖς πάθεσι, κᾂν ἀπαλλαγῆναι ῥᾳδίως αὐτῶν ἦν δυνατόν. ὀλιγίσταις οὖν ἡμέραις οἷόν τε θεραπευθῆναι κακόηθες ἕλκος ἀρχόμενον Θεσσαλὸς εἰς ἐνιαυτὸν καὶ πλείονα χρόνον ἐκπίπτειν ἐᾷ. τὸ γὰρ ἀναμένειν πολλάκις μὲν αὐτὸ συνουλωθῆναι, πολλάκις δἀναλυθῆναι, ἵνεἰδῇ εἰ κακόηθες, κᾄπειτα τῆς θεραπείας ἀρξάμενον. οὐδοὖν οὐδὲ τότε καθαίρειν εὐθὺς, ἀλλὰ τῷ διὰ τοῦ νάπυος μὲν πρῶτον, εἶταἰώραις ἀναφωνήσεσί τε καὶ διαίταις χρῆσθαι, κᾄπειτα ῥαφανῖσιν, εἶθοὕτως ἐλλεβόρῳ, τί ἄλλο ἐνιαυτὸν ἀναμένοντός ἐστιν; εἶτ πρὸς θεῶν ἓξ ἡμερῶν, τὸ πλεῖστον ἑπτὰ, δυναμένου τἀνθρώπου τεθεραπεῦσθαι, μῆνας ἀναμενοῦμεν πολλοὺς; ἵνα δηλαδὴ πρῶτον μὲν γνῶμεν εἰ χρόνιόν ἐστιν, ἔπειτα δἀρξώμεθα τῆς θεραπείας; καὶ τίς ἦν ἀνάγκη χρονίων ἑλκῶν ἰδίαν ὑποθέσθαι κοινότητα, μηδὲν εἰς τὰς ἰάσεις ἡμᾶς ὠφελοῦσαν; ἐνὸν μὴ χρονίων, ἀλλὰ κακοηθῶν, οὐ κοινότητα μὰ Δία οὐδὲ τούτων ἐνδεικτικὴν, ἀλλὰ θεραπείαν γράψαι. συμβέβηκε μὲν γάρ τισιν ἕλκεσί τε καὶ νόσοις κακοήθεσιν ὑπάρχειν, οὐ μὴν ἀπὸ τούτου γε τῆς θεραπείας ἔνδειξις, ἀλλ μὲν διάθεσις αὐτὴ τὸν πρῶτον τῆς ἰάσεως. ὑπαγορεύει σκοπόν· ἐξ ἐκείνου δεὑρίσκεται τὰ ποιητέα καθὃν ἐγὼ διελήλυθα τρόπον. ὥστε τοῦτἔστι τὸ μεθόδῳ θεραπεύειν, ποιοῦμεν ἡμεῖς ἑπόμενοι τοῖς παλαιοῖς· εἴ γε χρὴ τὴν μέθοδον ὁδόν τινα εἶναι καθόλου μίαν ἁπάντων κοινὴν τῶν κατὰ μέρος. δέ γε κᾀν τούτῳ σφάλλεται καὶ τὸ πάντως ὑπάρχον τοῖς ὁτιοῦν μεθόδῳ ποιοῦσι, τοῦτο τὴν μέθοδον αὐτὴν εἶναι νομίζει. γνῶσιν μὲν γὰρ ἔχειν ἀναγκαῖόν ἐστι τὸν μεθόδῳ πᾶν ὁτιοῦν ἐργαζόμενον ὁμοιότητός τε καὶ ἀνομοιότητος, οὐ μὴν αὐτό γε τοῦτἔστιν μέθοδος, ὁμοίου τε καὶ ἀνομοίου γνῶσις. οὐδὲ τοῦτο λέγει Πλάτων Ἀριστοτέλης, ὧν τολμᾷ καταψεύδεσθαι Θεσσαλός· ἀλλὰ γὰρ οὐ τοῦ παρόντος καιροῦ ταῦτἐξελέγχειν. αὖθις οὖν ἐπὶ τὴν θεραπευτικὴν μέθοδον ἐπάνειμι καὶ δείξειν ἐπαγγέλλομαι τήν τε ἀρχὴν αὐτῆς μίαν ἐν ἁπάσαις ταῖς ἰάσεσι, τήν τε ἀπὸ τῆς ἀρχῆς ὁδὸν ἕως τοῦ τέλους ὁμοίαν ἐν ἅπασι τοῖς κατὰ μέρος. ὥστεἰ καὶ καθἕκαστον πάθος ἰδία τις φαίνοιτο μέθοδος ἰάσεως, ἀλλὰ τό γε κοινὸν ἐφἁπάσαις γένος ἓν ὑπάρχει. ἄρχεσθαι μὲν γὰρ ἀεὶ χρὴ τῆς ἐνδείξεως ἀπὸ τῆς διαθέσεως, ἣν θεραπεύειν ἐπιχειροῦμεν· ἐπισκέπτεσθαι δὲ καὶ διορίζεσθαι πότερον ἤδη πέπαυται τὸ ποιῆσαν αἴτιον τὴν διάθεσιν, καὶ νῦν ἔτι συνεπαύξει τε καὶ ποιεῖ· κᾄπειτα πεπαυμένου μὲν ἐπὶ τὴν ἐν τῷ τρίτῳ τῶνδε τῶν ὑπομνημάτων εἰρημένην μέθοδον ἰτέον· ἔτι δὲ ποιοῦντος ἐπὶ τὴν ἐν τῷδε. τῇ γὰρ αὐτῇ μεθόδῳ τῇδε καὶ φλεγμονῆς καὶ πυρετοῦ καὶ πάντων ἁπλῶς τῶν νοσημάτων τὰς ἰάσεις ἐξευρήσομεν, εἰ μὲν μηκέτι γίγνοιτο μηδὲν, μὴ προσχρώμενοι τοῖς προηγησαμένοις αἰτίοις, ἀλλἐξ αὐτῆς μόνης τῆς διαθέσεως ὁρμώμενοι· εἰ δέ τι καὶ νῦν γίγνοιτο, καὶ διττὸν σκοπὸν τῆς θεραπείας ὑποτιθέμενοι καὶ τἄλλἑξῆς ὡς εἴρηται ποιοῦντες. ἀλλὰ γὰρ καὶ τῆς ἀναισθησίας τῶν ἑπομένων τῷ Θεσσαλῷ θαυμάζειν ἄξιον· οὐκ ἐπειδὰν ἐν τοῖς τοιούτοις ἁμαρτάνωσιν, ἀλλὅτι δυσπαθείας τε καὶ μετασυγκρίσεις, ἀτονίας τε καὶ ῥώσεις καὶ πολλὰ τοιαῦθἕτερα λέγοντες ὀνόματα σημαινόμενα πρὸς αὐτῶν, οὐδέπω καὶ νῦν ἐρωτηθέντες, ἀποκρίνασθαι δύνανται. τί γάρ ἐστι τὸ μετασυγκρίνειν τὴν ἕξιν ἐπὶ τῶν χρονιζόντων ἁπάντων οὔθὡσαύτως ἀλλήλοις οὔτε σαφῶς οὔτε νουνεχῶς ἀποκρίνονται. εἰ μὲν οὖν παλαιὸν παρά τινι τῶν Ἑλλήνων ἦν γεγραμμένον τοὔνομα, τάχἂν ἴσως ἐξ ὧν ἐκεῖνοι γράφουσιν ἐνοήσαμεν ἐφὅτου πράγματος ἐπιφέρουσιν αὐτό· νυνὶ δὲ, τῆς γὰρ τούτων ἐμπληξίας ἐστὶν οἰκεῖον, ἀπὸ τῆς Ἀσκληπιάδου γεγεννημένον ὑποθέσεως, ὥσπερ καὶ τἄλλα αὐτῶν δόγματα δίκαιοι δήπουθεν εἰσὶ τοὺς ἰδίους ὀνείρους ἐξηγεῖσθαι· ὅθεν συγκρίνεσθαι τὰ σώματα καὶ διακρίνεσθαι τοῖς ὄγκους καὶ πόρους ὑποθεμένοις, ἄτομα καὶ κενὸν, ὅλως ἀπαθῆ καὶ ἀναλλοίωτα τὰ πρῶτα στοιχεῖα, μόνοις ἐγχωρεῖ λέγειν, ὥσπερ οὖν καὶ λέγουσι καὶ συνεχῶς αὐτοῖς χρῶνται τοῖς ὀνόμασι. καὶ δῆτα καὶ Θεσσαλὸς ἐν τῷ κανόνι ταύτας κατασκευάζων τὰς ἀρχὰς νεωτεροποιεῖ μέν τε κᾀκεῖ παρὰ τὰ Θεμίσωνί τε καὶ Ἀσκληπιάδῃ δοκοῦντα· διδάσκει δοὖν ὅμως τὴν ἑαυτοῦ γνώμην οὐκ ἀσαφῶς. οὐ γὰρ ἁπλῶς ὡς Ἀσκληπιάδης ἐν συμμετρίᾳ μέν τινι πόρων τὸ ὑγιαίνειν ἡμᾶς ὑποθέμενος, ἐν ἀμετρίᾳ δὲ τὸ νοσεῖν, ἐπάνοδον εἶναι τὴν θεραπείαν εἰς τὴν ἀρχαίαν συμμετρίαν τῶν πόρων ὑπέλαβεν, οὕτω καὶ Θεσσαλὸς, ἀλλὰ τὸν τρόπον τῆς ποροποιΐας ὅλον ὑπαλλάττεσθαι νομίζει, κᾀκ ταύτης τῆς ὑπολήψεως ἥκει τὸ μετασυγκρίσεως ὄνομα, ταὐτὸν δηλοῦν δυνάμει τῷ τῆς μεταποροποιήσεως. οὐκ ἐχρῆν δαὐτὸν ἐν οἷς ἀποχωρεῖν τῶν ἀδήλων κελεύει καὶ μόναις προσέχειν τὸν νοῦν ταῖς ἐναργῶς φαινομέναις κοινότησιν, ἐν τούτοις ἔτι δογματικοῖς χρῆσθαι τοῖς ὀνόμασιν. ἀλλὰ μὴ δογματικῶς ἄκουε λέγοντος αὐτοῦ, φασὶν, ἀλλἀφελῶς· εἰώθασι γὰρ οὕτως ἀντιλαμβάνεσθαί τινες τῶν ἀπαὐτοῦ, πάλιν ἐφἕτερον ἡμᾶς ἄγοντες ὄνομα τὴν ἀφέλειαν, ἣν οὐδαὐτὴν ἐγὼ γοῦν ἔχω νοῆσαι τί δηλοῖ. εἰ μὲν γὰρ ὡς αὐτοὶ καὶ τοῦτἐξηγοῦνται, πάλιν εἰς ἕτερον ὄνομα μεταλαμβάνοντες ληρωδέστερον τὸ βιωτικῶς, εἶταὖθις καὶ τοῦτἐξηγούμενοι φασὶ δηλοῦσθαι πρὸς αὐτοῦ τὸ τοῖς πολλοῖς τῶν ἀνθρώπων ὡσαύτως, ἴσον ἂν εἴη δήπου τὸ ἀφελῶς τῷ μὴ διηρθρωμένως μηδἀκριβῶς, ἀλλἀτέχνως τε καὶ χωρὶς ἐπιστήμης ἁπάσης· φθέγγονται μὲν γὰρ οἱ προπετέστεροι τῶν ἀνθρώπων ὀνόματα τεχνικὰ μετά τινων ὑπονοιῶν