Book 2
§1–3
§1 Τῶν συμβαινόντων τοῖς σώμασιν ἐν τῷ παρὰ φύσιν ἔχειν, Ἱέρων κράτιστε, τέτταρες ἐδείχθησαν αἱ πᾶσαι διαφοραὶ, μία μὲν αὐτῆς τῆς βεβλαμμένης ἐνεργείας, ἑτέρα δὲ τῆς ἐργαζομένης αὐτὴν διαθέσεως, ἄλλη τε τρίτη τῶν ταύτης αἰτιῶν, καὶ τετάρτη τῶν ἐξ ἀνάγκης ἑπομένων αὐτῇ συμπτωμάτων. ὅτι μὲν οὖν ἤτοι πάντα ταῦτεἶναι χρὴ τὴν νόσον, τινὰ τούτων, πάντως γἓν ἐξ αὐτῶν, ἕτοιμον συλλογίσασθαι· μηδενὸς γὰρ παρὰ τὰ προειρημένα τοῖς νοσοῦσιν ὑπάρχοντος, οὐδὲ ἔξω τούτων ἔσται τὸ νόσημα. λείπεται τοίνυν τὸ πάντων ἄθροισμα λέγειν τὴν νόσον εἶναι, τινὰ τούτων, ἕν γέ τι πάντως. ἀλλὰ τὸ μὲν ἐξ ἁπάντων ἄθροισμα πρὸς τῷ μηδεἰρῆσθαι πρός τινος οὐδἐγχωρεῖ λεχθῆναι· τί γὰρ ἔσται νόσου αἴτιον, τί σύμπτωμα νοσήματος, εἰ τὸ πάντων ἄθροισμα νόσημα νομισθήσεται; οὐδὲ ἓν δήπουθεν. ἀναγκαῖον οὖν ἀπολιπεῖν δύο ἄλλα γένη παρὰ τὰς νόσους, ἕτερον μὲν τῶν ἐργαζομένων αὐτὰς αἰτιῶν, ἕτερον δὲ τῶν ἑπομένων μὲν ἐξ ἀνάγκης, λυπούντων δοὐδὲν τὸν ἄνθρωπον, ἀλλεἰ ταῦτἀφέλοιμεν, ἐν δυοῖν ἐστι τούτοιν νόσος, ταῖς βεβλαμμέναις ἐνεργείαις, ταῖς ἐργαζομέναις αὐτὰς διαθέσεσι. καὶ δὴ καὶ διηνέχθησαν εὐθὺς ἐκ παλαιοῦ καὶ περὶ τοῦδε καὶ νῦν ἔτι διαφέρονται πάντες οὐκ ἰατροὶ μόνον, ἀλλὰ καὶ φιλόσοφοι, τῶν ἐνεργειῶν μὲν τὰς βλάβας ἕτεροι, τῶν δἐργαζομένων αὐτὰς διαθέσεων ἕτεροι προσαγορεύσαντες νοσήματα. τὸ μὲν οὖν διαφέρεσθαι τοὺς ἄνδρας ἐν οὕτως ἀσαφέσι πράγμασιν οὐδὲν θαυμαστόν τὸ δὲ μὴ διαγιγνώσκειν ὡς ὑπὲρ ὀνόματος ἐρίζουσιν ἐπιτιμήσεως ἄξιον. εἴπερ γὰρ ὡμολόγηται πρὸς ἁπάντων θεραπεία τῆς ἐμποδιζούσης τὴν ἐνέργειαν εἶναι διαθέσεως, οὐδὲν ἔτι χρήσιμον εἰς τὰ τῆς τέχνης ἔργα τὸ διελέσθαι πότερα τὴν διάθεσιν, τὴν βεβλαμμένην ἐνέργειαν ὀνομαστέον ἐστὶ νόσημα. ἑκατέρως γὰρ ὀνομαζόντων, κάμνων ὑγιαίνων ἀποδειχθήσεται, μόνον εἰ τὰ δέοντά τις ἰάματα προσφέροι ταῖς διαθέσεσιν· αὗται γάρ εἰσιν ἃς ἀλλοιοῦν χρὴ καὶ μεταβάλλειν καὶ τελέως ἐκκόπτειν, οὐχ αἱ βλάβαι τῶν ἐνεργειῶν. οὐδεὶς γοῦν ἰᾶται τὸ χωλεύειν βαδίζοντα, καὶ γὰρ γελοῖον, ἀλλὰ τὴν ἐργαζομένην αὐτὸ διάθεσιν, οἷον τὴν φλεγμονὴν, εἰ διὰ ταύτην χωλεύει· καὶ ταύτην καὶ καταντλεῖ καὶ καταπλάττει καὶ σχάζει καὶ διαφορεῖ καὶ παντὶ τρόπῳ λύειν ἐπιχειρεῖ· τὸ γὰρ ὀρθῶς βαδίζειν ἕπεται ταύτῃ λυθείσῃ, καὶ οὐδὲν ἔτι δεόμεθα τὴν χωλείαν ἐπανορθοῦσθαι τῆς φλεγμονῆς οἰχομένης· οὐδὲ γὰρ ὑπομένει τι τῆς βεβλαμμένης ἐνεργείας, ἐὰν ἐκκόψῃ τις ἀκριβῶς τὴν ἐργαζομένην αὐτὴν διάθεσιν, ἔστἂν δὑπολείπηταί τι τῆς διαθέσεως, ἀνάγκη καὶ τὴν ἐνέργειαν ἀνάλογον ἐκείνῃ βεβλάφθαι. ταύτην οὖν τὴν διάθεσιν εἴτε νόσημα καλεῖν, εἴτε πάθος, εἴταἰτίαν νοσήματος, εἴτε πάθους ἐθέλοι τις, οὐδὲν εἰς τὴν θεραπείαν οὔτὄφελος οὔτε βλάβος ἐντεῦθεν· ἀλλοὐδεἰ Θέωνά τις Δίωνα προσαγορεύσας αὐτὴν, ἔπειτὀρθῶς ἰῷτο, βλάψειεν ἂν οὐδοὗτος οὐδὲν τὸν νοσοῦντα· κᾂν εἰ τελέως δέ τις ἀνώνυμον ἀπολιπὼν αὐτὴν χρὴ προσφέροι τῷ κάμνοντι βοηθήματα, πρὸς τῷ μὴ βλάπτειν μηδὲν, οὗτος ἔτι κάλλιστα θεραπεύσει. διδάσκειν μέν τοι βουλόμενος ἕτερον γινώσκει, δεήσεταί τε πάντως ὀνομάτων ἐπὶ τοῖς πράγμασιν, ὅρον τε τῆς χρήσεως αὐτῶν ἕξει τὴν σαφήνειαν· γὰρ ὡς ἂν μανθάνων ἐκμάθοι σαφέστατα μάλιστα σπουδάζων ὀνομάζειν, ἄριστος διδάσκαλος. ἐπεὶ τοίνυν καὶ ἡμεῖς ἐν τούτῳ νῦν καθεστήκαμεν, ἀνάγκη μέν που θέσθαι τοῖς πράγμασιν ὀνόματα· τὸ δεἰ καὶ σαφῶς, ἡμῖν σκοπεῖσθαι πάρεστιν. μὲν δὴ τὴν ἐνέργειαν ἐμποδίζουσα διάθεσις ὀνομαζέσθω νόσος· εἴ τι δἕπεται τῇδε, σύμπτωμα· τὸ δἐργαζόμενον αὐτὴν, αἴτιον.
§2 Οὕτω δὲ τούτων διωρισμένων ἐπιβλέπειν ἀκριβῶς χρὴ τὴν ἀνωμαλίαν τῶν ὀνομάτων, κατὰ τῶν νοσημάτων ἐπήνεγκαν οἱ πρῶτοι θέμενοι· πολλαχόθι μὲν γὰρ ἀπὸ τοῦ βεβλαμμένου μορίου τὰ ὀνόματα, πλευρῖτις καὶ περιπνευμονία καὶ ἰσχίας καὶ ποδάγρα καὶ νεφρῖτις καὶ ἀρθρῖτις, ὀφθαλμία τε καὶ κεφαλαλγία καὶ δυσεντερία· πολλαχόθι δἀπὸ τοῦ συμπτώματος, εἰλεὸς καὶ τεινεσμὸς καὶ σπασμὸς καὶ παλμὸς καὶ τρόμος καὶ παράλυσις, ἀπεψία τε καὶ δύσπνοια καὶ ἄπνοια καὶ ἀγρυπνία καὶ παραφροσύνη καὶ κῶμα· πολλαχόθι δἀπἀμφοῖν ἅμα, ὡς κεφαλαλγία καὶ ὠταλγία καὶ καρδιαλγία καὶ ὀδονταλγία καὶ ὑστεραλγία· πολλαχόθι δἀπὸ τῆς δοξαζομένης αἰτίας, ὡς μελαγχολία μὲν ὑπὸ πάντων, αἱ χολέραι δὲ ὑπὸ τῶν Κνιδίων ἰατρῶν, ἴσως δὲ καὶ λευκοφλεγματίας ὕδερος ἐντεῦθεν· ἐνίοτε δὲ ἀπὸ τῆς πρός τι τῶν ἐκτὸς ὁμοιότητος, ἐλέφας καὶ καρκῖνος καὶ πολύπους καὶ σταφυλὴ καὶ λεύκη καὶ μυρμηκία καὶ ἀθέρωμα καὶ στεάτωμα καὶ σταφύλωμα καὶ μελικηρὶς καὶ ἄνθραξ, ἀλωπεκία τε καὶ ὀφίασις καὶ σύκωσις καὶ σατυριασμὸς καὶ πριαπισμός· τῶν νοσημάτων δαὐτῶν ὀνόματα μήτε τόπου ἐφαπτόμενα πεπονθότος μήτε τῆς ποιούσης αἰτίας ὀλίγα, φλεγμονὴ καὶ γάγγραινα καὶ σκίῤῥος, ἐρυσίπελάς τε καὶ  ἀπόστημα καὶ οἴδημα καὶ ἐμπύημα καὶ ἕλκος ἐξάρθρημά τε καὶ κάταγμα καὶ σπάσμα καὶ ῥῆγμα καὶ κολόβωμα καὶ δοθιὴν καὶ ἴονθος καὶ φῦμα· καίτοι καὶ τούτων αὐτῶν ἔνια τὰ μὲν καὶ τὸν τόπον τοῦ σώματος, ἤτοι τὸ πεπονθὸς μέρος ἐμφαίνειν ἔοικεν, ἔνια δὲ ἀπὸ τοῦ πλεονεκτοῦντος ὀνομάζεται συμπτώματος· εἰ δἄρα τι καὶ χωρὶς παρεμφάσεως ὀνομάζεται, τάς γἐν αὐτῷ διαφορὰς καὶ τοῦτο πολυειδεῖς ἔσχηκεν, οἷον ἕλκος, εἰ καὶ μὴ συνεχείας ἦν λύσις ἐν σαρκώδει μορίῳ, καὶ ταύτῃ παραδηλοῦν ἐδόκει τὸν πεπονθότα τόπον, ἀλλαἵ γε κατὰ μέρος αὐτοῦ διαφοραὶ ποικίλαι τοῖς ὀνόμασι, χειρώνειον καὶ τηλέφιον καὶ καρκῖνος, ἕρπης τε καὶ φαγέδαινα, καὶ πάνθὅσα τοιαῦτα, τὰ μὲν ἀπὸ τῶν πρώτως ἰασαμένων, ὡς τὸ χειρώνειον· ἔνια δἀπὸ τῶν πεπονθότων, ὡς τὸ τηλέφιον· ἀπὸ δὲ τῆς πρὸς τὸ ζῶον ὁμοιότητος καρκῖνος· φαγέδαινα δἀπὸ τοῦ συμπτώματος, ὥσπέρ γε καὶ οἱ ἕρπητες. ἀλλ μὲν φαγέδαινα πάντως ἐστὶν ἕλκος ἐσθιόμενον, ἀναβιβρῶσκον, ὅπως ἂν ἐθέλῃ τις ὀνομάζειν· δἕρπης οὔθἕλκος ἀεὶ, καὶ ὁπότε μεθἑλκώσεως, οὐ κατέχων τὴν ἀρχαίαν ἕδραν, ἐπινέμεται τὰ πλησίον, ἀλλὥσπερ τοὔνομα δηλοῖ, δίκην ἕρποντος θηρίου, καταλείπει μὲν τὰ πρότερα, μετέρχεται δἐφἕτερα. κοῖλον δἕλκος καὶ ῥυπαρὸν καὶ καθαρὸν, ὁμαλές τε καὶ ὑπερσαρκοῦν, οἰκειοτέρας μὲν ἔσχηκε τὰς προσηγορίας, οὐ μὴν ὡσαύτως γε πάσας, ἀλλὰ τὸ μὲν ὁμαλὲς ἀπὸ τῆς οἰκείας διαφορᾶς, ὡσαύτως δὲ καὶ τὸ κοῖλον ὑπερσαρκοῦν· ἔναιμον δὲ καὶ καθαρὸν καὶ ῥυπαρὸν οὐ κατὰ τὰς οἰκείας διαφορὰς, ἀλλἀπὸ τῶν ἔξωθεν ὀνομάζεται συμπτωμάτων. οὕτως οὖν ἀνωμάλου τῶν ὀνομάτων τῆς θέσεως τοῖς ἀρχαίοις γεγενημένης, καὶ πολὺ μᾶλλον, ὅταν ἐπινυκτίδα καὶ ἀκροχορδόνα καὶ νυκτάλωπα προσαγορεύωσι, τὸ μὲν ὅτι νύκτωρ ἐγένετο, τὸ δὅτι κατἄκρας ὀχεῖται τῆς ἐπιφανείας τοῦ δέρματος, τὸ δὅτι τῆς νυκτὸς ἀποφαίνει μὴ βλέποντας, ἕτερά τε πολλὰ τοιαῦτα ποιῶσιν, εἰ γὰρ ἐπεξίοιμι πάντα, κινδυνεύσω σπουδάζειν δοκεῖν φεύγειν ἐκέλευσα, πειρᾶσθαι οὖν χρὴ παντὶ τρόπῳ τὸν τῆς ἀληθείας αὐτῆς ὀρεγόμενον ἀποχωρεῖν μὲν τοῦ προσδοξαζομένου τοῖς ὀνόμασιν, ἐπὶ δὲ τὴν οὐσίαν τῶν πραγμάτων αὐτὴν ἰέναι καὶ ταύτην ἐπισκέπτεσθαι καὶ ζητεῖν, ὁπόσα τὰ σύμπαντἐστὶ νοσήματά τε καὶ συμπτώματα, καὶ προσέτι τὰ προηγούμενα τούτων αἴτια. τοῦτοὖν ἡμεῖς ἐποιήσαμεν ἐν ἑτέροις ὑπομνήμασιν, ὧν ἐστι περὶ μὲν τοῦ πλήθους τῶν νοσημάτων ἓν, ἐπιγέγραπται δὲ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς, ἕτερον δὲ περὶ τῆς τῶν συμπτωμάτων ἐστὶ διαφορᾶς· οὕτω δὲ καὶ τὰς αἰτίας αὐτῶν ἐπειράθημεν ἐξευρεῖν ἑκατέρας ἰδίᾳ, τάς τε τῶν νοσημάτων καὶ τὰς τῶν συμπτωμάτων ἁπάντων, ὡς μηδὲν ἔτι λείπειν, ἀλλἑτοίμην εἶναι τὴν παρασκευὴν ἅπασιν εἰς τὴν νῦν ἡμῖν προκειμένην πραγματείαν. ὅθεν οὐδἀναγινώσκειν ἔτι τὰ μετὰ ταῦτα ῥηθησόμενα συμβουλεύω, πρὶν ἐν ἐκείνοις γυμνάσασθαι· παρακούσας γάρ τις οὕτω πολλῶν θεωρημάτων οὔταὐτὸς ὠφεληθήσεται καὶ μάτην ἐγκαλέσει τοῖς ὀρθῶς λεγομένοις.