οὐδὲν ἐχουσῶν ἔρεισμα, τοῖς δἐρωτήσασιν τι ποτὲ δηλοῦσιν οὐκ ἔχουσιν ἀποκρίνασθαι σαφῶς. εἰ δὲ τοῦθὁμολογοῦσι καὶ οἱ Θεσσάλειοι πεπονθέναι, φθέγγεσθαι μέν τινα, μὴ γινώσκειν δἀκριβῶς λέγουσιν, αὐτὸ δήπου προσίενται τὸ πρὸς ἡμῶν αὐτοῖς ὀνειδιζόμενον. γοῦν μετασύγκρισις εἰ μὲν ἐπὶ τοῦ τὴν ποροποιίαν ἐναλλάττεσθαι λέγοιτο, νοῦν μὲν ἕξει τινὰ καὶ δηλώσει τι πρᾶγμα, ληρώδης δἔσται πολυειδῶς. οὔτε γὰρ ἐξ ὄγκων καὶ πόρων τὰ σώματα ἡμῶν συνέστηκεν οὔτεἰ καὶ τοῦτἀληθὲς ἦν, ἔχει τις δεῖξαι πῶς ἐξαλλάττει τὸ νᾶπυ τὴν ποροποιίαν, οὔτεἰ καὶ τοῦτεἶχέ τις δεῖξαι, κατὰ τὴν ἀκολουθίαν ἦν τῆς αἱρέσεως αὐτῶν, ἀρκεῖσθαι φασκόντων ταῖς φαινομέναις κοινότησι. μὴ τοίνυν μηδὲ χρήσθωσαν τῷ ὀνόματι, μηδὲ πράγμαθἡμῖν παρεχέτωσαν· ἔνεστι γὰρ δήπου καὶ χωρὶς τοῦ χρήσασθαι τῷ τῆς μετασυγκρίσεως ὀνόματι τὴν θεραπείαν εἰπεῖν τῶν χρονιζόντων ἑλκῶν ἑτέροις ὀνόμασιν, ὥσπερ καὶ οἱ ἐμπειρικοὶ ποιοῦσιν. ὅτι δὲ καὶ τῆς ἀτονίας προσηγορία κατὰ τὸν αὐτὸν τρόπον αὐτοῖς φλυαρεῖται δέδεικται πρόσθεν ἐν τῷ δευτέρῳ λόγῳ. εἰ μὲν γὰρ ὡς ἐμπειρικοὶ προσφέρονται τοὔνομα, πλέον οὐδὲν δηλοῦσι τοῦ μὴ σώζεσθαι τὴν ἐνέργειαν· εἰ δέ τινας ὑποτίθενται δυνάμεις τὸ ζῶον διοικεῖν, οἵας ἡμεῖς τε λέγομεν ἅπαντές τε σχεδὸν οἱ παλαιοὶ, πρὸς τῷ τοῖς Ἀσκληπιάδου δόγμασιν ἐναντία τίθεσθαι καὶ τῶν ἀδήλων τε καὶ διαπεφωνημένων ἐφάψονται, καίτοι φεύγειν ταῦτα παρακελευόμενοι. τί λέγεις ἄνθρωπε; τὸ μετασυγκρίνειν ἀποσαφήνισον ἡμῖν. εἰ μὲν γὰρ τὸ τοὺς πόρους ὑπαλλάττειν, καὶ ψεύδῃ καὶ τῶν ἀδήλων ἐφάπτῃ· εἰ δαὐτὸ τοῦτο τὸ ῥώννυσθαί τε καὶ ὑγιάζεσθαι τὸ μόριον τοῦ σώματος, τὸν ἄνθρωπον ὅλον, οὐδὲν ἂν πλέον ἐνταῦθα τῶν ἐμπειρικῶν ἀποφαίνῃ, πλὴν ὀνόματος. γιγνώσκουσι γὰρ δήπου κᾀκεῖνοι τῶνδέ τινων προσαγομένων τῶν βοηθημάτων ὑγιάζεσθαι τὸν ἄνθρωπον, ἀλλὰ τί ποιούντων αὐτῶν οὐκ ἴσασιν. οὔτε γὰρ εἰ τοὺς πόρους ὑπαλλάττουσιν αἱ δυνάμεις τῶν βοηθημάτων, οὔτεἰ συμμετρίαν αὐτοῖς ἐκπορίζουσιν, οὔτεἰ σύμπαν ἀλλοιοῦσι κατὰ ποιότητα τὸ θεραπευόμενον μόριον, ἔχει τις εἰπεῖν τῶν ἐμπειρικῶν. ἐκεῖνοι μὲν οὖν σωφρονοῦσιν, ἓν μόνον ἐπίστασθαι λέγοντες, ὡς τῷ τοιῷδε νοσήματι κατὰ τόνδε τὸν καιρὸν προσφερομένου τοῦ διὰ νάπυος φαρμάκου, πολλάκις ἐτήρησαν ὠφέλειαν ἀκολουθοῦσαν. οὐ μὴν μεθόδους γε φθέγγονται καὶ τὰς ὀφρῦς ἀνατείνουσι καὶ σεμνύνονται τῇ τοιαύτῃ γνώσει καὶ τοῖς παλαιοῖς λοιδοροῦνται καὶ τὸν Ἱπποκράτην τὸ μηδὲν ὑπειλήφασιν, ἀλλαὐτὸν τοὐναντίον ἐπαινοῦσί τε καὶ σχεδὸν ἅπαντά φασιν ἀληθεύειν αὐτόν, δὲ καὶ τούτου καὶ τῶν ἄλλων ἰατρῶν ἁπάντων καταφρονήσας Θεσσαλὸς ἕλκους κοκοήθους ἐμπειρικὴν ἀναγράφων διδασκαλίαν οὐκ αἰσθάνεται· καίτοι γεἰ καὶ τοῦτο δεόντως ἐποίησεν, ἦν ἄν, τι πλέον ἐξειργασμένος· ἀλλὰ γὰρ οὐδὲ τοῦτο ποιεῖν ἔοικεν, ὑπαλλάττων τὴν τάξιν τῶν βοηθημάτων καὶ πρότερον χρώμενος τῷ τοῦ πεπονθότος μέρους, πρὶν ἂν τὸ σύμπαν σῶμα παρασκευάσαι. τοῦτο γὰρ ὑπερβολὴν ἀμαθίας ἔχει· μόνον γοῦν σχεδόν τι τοῖς ἰατροῖς ἅπασιν ὡμολόγηται καίτοί γε τῶν πλείστων διαπεφωνημένων, τὸ πᾶν σῶμα κενὸν καὶ ἀπέριττον ἐργάζεσθαι, πρὶν ὁτιοῦν μόριον ἰσχυροῖς ὑποβάλλειν βοηθήμασιν. εἴτε γὰρ τῇ πείρᾳ κρίνειν ἐθέλει τις ἂν, εἶτε καὶ τῷ λογισμῷ, τρίτον γὰρ οὐδὲν ἕτερον κριτήριον οὔτε κατἄλλην τέχνην οὔτε καθὅλον τὸν βίον ἔχομεν, εὑρήσει μέγιστον κακὸν ὑπάρχον, ὅταν τοῦ παντὸς σώματος ἐπικουρίας δεομένου, πρὶν ἐκείνου προνοήσασθαι, τῷ πεπονθότι μορίῳ προσφέρει τις ὁτιοῦν δριμὺ καὶ θερμὸν φάρμακον· ἕλκει γὰρ ἐφἑαυτὸ δίκην σικύας ἐξ ὅλου τοῦ σώματος τὰ περιττώματα καὶ στηρίζει δυσλύτως κατὰ τὸ πεπονθὸς μέρος. ἄξιον οὖν ἐρέσθαι τοὺς Θεσσαλείους, πόθεν ἐπῆλθε τῷ Θεσσαλῷ τοιαῦτα φλυαρεῖν ὑπὲρ ἑλκῶν κακοηθῶν ἰάσεως· οὔτε γὰρ ἐμπειρικὸς οὐδεὶς τῶν πρόσθεν οὔτε λογικὸς ἀνὴρ οὕτως ἔγραψεν· ἀλλὰ μὴν οὐδαὐτὸς Θεσσαλὸς, οὐδὲ τῶν ἀπαὐτοῦ τις τολμήσειεν εἰπεῖν τῇ πείρᾳ συμφωνεῖν τῷ λογισμῷ τὴν τοιαύτην τάξιν τῶν βοηθημάτων. οὐ μὴν οὐδὲ δεῖξαι δύνανται, πῶς χρόνος, οὐχ διάθεσις ἐνδείκνυται· καὶ τὸ τούτου μεῖζόν ἐστι, πῶς αὐτὸς Θεσσαλὸς, ἀξιῶν σκέπτεσθαι τί τὸ ἐμποδίζον ἐστὶ τὴν συνούλωσιν τῶν ἑλκῶν, καὶ τοῦτἐκκόπτειν, οὐχὶ τελέως ἐστὶν ἀναίσθητος; ἅμα μὲν οὐκ εἰδὼς ὡς τοῦτἀρκεῖ μόνον, χρονιότης δὲ τῶν ἑλκῶν οὐδέν ἐστι πρὸς ἔπος, ἅμα δὲ ὡς οὐκ ἐφἑλκῶν μόνον, ἀλλὰ κᾀπὶ τῶν ἄλλων ἁπάντων νοσημάτων τοῦτο ποιητέον ἐστὶν, ὡς οἱ παλαιοὶ παραινοῦσιν. ἀλλὰ πρὸς ταῦτα μὲν ἡμῖν οὐδὲν ἀποκρίνονται· παρακοὰς δὲ ἑκάστοτε λέγοντες ὡς δῆθεν ἀκριβῶς μεμαθηκότες τὴν Ἱπποκράτους, τὴν ἄλλου τινὸς τῶν παλαιῶν γνώμην, ὀρθῶς φασι τὸν Θεσσαλὸν ἀποφῄνασθαι χρονίων ἑλκῶν εἶναί τινα κοινότητα μίαν. οὕτω γοῦν καὶ Ἱπποκράτην γινώσκειν ἐν τῷ περὶ ἑλκῶν ὧδέ πως γράψαντα· καὶ ἀπὸ τῶν πεπαλαιωμένων ἑλκέων ξυμφέρει αἷμα ποιέειν ἀποῤῥέειν πυκινὰ, ὅπως ἂν δοκέῃ καιρὸς εἶναι. τάχα οὖν ἄμεινον ἂν εἴη, καίτοι μὴ προῃρημένον με περὶ τῆς Ἱπποκράτους γνώμης ἐνταυθοῖ διέρχεσθαι, δηλῶσαί τι κᾂν διὰ κεφαλαίων ὑπὲρ αὐτῆς· εἴη δἂν οὐδὲν ἧττον καὶ τῆς τῶν παλαιῶν διανοίας ἐξήγησις ὅδε λόγος. ἐκεῖνοι γὰρ οἱ ἄνδρες, ἅτε μήπω δουλεύοντες αἱρέσει δογμάτων, ἀλλὰ καθαρᾷ καὶ ἁπλῇ τῇ διανοίᾳ σπουδάζοντες ἐξευρίσκειν τι χρηστὸν εἰς τὰς ἰάσεις, ἔμελλον δήπου τὰ μὲν ἐκ τῆς πείρας εὑρήσειν, τὰ δὲ ἐκ τοῦ λόγου· καὶ γράψειν γε τὰ εὑρημένα πολλαχόθι μὲν χωρὶς τοῦ προσθεῖναι τὸν τρόπον τῆς εὑρέσεως, ἐνίοτε δὲ καὶ σὺν τούτῳ· καὶ τοῦτό γε ποιήσειν αὐτὸ τῆς ὠφελείας ἕνεκα τῶν ἀναγινωσκόντων· εἰ μὲν γὰρ εἰς τὴν ἐπιδέξιον χρῆσιν τῶν εὑρημένων ἤλπιζόν τι συντελέσειν τοῖς ἔπειτα τὸν τρόπον τῆς εὑρέσεως γνωσθέντα, τηνικαῦτα μὲν ἀκριβῶς ἔγραφον· εἰ δὲ μὴ, περιττόν τε λέγειν ἡγοῦντο καὶ παρέλειπον. ὅτι γὰρ εἴ πέρ τι καὶ ἄλλο, καὶ βραχυλογία τοῖς παλαιοῖς ἐτετίμητο, πάντες ἤδη τοῦτο γινώσκουσι κᾂν ἐγὼ μὴ λέγω· καὶ διά γε ταύτην τὴν αἰτίαν οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ οἱ ἄλλοι παλαιοὶ τὸ μέσον ὑπερβαίνοντες ἐνίοτε τῷ πρώτῳ τὸ τρίτον συνάπτουσιν. εἰ γὰρ σημεῖον μὲν εἴη τὸ πρῶτον τοῦ δευτέρου, τούτῳ δἐξ ἀνάγκης ἕποιτο τὸ τρίτον, οὕτως ἐπιφέρουσι τῷ πρώτῳ τὸ τρίτον ὑπερβαίνοντες τὸ δεύτερον. ἔδειξα δὲ πολλάκις τοιαῦτα τούς τἄλλους παλαιοὺς καὶ μάλιστα πάντων τὸν Ἱπποκράτην γράψαντα, καὶ χρὴ τὸν βουλόμενον ἐθάδα γενέσθαι παλαιᾶς ἐρμηνείας ἐν ἐκείνοις γυμνάσασθαι. νυνὶ δαὐτὸ τὸ προβεβλημένον ἐξηγήσομαι μόνον.
§5–6
§5 Ὅσα γὰρ τῶν ἑλκῶν, ἁπάντων ὀρθῶς καὶ δεόντως γιγνομένων ὅμως οὐ θεραπεύεται, καλεῖται μὲν ὑπὸ τῶν ἰατρῶν κακοήθη, χρονίζει δὲ πάντως ὅταν τὴν ὡς ἑλκῶν μόνην αὐτοῖς τις ἐπάγει θεραπείαν. ἥτις δἐστὶ τῶν ἑλκῶν ὡς ἑλκῶν ἴασις ἐν τῷ πρὸ τούτου λόγῳ διώρισται. ταῦτα γοῦν τὰ ἕλκη καὶ κακοήθη καὶ πεπαλαιωμένα καὶ χρονίζοντα καλοῦσιν, ἀδιαφόρως χρώμενοι τοῖς ὀνόμασιν ἐπαὐτῶν. καὶ δὴ καὶ πρὸς τὸ διαγνῶναι τὴν διάθεσιν, ὅτι κακοήθης, ἅμα τοῖς ἄλλοις γνωρίσμασι καὶ τὸ χρονίζειν αὐτὰ πάντων τῶν δεόντων γιγνομένων ἔχει τινὰ μοῖραν. οὐ μὴν τοῦτό γε αὐτὸ χρονίζειν χρόνια καλεῖσθαί τε καὶ εἶναι, τὴν προσήκουσαν ἐνδείκνυται θεραπείαν· ἀλλἐκ μὲν τούτου τὸ μοχθηρῶς διακεῖσθαι τὸ ἡλκωμένον μόριον ἔνεστι συλλογίσασθαι· τούτου δεὑρεθέντος εὐπορῆσαι τῆς θεραπείας. πῶς καὶ τίνα τρόπον; εἰ μὲν μόνα τὰ περιέχοντα μόρια τὴν ἕλκωσιν οὕτως εἴη διακείμενα, ταῦτἐξιασάμενον· εἰ δὲ σύμπαν τὸ σῶμα κακοχυμίας τινὸς εὑρίσκοιτο μεστὸν, ἐκείνην ἐκκενώσαντα. σημεῖον μὲν οὖν τῆς κακοχυμίας. τὸ χρονίζειν. τὰ ἕλκη· τοῦ συμφέροντος δ εὕρεσις, οὐκ ἐκ τοῦ χρονίζειν, ἀλλἐκ τῆς κακοχυμίας. ὥστεἶναι τρία ταῦτἐφεξῆς ἀλλήλων, τὸ σημεῖον, τὴν διάθεσιν, τὴν θεραπείαν· σημεῖον μὲν τὸ χρονίζειν· διάθεσιν δὲ τὴν κακοχυμίαν· θεραπείαν δὲ τὴν ταύτης κένωσίν. καὶ κατὰ τοῦτο πολλάκις τοὺς παλαιοὺς ὑπερβαίνοντας τὸ μέσον ἐπὶ τὸ τρίτον εὐθέως ἀπὸ τοῦ πρώτου παραγίνεσθαι, ὥσπερ καὶ Ἱπποκράτης ἐποίησεν εἰπών· καὶ ἀπὸ τῶν πεπαλαιωμένων ἑλκῶν ξυμφέρει αἷμα ποιέειν πυκινὰ, ὅπως ἂν δοκέῃ καιρὸς εἶναι· οὐ τῆς παλαιότητος δήπουθεν ἐνδειξαμένης τὴν θεραπείαν, ἀλλὰ τῆς μοχθηρίας τοῦ αἵματος. ἐπιφέρων γοῦν αὐτὸς ἐρεῖ· κωλύει γὰρ μάλιστα μὲν τὰ τοιαῦτα ἕλκεα ὑγιαίνεσθαι, ἔπειτα δὲ καὶ τἄλλα σύμπαντα αἵματος σηπεδὼν, καὶ τι ἐξ αἵματος μεταστάσιος γεγένηται. καὶ δὴ καὶ μετὀλίγον αὖθις ὑπὲρ τῶν μὴ συνιόντων εἰς οὐλὴν ἑλκῶν διεξιὼν, οὐδἢν, φησὶ, τὰ περιέχοντα τοῦ ἕλκεος μελανθῇ αἵματος σηπεδόνι, καὶ κιρσοῦ παρέχοντος τὴν ἐπιῤῥοὴν, οὐδὲ ταῦτα ἐθέλει συνιέναι, ἢν μὴ τὰ περιέχοντα τοῦ ἕλκεος ὑγιέα ποιήσῃς. εἶτα καὶ περὶ τῶν κιρσῶν τῆς ἰάσεως γράφει. καὶ πρὸς τούτοις ἔτι καθάρσεως μέμνηται τοῦ σύμπαντος σώματος ἐπί τε ἄλλοις τισὶ τρώμασι καὶ οἷς σφακελίσαι κίνδυνος, ἕρπησί τε καὶ πᾶσι τοῖς ἐσθιομένοισιν· οὕτω δὀνομάζειν εἴωθε τὰ ἀναβιβρωσκόμενα. καὶ μὲν δὴ κᾀν τοῖς ἐφεξῆς πάλιν ὧδέ πώς φησιν· ἐπὶ παντὶ ἕλκει, ἐρυσιπέλατος ἐπιγενομένου, κάθαρσιν ποιέεσθαι παντὸς τοῦ σώματος. καὶ ὅλως εἰ θελήσαις ἐπιμελῶς διελθεῖν τὸ περὶ τῶν ἑλκῶν βιβλίον, εὑρήσεις αὐτὸν ἀεὶ μὲν ἀπὸ τῶν διαθέσεων τὴν ἔνδειξιν λαμβάνοντα· προσχρώμενον δέ ποτε τῷ χρόνῳ πρὸς τὴν τῆς διαθέσεως διάγνωσιν. ὅτι δοὕτω ταῦτἔχει μάθοις ἂν ἐκ πρώτης μὲν ἀρχῆς τοῦ συγγράμματος, ἐχούσης ὧδε· ἕλκεα ξύμπαντα οὐ χρὴ τέγγειν πλὴν οἴνῳ· ὅτι πολλάκις ἑτέρα διάθεσις ἐπιπλακεῖσα τῷ ἕλκει κωλύει τὴν ὡς ἕλκους προσφέρεσθαι θεραπείαν. καὶ τὴν αἰτίαν διδάσκων φησί τὸ γὰρ ξηρὸν τοῦ ὑγιέος ἐγγυτέρω ἐστὶ, τὸ δὑγρὸν τοῦ μὴ ὑγιέος. εἶθἑξῆς τὸ γὰρ ἕλκος ὑγρόν ἐστι· τὸ δὲ ὑγιὲς ξηρόν ἐστι. καὶ διὰ τοῦτο καθὅλον τὸ σύγγραμμα τῆς θεραπείας τῶν ἑλκῶν ἁπάσης σκοπὸν ποιησάμενος τὸ ξηραίνειν, οὕτως ἤδη τὰ κατὰ μέρος ἐξευρίσκει, σὺν τῷ καὶ πολλάκις ἀναμιμνήσκειν ἡμᾶς τοῦ σκοποῦ. ἔν τε γὰρ τῷ γράψαι, τῶν δὲ ἑλκέων τι μὲν ἂν ὀξεῖ βέλει διατμηθῇ, διακοπῇ, ἐνδέχεται καὶ ἔναιμον φάρμακον τὸ κωλῦον διαπύειν καὶ ἀναξηραῖνον· γίνεται γὰρ ἀποῤῥέοντος τοῦ αἵματος ξηρότερον. καὶ πάλιν· ὁκοῖα δἂν καθαρθέντα καλῶς καὶ ἐς τὸ δέον ἀεὶ ἐπὶ τὸ ξηρότερον θεραπεύεται, πλὴν εἰ θλασθῇ. καὶ πάλιν, τι δἂν μὴ δύνηται προσθεῖναι, σὰρξ ὑγρὴ ἐοῦσα αἰτίη ἐστίν· ἐν τοῖς τοιούτοις ἅπασιν ἀναμιμνήσκει τοῦ πρώτου σκοποῦ τῶν ἑλκῶν τῆς ἰάσεως. ἕλκους γὰρ ἕλκος ἐστὶν ἴαμα τὸ ξηραίνεσθαι μετρίως· εἴρηται δ ἀπόδειξις ἐν τῷ πρὸ τούτου βιβλίῳ. τοῦ μέντοι μεθἑτέρας διαθέσεως ἧς πρώτης χρὴ ποιήσασθαι τὴν ἐπιμέλειαν, οὐκ ἔθὡς ἕλκους ἐστὶν θεραπεία μόνου, ἀλλὰ πρώτη μὲν ἐκείνης τῆς διαθέσεως, ἐφεξῆς δὲ τοῦ ἕλκους· εἴτε γὰρ φλεγμονή τις, εἴτε μελανότης, εἴτἐκχύμωσις, εἴτἐρυσίπελας, εἴτοἴδημα