§3 Ἐν ἐκείνοις μὲν οὖν ἅπαντα κατὰ μέρος ἐπεξέρχομαι, τά τε νοσήματα καὶ τὰ συμπτώματα καὶ τὰς αἰτίας· ἐνταυθοῖ δὲ δύο ἔτι προσθεὶς ταῦτα, ἀναγκαῖα γινώσκεσθαι τοῖς ἀσκήσουσι τὴν θεραπευτικὴν μέθοδον, ἐπὶ τὸ χρῆσθαι τοῖς εὑρισκομένοις τηνικαῦτα μεταβήσομαι. τίνα δὲ τὰ δύο ταῦτἐστὶν μέλλω λέξειν; ἓν μὲν ὅπῃ διαφέρει νόσημα πάθους· ἕτερον δὲ ὅτι χωρὶς τοῦ γνῶναι τὰ στοιχεῖα τοῦ σώματος, ἐξ ὧν πρῶτον γέγονεν, ἀμήχανον ἐξευρεῖν τὰ νοσήματα. ταῦτοὖν ἐγὼ μὲν πειράσομαι διελθεῖν ἐπιμελέστατα, τοὺς δἀναλεξομένους αὐτὰ παρακαλῶ μὴ πρότερον ἐπαὐτὴν μετιέναι τὴν θεραπευτικὴν μέθοδον, πρὶν ὁπόσα τὰ πάντα ἐστὶ νοσήματα καὶ αὐτοὺς ζητῆσαι κατὰ μόνας, καὶ τοῖς ὑφἡμῶν γεγραμμένοις ἐπιμελῶς ἐντυχεῖν. ὡς οὖν ταῦτα ποιησάντων, ἄρξομαι τοῦ λόγου. τρεῖς ἐδείχθησαν οὖσαι διαθέσεις ἐν τῷ σώματι παρὰ φύσιν, αἰτίων τε καὶ νοσημάτων καὶ συμπτωμάτων· αἰτίων μὲν οἷον τοῦ πλήθους, τῆς διαφθορᾶς· νοσημάτων δὲ οἷον τῆς φλεγμονῆς, τοῦ ἕλκους· συμπτωμάτων δὲ οἷον τῆς ἀχροίας, τῆς ἰσχνότητος. ἔξωθεν δὲ τούτων ἐστὶ τὰ ἀμέτρως ἐκκρινόμενα τοῦ σώματος, παρὰ φύσιν ἐπεχόμενα, καὶ τῶν ἐνεργειῶν αἱ βλάβαι, κοινῇ μὲν ἅπαντα προσαγορευόμενα συμπτώματα, γένος δοὐχ ἓν ἔχοντα· διάθεσις μὲν γάρ τίς ἐστι σώματος ἄχροια· τὸ δὲ ἐκκρινόμενον ἐπεχόμενον ἕπεται μὲν, διάθεσις δοὐκ ἔστιν· οὕτω δὲ καὶ ἐνέργεια βεβλαμμένη τε καὶ ἀβλαβὴς οὖσα διάθεσις μὲν οὐκ ἔστιν, ἕπεται δὲ ἐξ ἀνάγκης τῇ τοῦ μορίου διαθέσει. τὸ μὲν οὖν οἴδημα καὶ φλεγμονὴ τῶν ἁπλῶς ὄντων ἐστὶ, κατὰ ταὐτὰ δὲ καὶ τὸ πλῆθος, εἰ τύχοι, τοῦ αἵματος, τοῦ σώματος ὠχρότης· δἐνέργεια τῶν μὲν ἁπλῶς ὄντων οὐκ ἔστιν, οὐχ ὁμοίως γε τούτοις ὄντων· οὐδένα γὰρ αὐτῆς χρόνον ὑπομένει τὰ μόρια, καθάπερ οὐδὲ τὰ τῆς λέξεως, οὐδὅλως κινήσεως οὐδεμιᾶς, ἀλλἕκαστον τούτων ἐν τῷ γίνεσθαι τὸ εἶναι λαμβάνει. διττοῦ δὄντος γένους κινήσεως, τοῦ μὲν κατὰ τόπον, τοῦ δὲ κατὰ ποιότητα, φορὰ μὲν τὸ πρότερον, ἀλλοίωσις δὲ τὸ δεύτερον ὀνομάζεται. πᾶσα μὲν οὖν ἐνέργεια κίνησίς ἐστι δραστική· πᾶσα δἀλλοίωσις κίνησις παθητικὴ τοῦ ἀλλοιουμένου, πάσχει γάρ τι τὸ ἀλλοιούμενον. αἱ τοίνυν διαθέσεις, ἐπειδὰν ἀλλοιοῦνται, κινοῦνται· παυσάμεναι δὲ τοῦ κινεῖσθαι, ἠλλοίωνται μὲν, ἀλλοιοῦνται δοὐκ ἔτι. πᾶν γὰρ τὸ ὁπωσοῦν ἔχον ἔν τινι πάντως ἐστὶ διαθέσει· τὸ δἐν δυσλύτῳ διαθέσει καθἕξιν  ἤδη διάκειται· ἀλλοιοῦται μὲν μελαινόμενος, ἠλλοίωται δὲ μελανθείς· ὥστεἶναι τὴν ἀλλοίωσιν γένεσιν ποιότητος, διαθέσεως, ὅπως ἂν ἐθέλῃς ὀνομάζειν. οὐ μάχεται δὲ τὸ λέγειν ἀλλαγὴν εἶναι τοῦ προϋπάρχοντος τὴν ἀλλοίωσιν τῷ λέγειν γένεσιν αὐτὴν εἶναι ποιότητος· ἅμα γὰρ ἄμφω συμπίπτει, καὶ πρόσθεν ὑπάρχουσα τῷ σώματι μεταβολὴ, καὶ νῦν ἄλλη γίγνεται. τοῦ γοῦν ἐν ἡλίῳ διατρίψαντος ἀλλοιοῦται μὲν λευκότης, γεννᾶται δὲ μελανότης· καὶ τοῦ παρὰ πυρὶ θαλπομένου μεταβάλλει μὲν ψυχρότης, γίγνεται δὲ θερμότης. ὅταν δὲ τοῦδέ τινος, οὐκ ἔστιν οὐσία, γένεσιν εἶναι λέγωμεν, οὐ ταὐτὸν δηλοῦμεν ἐν τῇ λέξει τῇδε κᾀπειδὰν ἁπλῶς ὀνομάσωμεν γένεσιν· μὲν γὰρ ἁπλῶς ὀνομαζομένη γένεσις ὁδός ἐστιν εἰς οὐσίαν, δὲ τοῦδέ τινος γένεσις, εἰς τὴν ὡς ἂν εἴποι τις ὕπαρξιν ἐκείνου. ἀλλὰ τοῦτο μὲν ἐν παρέργῳ λελέχθω, δὲ ἐν τῷ λόγῳ μάλιστα προὔκειτο, σχεδὸν ἤδη διώρισται, τὸ τὰ μὲν ἐν γενέσει τε καὶ μεταβολῇ καὶ ἀλλοιώσει καὶ ἁπλῶς εἰπεῖν ἐν κινήσει τοῦ εἶναι μεταλαμβάνειν, τῶν δὑπομένειν τὴν οὐσίαν· ὑγεία μὲν οὖν καὶ νόσος, ὅσαι τε συμπτωμάτων αἰτίων εἰσὶ διαθέσεις, ἕξεις, ὑπομενόντων εἰσίν· αἱ δἐνέργειαι πᾶσαι καὶ αἱ καθὁτιοῦν ἀλλοιώσεις ἐν τῷ γίνεσθαι τὸ εἶναι κέκτηνται, καὶ τὸ καθὁτιοῦν κινούμενον σῶμα κατἐκεῖνο πάσχει, καὶ κίνησις αὐτοῦ πάθος ἐστίν. οἱ μὲν οὖν παλαιοὶ καὶ τὰς ἐν τῷ κατὰ φύσιν ἔχειν ἁπάσας κινήσεις, ὅσαι γε μὴ δραστικαὶ, πάθη προσαγορεύουσιν, ὥσπερ οὖν ἐνεργείας τὰς δραστικὰς, οὕτω καὶ αὐτὰς τῶν αἰσθήσεων τὰς ἀλλοιώσεις Πλάτων ὀνομάζει πάθη· τοῖς νεωτέροις δοὐκ οἶδὅπως δόξαν, ἐπὶ τῆς παρὰ φύσιν μόνης κινήσεως κεῖται τοὔνομα. ἰδίως μὲν οὖν τὸ πάθος ἐπὶ πάσης τῆς ἔξωθεν κινήσεως ἐλέγετο παρὰ τῶν παλαιῶν, ἤδη δὲ καταχρώμενοι καὶ τὰς ἐκ πάθους μὲν γεγενημένας τῶν διαθέσεων, οὐκέτι δἐν κινήσει, πάθη προσαγορεύουσιν· οὐ μὴν χρονιώτερόν γε οὐδὲ δυσλυτώτερον διάθεσις τῆς ἕξεως, ὥσπερ οὐδὲ ἀῤῥωστία· ἀλλαἱ τοιαῦται νομοθεσίαι τῶν ὀνομάτων ὑπὸ τῶν νεωτέρων ἐπεισήχθησαν. εἴρηται δὲ ἐπιπλέον ὑπὲρ τῶν ἰατρικῶν ὀνομάτων ἑτέρωθι, καὶ νῦν οὐ τοῦτο πρόκειται σκοπεῖν, ἀλλὅπως ἡμεῖς χρησόμεθα, διελέσθαι μόνον ἀναγκαῖον ἔδοξε σαφηνείας ἕνεκα. τὴν γὰρ ἐναντίαν ὑγείᾳ διάθεσιν, ὑφἧς ἐνέργειαν λέγομεν βλάπτεσθαι, νόσημα μόνον προσαγορεύομεν, εἴτε πολυχρόνιος, εἴτε ὀλιγοχρόνιος, εἴτἐν ἀκαρεῖ χρόνῳ γίγνοιτο· τὰς δἄλλας ἁπάσας τὰς προηγουμένας τούτων ἐν αἰτίας λόγῳ διαθέσεις παρὰ φύσιν, αὐτὸ τοῦτο μόνον, αἰτίας, οὐ πάθη· τὰ δἑπόμενα ταύταις, ὅσα μὲν ἐνεργειῶν εἰσι βλάβαι, συμπτώματά τε καὶ πάθη, κατὰ ταὐτὰ δὲ καὶ τὰς ἀμέτρους ἐκκρίσεις ἐπισχέσεις· ὅσαι δὲ διαθέσεις, ὥσπερ καὶ ἄχροια, πρὸς τῷ τοῦ πάθους τε καὶ τοῦ συμπτώματος ὀνόματι διαθέσεις ὀνομάζομεν, ὥσπερ οὖν καί εἰσι. κοινὸν μὲν δὴ τούτων ἁπάντων τὸ παρὰ φύσιν καὶ τῶν αἰτίων καὶ τῶν νοσημάτων καὶ τῶν συμπτωμάτων· ἴδιον δὲ τῶν μὲν νοσημάτων τὸ βλάπτειν ἐνέργειαν, τῶν δὲ συμπτωμάτων τὸ τούτοις ἕπεσθαι, τῶν δὲ αἰτίων τὸ προηγεῖσθαι. οὔτοὖν ὅστις κίνησιν εἶπε παρὰ φύσιν εἶναι τὴν νόσον οἶδεν λέγει, καθάπερ ἐν τῷ πρὸ τούτου λόγῳ διήλθομεν ἐνίους τῶν μεθοδικῶν οὕτως ἀφορίσασθαι προσθέντας ἐκ περιττοῦ τὸ ἐπίμονον· οὐδὅστις τροπὴν ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν, οὐδὲν γὰρ μᾶλλον αἰτίας, νοσήματος, συμπτώματος λόγος· ἅπαντα γὰρ ταῦτα διαθέσεις εἰσὶ παρὰ φύσιν, ἀλλεἰ μὲν ὀλιγοχρόνια, δῆλον ὡς ὀξέα, εἰ δὲ δύσλυτα, χρόνια. διοίσει δοὐδὲν νόσον, νόσημα λέγειν, ὥσπερ οὐδὲ πάθος, πάθημα· καὶ μὲν δὴ καὶ ὅτι τὸ πάθους ὄνομα καὶ κατὰ τοῦ νοσήματος ἐπιφέρουσιν οἱ παλαιοὶ, καθάπερ καὶ τὴν ἀῤῥωστίαν καὶ τὴν ἀσθένειαν, ἐπιδέδεικται καὶ τοῦτἐν τοῖς περὶ τῶν ἰατρικῶν ὀνομάτων, καὶ ὡς οὐδὲν διαφέρει λέγειν ἀῤῥωστίαν ἀῤῥώστημα· καὶ μέν γε καὶ ὡς τοὺς νοσοῦντας αὐτοὺς οὐ νοσοῦντας μόνον, ἀλλὰ καὶ ἀῤῥωστοῦντας καὶ ἀσθενοῦντας καὶ κάμνοντας ὀνομάζουσιν, ἐπιδέδεικται δὲ καὶ τοῦτο διἐκείνων τῶν ὑπομνημάτων. λοιπὸν δἂν εἴη νῦν, οὗπερ ἕνεκα ταῦτεἴρηται πάντα, προσθέντας ἐπί τι τῶν ἑξῆς ἤδη μετιέναι. τί δὲ τοῦτἔστιν; οὐκ ἄλλο τοῦ πολλάκις ἤδη καὶ πρόσθεν εἰνημένου, τοῦ πρῶτόν τε καὶ μάλιστα τοῦτο σπουδάζειν τοὺς ἰατροὺς, καὶ τοῦτο σχεδὸν αὐτῶν ἔργον ὑπάρχειν ἴδιον, ἐκκόπτειν τὰς νόσους· εὐθὺς γὰρ ἅμα τούτῳ καὶ βλάβη τῆς ἐνεργείας οἴχεται, καὶ τἄλλα συμπτώματα πάντα συναναιρεῖται. χρῄζουσι μὲν γὰρ πάντες οἱ ἄνθρωποι πρώτης καὶ μάλιστα τῆς κατὰ φύσιν ἐνεργείας, διἐκείνην δὲ καὶ τῆς ὑγείας· καὶ ἀποθέσθαι γε βούλονται τὴν βλάβην τῆς ἐνεργείας, καὶ διὰ τοῦτο καὶ τὴν νόσον· οὐ μὴν τῇ γε βλάβῃ τῆς ἐνεργείας, ἀλλὰ τῇ νόσῳ προσφέρουσι τὰ βοηθήματα, τουτέστι τῇ παρὰ φύσιν διαθέσει τῇ βλαπτούσῃ τὴν ἐνέργειαν. ὅστις οὖν οὐκ οἶδεν αὐτῶν τῶν κατὰ φύσιν ὑπαρχόντων τοῖς μορίοις τά τἄλλως συμβεβηκότα καὶ τὰ τῆς ἐνεργείας αἴτια διορίσαι, πῶς τοῦτον εἰκὸς ἐξευρεῖν τὴν διάθεσιν ὑφἧς πρώτως ἐνέργεια βλάπτεται; τὰ μὲν γὰρ ἄλλως συμβεβηκότα τοῖς σώμασι, κᾂν μυριάκις ἀλλοιωθείη, βλάπτειν τὴν ἐνέργειαν οὐ δύνανται, ἕως ἂν ὑφὧν ἐγίγνετο κατὰ φύσιν ἔχῃ πάντα· τούτων δεἴπερ τι κᾂν ἓν ἀλλοιωθῇ, βλαβῆναι τὴν ἐνέργειαν εὐθὺς  ἀναγκαῖον εἰς τοσοῦτον εἰς ὅσον περ καὶ ὠφελεῖται κατὰ φύσιν ἔχοντος.
§4–5
§4 Ἐμοὶ μὲν οὖν εἴρηται τὸ πᾶν, καὶ δέδεικται σαφῶς ἤδη τοῖς γε δυναμένοις ἕπεσθαι λόγοις ἀληθέσιν, ὡς οὐκ ἐγχωρεῖ ὁπόσα τὰ πάντἐστὶ νοσήματα, μεθόδῳ περιλαβεῖν, εἰ μή τις εἰδείη ὁπόσα τὰ πάντἐστὶν ὑπάρχοντα κατὰ φύσιν ἔχοντι τῷ σώματι τῆς ἐνεργείας αἴτια· μανθάνειν δοὔπω δυνατόν ἐστι τῶν εἰρημένων οὐδὲν, ὅσοι σκαιότεροί τέ εἰσι καὶ ἀργοὶ τὴν διάνοιαν, τοῖς τῆς μεθοδικῆς αἱρέσεως λήροις ἐνετράφησαν. αὖθις οὖν κᾀκείνοις, καθόλου νῦν εἴρηται τοῖς συνετοῖς, ἐπέλθωμεν κατὰ μέρος, ἕν τι καὶ δεύτερον οἷον παραδείγματα τῷ λόγῳ προχειρισάμενοι. διὰ τί γὰρ γλῶττα τῶν χυμῶν αἰσθάνεται, τῶν δἄλλων μορίων οὐδέν; ἆρά γε διὰ χρόαν, διὰ τὴν θέσιν, διὰ τὸ μέγεθος, διὰ τὸ σχῆμα; πασχούσης γὰρ αὐτῆς, οἶμαι, καὶ μηκέταἰσθανομένης τῶν χυμῶν ἤτοι τὴν χρόαν ἐπανάξομεν εἰς τὸ κατὰ φύσιν, εἰ κατὰ ταύτην εἶχε τὴν ἐνέργειαν, τῶν ἄλλων ἕκαστον τῶν εἰρημένων, εἰ κατἐκεῖνο· κᾂν εἰ κατἄλλο δέ τι παρὰ ταῦτα, δῆλον ὡς κατἐκεῖνο μόνον, εἴπερ ἂν αὐτὴν ἐπανάγοιμεν εἰς τὸ κατὰ φύσιν, οὐδὲν τῶν ἄλλων ἔτι δεησόμεθα. φέρε γὰρ ὅτι πυκνὴ τοῖς πόροις ἐστὶν εἰς τοσόνδε, διὰ ταῦταὐτὴν αἰσθάνεσθαι τῶν χυμῶν· ἆροὐ τὴν ἐκείνων συμμετρίαν μὲν, ὁπόθὑγιαίνουσι, φυλάξομεν, τὴν ἀμετρίαν δαὖθις ὁπότε νοσοῦσιν, ἐπανορθωσόμεθα; φέρε δεἰ οὕτως ἔτυχε, διότι συμμέτρως ἔχει θερμότητος, αἰσθητικὴν εἶναι τὴν γλῶτταν τῶν χυμῶν· ἆροὐ κᾀνταῦθα πρόδηλον ὡς τῶν ἄλλων ἁπάντων ἀμελήσαντες, ἐκεῖνο φυλάξομεν αὐτῆς μόνον, ἀφοὗ τὴν ἐνέργειαν ἐκέκτητο; φέρε δεἰ ξηρότητός τε καὶ ὑγρότητος ὧδέ πως ἔχουσα, διὰ τοῦταἰσθάνοιτο, τίς οὐκ ἂν ἁπάντων τῶν ἄλλων ἀμελῶν εἰς τοῦτἀποβλέψει μόνον αὐτῆς, ὅπως μήθὑγροτέρα τοῦ δέοντος ἔσται μήτε ξηροτέρα, τίς δοὐκ ἂν εἴπερ τοῦτἐστιν ἀληθὲς, ἐξ ἑτοίμου συνελογίσατο δύο εἶναι τὰ πάντα τῆς γλώσσης νοσήματα, τὸ μὲν ὑγρὸν, τὸ δὲ ξηρόν; ὥσπερ αὖ καὶ εἰ θερμότητι καὶ ψυχρότητι συμμέτρῳ τὴν αἴσθησιν ἔχοι, τίς οὐκ ἂν κᾀνταῦθα δύο εἶναι τὰ νοσήματα αὐτῆς ἐνόησεν, ἀμετρίαν θερμότητός τε καὶ ψύξεως; ὥσπερ εἰ καὶ τῇ τῶν πόρων συμμετρίᾳ τὴν αἴσθησιν ἐκέκτητο, πρόχειρον ἦν δήπου κᾀνταῦθα λογίσασθαι πάντως ὑπὸ τῆς ἀμετρίας αὐτὴν βλαβήσεσθαι, διττὴν δὲ ταύτην ἔσεσθαι, πύκνωσίν τε καὶ μάνωσιν τῶν πόρων. ἆροὖν ἔτι λέγω πολλὰ τοὺς ἀναισθήτους ἐπάγων, εἰ καὶ μηδἄλλο, τοῦτο γοῦν ἐννοῆσαι, τὸ μὴ δύνασθαί τι μήθεὑρεῖν μήτἀποδεῖξαι τὸ πλῆθος τῶν νοσημάτων, ἄνευ τοῦ γνῶναι, τίνα μὲν τῶν ὑπαρχόντων τοῖς μορίοις αἴτια τῆς ἐνεργείας ἐστὶ, τίνα δἄλλως τούτοις συμβέβηκεν; καὶ δεύτερόν τι καὶ τρίτον ἔτι παράδειγμα προχειρίσομαι; πολλάκις γὰρ ὑπὸ τοῦ πλήθους αὐτῶν τιτρώσκονται τῶν ἀνοήτων αἱ ψυχαί. φέρε τοίνυν αὖθις ὡδί πως αὐτοὺς ἐρωτήσωμεν. ἆραἰσθάνεται τὸ σῶμα θερμῶν καὶ ψυχρῶν, καὶ σκληρῶν καὶ μαλακῶν, καὶ λείων καὶ τραχέων, καὶ ἁπλῶς ἁπάντων τῶν ἁπτῶν, ὅτι λευκὸν τὴν χρόαν ἐστὶν, ὅτι μέλαν, ὅτι πυῤῥὸν, ἁπλῶς εἰπεῖν ὅτι τοιόνδε τὴν χρόαν· κατοὐδὲν μὲν τούτων, διἄλλο δέ τι; πρόδηλον γὰρ οἶμαι παντὶ, τὸ φυλάττειν αὐτῷ χρῆναι μόνον ἐκεῖνο μέλλοντί γε αἰσθήσεσθαι καλῶς, ἐξ οὗπερ ἐκέκτητο μόνου τὸ καλῶς αἰσθάνεσθαι. εἰ μὲν γὰρ ἐκ τοὐ λευκὸν εἶναι τοῦτἐκέκτητο, περὶ παντὸς ἐχρῆν ποιεῖσθαι καὶ φυλάττειν τοῦτο καὶ φεύγειν τὸ μέλαν· εἰ δἔμπαλιν ἐκ τοῦ μέλαν ὑπάρχειν ἦν αἰσθητικὸν, ἀποδιδράσκειν ἐχρῆν, οἶμαι, καὶ δεδιέναι τὰς ἄλλας ἁπάσας χρόας· οὕτω δὲ καὶ εἰ διότι ξανθὸν πυῤῥόν ἐστι, διὰ τοῦταἰσθάνοιτο, φευκτέον ἐστὶν, οἶμαι, τὰς ἄλλας ἁπάσας χρόας, ὡς ἀναισθησίας δυσαισθησίας ἀπεργαστικάς. καὶ μὲν δὴ καὶ εἰ τῷ σκληρὸν εἶναι τὴν αἴσθησιν εἶχε, τῷ μαλακὸν γενέσθαι βλαβήσεται· καὶ εἰ τῷ πυκνὸν εἶναι, τῷ μανὸν ἀπεργασθῆναι· καὶ εἰ συμμετρίᾳ πόρων ᾐσθάνετο, πρὸς τῆς ἀμετρίας