περὶ τὴν ἡλκωμένην συσταίη σάρκα, πρώτης ἐκείνης χρὴ ποιεῖσθαι τὴν θεραπείαν. ἀλλὅτι γε τὸ ἕλκος ἐν τούτῳ τῷ χρόνῳ μὴ ὅτι θεραπεύεται προσηκόντως, ἀλλὰ καὶ πολὺ μεῖζον ἑαυτοῦ γίνεται, παντί που δῆλον· εἴτε γὰρ θλασθείη τὰ πέριξ χωρία τοῦ ἕλκους, εἴτε φλεγμονή τις, εἴτὄγκος ἕτερος ἐν αὐτοῖς συσταίη, τὴν οἰκείαν ἐκείνης τῆς διαθέσεως ἴασιν ἐξευρήσομεν, εὖ εἰδότες ὡς οὐχ οἷόν τἐστὶν ἰαθῆναι τὸ ἕλκος πρὶν ὑγιᾶναι τὸ χωρίον ἐν συνέστη. διὰ τοῦτοὖν καὶ αὐτὸς Ἱπποκράτης ἀναμιμνήσκων ἡμᾶς ὧν εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράμματος ἀπεφήνατο, τά τἄλλα τὰ μικρῷ πρόσθεν εἰρημένα προσέγραψε καὶ μέντοι καὶ τάδε· τῶν δἑλκέων τι μὲν ἂν ὀξεῖ βέλει διατμηθῇ, διακοπῇ, ἐνδέχεται καὶ ἔναιμον φάρμακον τὸ κωλῦον διαπύειν καὶ ἀναξηραῖνον. εἴ τις δὑπὸ τοῦ βέλους ἐθλάσθη τε καὶ διεκόπη σὰρξ, ταύτην ἰατρεύειν, ὅπως διάπυος ὡς τάχιστα γένηται· ἧττόν τε γὰρ φλεγμαίνει καὶ ἀνάγκη τὰς σάρκας τὰς θλασθείσας καὶ κοπείσας καὶ σαπείσας καὶ πῦον γεννωμένας ἐκτακῆναι, ἔπειτα βλαστάνειν νέας σάρκας. δηλοῖ γὰρ ἐν τούτῳ τῷ λόγῳ σαφῶς ὡς μόνας ἐκείνας τῶν ἐν τοῖς ἡλκωμένοις μέρεσι γινομένων διαθέσεων οὐ χρὴ ξηραίνειν ἐφὧν τι τάχιστα γεννῆσαι βουλόμεθα πῦον, εὐθὺς συνεμφαίνων ὅτι μετὰ σήψεώς τινος γεννᾶται τὸ πῦον. ἅπαντα δὲ τὰ σηπόμενα θερμῷ καὶ ὑγρῷ τοῦτο πάσχει. καὶ τοίνυν καὶ τὰ διὰ τῆς ὠμηλύσεως καταπλάσματα θερμαίνοντά τε καὶ ὑγραίνοντα προσφέρομεν ἐπὶ πασῶν τῶν ἐκπυῆσαι δεομένων διαθέσεων. ὠμήλυσις γὰρ διὑδρελαίου καὶ ἄρτος διὑδρελαίου καὶ καταιόνησις διὕδατος θερμοῦ πολλοῦ καὶ τετραφάρμακος δύναμις, ἅπαντά τε τὰ θερμαίνοντα καὶ ὑγραίνοντα διαπύϊσκει τάχιστα. διὰ τοῦτο καὶ τοῖς φλεγμαίνουσι μορίοις, ἐπειδὰν ἤδη σφύζῃ σφοδρότερον, ὡς ἀπελπισθῆναι τὴν χωρὶς διαπυήσεως ἴασιν, ἐπαὐτῶν ἅπαντες οἱ παλαιοὶ τὰ τοιαῦτα προσφέρουσι φάρμακα, πρότερον δοὔ. καὶ τοῦτο καὶ αὐτὸς Ἱπποκράτης ἐναργῶς ἡμᾶς διδάσκει κατά τε τὴν προγεγραμμένην ῥῆσιν, ἐν κελεύει τὰ μὲν χωρὶς τοῦ; τεθλάσθαι τετρωμένα μόρια ξηραίνειν ὡς μάλιστα, τὰ δἅμα θλάσει τινὶ γεγενημένα διαπυΐσκειν ὡς τάχιστα. καὶ μέντοι κᾀπειδὰν εἴπῃ, τὰ δὲ ἕλκεα ὅσα μὴ καλῶς καθαρθέντα ἐς τὸ δέον, ἀεὶ πρότερον ἄρξεται βλαστάνειν, ταῦτα ὑπερσαρκέει μάλιστα· ὁκοῖα δἂν καθαρθέντα καλῶς καὶ ἐς τὸ δέον ἀεὶ, ἐπὶ τὸ ξηρότερον θεραπεύεται, πλὴν εἰ θλασθῇ, ταῦτα οὐχ ὑπερσαρκέει ὡς ἐπιπολύ. καὶ γὰρ καὶ ἐνταῦθα τὸ πλὴν εἰ θλασθῇ προσκείμενον, ἀναμιμνήσκει τοῦ κατὰ τὴν προγεγραμμένην λέξιν εἰρημένου, τοῦ χρῆναι πάντα ξηραίνεσθαι πλὴν τῶν θλασθέντων. οὐδὲ γὰρ ὁπότε τὰ φλεγμαίνοντα καταπλάσσεται θερμαίνοντι καὶ ὑγραίνοντι καταπλάσματι, κατὰ πρῶτον λόγον γίνεται τοῦτο· τοῦτἔστιν οὐχ ὡς ἴαμα τῆς διαθέσεως, ἀλλὡς παρηγορία τοῦ συμπτώματος· ἐπεί τοι τὰ τῶν φλεγμονῶν αὐτῶν ἰάματα τῆς ξηροτέρας ἐστὶ δυνάμεως. ἄκουσον γοῦν λέγοντος τοῦ Ἱπποκράτους, καταπλάσματα οἰδημάτων καὶ φλεγμασίης τῆς ἐν τοῖς περιέχουσιν, εἰ ἑφθῇ φλόμος, καὶ τῆς τριφύλλου τὰ φύλλα ὠμὰ καὶ τοῦ ἐπιπέτρου τὰ φύλλα ἑφθὰ καὶ τὸ πόλιον ἅπαντα γὰρ ταῦτα ξηραίνειν πέφυκε, καθότι κᾀν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν ἐλέγετο. καὶ σύντομος θεραπεία τῶν φλεγμαινόντων μορίων, διὰ τῶν τοιούτων ἐπιτελεῖται φαρμάκων, ἤτοι τελέως ἐξιᾶται τὴν διάθεσιν· εἰ καὶ καταλείπει τι βραχὺ διαπυΐσκον, ἑτέρου χρῄζει φαρμάκου δριμέος ἐκκενοῦν δυναμένου τὸ πῦον· εἴπερ λεπτὸν εἴη τὸ περιέχον δέρμα καὶ θᾶττον ἀπαλλάξαι τὸν κάμνοντα βουλόμεθα, τομῆς ἐστι χρεία. δὲ διὰ τῆς ὠμηλύσεως ἀγωγὴ τῶν φλεγμαινόντων ἐκ τοῦ παρηγορικοῦ τρόπου τῆς τέχνης ἐστίν, οὐ τοῦ θεραπευτικοῦ τε καὶ ἀγωνιστικοῦ· ἀλλὰ περὶ μὲν τῆς τῶν τοιούτων διαφορᾶς ἐν τοῖς ἑξῆς πλέον ἐροῦμεν. ὅτι δὲ τὰ ἕλκη πάντα ξηραίνειν Ἱπποκράτης κελεύει καὶ ὅτι τὸν σκοπὸν εἶναι τῆς ἰάσεως ἀπεφήνατο τῆς διαθέσεως ἐνδειξαμένης, οὐ τοῦ χρόνου, σαφῶς ἤδη μοι δεδεῖχθαι νομίζω. εἰ δέ τις. ἐπὶ μᾶλλον πεισθῆναι βούλεται, τῷ περὶ τῶν ἑλκῶν βιβλίῳ τἀνδρὸς ἐπιπλέον ὁμιλησάτω πάντα, γνώσεται γὰρ ἐναργῶς αὐτό τε τοῦτο τὸ μίαν εἶναι πάντων ἑλκῶν ἴασιν καθόλου. τὴν ὑφἡμῶν ἐν τῷ πρὸ τούτου λόγῳ δεδειγμένην, ἔτι τε, πρὸς τούτῳ κᾀκεῖνο μαθήσεται, τὸ μηδεμίαν ὑπάρχειν ἔνδειξιν ἀπὸ τοῦ χρόνου μήτἐπὶ τῶν ἑλκῶν μήτἐπὶ τῶν φλεγμονῶν μήθἁπλῶς ἐπἄλλης ἡστινοσοῦν διαθέσεως. ἐπεὶ δὲ κατὰ τοῦτο τοῦ λόγου γεγόναμεν, ἐπιδεῖξαι δίκαιον. ὡς οὐ μόνον ὧν ἄρτι διεληλύθαμεν εὑρετὴς Ἱπποκράτης ἐστὶν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ὅσα χρὴ γινώσκειν τὸν μέλλοντα καλῶς ἕλκος ἰάσασθαι. φαίνεται γὰρ οὐ μόνον τῶν ἄνευ τινὸς ἑτέρας διαθέσεως ἑλκῶν ἐξευρὼν τὴν ἴασιν, ὡς ἐν τῷ ξηραίνειν ἐστὶν, ἀλλὰ καὶ τῶν διαθέσεων ἁπασῶν, ἑκάστης ἰδίᾳ κατεἶδος. ἤτοι γὰρ οὐκέτἐπιῤῥεῖ τῷ δεδεγμένῳ τὴν ἕλκωσιν μορίῳ μοχθηρὸς χυμὸς, ἐπιῤῥεῖ· μηκέτι μὲν οὖν ἐπιῤῥέοντος, αὐτὸ μόνον ἰᾶσθαι χρὴ τὸ πεπονθός· εἰ μὲν ἤτοι πελιδνὸν, μέλαν, ἐρυθρὸν εἴη, σχάζοντάς τε καὶ τοῦ αἵματος ἀφαιροῦντας· εἶθοὕτως παραχρῆμα μὲν ἐπιθέντας, ὡς αὐτὸς ἔλεγε, σπόγγον ξηρότερον μᾶλλον ὑγρότερον· οὐ γὰρ ἀγνοήσειν οἶμαί τινα τὸ μόριον ἀποφάσεως ἔχον ἐνταῦθα δύναμιν, ὡς εἰ καὶ οὕτως εἶπε, ξηρότερον, οὐχ ὑγρότερον· ἔπειτα δὲ τοῖς ξηραίνουσι φαρμάκοις χρωμένους, εἶτεἰ πάλιν δεήσειεν, αὖθις αἵματος ἀφαιροῦντας· εἶταὖθις τὰ τοιαῦτα ποιοῦντας ἄχρις ἂν ἐξυγιασθῇ τελέως· εἰ δὲ τὰ χείλη σκληρὰ καὶ τυλώδη φαίνοιντο, περιτέμνοντας αὐτά. καὶ γὰρ δὴ καὶ περὶ τούτων φησί· τῶν δἑλκέων τὰ κυκλοτερῆ ἢν ὑπόκοιλα , ἐν κύκλῳ περιτέμνειν χρὴ τὰ ἀφεστῶτα, πάντα, τὰ ἡμίσεα τοῦ κύκλου, κατὰ μῆκος τοῦ ἀνθρώπου. γέγραφε δὲ καὶ περὶ τῶν ἅμα τοῖς ἕλκεσιν ὄγκων ἁπάντων, ὡς χρὴ θεραπεύειν, ἕκαστον· ὡσαύτως δὲ καὶ περὶ τῶν κιρσῶν· ὅταν καὶ διὰ τούτους ἕλκη δυσίατα γίγνηται, δῆλον ὡς ἐπιῤῥέοντός τινος ἐξ αὐτῶν τοῖς ἡλκωμένοις μορίοις. οὕτως δὲ κᾀπειδὰν ἐξ ὅλου τοῦ σώματος ἐπιῤῥοὴ γίγνηται, καθαίρειν κελεύει τὸ πᾶν ἐν οὐδενὶ τούτων ἀπὸ τοῦ χρόνου τὴν ἔνδειξιν. λαμβάνων; ἐπεί τοι καὶ γελοῖον ἀπὸ μιᾶς κοινότητος ἐνδείξεις οὕτω πολλὰς καὶ διαφερούσας καὶ πολλάκις ἐναντίας γίγνεσθαι. εἰ γὰρ καὶ συγχωρήσαιμεν ἔνδειξίν τινα περὶ τοῦ χρόνου λαμβάνεσθαι, τίς ποτέ ἐστιν αὐτὴ δίκαιον εἰπεῖν, αὐτὴν ἑνὶ κεφαλαίῳ περιλαβόντα, καθάπερ ἐπὶ τῶν ἄλλων ἁπάντων ποιοῦμεν οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ αὐτὸς Θεσσαλός. ἓν γοῦν ἐνδείκνυται καθόλου τὸ στεγνὸν πάθος αὐτῷ τὸ χαλᾷν ὥσπερ γε καὶ τὸ ῥοῶδες ἓν ἕτερον τὸ στέλλειν. ἀλλὰ καὶ καταὐτὰ τὰ ἕλκη τὸ μὲν ῥυπαρὸν καθαίρεσθαι δεῖται, τὸ δὲ κοῖλον πληροῦσθαι· καὶ τὸ μὲν ὁμαλὲς ἐπουλοῦσθαι, τὸ δὲ ὑπερσαρκοῦν καθαιρεῖσθαι, καὶ καταὐτὸν ἐκεῖνον· λεξάτω τοίνυν ἡμῖν οὕτω κᾀπὶ τοῦ κεχρονισμένου τι τοιοῦτον ἕτερον ἓν, ὡς ἐπἐκείνων ἑκάστου· ἀλλοὐκ ἔχει· καὶ γὰρ καὶ περιτέμνειν αὐτά φησι χρῆναι. καίτοι τίς ἂν ἔνδειξις αὕτη νοῦν ἔχουσα περὶ τοῦ χρόνου γίγνοιτο; καὶ τῷ διὰ τοῦ νάπυος χρῆσθαι φαρμάκῳ, καθοὗ τὸ κενὸν ὄνομα φθέγγεται, τὴν μετασύγκρισιν· ἔτι τε πρὸς τούτοις, τοῖς ἀπὸ ῥαφανίδων ἐμέτοις· καὶ τελευτῶν ἐπειδὰν μηκέθεὑρίσκῃ μηδὲν, ἐλλεβόρῳ; ἀλλὰ ταῦτα μὲν, ὡς ἔφην, κᾀν τοῖς ἑξῆς ἐπὶ πλέον εἰρήσεται, δεικνύντων ἡμῶν ὡς οὐδὲν ἐποὐδενὸς νοσήματος χρόνος ἐνδείκνυται, σημεῖον μέντοι πολλάκις γίγνεται τῆς διαθέσεως.
§6 Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὸν Ἱπποκράτην· θαυμάζω γὰρ τῆς ἀκριβείας τὸν ἄνδρα κᾀν τοῖς ἄλλοις ἅπασιν, οὐχ ἥκιστα δὲ κᾀν τῷ μὴ παραλιπεῖν εἰς ἔνδειξιν διαφέροντα σκοπὸν οὐκ ἐφἑνὸς μόνον δυοῖν, ἀλλἐπὶ πάντων ἁπλῶς τῶν νοσημάτων. ἔστι δοὗτος ἀπὸ τῆς ἰσχύος τῆς διαθέσεως λαμβανόμενος· οὐ μόνον οἱ μεθοδικοὶ παρεῖδον, οὐδὲν γὰρ τοῦτό γε θαυμαστὸν, ἀλλὰ καὶ τῶν λογικῶν οἱ πλεῖστοι· καὶ καθἕτερον τρόπον ἅπαντες οἱ ἐμπειρικοί. ἐπειδὰν γὰρ ἐπὶ τῇ πληθωρικῇ καλουμένῃ συνδρομῇ κένωσιν ἑαυτοῖς τετηρῆσθαι λέγωσιν, ἄντικρυς ὁμολογοῦσιν, ὡς εἰς οὐδὲν ἄλλο τῶν περὶ τὸν κάμνοντα γιγνομένων ἀποβλέποντες, ἐπὶ τὸ κενοῦν παραγίγνονται. καὶ οὐ τοῦτό φημι διότι καὶ αἱ καθάρσεις κενώσεις εἰσὶν, οὐδαὗται πρὸς τῆς πληθωρικῆς διδασκόμεναι συνδρομῆς, ἀλλὅτι καὶ τὴν φλεβοτομίαν αὐτὴν ἐνίοτε, καίτοι μὴ παρούσης τῆς πληθωρικῆς συνδρομῆς, δίκαιόν ἐστι παραλαμβάνειν. εἰ γὰρ ἰσχυρὸν εἴη τὸ νόσημα καὶ ῥώμη δυνάμεως, οὐκ ἔστιν ὅστις οὐκ ἂν φλεβοτομήσειε τῶν ὡμιληκότων τοῖς ἔργοις τῆς τέχνης. αὐτοὺς γοῦν ὁρῶμεν τοὺς ἐμπειρικοὺς, ἐπειδὰν ἐκ καταπτώσεώς τινος ἄλλης πληγῆς θλασθῇ μέρη τινὰ τοῦ σώματος ἰσχυρῶς, ἐπὶ τὴν φλεβοτομίαν ἐρχομένους· καίτοι μικρὸν ἔμπροσθεν ὑγιαίνεν ἐκεῖνος, μηδεμίαν ἔχων πληθωρικὴν συνδρομήν. δῆλον ὡς οὐχ οὗτός ἐστιν σκοπὸς τῆς φλεβοτομίας, ἀλλ-τε τοῦ νοσήματος ἰσχὺς καὶ ῥώμη τῆς. δυνάμεως, ἀφωρισμένων τοῦ λόγου τῶν παιδίων. καὶ γὰρ αὖ καὶ καθἕτερον τρόπον, εἴ τις ὑγιαίνων ἔτι καὶ μηδὲν μηδέπω βεβλαμμένος ἐν τῇ πληθωρικῇ γένοιτο συνδρομῇ, τοῦτον οὐκ ἀνάγκη φλεβοτομεῖν· ἀλλἀρκεῖ τῷ μὲν ἀσιτία, τῷ δὲ ὀλιγοσιτία, τῷ δὑπαγωγὴ γαστρὸς, κάθαρσις, πλείω λουτρά· τῷ δέ τινι καὶ γυμνάσιον ἤρκεσε μόνον τρίψις πολλή· φλεβοτομία δοὐκ ἐξ ἀνάγκης, οὐδὑπαὐτῶν τῶν ἐμπειρικῶν τοῖς οὕτως ἔχουσι προσάγεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ κάθαρσις ἐπὶ μόνῳ πλήθει χυμῶν μοχθηρῶν δεόντως παραλαμβάνεται· ἀλλὥσπερ φλεβοτομία διά τε πλῆθος αἵματος καὶ ἰσχυρὰν νόσον, οὕτω καὶ κάθαρσις διά τε πλῆθος ἑτέρου τινὸς χυμοῦ καὶ ἰσχὺν νοσήματος. περὶ μὲν τῆς φλεβοτομίας ἐν ἑτέρῳ τέ μοι διῄρηται λόγῳ κᾀν τοῖς ἑξῆς εἰρήσεται· περὶ δὲ τῆς καθάρσεως ἐν τῷδε τῷ λόγῳ δίειμι· χρῄζουσι γὰρ αὐτῆς οἱ κάμνοντες οὐχ ὡς τὸ λυποῦν περίττωμά καθαιρούσης μόνον, ἀλλὰ καὶ ὡς ἀντισπώσης τε καὶ κενούσης καὶ διὰ τοῦθἹπποκράτης ἔν τε τοῖς ἄλλοις ἅπασι συγγράμμασι κᾀν τῷ περὶ τῶν ἑλκῶν ἐπισκοπεῖται καὶ τὴν ἰσχὺν τοῦ νοσήματος εἰς ἔνδειξιν καθάρσεως. ὑποκάθαρσις γὰρ, φησὶ, τῆς κάτω κοιλίης ξυμφέρει τοῖς πλείστοισι τῶν ἑλκέων καὶ ἐν τρώμασιν ἐν κεφαλῇ ἐοῦσι καὶ ἐν κοιλίῃ καὶ ἐν ἄρθροισι καὶ ὅσα σφακελίσαι κίνδυνος καὶ ὅσα ῥάπτεται καὶ τοῖς ἐσθιομένοισι καὶ ἕρπησι καὶ τοῖσιν ἄλλοισι τοῖσι πεπαλαιωμένοισι τὰ ἕλκεα καὶ ὁκοῖα δἂν μέλλῃ τις. ἐπιδέειν, ὑποκαθαίρειν τὴν κάτω κοιλίην. ἐν τούτῳ τῷ λόγῳ σαφῶς ἡμᾶς ἐδίδαξεν ὅτι τοῖς ἕλκεσιν ἅπασι καὶ τοῖς τρώμασιν, ὅταν ἰσχυρὰ γένηται κάθαρσις, συμφέρει. τριχῶς γὰρ οὐ μόνον τούτων, ἀλλὰ καὶ τῶν ἄλλων παθῶν ἁπάντων ἰσχυρῶν γιγνομένων, διὰ τὸ κύριον τοῦ πεπονθότος μέρους, διὰ τὸ μέγεθος τῆς διαθέσεως, διὰ τὴν κακοήθειαν, ἑκάστου τούτων ἰδία φαίνεται μεμνημένος, Ἱπποκράτης ἐπὶ μὲν τῶν ἐν τῇ κεφαλῇ καὶ κοιλίᾳ τρωμάτων τὸ κύριον ἐμφαίνων τοῦ τετρωμένου μορίου. κοιλίαν δὅτι μὴ τὴν κάτω μόνην ἀκούειν νῦν χρὴ, ἀλλὰ καὶ τὴν ἄνω, πρόδηλον οἶμαι παντί διαιρουμένου γὰρ τοῦ μεταξὺ τραχήλου καὶ σκελῶν κύτους εἰς δύο μεγίστας κοιλότητας, πρώτη μὲν ὑπὸ τοῦ θώρακος, δευτέρα δὑπὸ τοῦ περιτοναίου περιέχεται. καὶ δὴ τῶν τρωμάτων τι ἂν εἴη εἴσω τοῦ θώρακος, εἴσω τοῦ περιτοναίου διασχῇ, κίνδυνον οὐ σμικρὸν ἐπιφέρει, καὶ μάλισθὅταν συντρώσῃ τι τῶν ἔνδον· ἀλλὰ καὶ ὅτι ταχέως κακοήθη γίνεται πάντα τὰ ἐν τοῖς ἄρθροις τρώματα, καὶ τοῦτο σχεδὸν ἅπαντες ἴσασιν, ἐκ μὲν τῆς πείρας μόνης μεμαθηκότες οἱ ταύτῃ μόνῃ προσέχοντες τὸν νοῦν, ἐκ δὲ τῆς φύσεως αὐτῶν τῶν τετρωμένων ὀργάνων οἷς ἐσπουδάσθη φύσεως σώματος ἐπιστήμην ἔχειν. ὅπου γὰρ τένοντες καὶ νεῦρα καὶ ἄσαρκα καὶ ὀστώδη χωρία. κίνδυνος ἐνταῦθα καὶ ὀδυνηθῆναι καὶ ἀγρυπνῆσαι καὶ σπασθῆναι καὶ παραφρονῆσαι· ταῦτά τε οὖν τὰ τρώματα καὶ πρὸς τούτοις ὅσα ῥάπτεται, τουτέστιν ὅσα οὕτως ἐστὶ μεγάλα ὡς ῥαφῆς χρῄζειν, εἰ μὴ ταύτης, ἀλλἐπιδέσεως γοῦν, ὑποκαθαίρεσθαί δεῖται. λέλεκται δἐν τῷ πρόσθεν λόγῳ διότι χρὴ τὰ μεγάλα τῶν ἑλκῶν ῥαφαῖς, ἐπιδέσεσι συνάγεσθαι. καὶ μὲν δὴ καὶ ὅσα σφακελίσαι κίνδυνος, ἐν μεγέθει δηλονότι φλεγμονῆς ἐστι. καὶ τοίνυν καὶ τὰ ἐσθιόμενα, τουτέστι τὰ ἀναβιβρωσκόμενα, κακοήθη τε ἅμα καὶ κακοχυμίας ἐστὶν ἔκγονα. καὶ οἳ ἕρπητες δἐπὶ χολώδει περιττώματι συνίστανται· καὶ τὰ ἄλλᾳ σύμπαντα τὰ παλαιούμενα κατά τινα τοιαύτην γίνεται πρόφασιν· ὥστεὐλόγως ἐπὶ πάντων τούτων ὑποκαθαίρειν συμβουλεύει. καὶ μὲν δὴ καὶ προελθὼν ἔτι τάδε φησίν· ἐπὶ παντὶ ἕλκει ἐρυσιπέλατος ἐπιγενομένου κάθαρσιν ποιέεσθαι τοῦ σώματος ἐφὁπότερα ξυμφέρει τῷ ἕλκει, εἴτε ἄνω εἴτε κάτω· τούτου δαὐτοῦ πάλιν ἡμᾶς τὸν διορισμὸν ἐν τῷ περὶ χυμῶν ἐδίδαξεν, ἀντισπᾷν μὲν κελεύων εἰς τἀναντία, παροχετεύειν δεἰς τὰ πλάγια· καὶ μὲν δὴ καὶ ὡς ἐπειδὰν μάλιστα ῥέπῃ, τότε ἀντισπαστέον· εἴρηται καὶ περὶ τούτου κατἐκεῖνο τὸ βιβλίον. ὥστε καὶ νῦν; εἰ μὲν ἔτι φέροιτο σφοδρῶς τὸ ῥεῦμα; διὰ τῶν ἐναντίων ἀντισπάσομεν· ἄνω μὲν γενομένου τοῦ ἕλκους κάτω καθαίροντες, εἰ δἐν τοῖς κάτω μέρεσι συσταίη, τὴν ἄνω κοιλίαν κενοῦντες· ἤδη δὲ καὶ πεπαυμένου καὶ κατὰ τὸ μόριον ἐστηριγμένου παροχετεύειν ἄμεινον· ἐγγυτέρω γὰρ μετάληψις καὶ ὁρμὴ-καὶ ὁλκὴ τῷ καθαίροντι φαρμάκῳ ῥᾴων ἐκ τοῦ πλησίον. ὅτι δ λόγος οὗτος ἤδη καὶ ἄλλου τινὸς ἅπτεται τῶν τῆς τέχνης μερῶν, τοῦ περὶ τὴν τῶν χυμῶν ἴασιν, οὐκ οἶμαί τινα λανθάνειν· ὅθεν κᾀν τοῖς ἑξῆς αὐτὸν ἀναγκαῖον ἔσται πάλιν ἐπαναλαβεῖν καὶ τελειῶσαι σύμπαντα. νυνὶ δὅτι τὴν ἰσχὺν τοῦ νοσήματος, ἣν εἰ καὶ μέγεθός τις ὀνομάζειν ἐθέλει, σκοπόν ἐστι ποιητέον ἡμῖν ἁφαιρέσεως αἵματος, καθάρσεως, καὶ ὡς Ἱπποκράτης ἀπάντων πρῶτος ὧν ἴσμεν ἐξεῦρε τοῦτον τὸν σκοπὸν ἐπιδεῖξαι βούλομαι. περὶ μὲν οὖν τῶν ἄλλων νοσημάτων ἐν τοῖς ἑξῆς λόγοις ἐπιδείξω, περὶ δὲ τῶν ἑλκῶν ἐν τῷδε. τὰ μὲν οὖν τῶν καθάρσεων ἤδη μοι λέλεκται. τριχῶς γὰρ ἑκάστου νοσήματος ἰσχυροῦ γενομένου, διὰ τὸ κύριον τοῦ πεπονθότος μορίου, διὰ τὸ μέγεθος τῆς διαθέσεως καὶ τρίτην τὴν κακοήθειαν αὐτοῦ, ἁπάντων τούτων ἐμνημόνευσεν Ἱπποκράτης ἐν τῷ τῆς καθάρσεως λόγῳ. τί δὴ οὖν, ἴσως φησί τις, οὐχὶ καὶ φλεβοτομεῖν ἐνίοτε συμβουλεύει διὰ τὰς αὐτὰς προφάσεις; ἐμοὶ γοῦν δοκεῖ καὶ τοῦτο κελεύειν, ἀλλὰ διὰ ταχέων τε καὶ μετἀποδείξεως, ὡς αὐτῷ τε τούτῳ καὶ τοῖς ἄλλοις παλαιοῖς ἦν ἔθος. εἴσῃ δὲ πρῶτον μὲν ἀναγνοὺς τήνδε τὴν ῥῆσιν αὐτοῦ ἕλκει νεοτρώτῳ παντὶ, πλὴν ἐν κοιλίῃ, συμφέρει ἐκ τοῦ τρώματος αἷμα ῥυῆναι αὐτίκα πλέον ἔλασσον· φλεγμαίνει γὰρ ἧσσον αὐτὸ τὸ ἕλκος καὶ τὰ περιέχοντα. μετὰ δὲ ταύτην ἐν τῷ περὶ ἑλκῶν γεγραμμένην ἀναμνησθεὶς ὧν ἐν τοῖς ἄλλοις ἅπασι συγγράμμασι πολλάκις ὑπέθετο, μιμητὴν ἀξιῶν εἶναι τὸν ἰατρὸν οὐ τῆς φύσεως μόνον, ἀλλὰ κᾀκείνων ὅσα αὐτόματα ὠφελεῖ, σαφῶς ἂν ἤδη τὴν γνώμην εἰδείης τοῦ παλαιοῦ περὶ τῆς τοῦ αἵματος ἀφαιρέσεως ἐπὶ τῶν ἰσχυρῶν τραυμάτων· εἰ γὰρ δὴ συμφέρει μὲν αἷμα ῥυῆναι τοῖς τοιούτοις, οὐκ ἐῤῥύη δὲ, τὸ λεῖπον αὐτὸν χρὴ προστιθέναι· δηλοῖ δὲ τοῦτο κᾀξ αὐτῶν ὧν ἐπιφέρει, συνάπτων γοῦν τῇ προειρημένῃ ῥήσει τήνδε φησί· καὶ ἀπὸ τῶν πεπαλαιωμένων ἑλκέων ξυμφέρει αἷμα ποιέειν ἀποῤῥέειν πυκινὰ, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι, καὶ ἀπαὐτῶν τῶν ἑλκέων καὶ ἀπὸ τῶν περιεχόντων τὸ ἕλκος. ἐπειδὴ γὰρ προειρήκει, ἕλκει νεοτρώτῳ παντὶ ξυμφέρει αἷμα ῥυῆναι, γιγνώσκων ὡς εἰ μὴ καὶ τῶν κεχρονισμένων μνημονεύσειεν, οἰήσεταί τις ἐπὶ τῶν προσφάτων μόνων οὕτως αὐτὸν ἀποφήνασθαι, διὰ τοῦτο δεόντως προσέθηκε τὸ καὶ ἀπὸ τῶν πεπαλαιωμένων ἑλκέων ἀφαιρεῖν τοῦ αἵματος. ἀλλεἴπερ ἐκεῖνο καθόλου παραὐτοῦ μεμαθήκαμεν, ὡς ἀρχομένων μὲν τῶν ῥευμάτων ἀντισπᾷν προσῆκεν, ἐστηριγμένων δὲ ἐν τῷ πεπονθότι μορίῳ τὴν κένωσιν ἀπαὐτοῦ ποιεῖσθαι τοῦ πεπονθότος μορίου, ὅτι μάλιστα πλησιέστατα, πρόχειρον ἡμῖν καὶ νῦν συλλογίσασθαι περὶ τῆς τοῦ αἵματος ἀφαιρέσεως, ὡς ἐν ἀρχῇ μὲν πόῤῥωθεν ἐξ, ὑστέρου δἀπαὐτῶν τῶν ἡλκωμένων προσήκει ποιεῖσθαι. καὶ μὲν δὴ καὶ τούτοις αὐτοῖς οἷς εἴρηκα προσθεὶς ὡς τὸν πλεονάζοντα χυμὸν ἐκκενοῦν Ἱπποκράτης συμβουλεύει, ποτὲ μὲν ἐπὶ τὴν τοῦ αἵματος ἀφαίρεσιν ἄξεις, ὅταν τοῦτο