δήπου βλαβήσεται· καὶ καθόλου τοῦταὐτὸ μόνον ὑπάρχειν χρὴ πρὸς τὴν αἴσθησιν, ἀφοὗ τὴν αἴσθησιν εἶχε, καὶ τοῦτἐπανορθοῦσθαι μόνον, ἐπειδὰν ἐξίσταται τῆς φύσεως, ὑφοὗ τὴν αἴσθησιν βλάπτεται. ἆροὖν δεήσει τρίτου παραδείγματος, καὶ ταῦθἱκανά; τοῖς μὲν συνετοῖς, οἶμαι, καὶ ταῦτἐστὶ περιττὰ, τὸ καθόλου συνιέναι δυναμένοις ἄνευ τῶν παραδειγμάτων ἀμαθέσι δὲ καὶ σκαιοῖς καὶ φιλονείκοις, ἴσως οὐδεἰ τρίτον προστεθείη παράδειγμα, πλέον οὐδέν. ἀλλὅμως ἐπειδή περ εἴρηται δύο, καὶ κατατρίβουσιν ἀεὶ μάτην ἡμῶν τὸν χρόνον, εἴη ἂν καὶ νῦν οὐκ ἀπεικὸς ἓν αὐτοῖς ἔτι προσθεῖναι παράδειγμα. καὶ δὴ καὶ προβεβλήσθω μὲν ὅπως ἀπεπτοῦσαν ἐπανορθωσόμεθα γαστέρα· τὸν δὲ λόγον οὐ πρὸς τοὺς μεθοδικοὺς ἔτι μόνους, ἀλλἤδη καὶ πρὸς ἐκείνους ποιησόμεθα τῶν λογικῶν οἳ νομίζουσι μεθόδῳ τινὶ δύνασθαι καὶ λόγῳ τὴν τέχνην συστήσασθαι χωρὶς τοῦ γνῶναι τὴν πρώτην αἰτίαν τῆς ἐνεργείας, ἣν δὴ καὶ προσεχῆ καλεῖν εἰώθασιν. ἔστω δή τινα λέγειν, ἀπὸ γὰρ τῶν πρόχειρον ἐχόντων τὴν ἀτοπίαν ἄρξασθαι βέλτιον, ἵνἐπαγάγωμεν αὐτοὺς, εἰ οἷόν τε, κατὰ βραχὺ πρὸς τὸ καὶ τῶν ἀμυδροτέρων αἰσθάνεσθαι· λέγειν οὖν ὑποκείσθω τινὰ διότι πολλαῖς ἐφεξῆς ἡμέραις ὅδε τις ἄνθρωπος νῦν ἀπεπτῶν, ἐπὶ γάλακτος μόνου διαιτηθεὶς, ἠλλοίωσε τὸ τῆς γαστρὸς χρῶμα, καὶ λευκὸν ἐποίησεν ἀντἐρυθροῦ, διὰ τοῦταὐτῷ βεβλάφθαι τὴν ἐνέργειαν· οἶμαί σε γελᾷν ἤδη, καὶ δικαίως γελᾷν· ἀλλεἴπερ  εἰδείης, ὡς ἴσον ἐστὶ καὶ τούτῳ περὶ χρωμάτων εἰπεῖν ὁτιοῦν ἄνευ τοῦ προσθεῖναι τὴν ἀπόδειξιν καὶ σοὶ περὶ τῆς τῶν πόρων, εἰ οὕτως ἔτυχε, συμμετρίας, ἄλλης ἡστινοσοῦν διαθέσεως, οὐκ οἶμαί σε γελάσειν εὐλόγως· γὰρ κᾀπὶ σαυτῷ τὸν γέλωτα κίνησον, μηδἐφἑτέρῳ. ἔστω γὰρ ἰταμὸν εἶναι τὸν τὸ χρῶμα τῆς γαστρὸς αἰτιώμενον τοῦ μὴ πέττειν καλῶς καὶ φάσκειν ὡς ἐπειδὴ κατὰ φύσιν ἔχουσα, τὴν χρόαν ἐνερευθής ἐστι, νῦν δἀπειργάσθη λευκὴ ἀκριβῶς, διὰ τοῦτἀπεπτήσειν ἐξ ἀνάγκης αὐτὴν, ἡδέως ἂν ἀκούσαιμί σου τὴν πρὸς τοῦτον ἀντιλογίαν· ἐγὼ μὲν γὰρ οὐδἐπινοῆσαι δύναμαι τρόπον ἕτερον αὐτῆς, ἄνευ τοῦ κελεῦσαι τῷ ταῦτεἰπόντι δεῖξαι πρότερον, εἰ διὰ τὴν χρόαν ὅλως ἐνεργεῖ κατὰ φύσιν γαστήρ· σὺ δὲ εἴπερ ἔχεις, ἡδέως ἂν ἀκούσαιμί σου. ἀλλοὔτε ἔχεις οὔθἕξεις εἰπεῖν ἕτερόν τινα τρόπον ἀντιλογίας πρὸς τὸν τὴν χροιὰν αἰτιώμενον τῆς ἀπεψίας ἀλλ τὴν πρόκλησιν τοῦ δεῖξαι πῶς ἐκ τοῦ κατὰ φύσιν χρώματος γαστὴρ εἶχε τὸ πέττειν. εἶτἐκεῖνος μὲν οὐ πιστευθήσεται τὴν χρόαν αἰτιώμενος τῆς ἀπεψίας, πρὶν δεῖξαι κατὰ τοῦτἐνεργοῦσαν αὐτὴν, σὺ δἤτοι τὴν ἀμετρίαν λέγων τῶν πόρων ὁτιοῦν ἄλλο πιστευθήσῃ πρὸ τοῦ δεῖξαι πῶς ἐνεργεῖ κατὰ τὴν ἐν ἐκείνῳ τῷ γένει συμμετρίαν; ἀλλοὐδὲ τοῦτο λέγω, φησὶν, οὐδἄλλο τι τὸ προσεχὲς τῆς πέψεως αἴτιον, ἀλλὅλως ἀγνοεῖν ὁμολογῶ. καὶ μὴν εἰ τῷ μὲν τὴν χρόαν αἰτιωμένῳ τῆς ἐνεργείας ἀναγκαῖόν ἐστι καὶ τῆς βλάβης αἰτιᾶσθαι, τῷ δὲ τὴν συμμετρίαν τῶν πόρων, καὶ τούτῳ τὴν ἀμετρίαν τῶν αὐτῶν τούτων πόρων· καὶ τῷ τὴν εὐκρασίαν τῶν τεττάρων ποιοτήτων, θερμότητος καὶ ψυχρότητος καὶ ὑγρότητος καὶ ξηρότητος, καὶ τούτῳ τὴν δυσκρασίαν τῶν αὐτῶν· ἀναγκαῖον ἔσται καὶ σοὶ τὸ κατὰ φύσιν ὑποθεμένῳ πρότερον, οὕτως ἐξευρεῖν τὸ παρὰ φύσιν, εἰ δὲ μὴ γινώσκεις τὸ κατὰ φύσιν, οὐδὲ τὸ παρὰ φύσιν οἶσθα· καὶ γὰρ δὴ καὶ ὑμῶν αὐτῶν ἀκούω λεγόντων πρὸς τοὺς ἐμπειρικοὺς ἰατροὺς ὡς οὐκ ἐνδέχεται γνῶναι τὸ παρὰ φύσιν, εἰ μὴ πρότερον εἰδείη τις τὸ κατὰ φύσιν. ἀλλὰ γιγνώσκω, φησὶ, τὸ κατὰ φύσιν· ἆρά γε σύμπαν, μέρος αὐτοῦ τι; καὶ τουτὶ τὸ μέρος γινώσκεις ἆρά γε τὸ τῆς ἐνεργείας ἐστὶν αἴτιον, ἄλλως ὑπάρχει τῇ γαστρί; τί γὰρ δὴ καὶ γινώσκεις; αὐτῆς θέσιν δηλαδὴ καὶ μέγεθος καὶ πλοκὴν καὶ διάπλασιν· ἀλλοὐδὲν τούτων ἐστὶ τῆς ἐνεργείας αἴτιον. ἀλλοὐδὲ ἀγνοεῖταί τι τούτων τοῖς ἐμπειρικοῖς, ὁμολογοῦσί τε γὰρ χρῆσθαι τῇ κατὰ περίπτωσιν ἀνατομῇ καὶ ταῦτἐξ ἐκείνης μανθάνειν, οὐ μὴν ἐνεργείας τε καὶ χρείας μορίων. ἀλλοἶδα, φησὶ, καὶ τὴν ἐνέργειαν· ἔστι γὰρ περιστολὴ καὶ τρίψις. ἀλλεἰ μὴ τὴν αἰτίαν εἰδείης αὐτῆς, οὐκ εἴσῃ τὴν νόσον· εἰ γὰρ εὐκρασία τῶν τεττάρων ποιοτήτων αἰτία τῆς ἐνεργείας ἐστὶν, δυσκρασία πάντως τῆς βλάβης αἰτία ἔσται· σὺ δοἴει φλεγμονὴν καὶ σκίῤῥον, οἴδημά τε καὶ ἀπόστημα, καὶ τἄλλα ὅσα τοῖς ὀφθαλμοῖς ἰδεῖν ἔστι, μόνα τῆς γαστρὸς εἶναι παθήματα· καίτοι γοὐδὲ ταῦτα τοῖς ἐμπειρικοῖς ὁμοίως ὀφθαλμοῖς μόνοις καὶ χερσὶ καὶ ταῖς ἄλλαις αἰσθήσεσι καταμανθάνεις, ἀλλἐπὶ τὴν οὐσίαν αὐτῶν ἀνέρχεσθαι πειρᾷ, καὶ ταύτην ἐξευρίσκειν ἀκριβῶς, οὐκ ἀρκούμενος τοῖς φαινομένοις αἰσθήσει συμπτώμασιν, τοῖς ἐμπειρικοῖς ὁρίζει τε καὶ περιγράφει τὴν συνδρομήν· οὕτω γὰρ ἀξιοῦσιν ὀνομάζειν αὐτοὶ τὸ τῶν συμπτωμάτων ἄθροισμα τῶν ὑπαρχόντων τῷ πεπονθότι τόπῳ. καὶ τὴν ἔνδειξίν γε τῆς θεραπείας οὐκ ἐκ τῶν φαινομένων λαμβάνεις συμπτωμάτων· οὐδὲ γὰρ εἰ παρὰ φύσιν ὄγκος, οὐδεἰ ἀντίτυπος, οὐδεἰ ὀδυνηρὸς, οὐδεἰ ἐρυθρὸς, ἀλλεἰ σφήνωσις ἐν τοῖς πέρασι τῶν ἀρτηριῶν ἐπὶ παρεμπτώσει σκοπεῖς καὶ τὴν θεραπείαν, ὡς αὐτὸς ἔφης, πρὸς τοῦτἀναφέρων ἐξευρίσκεις. γὰρ οὐχ οὗτος Ἐρασιστράτου τρόπος τῆς διδασκαλίας ἐν τοῖς περὶ πυρετῶν, ὥσπερ αὖ Διοκλέους μὲν ἕτερος, Πραξαγόρου δἄλλος, Ἀσκληπιάδου δἄλλος; ὥστοὐκ ἀπὸ τῶν περὶ τὸ φλεγμαῖνον μέρος φαινομένων συμπτωμάτων ἔνδειξις αὐτοῖς γίγνεται τῶν βοηθημάτων, ἀλλἀπὸ τῆς οὐσίας αὐτῆς· οὐ γὰρ εἰ παρὰ φύσιν ὄγκος, οὐδεἰ ἀντίτυπος, οὐδεἰ πόνος σφυγμώδης, ἀλλεἰ παρέμπτωσίς τε καὶ σφήνωσις ἐν τοῖς ἐσχάτοις τῶν ἀρτηριῶν, ἔμφραξις ἐν τοῖς πέρασι τῶν φλεβῶν, σῆψίς τις τῶν χυμῶν, λόγῳ θεωρητῶν ὄγκων ἔντασις, ἐν λόγῳ θεωρητοῖς ἀραιώμασιν ἐπισκοποῦνται. ὥστε ἕκαστος τούτων ἀπὸ τῶν τῆς διαθέσεως τοῦ φλεγμαίνοντος μέρους, οὐκ ἀπὸ τῶν ἑπομένων αὐτῇ συμπτωμάτων ἔνδειξιν τῶν βοηθημάτων λαμβάνει. κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον καὶ ὅστις αἰτιᾶται τὸ θερμὸν καὶ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν· ἀλλοὗτος μὲν εἰ καὶ χωρὶς φλεγμονῆς, ἕλκους, ἀποστήματος, τινος ἑτέρου τοιούτου, μόνῳ τῷ ψυχρὰ γεγονέναι μὴ πέπτοι καλῶς γαστὴρ, εὐπορεῖ τῶν βοηθημάτων· οἱ δὲ τὰς φλεγμονὰς καὶ τοὺς σκίῤῥους καὶ τἄλλα ὅσα τοῖς ὀφθαλμοῖς ἔστι θεάσασθαι μόνα νομίζοντες εἶναι νοσήματα, γελοίως πάνυ τὰς χωρὶς τούτων ἀπεψίας ἀτονίᾳ τῆς κοιλίας γίγνεσθαί φασιν, ὥσπερ διάθεσίν τινα λέγοντες τὴν ἀτονίαν ἰδίαν ἐξαίρετον, ἀλλοὐχ ὥσπερ καὶ τοῖς ἐκπυϊσκομένοις τε καὶ σκιῤῥουμένοις καὶ φλεγμαίνουσι καὶ ἄλλως ὁπωσοῦν πεπονθόσιν ὑπάρχειν. πάντα γὰρ ταῦτα τὰ πάθη, κᾂν ἐν γαστρὶ κᾂν ἐν ἥπατι κᾂν ἐν θώρακι κᾂν ἐν ὁτῳδήποτε γένηται, παραχρῆμα τὸ μέρος ἀτονώτερον ἐργάζεται περὶ τὴν ἰδίαν ἐνέργειαν· ἀλλοὐ τοῦτἄρἦν αὔταρκες αὐτοῖς εἰς τὴν τῶν βοηθημάτων ἔνδειξιν, μάτην ζητοῦσι τὰς διαθέσεις,  ἀλλἐπαὐτὴν ἀνέρχονται τὴν οὐσίαν τοῦ νοσήματος, ὡς οὐκ ἐνὸν ἄλλως εὐπορῆσαι τῆς προσηκούσης ἰάσεως. οὔκουν ἔτι τὸν ἔλεγχον ἐξ ἡμῶν ἀναμένουσιν, ἀλλαὐτοὶ σφᾶς αὐτοὺς ἐξελέγχουσιν οἱ τὴν ἀτονίαν εἶναι λέγοντες τὸ πάθος, ἐν οἷς οὐδὲν ὧν ἐκεῖνοι παθῶν ὡρίσαντο πεπονθυίας τῆς γαστρὸς ἀπεπτεῖ τὸ ζῶον. οὔτε γὰρ ἴδιον, ἀλλὰ κοινὸν ἁπάντων λέγουσι, καὶ τὴν θεραπείαν οὐδὲ καταὐτοὺς ἐκείνους δυνάμενον ἐνδείξασθαι εὐλόγως. ὄνομα γάρ ἐστι ψιλὸν τὸ ῥωννύναι τὴν ἀτονίαν, καὶ οἷον σκοπὸς μᾶλλον, οὐ θεραπεία. τί γὰρ χρὴ ποιοῦντας ῥώμην ἐντιθέναι τοῖς ἀῤῥωστροῖσι περὶ τὴν ἐνέργειαν οὐ λέγουσιν. ἐν τούτῳ δἦν θεραπεία. καὶ χωρὶς τοῦ τὴν διάθεσιν εὑρεθῆναι τῆς γαστρὸς εὐπορῆσαι βοηθημάτων ἀδύνατον· εἰ μὲν γὰρ ἔψυκται, θερμαντέον, εἰ δὕγρανται, ξηραντέον· ὡσαύτως δὲ καὶ εἰ μὲν ἀμέτρως τεθέρμανται, ψυκτέον, εἰ δἐξήρανται, ὑγραντέον. οὗτοι μὲν ἁπλοῖ τρόποι τῆς ἰάσεως τέτταρες. ἕτεροι δὲ τέτταρες σύνθετοι, εἰ μὲν ψυχροτέρα καὶ ξηροτέρα τὴν κρᾶσιν γαστὴρ ἐγένετο, θερμαντέον τἐστὶ καὶ ὑγραντέον αὐτήν· εἰ δὲ ὑγροτέρα καὶ θερμοτέρα, ξηραντέον τέ ἐστι καὶ ψυκτέον· οὕτω δὲ καὶ εἰ μὲν θερμοτέρα τε καὶ ξηροτέρα, ψυκτέον τε καὶ ὑγραντέον, εἰ δὑγροτέρα τε καὶ ψυχροτέρα, ξηραντέον τε καὶ θερμαντέον· ὥστε καὶ αἱ διαθέσεις ὀκτὼ τῆς γαστρὸς, αὐτῆς, ὡς ἐκεῖνοι λέγουσιν, ἀτονίας αἰτίαι, καὶ οἱ τρόποι τῆς ἰάσεως ὀκτώ.
§5 Καὶ οὐκ ἐγχωρεῖ λέγειν οὐδενὶ τῶν δογματιζόντων ὁμοίως τοῖς ἐμπειρικοῖς ὡς οὐδὲν δέοιντο γιγνώσκειν, εἴθὑπάρχουσιν, εἴτε μή· τελέως γὰρ ἀνατρέψουσι τὴν λογικὴν αἵρεσιν, ὁμολογήσαντες εὐπορεῖν μὲν τῆς θεραπείας, ἀγνοεῖν δὲ τὴν διάθεσιν· ἐκ πείρας γὰρ δήπου πάντες εὐπορήσουσι τῆς ἰάσεως, εἴπερ μὴ ἐκ τῆς τοῦ πράγματος αὐτοῦ φύσεως ἔνδειξιν ἔλαβον. οἱ μὲν οὖν ἐμπειρικοὶ καὶ τῷ μὴ δύνασθαι νομίζειν εὑρεθῆναί τι τῶν ἀδήλων, καὶ τῷ μὴ δεῖσθαι, κᾂν εὑρεθῇ, τετηρῆσθαι γὰρ αὐτοῖς τὰς θεραπείας ἐπὶ ταῖς φαινομέναις συνδρομαῖς, εὐλόγος οὔτε γιγνώσκειν φασὶν εἰ ὀκτὼ διαθέσεις εἰσὶ καθἃς γαστὴρ ἀτονεῖ, καὶ χωρὶς τῆς τοιαύτης περιεργίας εὐπορεῖν τῶν ἰαμάτων· οἱ δὲ καὶ τὸν λόγον ὁμολογοῦντες ἔχειν, καὶ περὶ τῶν ἀδήλων διασκέπτονται, καὶ τὴν εὕρεσιν αὐτῶν ἔνδειξιν ἰαμάτων παρέχεσθαι φάσκοντες, οὐκ οἶδὅπως οὐκ αἰδοῦνται λέγοντες μὴ γινώσκειν εἰ ὑπάρχουσιν αἱ ὀκτὼ διαθέσεις, μὴ δεῖσθαι πρὸς τὰς ἰάσεις αὐτῶν. οὐ γὰρ τοῦτἀπόχρη μόνον εἰπεῖν, ὡς οὐκ ἴσασιν, ἀλλἐξελέγξαι προσήκει τοὺς εἰδέναι φάσκοντας, ὡς οὐκ ἀληθεύουσιν· ἄχρι δἂν μήταὐτοὶ τοῦτο ποιῶσιν, ἕτεροί τε πολλὰς ἀποδείξεις λέγωσι τοῦ πᾶν σῶμα διὰ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ἐνεργεῖν, εὐλογώτερον ἐκείνοις πιστεύειν, εἰ μή τι ἄρα προφάσεις ψιλὰς λέγοντες ἀξιώσουσι πιστότεροι τῶν τὰς ἀποδείξεις λεγόντων εἶναι. καὶ μὴν ἐκεῖνοι μὲν εἰ καὶ μηδὲν ἄλλο, πείθειν γοῦν καὶ διδάσκειν τοὺς ἀκροατὰς, οὐ βιάζεσθαι καὶ προστάττειν ἐπιχειροῦσιν· οὗτοι δαὖ τοὐναντίον ὡς τύραννοι κελεύουσι μὴ ζητεῖν τῆς ἐνεργείας τὴν αἰτίαν. ἀλλἡμεῖς μὲν καὶ Διονύσιον καὶ Φάλαριν καὶ τοὺς ἄλλους τυράννους διὰ τοῦτο μισοῦμεν, ὅτι κελεύουσι καὶ προστάττουσιν, οὐ πείθουσι καὶ διδάσκουσιν, ὡς Σόλων καὶ Δράκων καὶ Λυκοῦργος. ἀλλἐγὼ, φησὶ, ἐν τοῖς ὅροις μένω τῆς τέχνης, ὑμεῖς δὲ ἀποχωρεῖτε, καὶ πρὸς τὰς ἄλλας ἀρχὰς ἡμᾶς ἀνάγειν ἐπιχειρεῖτε τῆς φυσικῆς θεωρίας. εἶτα οὐκ ἀποδείξεις, γενναιότατε, κᾂν αὐτὸ τοῦτο, τίνες εἰσὶν οἱ ὅροι τῆς ἰατρικῆς θεωρίας καὶ τίνα χρὴ γινώσκειν τὸν μέλλοντα λόγῳ ποιήσασθαι τὴν εὕρεσιν τῶν βοηθημάτων, ἀλλὰ μορμολυξάμενος οἴει καταπλήξειν ἡμᾶς; ἀκούω καὶ σοῦ λέγοντος ὡς οὐ χρὴ σκοπεῖσθαι τῆς ἐνεργείας τὴν αἰτίαν· ἀκούω δὲ καὶ τῶν ἐμπειρικῶν ὡς οὐδὲ τὰς ἐνεργείας αὐτὰς ἐπισκέπτεσθαι προσῆκεν· ἀκούω δὲ καὶ τοῦ λέγοντος ὡς οὐ μόνον ἐπισκεπτέον εἶναι δεῖ αὐτὰς, ἀλλὰ καὶ τὰς αἰτίας ὑφὧν γίγνονται ζητητέον. ἆροὖν κελεύεις με γίνεσθαι τῶν ἀδίκων κριτῶν, οἳ μὴ περιμείναντες ἁπάντων ἀκοῦσαι τῶν ἀμφισβητούντων ἀλλήλοις, ἑνὶ φέροντες ἔδοσαν τὴν ψῆφον; πρῶτον μὲν ἀκοῦσαι τοὺς λόγους ὑμῶν ἑκάστου καταμόνας, εἶτἀλλήλοις παραβαλεῖν καὶ διασκέψασθαι τίς ἑαυτῷ τε καὶ τοῖς φαινομένοις ὁμολογεῖ καὶ τίς οὔτε τοῖς φαινομένοις οὔθἑαυτῷ; καὶ μὴν εἰ τοῦτο ποιήσαιμι, τῶν μὲν ἐμπειρικῶν ἀκούσαιμι κᾂν παραμυθεῖσθαι γοῦν πειρωμένων λέγουσιν, εἰ καὶ μὴ βεβαίως ἀποδεικνύουσιν· ὑμῶν δοὐδὲ τοῦτο. τίς γὰρ παραμυθίαν ὑμῶν, ἀπόδειξιν εἰπεῖν ἐπεχείρησεν ἡδέως ἂν ἀκούσαιμι, διἣν οὐ χρὴ ζητεῖν τῆς ἐνεργείας τὴν αἰτίαν; μὲν γὰρ ἔμπροσθεν ὑπἐμοῦ ῥηθεῖσα μέθοδος ἀπέδειξεν ὡς δεῖ ζητεῖν· ὑμεῖς δοὔτἀπόδειξιν οὐδεμίαν