κρατῇ, ποτὲ δἤτοι ξανθῆς, μελαίνης χολῆς, φλέγματος ἀγωγὸν δώσεις φάρμακον, ἐκείνου μεμνημένος ἐν ἅπασι τούτοις, ὡς οὐκ ἔστιν ἕλκους ἕλκος οὐδεμία τῶν τοιούτων ἰάσεων, ἀλλἤτοι κακοχυμίας συμπαρούσης, πλήθους, φλεγμονῆς, ἕρπητος, τινος ἑτέρου τοιούτου· καὶ μὲν δὴ καὶ ὡς ἐνίοτε τῶν συμβεβηκότων τι τοῖς ἕλκεσιν ἔνδειξιν ἰδίαν ποιεῖται, καθάπερ καὶ τὸ μέγεθος. εἴρηται· δὲ καὶ περὶ αὐτῶν ἐν τῷ πρὸ τούτου γράμματι, τὰς διαφορὰς τῶν ἑλκῶν ἁπάσας, ὁπόσαι τέ εἰσι καὶ ὁποῖαι καὶ τίς ἐφἑκάστου αὐτῶν ἔνδειξις, ἐξηγησαμένου μου. τὸ δἀπὸ τῆς ἰσχύος τοῦ νοσήματος ἔνδειξιν γίγνεσθαι κενώσεως, ἐν ἐκείνῳ μὲν οὐκ εἶπον τῷ λόγῳ, διότι τε μακροτέρας ἀποδείξεως ἐδεῖτο καὶ τὴν τοῦ ὅλου σώματος ἐπιμέλειαν οὐ συνῆπτον ἐν αὐτῷ τοῖς ἕλκεσιν, ἐνταῦθα δὲ διεξῆλθον ὅσον εἰς τὰ παρόντα χρήσιμον.
§7
§7 γάρ τοι σύμπας λόγος ὑπὲρ τῆς τοιαύτης ἐνδείξεως, ἣν ἀπὸ τῆς ἰσχύος φαμὲν τοῦ νοσήματος λαμβάνεσθαι καὶ μετὰ ταῦθἡμᾶς ἀναμένει ῥηθῆναι, καθάπερ καὶ ἀπὸ τῆς ἡλικίας, καὶ προσέτι καὶ ἀπὸ τῆς τῶν χυμῶν ἰάσεως· οὕτω δὲ καὶ ἀπὸ τῶν πεπονθότων μορίων ἔνδειξις εἰς τὴν θεραπείαν γιγνομένη, τελεώτερον ἐν τοῖς ἐξῆς ὑπομνήμασιν ἀποδοθήσεται. νυνὶ μὲν γὰρ ὅσον ἀπὸ τῆς φύσεως αὐτῶν, τουτέστι τῆς κράσεώς τε καὶ οὐσίας, οἷόν τἐστὶν εἰς τὰς ἰάσεις λαμβάνεσθαι λέλεκται μόνον· δἀπὸ τῆς θέσεώς τε καὶ διαπλάσεως, ἔτι τε χρείας, ἀναισθησίας τε καὶ δυσαισθησίας ἔνδειξις οὐκ εἴρηται· λεγέσθω δὲ καὶ περὶ τούτων ὅσον εἰς τὴν τῶν ἑλκῶν ἴασιν διαφέρει. τὸ μὲν οὖν αἰσθητικὸν μόριον ἀνωδύνως ὅτι μάλιστα χρὴ πειρᾶσθαι θεραπεύειν εἴρηται δἐν τοῖς περὶ φαρμάκων τῶν ἀνωδύνων ὕλη. τὸ δὲ δυσαισθητότερον ἐγχωρεῖ καὶ διὰ τῶν σφοδροτέρων, εἰ διάθεσις οὕτω κελεύει· καὶ μὲν δὴ καὶ τοῦ μὲν κυρίου μορίου τὸν τόνον χρὴ φυλάττειν, ὡς ἐπὶ πλέον ἐν τοῖς περὶ φλεγμονῆς λογισμοῖς ἀποδείξομεν· εἰ δέ τι μὴ τοιοῦτον, ἐγχωρεῖ τοῦτο καὶ τὴν χαλαστικὴν ἀγωγὴν τῆς θεραπείας ἀλύπως δέχεσθαι. ταυτὶ μὲν οὖν ἐν τοῖς ἐφεξῆς ἐπιπλέον ἐροῦμεν, ἐν δὲ τῷ παρόντι λόγῳ τὴν ἀπὸ τῆς θέσεώς τε καὶ διαπλάσεως τῶν μορίων ἔνδειξιν ἔτι προσθέντες, οὕτω καταπαύσομεν καὶ τουτὶ τὸ τέταρτον βιβλίον. ἐντεῦθεν γοῦν ἐπενοήθη τὸν μὲν κατὰ τὴν κοιλίαν ἡλκωμένον πίνειν τὰ φάρμακα, τὸν δὲ κατὰ τὸν στόμαχον, οὐχ ἅπαξ οὐδἀθρόως ὅλα προσφέρειν, ἀλλὰ κατὰ βραχύ τε καὶ συνεχῶς· ἐν γὰρ τῷ παρέρχεσθαι καὶ ψαύειν ὠφέλεια τούτοις ἐστὶν, οὐκ ἐν τῷ περιέρχεσθαι καὶ πλησιάζειν ἐπὶ πλείονα χρόνον, ὥσπερ τῇ γαστρί. καὶ μὲν δὴ καὶ ὡς χρὴ παχύτερα προσφέρειν ταῦτα καὶ γλίσχρα, παρὰ τῆς θέσεώς τε καὶ διαπλάσεως ἔνδειξις. ἐπεὶ γὰρ δίοδός τις στόμαχός. ἐστι τῶν ἐσθιομένων τε καὶ πινομένων, διὰ τοῦτο πάντων τῶν ἔχεσθαί τε καὶ περιπήγνυσθαι καὶ προσκολλᾶσθαι δυναμένων ἐστὶ χρεία φαρμάκων, οὐ τῶν ἀποκλύζεσθαι καὶ διαῤῥεῖν ἑτοίμως πεφυκότων. περιπήγνυται μὲν οὖν παχέα, κολλᾶται δὲ τὰ γλίσχρα. τὰ δἐν τοῖς παχέσιν ἐντέροις ἕλκη τῶν διὰ τῆς ἕδρας ἐνιεμένων χρῄζει μᾶλλόν φαρμάκων ἐγγυτέρω γὰρ ταύτης ἐστί· τὰ δἐν τοῖς λεπτοῖς ἀμφοτέρων· ποῤῥωτέρω γὰρ ἤδη ταῦτἐστὶ καὶ μέσα τῇ θέσει τῶν ἄνωθέν τε λαμβανομένων καὶ κάτωθεν ἐνιεμένων φαρμάκων. κοινὴ δἐπὶ πάντων τῶν ἐντὸς μορίων ἔνδειξις αἱρεῖσθαι μὲν τὰ συνηθέστατα τοῦ ζώου τῇ φύσει καὶ σιτία καὶ φάρμακα· φεύγειν δὲ καὶ ἀποτρέπεσθαι τἀναντία· καίτοι γἐπὶ τῶν ἐκτὸς ἑλκῶν ἄλυπος καὶ τῶν τοιούτων χρῆσις, ἰοῦ καὶ χαλκοῦ κεκαυμένου καὶ λεπίδος χαλκοῦ καὶ καδμείας καὶ πομφόλυγος καὶ λιθαργύρου καὶ ψιμμυθίου. ταῦτοὖν καὶ τὰ τοιαῦτα μὴ προσφέρειν τοῖς ἐντός. εἴρηται δὲ περὶ τῆς φύσεως αὐτῶν ἔν τε τῷ τρίτῳ περὶ κράσεων κᾀν τοῖς περὶ φαρμάκων. αἱρεῖσθαι δὲ καὶ τὰς τροφὰς, εἰ μὲν εἰς οὐλὴν ἀγαγεῖν, κολλῆσαι βουλοίμεθα τὸ ἕλκος, αὐστηράς τε καὶ γλίσχρας καὶ ἀδήκτους· εἰ δἀνακαθῆραι, ῥυπτούσας μετρίως. εἰς μὲν δὴ τοῦτο πάντων ἄριστον μέλι ἄπεφθον, τὰ δαὐστηρὰ πόματα καὶ αἱ τοιαῦται τροφαὶ πρόδηλοι παντί. καλῶ δαὐστηρὸν ὅπερ καὶ στῦφον ὀνομάζεται, τὸ στρυφνὸν δὲ ἐπιτεταμένον ἐστὶν αὐστηρόν. ὅσα δὲ φάρμακα λαμβάνεται τοῖς ἐντὸς ἄλυπα γέγραπται μὲν ἐν τοῖς περὶ φαρμάκων, εἰρήσεται δὲ καὶ νῦν τύπος αὐτῶν. ὑποκυστὶς δὴ βαλαύστιον καὶ κύτινοι ῥοιῶν καὶ κηκὶς καὶ ῥοιᾶς λέμματα καὶ Σάμιος ἀστὴρ καὶ Λημνία-σφραγὶς καὶ χυλὸς ῥοῦ καὶ ῥόδων, ἀκακία τε καὶ τἄλλα ὅσα τοιαῦτα τοῖς ἐντὸς ἕλκεσιν ἀρήγοντα, βλάβην δοὐδεμίαν ἐργάζεται περὶ τὰ σπλάγχνα. διδόναι δαὐτὰ διά τινος τῶν στυφόντων ἀφεψήματος, μήλων κυδωνίων, σχίνου, βάτου ἀκρεμόνων, ἀμπέλων, μύρτων, καὶ διοἴνου τινὸς τῶν αὐστηρῶν. εὔδηλος δὲ τοῦ οἴνου χρῆσις, ὡς πεφυλάχθαι χρὴ τὸν καιρὸν τῶν φλεγμονῶν· ἄλλως δοὐδὲν κωλύει διδόναι. εὔδηλον δὲ ὡς καὶ ἀναλαμβάνειν χρὴ τὰ τοιαῦτα φάρμακα, παρασκευάζοντα διά τε τῶν εἰρημένων ὑγρῶν καὶ προσέτι τραγακάνθης τε καὶ κόμμεως ἐπιμιγνύντα καὶ μάλιστα τοῖς ἐν στομάχῳ προσάξειν μέλλοντα. καὶ μὲν δὴ καὶ ἀνακογχυλίζεσθαι μὲν τοῖς κατὰ τὴν φάρυγγα καὶ τὰ παρίσθμια προσφέροντα κελεύειν χρὴ, κατέχειν δὕπτιον ἐπὶ πλεῖστον ἐν τῷ στόματι χαλαροὺς ἐργασάμενον ἅπαντας τοὺς τῇδε μῦς, ἐπὶ τῶν κατὰ τὴν ἀρτηρίαν ἑλκῶν· παραῥῥεῖ γὰρ οὕτως ἀτρέμα καὶ κατὰ βραχὺ, σαφῶς καὶ αἰσθητῶς εἰς αὐτὴν τὴν ἀρτηρίαν τοῦ φαρμάκου· καὶ γὰρ κᾀν τῷ κατὰ φύσιν ἔχειν εὖ εἰδέναι χρὴ παρηθούμενον