οὔτε λόγον οὐδένα πιθανὸν ἐπεχειρήσατε εἰπεῖν, ἀλλἀνατείναντες τὰς ὀφρῦς ἐπιτιμᾶτε μόνον ἡμῖν σεμνῶς, ἀποχωρεῖν τῆς ἄκρας φυσιολογίας κελεύοντες καὶ μὴ ζητεῖν οὕτω φύσιν ἀνθρώπου καταμαθεῖν ὡς οἱ φιλόσοφοι καταμανθάνουσιν, ἄχρι τῶν πρώτων στοιχείων ἀνιόντες τῷ λόγῳ καὶ τοῦτο ὑμῖν ἀπόχρη μόνον εἰπεῖν, ὡς ἀρτηρίαν καὶ φλέβα καὶ νεῦρον ἀρχὰς προσεχεῖς καὶ οἷον στοιχεῖα χρὴ τίθεσθαι τῆς περὶ τὸν ἄνθρωπον φυσιολογίας. καί τις ἐπῄνεσεν ἐν τούτῳ τὸν Ἡρόφιλον εἰπόντα κατὰ λέξιν οὕτως· ἔστω ταῦτα εἶναι πρῶτα, εἰ καὶ μή ἐστι πρῶτα. τὸν δεἰς ἀπόδειξιν προκαλούμενον ἐξελέγχοντά τε τὰς ὑποθέσεις τῶν ταῦτα δοξαζόντων ἑαυταῖς μαχομένας ἀπωθεῖσθε καὶ φεύγετε  καὶ τὴν ἀρχὴν οὐδὲ παρέχετε τὰ ὦτα καὶ καταφρονεῖν προσποιεῖσθε καὶ μισολόγοι γίγνεσθε νῦν, οἱ τὸν λόγον καὶ τὴν ἀπόδειξιν ἐπανατεινόμενοι τοῖς ἐμπειρικοῖς. ὅτι γὰρ ἑαυτοῖς οἱ λόγοι διαφέρονται ἁπάντων τῶν ἐξ ἡμίσεος δογματιζόντων, εὐφωρότατόν ἐστι τοῦτο τῷ κᾂν βραχὺ γεγυμνασμένῳ κατὰ τὰς ἀποδεικτικὰς μεθόδους. ἐπειδὰν μὲν γὰρ φλεγμαίνῃ γαστὴρ καὶ διὰ τοῦτο πέττειν ἀῤῥωστῇ, τίς τῆς φλεγμονῆς ἐστιν αἰτία ζητεῖν δικαιοῦσι, κᾀντεῦθεν εὐποροῦσι τῶν ἰαμάτων, ἀποχωροῦντες τῆς ἐμπειρικῆς εὑρέσεως· ἐπειδὰν δὲ χωρὶς φλεγμονῆς, τοιούτου τινὸς ἄλλου παθήματος, ὑπὸ δυσκρασίας μόνης ἀῤῥωστῇ πέττειν, ἐνταῦθα πάλιν ἐκ τῆς ἐμπειρίας αὐτῆς τῶν βοηθημάτων εὐπορία. καὶ μὴν ἀλλήλοις μέν ταῦτα μάχεται, τὰ δὲ τῶν ἐμπειρικῶν ὁμολογεῖ, καὶ ἀποδείκνυσί τε καὶ περαίνει τὸ σφέτερον ἐξ ὧν αὐτοὶ ὑμεῖς συγχωρεῖτε λημμάτων. εἰ γὰρ ὅλως δυνατόν ἐστιν ἐπὶ φαινομένοις συμπτώμασι τετηρῆσθαι θεραπείαν, ἀγνοουμένης τῆς διαδέσεως, οὐκ ἐπὶ μὲν τῆσδε δυνατὸν, ἐφἑτέρας δἀδύνατον, ἀλλἐπὶ πασῶν ὁμοίως ἔσται δυνατόν. τοιγαροῦν οὐδἐνταῦθα λόγον οὐδένα λέγειν ἕξετε τοῦ μὴ τὴν ἐμπειρίαν αὐτάρκη γίγνεσθαι πρὸς τὴν τῶν βοηθημάτων εὐπορίαν, ἐφοἷς τὴν διάθεσιν εὑρεῖν ἀδυνατεῖτε. πάντα οὖν ὡς τύραννοι προστάττετε, χρῆσθαι δἀποδείξεσιν οὔταὐτοὶ βούλεσθε, βέλτιον γὰρ ἴσως εἰπεῖν τοῦτο τοῦ μὴ δύνασθαι, καὶ τοῖς βουλομένοις τε ἅμα καὶ δυναμένοις οὐχ ἕπεσθε. τί ποτοὖν ἄλλο εἰσὶν ὑμῶν οἱ λόγοι πλὴν ἔρις καὶ φιλονεικία καὶ πρόκλησις εἰς λοιδορίας καὶ μάχας, οἵας καὶ τῶν ὑμετέρων διδασκάλων τις ἐποιεῖτο διὰ παντὸς, καταγελῶν εἴ τις ἐφθέγξατο θερμὸν καὶ ψυχρὸν, ὡς βαλανεῦσι μᾶλλον, οὐκ ἰατροῖς προσηκόντων ὀνομάτων, σφοδρῶς ἐπιτιμῶν, ὡς ἀποχωροῦντι πόῤῥω τῆς ἰατρικῆς, τὴν Ἐρασιστράτου προχειριζόμενος ἀξιοπιστίαν. ἀλλὰ ταύτην μὲν πρῶτον ἀκούσας ἥσθην, δεύτερον δὲ καὶ τρίτον ἀκούων ἐμίσησα, βωμολοχίᾳ μᾶλλον, οὐκ ἰατρικῇ πρέπειν ἡγησάμενος. εἰ γὰρ ἅπαξ τῶν κελευσάντων μὴ προσωτέρω χωρεῖν ἀξιοπιστία μάρτυς ἱκανὴ πρὸς ἀπόδειξιν εἶναι νομισθήσεται, λῆρος ἤδη μακρὸς ἔσται πάντα, καὶ πέρας οὐδὲν ἐν τοῖς διαλόγοις ἀλλ τοῦθὅπερ νῦν ὁρᾶτε γιγνόμενον, ἔχθρα καὶ μάχη καὶ λοιδορία. τοῖς γὰρ ἀποχωρήσασι μὲν τῶν λογικῶν ἀποδείξεων, ὅτι δἩρόφιλος οὕτως ἐκέλευσεν Ἐρασίστρατος, ἀξιοῦσι πιστεύειν, ἀνάγκη πᾶσαν λοιδορίαν καὶ μάχην ἀκολουθῆσαι, τὰ θαυμαστὰ τῶν νῦν διαλόγων ἆθλα. φέρε γὰρ ἑτέρου μέν τινος λέγοντος ὡς τῷδέ τινι τῷ μὴ πέπτοντι καλῶς γαστὴρ δύσκρατος ἐπὶ τὸ ξηρότερόν τε καὶ ψυχρότερον ἐγένετο, καὶ διὰ τοῦταὐτὴν ὑγραντέον τἐστὶ καὶ θερμαντέον, ἑτέρου δέ τινος, ἐκτροπῆς τοῦ κατὰ φύσιν ἐπὶ τὸ ψυχρότερόν τε καὶ ὑγρότερον ἀπεργασθείσης, θερμὰ καὶ ξηρὰ τὰ διαιτήματα προσφέρεσθαι συμβουλεύοντος· καὶ ἄλλος τις τρίτος παρελθὼν, ὡς μὲν οὐκ ὀρθῶς εἴρηται τῶν εἰρημένων ὁτιοῦν μηδἐπιχειρήσειεν ἀντειπεῖν, μόνον δἐπιτιμῶν ὡς περιττὰ ζητοῦσι, καὶ μάρτυρα τὸν Ἐρασίστρατον τὸν Ἡρόφιλον ἐπάγοιτο· πῶς οὐχ, ὅπερ ἔφην, ἀρχὴ διαφορᾶς ἐντεῦθεν ἔσται καὶ λοιδορίας τῆς πρὸς ἀλλήλοις; ἀνάγκη γὰρ δήπου κἀκείνους, Ἀθήναιον καὶ Μνησίθεον καὶ Διοκλέα καὶ Πλειστόνικον, Ἱπποκράτην τε καὶ Φιλιστίωνα καὶ μυρίοις ἑτέρους τοιούτους ἐπικαλέσασθαι μάρτυρας. εἰ γὰρ δὴ κατὰ μάρτυρας χρὴ διαιρεῖσθαι τὸν λόγον, οὐ σμικρῷ τινὶ κρατήσουσιν· ὅτι τε γὰρ τῆς νοσώδους δυσκρασίας εἴδη πολλὰ καὶ ὅτι καθἕκαστον θεραπεία διάφορος οὐχ Ἱπποκράτην μόνον, ἄλλους παμπόλλους ἰατροὺς, ἀλλὰ καὶ Πλάτωνα καὶ Ἀριστοτέλην καὶ Θεόφραστον καὶ Ζήνωνα καὶ Χρύσιππον, ἅπαντάς τε τοὺς ἐλλογίμους φιλοσόφους παρεχόμενοι μάρτυρας· ὅτι τε χωρὶς τοῦ τὴν φύσιν εὑρεθῆναι τοῦ σώματος ἀκριβῶς οὐχ οἷόν τἐστὶν οὔτε περὶ νοσημάτων διαφορᾶς ἐξευρεῖν οὐδὲν οὔτε ἰαμάτων εὐπορῆσαι προσηκόντως, ἅπαντας πάλιν τοὺς νῦν εἰρημένους μοι φιλοσόφους τε καὶ ἰατροὺς, οὐ προστάττοντας μὰ Δίὡς οὗτοι δίκην τυράννων, ἀλλἀποδεικνύντας παρέξονται. πρὸς ταῦτοὖν οἱ τὸ θερμὸν καὶ ψυχρὸν βαλανέων, οὐκ ἰατρῶν ὀνόματα φάσκοντες εἶναι βωμολοχεύσονται δηλονότι καὶ γελωτοποιήσουσιν, μωροὺς, Φρύγας, σχολαστικοὺς διηγούμενοι· συνίσασι γὰρ ἑαυτοῖς οὐ μόνον ἀποδεικτικὸν ἐπισταμένοις οὐδὲν, ἀλλοὐδ τι ποτέ ἐστιν ἀπόδειξις ἐπαΐουσιν. ἐκ τούτων οὖν τῶν σκωμμάτων ἀνάγκη γενήσεσθαι διαφορᾶς ἀρχήν· ἵνα γὰρ τοῦ πρώτου πάντων ὧν οἱ χωρὶς ἀποδείξεως φλυαροῦντες οὐκ ὀκνοῦσι λέγειν ἐπιμνησθῶ, σκέψαι πῶς ἀναγκαῖόν ἐστιν ἀκολουθῆσαι μάχην αὐτῷ. πρὸς γὰρ τὰς ἀναποδείκτους φάσεις αὐτῶν καὶ τοὺς ἀξιοπίστους μάρτυρας, ὅταν ἕτεροί τινες ἐνδοξοτέρους τε καὶ πολὺ πλείονας ἀντιπροτείνωνται μάρτυρας, ἀναγκαῖον συγχωρεῖν καὶ ἡττᾶσθαι κατἄμφω νενικημένους, ἔν τε τῷ μὴ συνακολουθῆσαι πρὸς τὴν ἀπόδειξιν κᾀν τῷ κεκρατῆσθαι πρὸς τοῦ πλήθους τῶν μαρτύρων, ἀναισχυντήσαντας Ἐρασίστρατον ἁπάντων ἐκείνων τῶν μαρτύρων ἀποφαίνεσθαι πιστότερον. ἀνάγκη γὰρ ἐνταῦθα τὸν μὲν εἰπεῖν ὡς οὐκ ἦν πιστότερος οὔτε τῶν περὶ τὸν Ἱπποκράτην καὶ Μνησίθεον ἰατρῶν οὔτε τῶν περὶ τὸν Ἀριστοτέλη τε καὶ Πλάτωνα φιλοσόφων, τὸν δὡς ἀντειπεῖν· εἶτἄνω καὶ κάτω τῆς τοιαύτης ἀντιλογίας φερομένης οὕτως ἀπαίδευτά τε καὶ φιλόνεικα προαχθῆναι τὸν ἕτερον αὐτῶν εἰπεῖν ὡς οὐκ ἔσται οὕτω σοι καλῶς, ἢν Ἐρασίστρατον ἀτιμάζῃς. ταυτὶ γὰρ ὁρᾷς ἑκάστης ἡμέρας, Ἱέρων, γιγνόμενα κατὰ  τοὺς τῶν ἰατρῶν διαλόγους· τοιαύτης δἅπαξ ἀνοιχθείσης ὁδοῦ, πάντἐπιῤῥεῖ τὰ τῶν γυναικῶν ἤδη ῥήματα καὶ κακῶς εἰπόντες ἀλλήλους, οὐ διδάξαντές τι χρηστὸν μαθόντες ἀπαλλάττονται. καὶ τῆς τοιαύτης ἀσχημοσύνης οὐκ ἔστιν εἰπεῖν ὡς οὐχ οἱ τὰς ἀποδείξεις ἀποδιδράσκοντες ἄρχουσιν· ἀποδιδράσκουσι δ’, ὡς οἶσθα, πολυειδῶς, οἱ μὲν σεμνῶς ἐπιτιμήσαντες μόνον, οἱ δὲ κομψευσάμενοί τι βωμολοχικὸν, οἱ δεἰς γέλωτα καὶ χλεύην ἐξάγοντες τὸν διάλογον· εἰ δέ τις καὶ τολμήσειε παραμεῖναί τε τῷ λόγῳ καὶ τῶν ἀποδείξεων ἐπακοῦσαι, μάλιστα μὲν οὐδἕπεται τὴν ἀρχὴν, οὐ γὰρ ἐνδέχεται τὸν ἀγύμναστον ἀποδεικτικῆς μεθόδου τοῖς χρωμένοις αὐτῇ παρακαλουθεῖν· εἰ δἄρα καὶ μέχρι τινὸς παρακολουθήσειεν, ἀλλὰ τῷ πάντως ἐπαμύνειν ἐθέλειν οἷς ἐνετράφη δόγμασιν, ἐπιχειρῶν ἀντιλέγειν, εἶτἐξελεγχόμενος, ἀπέραντα καὶ ἀσυλλόγιστα καὶ περιττὰ καὶ ληρώδη φλυαρῶν, ἀγανακτεῖ καὶ καταρᾶται τοῖς διαλεκτικοῖς, ὡς κακῶν αἰτίοις, ὅτι δηλαδὴ τὴν κόρυζαν ἀπομύττουσιν αὐτῶν καὶ θεραπεύειν πειρῶνται προσφέροντες οὐ μέλι καὶ πλακοῦντας, ἀλλὰ σκόροδά τε καὶ κρόμμυα, τὰ καὶ τοὺς κορυζῶντας ἀλεκτρυόνας ἰώμενα. παραγέγονας γὰρ δὴ μυριάκις αὐτοῖς ὡς ὑπὸ σκορόδων ὄντως καὶ κρομμύων τῶν ἐλέγχων ἀναγκαζομένοις δακρύειν· οἶσθα δὲ δήπουθεν ὡς καὶ πολλοὶ πολλάκις ἡμῖν ἐξωμολογήσαντο καταμόνας αἰσθάνεσθαι μὲν ἤδη τῶν κατὰ τὴν σφετέραν αἵρεσιν ἀτόπων, οὐ δύνασθαι δἔν γε τῷ φανερῷ μεταθέσθαι διὰ τὸ μήτἄλλα γινώσκειν ἀφὧν τιμηθήσονται καὶ τοῖς πολλοῖς τῶν ἀνθρώπων ἐφθακέναι ἀπὸ τούτων γιγνώσκεσθαί τε καὶ τιμᾶσθαι. διὰ ταῦτα τοίνυν κᾀγὼ πολλάκις ἀνεβαλλόμην ὑπομνήματα γράψαι μεθόδου θεραπευτικῆς, ὡς ἂν ἀκριβῶς εἰδὼς ὀλιγοστοὺς τῶν νῦν ἀνθρώπων ὑπαὐτῶν ὠφεληθησομένους. εἰ μὴ γὰρ μεγάλη τις γένοιτο καὶ δαιμονία μεταβολὴ τῶν ἀνθρωπείων πραγμάτων, οἴχεται πάντα τὰ καλὰ καὶ συγκέχυται καὶ διέφθαρται, μηδενὸς ἀλήθειαν σπουδάζοντος, ἀλλὰ τὸ δόξαι μόνον. οἶσθα γὰρ δήπου καὶ σὺ σαφῶς ὡς οὐδὲ πέντε τοῖς πᾶσιν ἀνθρώποις ἐνετύχομεν εἶναι μᾶλλον φαίνεσθαι σοφοῖς ὀρεγομένοις. καὶ μὴν εἰ μή τις ὀρεχθείη σοφίας αὐτῆς διἑαυτὴν, οὐδὲ καιρὸν ἕξει τοῦ γυμνάσασθαι κατὰ τὰς λογικὰς μεθόδους, ἀλλὰ περὶ πλοῦτον καὶ δόξαν καὶ δύναμιν πολιτικὴν ἐσπουδακὼς, περὶ τὴν ἐν ἐκείνοις ἀσχολίαν ἅπαντα κατατρίψει τὸν βίον.
§6
§6 Ἐάσαντες οὖν αὐτοὺς, πάλιν ἐπὶ τὸ προκείμενον ἴωμεν. ἔστι τὸ προκείμενον ἐξ ἀρχῆς, ὡς εἰ μή τις ἅπαντα τὸν ἀριθμὸν τῶν νοσημάτων ἐξεύροι μεθόδῳ, πταίσει μέγιστον πταῖσμα κατὰ τὴν ἀρχὴν εὐθὺς αὐτῆς τῆς θεραπευτικῆς μεθόδου· πρόδηλον γὰρ ὡς τοσούτους χρὴ τρόπους εἶναι τῆς ἰάσεως ὅσαιπερ καὶ αἱ τῶν νοσημάτων ἰδέαι. τὸ τοίνυν μήτἄπειρα ποιῆσαι τὰ νοσήματα ταῖς κατὰ μέρος ἰδιότησι προσέχοντας μήτεὐθὺς ἐν τοῖς πρώτοις καταμεῖναι γένεσιν οὐ τοῦ τυχόντος ἐστὶν, ἀλλἀνδρὸς, ὡς καὶ πρόσθεν ἐδείκνυτο, πάνυ γεγυμνασμένου κατὰ τὰς διαιρετικὰς μεθόδους. ἀρχὴ δὲ τῆς διαιρέσεως αὐτῶν, ὥς που καὶ τοῦτἐλέγετο, τὸν λόγον τῆς οὐσίας τοῦ διαιρουμένου πράγματος ἀφορίσασθαι. καὶ τοίνυν ἐδείκνυτο πάντως μὲν ἕν τι τῶν παρὰ φύσιν ὑπαρχόντων νόσημα. τεττάρων δὄντων τῶν παρὰ φύσιν, ἤτοι τῆς βεβλαμμένης ἐνεργείας, τῆς ἐργαζομένης αὐτὴν διαθέσεως, τὴν ταύτην ποιούσης αἰτίας, τῶν ἑπομένων αὐτῇ συμπτωμάτων, εἴτε τὴν βλάβην τῆς ἐνεργείας εἴτε καὶ τὴν ἐργαζομένην αὐτὴν διάθεσιν ἐθέλοι τις ὀνομάζειν νόσον, οὐδὲν τοῦτο τὴν θεραπευτικὴν μέθοδον ὑπαλλάττειν ἐδείκνυμεν, εἰ τοῦθἓν μόνον γιγνώσκοι, τὸ τὴν πρώτην θεραπείαν, ἣν δήπου καὶ προσεχῆ καλοῦσιν ἔνιοι, τῆς τὴν ἐνέργειαν ἐμποδιζούσης εἶναι διαθέσεως. ἐπιδεδεῖχθαι δἡμῖν ἐλέγομεν ὡς ταύτην εὐλογώτερον εἴη προσαγορεύειν νόσημα, μὴ μέντοι κωλύειν ἡμᾶς εἴ τις ἐθέλοι τὴν μὲν τῆς ἐνεργείας βλάβην ὀνομάζειν νόσημα, τὴν δἐργαζομένην αὐτὴν διάθεσιν αἰτίαν τοῦ νοσήματος. ὑποθέμενοι δὲ καλεῖσθαι νόσημα διάθεσιν παρὰ φύσιν ἐνέργειαν βλάπτουσαν ἐζητήσαμεν ἐφεξῆς ὁπόσα τὰ σύμπαντἐστὶ νοσήματα. πρόδηλον δἦν ἐν τούτῳ τὸ δεῖν ἐξευρεῖν πρῶτον, εἴ τις ὁδῷ καὶ τάξει μέλλει προϊέναι καὶ μὴ καθάπερ οἱ πολλοὶ τῶν ἰατρῶν ὡς τύραννοι προστάττειν, ἥτις ποτὲ διάθεσίς ἐστιν τῆς ἐνεργείας αἰτία δραστική. ταύτην οὖν ἡμεῖς μὲν εὐκρασίαν ἐλέγομεν εἶναι θερμοῦ καὶ ψυχροῦ, ὑγροῦ καὶ ξηροῦ· καὶ διὰ τοῦθ πρώτη νόσος ἐν τοῖς ὁμοιομερέσι, τῇ δυσκρασίᾳ τούτων ἐδείκνυτο γίγνεσθαι. ἕτερος δέ τις ἐν ὄγκοις καὶ πόροις θήσεται τὴν τούτων συμμετρίαν, καὶ διὰ τοῦτἀμετρίᾳ τῶν πόρων αὐτῶν νοσήσειν τὰ ζῶα. τὸ δὲ μήταὐτὸν ἀποφήνασθαι τολμῆσαι τῆς ἐνεργείας τὴν αἰτίαν ἐν ὁτῳδήποτε γένει τῶν ὄντων ἐστὶ, μήτε τοῖς λέγουσιν ἀντειπόντα νομίζειν ἔτι λόγῳ καὶ μεθόδῳ προϊέναι, δεινῶς ἐλέγομεν εἶναι μοχθηρὸν, ἅμα μὲν ἄφυκτον ἐργαζόμενον τὴν ἐκ τῶν ἐμπειρικῶν κατηγορίαν, ἅμα δὲ αὑτῷ μαχόμενον· ἐξ ἡμίσεος γὰρ δὴ τοὺς τοιούτους εἶναι λογικούς· ὅπως μὲν δὴ γίγνεται φλεγμονὴ καὶ σκίῤῥος καὶ οἴδημα καὶ πάνθὅσα τοιαῦτα, πολυπραγμονοῦνται, ὅτι δὲ καὶ χωρὶς τούτων ἁπάντων κατὰ δυσκρασίαν μόνην ἐνέργεια βλάπτεται μὴ γινώσκονται, ἀλλἐμπειρικῶς τὰ τοιαύτα θεραπεύονται. ὅστις οὖν βούλεται γνῶναι πόσον ἁμαρτάνουσιν οἱ τοιοῦτοι καὶ πόσον τι πλῆθος ὑπερβαίνουσι νοσημάτων καὶ ὡς πολὺ πλέον ἀγνοοῦσιν γιγνώσκουσι, τὸ περὶ διαφορᾶς νοσημάτων ἀναλεξάσθω γράμμα· μαθήσεται γὰρ ὡς ὀρθῇ μὲν ὁδῷ πρῶτος