οὐκ ὀλίγον ἐνταῦθα τοῦ πόματος. ἀλλὥσπερ ὑγιαινόντων, οὕτω καὶ νοσούντων φυλάττεσθαι χρὴ τὸ πλέον, ὡς βηχῶν κινητικόν. ἄχρι μὲν γὰρ ἂν ἐν κύκλῳ παρὰ τὸν χιτῶνα τῆς ἀρτηρίας ὡσπερεὶ παρὰ τοῖχον ὕδωρ φέρηται τὸ ὑγρὸν, οὐκ ἐργάσεται βῆχα, τὸ δεἰς τὰς ὁδοὺς μέσας τοῦ πνεύματος ἐμπῖπτον εὐθὺς βηχώδεις ἀποτελεῖ. ταῦτά γε οὖν ἀπὸ τῆς θέσεως καὶ διαπλάσεως τῶν μορίων εἴληπται πάντα· καὶ πρὸς τούτοις ἔτι τὸ συμμιγῆναι μέλιτος ἅπασι τοῖς πρὸς τὰς ἑλκώσεις φαρμάκοις ἐπὶ τὸν κατὰ τὸν θώρακα καὶ τὸν πνεύμονα· μόνα γὰρ εἴπερ ἐπὶ τούτων αὐστηρὰ προσφέροις φάρμακα, χρονίζει κατὰ τὴν γαστέρα. τῆς οὖν ἀναδόσεως αὐτῶν ὄργανον ὑπάρχει τὸ μέλι καὶ ἔστιν οἷον ὄχημά τι ταχείας φορᾶς, ἅμα τῷ μηδὲ βλάπτειν ἕλκη. κατὰ δὲ τὸν αὐτὸν λόγον αὐτό τε τὸ μέλι καὶ τῶν οὔρησιν κινούντων τινὰ μίγνυσθαι χρὴ τοῖς τῶν ἑλκῶν φαρμάκοις, ἐπειδὰν τὰ κατὰ τὴν κύστιν καὶ τοὺς νεφροὺς πεπονθότα. τὸ δὲ καὶ τὰς διαγνώσεις τῶν ἡλκωμένων μορίων, ἀπό τε τῆς οὐσίας αὐτῶν καὶ τῆς ἐνεργείας καὶ χρείας γίγνεσθαι καὶ τῆς θέσεώς τε καὶ διαπλάσεως, εὔδηλον μὲν οἶμαι, κᾂν ἐγὼ μὴ λέγω, δείκνυται δαὐτάρκως κᾀν ταῖς περὶ τῶν πεπονθότων τόπων διαγνώσεσιν· ἀλλοὐ πρόκειται νῦν περὶ ἐκείνων λέγειν· αὖθις οὖν ἐπὶ τὴν θεραπευτικὴν μέθοδον ἐπάνειμι. φημὶ δὴ καὶ ταῦτα καὶ ἄλλα πολλὰ τὴν τῶν μορίων ἐνδείκνυσθαι θέσιν τε καὶ διάπλασιν· ἐπιδῆσαι γὰρ τὸ ἡλκωμένον μόριον οὐκ ἐγχωρεῖ καλῶς ἄνευ τοῦ λαβεῖν τὴν ἔνδειξιν ἐκ τῆς διαπλάσεως, ἐκ τῆς θέσεως, ἐκ συναμφοτέρων· ἐνιέναι τε τὸν αὐλίσκον τοῦ κλυστῆρος εἰς τὴν ἕδραν ἐπιτηδείως οὐχ οἷόν τε χωρὶς τῆς τοιαύτης ἐνδείξεως. καὶ μὴν καὶ διὰ τοῦ καυλοῦ φάρμακον ἐνιέναι πολλάκις εἰς τὴν κύστιν. ἀναγκαῖόν ἐστι. περὶ μὲν γὰρ τοῦ καθετῆρος οὐδὲν δέομαι λέγειν, ὡς οὐχ οἷόν τέ ἐστι καλῶς. χρήσασθαι αὐτῷ χωρὶς τοῦ καὶ θέσιν ἀκριβῶς ἐπίστασθαι καὶ διάπλασιν ὅλης τῆς κύστεως. ἐν μὲν δὴ τοῖς τοιούτοις ἅπασι πρόδηλον ὡς οὐκ ὀλίγον εἰς τὴν ὅλην θεραπείαν πεπονθὼς τόπος συνενδείκνυται. ἐπὶ δὲ τῶν καλουμένων ῥηγμάτων, πλέονες ἐνδείξεις φαίνονται συντρέχειν εἰς ταὐτό καὶ γὰρ καὶ ἀπὸ τῆς θέσεως ὀρθῶς ἂν ἐξετάζοντο· διότι γὰρ ἐν βάθει τοῦ σώματός ἐστι καὶ κατακέκρυπται, διὰ τοῦτο καὶ τῆς θεραπείας ἐξηλλαγμένης παρὰ τὰ φαινόμενα δεήσεται. διότι δὲ σὺν ἐκχυμώσει μὲν πάντως, ἐνίοτε δὲ καὶ σὺν περιθλάσει τῆς ἐῤῥωγυίας σαρκὸς ἀποτελεῖται, διὰ τοῦτο πλείους ἰάσεις ἐνδείξεται· ἀεὶ γὰρ τῷ πλήθει τῶν διαθέσεων οἱ πρῶτοι σκοποὶ τῶν ἰάσεων ἰσάριθμοι. λεχθήσεται μὲν οὖν ἐπὶ πλέον ἐν τοῖς περὶ τῆς φλεγμονῆς λογισμοῖς ὡς ἰσχυροτέρων δεῖται φαρμάκων ἅπαντα τὰ διὰ βάθος πεπονηκότα σώματα τῶν ἐπιπολῆς ἀῤῥωστούντων. δῆλον δοἶμαι καὶ νῦν ἤδη τό γε τοσοῦτον, ὡς ἐκλύεσθαι τὴν δύναμιν ἀναγκαῖόν ἐστι τῶν ἐπιτιθεμένων ἔξωθεν φαρμάκων, ὅταν ἐν τῷ βάθει κατακεκρυμμένον τὸ δεόμενον τῆς ἀπαὐτῶν ὠφελείας· ἐπιτείνειν οὖν αὐτὴν εἰς τοσοῦτον προσήκει εἰς ὅσον ἐκλύεσθαι μέλλει κατὰ τὴν εἰς τὸ βάθος ὁδόν. αἱ δἐκχυμώσεις ἅπασαι τὸν σκοπὸν τῆς ἰάσεως κένωσιν ἕξουσιν· ὥστε θερμαινόντων αὐταῖς καὶ μετρίως ξηραινόντων ἐστὶ χρεία φαρμάκων. ὅσα γὰρ ἰσχυρῶς ξηραίνει, διαφορεῖ μὲν εὐθὺς κατἀρχὰς ἐπιδηλότερον τῶν ἀσθενεστέρων, ἀπολείπει δέ τι λείψανον τῆς. διαθέσεως· σκιῤῥῶδες καὶ δυσίατον. εἰρήσεται μὲν οὖν κᾀν τοῖς ἑξῆς περὶ τούτων ἀκριβέστερον, ἀλλὰ καὶ νῦν ὅσον εἰς τὰ παρόντα χρήσιμον αὐτάρκως λέλεκται. τά τε γὰρ ὑγραίνοντα καὶ θερμαίνοντα, φάρμακα καὶ ταῦτα δὴ τὰ συνήθως ἅπασιν ὀνομαζόμενα χαλαστικὰ καὶ τούτων ὅσα βραχὺ μὲν πρὸς τὸ ξηρότερον ἀποκεχώρηκεν, οὔπω δὲ σαφῶς οὐδἐναργῶς ἐστι συντατικὰ, τῶν ἐκχυμωμάτων ἁπάντων ἐστὶν ἰάματα. χρὴ δὲ δηλονότι καὶ, ταῦτα τοῖς τῷ ἐν βάθει τοῦ σώματος ῥήγμασι συνεπιτείνεσθαί τε τῇ δυνάμει καὶ δριμύτερα προσφέρεσθαι καὶ τμητικώτερα καὶ τὸ σύμπαν εἰπεῖν ἐνεργέστερα τοσοῦτον εἰς ὅσον τοῦ δέρματος ἀποκεχώρηκε πρὸς τὸ βάθος ἐκχύμωσις. ἐκ τῶν τοιούτων εἴη ἂν καὶ τῆς σικύας χρῆσις ὠφέλιμος ὄργανον δὲ καὶ αὕτη τοῖς ἰατροῖς ἐξεύρηται βιαίας ὁλκῆς. ἐπειδὰν μέντοι διαφορηθῇ τὸ σύμπαν ἐκχύμωμα, ξηραίνειν ἤδη σφοδρότερον ἐγχωρεῖ τὸ ῥῆγμα καὶ συνάγειν ἐπιδέσει καὶ τὸ σύμπαν εἰπεῖν ἅπαντα πράττειν ὑπὲρ τοῦ συμφῦναι τὸ ἕλκος. εἰ μὲν οὖν ἐν τάχει διαφορηθείη τὸ ἐκχύμωμα, προσίεται ῥᾳδίως τὴν σύμφυσιν ἐῤῥωγνῖα σάρξ· εἰ δἐν χρόνῳ πλείονι διαφοροῖτο ῥύπος ἀξιόλογον ὑποτρεφόμενον ἐν τῷ μεταξὺ τῶν χειλῶν ἵσταται τοῦ ἕλκους· ὥστοὐκέθοἷόν τε συμφῦναι τῷ ῥήγματι. καὶ διὰ τοῦτο πᾶν ὁτιοῦν αἴτιον ὑπομιμνήσκει ταῦτα καὶ γὰρ ῥιγώσαντες καὶ ἀπεπλήσαντες καὶ πυρέξαντες καὶ σφοδρότερον ἐνεργήσαντες τοῖς τοιούτοις μορίοις εὐθέως ἀλγοῦσιν· οὐ γὰρ συνέφυ τὰ χείλη τοῦ ῥήγματος, ἀλλὰ παράκειται μόνον· ὥστε μικρὰ πρόφασις ἀφίστησί τε ῥᾳδίως ἀπἀλλήλων αὐτὰ καὶ τὴν μεταξὺ χώραν ἐμπίπλησιν, ὑγρότητος περιττῆς. καὶ τί γὰρ ἄλλο ἐκχύμωμα γίνεται συνεχῶς αὐτοῖς ὅμοιον τῷ κατἀρχὰς, ἡνίκα τὸ πρότερον σὰρξ ἐῤῥάγη, πλὴν ὅτι νῦν ἰχῶρός τινος μᾶλλον λεπτοῦ, κατἀρχὰς δαἵματος ἦν τὸ ἐκχύμωμα; διὰ τοῦτο καὶ ῥᾷον νῦν κατἀρχὰς διαφορεῖταί. ταῦτα μὲν οὖν εἴρηταί μοι πρός τε τὴν περὶ τῶν ἑλκῶν λόγον ἀποχρήσοντα, καὶ ἤδη τέλος ἐπιτίθημι καὶ τῷδε τετάρτῳ γράμματι.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up