ἁπάντων Ἱπποκράτης ἐχρήσατο, δέον δαὐτὴν τελειῶσαι  τοὺς μεταὐτὸν, οὐχ ὅπως οὐδεὶς ἐτελείωσεν, ἀλλὰ καὶ τὰ καλῶς εὑρημένα διέφθειραν οἱ πλεῖστοι. πλησίον δὲ τοῦ τελειῶσαί τε καὶ συμπληρῶσαι τὴν ὑφἹπποκράτους παραδοθεῖσαν ὁδὸν οἱ περὶ τὸν Ἀριστοτέλην τε καὶ Θεόφραστον ἀφίκοντο, καὶ εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐτελείωσαν δυνάμει διορισάμενοι τὸ μὴ ταὐτὸν εἶναι γένος τῶν νοσημάτων ἔν τε τοῖς ὁμοιομερέσι σώμασιν ἔν τε τοῖς ὀργανικοῖς ὀνομαζομένοις. ὑπὸ μὲν γὰρ τῶν ὁμοιομερῶν τὰς ἐνεργείας γίγνεσθαι καὶ διὰ τοῦτεἶναι καθἕκαστον τῶν ὀργάνων ἓν ἴδιον ὁμοιομερές. ὅσα δἄλλα μετὰ τούτου συμπληροῖτο πᾶν ὄργανον, ἕνεκα χρείας τινὸς ἐκείνου τοῦ πρώτου τῆς ἐνεργείας αἰτίου γεγονέναι. καὶ τούτων μέντοι πάλιν αὐτῶν ἑκάστου κατὰ μόνας ὑπάρχειν ἐνέργειαν, οἷον ἐπὶ τῶν ὀφθαλμῶν. ἄμεινον γὰρ ἴσως, ὡς ἐν ἑτέροις ἐπὶ πλέον ἐδείξαμεν, ἐνταυθοῖ διὰ βραχέων ὑπομνήσεις ποιήσασθαι. τὸ μὲν τῆς ὄψεως ὄργανόν ἐστι τὸ κρυσταλλοειδὲς ὑγρὸν, ἕκαστον δὲ τῶν ἄλλων μορίων ἐκείνου χάριν ἐγένετο. καὶ πάντων εἰρήκαμεν αὐτῶν τὰς χρείας ἐν τῷ δεκάτῳ τῆς περὶ χρείας μορίων πραγματείας. ἀλλεἰ καὶ ὅτι μάλιστα τοῦ κρυσταλλοειδοῦς ἕνεκεν ἐγένετο σύμπαντα, κατὰ μέρος γοῦν ἕκαστον αὐτῶν ἐνεργείας τινὸς μετέχει, κοινῆς μὲν ὅλῳ τῷ ζώῳ φλὲψ καὶ ἀρτηρία καὶ νεῦρον· οἱ δὑμένες οἱ κατὰ τὸν ὀφθαλμὸν, ὡς ἂν τρεφόμενοι δηλονότι καὶ τῶν φυσικῶν ἐξ ἀνάγκης μετέχουσι δυνάμεων, ὥστε καὶ τῶν καταὐτὰς ἐνεργειῶν. ὅταν μὲν οὖν τὸ κρυσταλλοειδὲς ὑπὸ δυσκρασίας νοσήσῃ, βλάπτεται μὲν τῶν ὀφθαλμῶν ἐνέργεια πάντως, ἀλλοὐκ ἔστιν ὡς ὀργάνων αὐτῶν τὸ νόσημα. τὸ δὑπόχυμα καλούμενον οὐδενὸς μὲν ὁμοιομεροῦς ἐστι πάθους, ὅλων δὲ τῶν ὀφθαλμῶν ὡς ὀργάνων. οὕτω δὲ κᾂν εἰ γλίσχρων τινῶν παχέων χυμῶν ἔμφραξις ἐν τοῖς πέρασι τῶν κατὰ τὰ σιμὰ τοῦ ἥπατος εἴη φλεβῶν, ἐμποδισθήσεται μὲν ἀνάδοσις, ὅλου δἔσται τοῦ ἥπατος ὡς ὀργάνου τὸ πάθος, οὐδενὸς τῶν ὁμοιομερῶν αὐτοῦ μορίων νοσήσαντος. εἰ δὲ δυσκρασία καταλάβοι τὰς φλέβας, αὐτῶν μὲν ἐκείνων ἔσται τὸ νόσημα πρῶτον, κατὰ συμβεβηκὸς δὲ καὶ τοῦ ἥπατος. Ἐρασίστρατος μὲν οὖν ἔσφαλται περὶ τὴν οὐσίαν αὐτῆς καὶ φλεγμονῆς. οὔτε γὰρ ἐν τοῖς πέρασι τῶν ἀρτηριῶν γίγνεται σφήνωσις ἐξ ἀνάγκης ἐν τοῖς φλεγμαίνουσι μορίοις οὔτε πνεῦμα μόνον ἐν τῷ κατὰ φύσιν αἱ ἀρτηρίαι περιέχουσιν, ὡς ἐν τοῖς περὶ τούτων λογισμοῖς ἀπεδείξαμεν. εἰ δοὖν ἐστί τι τοιοῦτον πάθος οἷον ἐκεῖνος οἴεται φλεγμονή, καὶ σκίῤῥος τοιοῦτον οἷον ἐκεῖνος νομίζει, καὶ τῶν ἄλλων ἕκαστον, ὡς αὐτὸς μὲν ἀσαφῶς ἐπὶ πολλῶν, οἱ δἀπαὐτοῦ πειρῶνται διέρχεσθαι σαφέστερον, ὀλίγου δεῖν ἀπαθῆ καταλείπει τὰ στερεὰ, μόνον ἑλκωθῆναι δυνάμενα καὶ διατμηθῆναι καὶ θλιβῆναι καί τι τοιοῦτον ἕτερον ὑπομεῖναι πάθημα. νοσεῖν δαὐτὰ διὅλων ἑαυτῶν οὐδαμόθι φησὶ νόσους τοιαύτας οἵας ἡμεῖς ἀπεδείξαμεν εἶναι τὰς ὀκτὼ δυσκρασίας. καὶ μὴν ὁρᾶταί γε σύμπαντα τὰ σώματα, μέχρι καὶ τῶν δυσπαθεστάτων, οἷον χαλκοῦ καὶ λίθου καὶ σιδήρου, θερμαινόμενά τε καὶ ψυχόμενα καὶ ξηραινόμενα καὶ ὑγραινόμενα, καὶ θαυμαστὸν εἰ ἀρτηρία μόνη καὶ φλὲψ καὶ νεῦρον οὐδὲν τοιοῦτον πείσεται, καὶ τούτου θαυμαστότερον, εἰ πείσεται μὲν, ἐνεργήσει δὲ ἀμέμπτως, οἶον ἐπὶ τῆς καρδίας, εἰ τύχοι, δύναμις μέν τίς ἐστι καὶ καταὐτὸν τὸν Ἐρασίστρατον, διαστέλλεται καὶ συστέλλεται. καὶ βλάπτεσθαι δὲ δήπου ταύτην χρὴ, τῆς καρδίας ἐξαιρεθείσης ζῶντος τοῦ ζώου, καθάπερ πολλάκις ὁρῶμεν ἐν ταῖς ἱερουργίαις γιγνόμενον· εἰ γὰρ μηδὲν βλάπτεται, κινηθήσεται διαπαντὸς, οὐχ ἕως χρόνου τινὸς, ὡς νῦν φαίνεται. δῆλον οὖν ὅτι βλάπτεται καὶ διὰ τοῦτο παύεται κινουμένη. τίς οὖν βλάβη, καλῶς εἶχεν ἐπισκέψασθαι, δυναμένης γε δηλονότι τὴν βλάβην ἀναδέξασθαι τῆς καρδίας καὶ πρὶν ἐξαιρεθῆναι τοῦ ζώου. τίς οὖν ἄλλη πλὴν δυσκρασίας ἐστίν; οὔτε γὰρ τὸ σχῆμα φαίνεται μεταλλαττόμενον αὐτῆς, οὔτε κοιλότης τις, οὔτε σύνδεσμος οὔτε στόμιον, ἀλλοὐδἄλλο μόριον οὐδὲν ἀπολλύμενον, ἀλλὰ μόνον φυσικὴ κρᾶσις ἐξαλλαττομένη. ταῦτοὖν ἅπαντα τῶν ὁμοιομερῶν, ὡς εἴρηται, νοσήματα τυγχάνοντα, τελείως αὐτῷ παραλέλειπται. τὸ γὰρ δὴ τοῦ αἵματος ἐν τοῖς πέρασι τῶν ἀρτηριῶν σφηνωθέντος ἐνέργειάν τινα βλαβῆναι τῶν ἀρτηριῶν ὡς ὀργάνων ἐστὶ τὸ πάθος· ὡς δὁμοιομερῶν σωμάτων, ὀκτὼ μὲν αἱ κατὰ ψιλὰς τὰς ποιότητας δυσκρασίαι, μετὰ ῥευμάτων δὀκτώ. χρὴ τοίνυν, ὅστις τὰς τούτων ἀποδείξεις ἐπιστήμῃ βούλεται περιλαβεῖν, ἀπὸ τοῦ περὶ τῶν στοιχείων ἄρξασθαι λόγου, κᾄπειθἑξῆς ἕκαστον ἀναλέξασθαι τῶν ἄλλων, ὡς εἴρηται καὶ πρόσθεν. ἔστι δἐφεξῆς μὲν ἐκείνῳ τὰ περὶ κράσεων ὑπομνήματα. καὶ τούτων ἐφεξῆς τὸ περὶ τῆς ἀνωμάλου δυσκρασίας. εἶτα τὰ περὶ τῶν φυσικῶν δυνάμεων, ὅσα τἄλλα περὶ τῶν ψυχικῶν εἴρηται παθῶν ἐφεξῆς ἑκάστης ἰδίᾳ. τούτοις δἕπεται τὰ περὶ χρείας μορίων, οἷς τὰ περὶ τῶν νοσημάτων τε καὶ συμπτωμάτων διαφορᾶς. οἱ πολλοὶ δὲ τῶν ἰατρῶν, οὔτε τῇ πείρᾳ μόνῃ προσέχοντες τὸν νοῦν, ἐνὸν αὐτοῖς ἀγαθοὺς ἰατροὺς γίγνεσθαι καὶ κατὰ τὴν τῶν ἐμπειρικῶν ἀγωγὴν, ὀριγνώμενοί τε τοῦ τελείου, κᾄπειτα χωρὶς ἀποδείξεως ἀποφάσεσι πιστεύοντες, μοχθηραῖς ἀποδείξεσι παραλογισθέντες, οὐ μόνον οὐδὲν ἐξευρίσκουσι χρηστὸν, ἀλλὰ καὶ τὰ διὰ τῆς ἐμπειρίας ἐγνωσμένα διαφθείρουσιν. οὐ γὰρ δήπου σμικρὰν ἔχει δύναμιν λόγος ὡς πρὸς τὸ κοσμῆσαι τὴν ἐμπειρίαν διαφθεῖραι, ἀλλὅσον χρηστὸς ἐπικοσμῶν προστίθησιν, τοσοῦτον  καὶ πλέον μοχθηρὸς ἀφαιρεῖ. καὶ ταῦτἀκούεις λέγοντος ἑκάστοτε τοῖς πολλοῖς τῶν ἰατρῶν, ὅσοι πρὶν γυμνάσασθαι κατὰ τὰς λογικὰς μεθόδους ἀποδεικνύναι τι πειρώμενοι παραλογίζονται σφᾶς αὐτοὺς, διαιρεῖν ὁτιοῦν εἰς εἴδη τε καὶ διαφορὰς, εἶτα κᾀνταῦθα κακῶν μαγείρων δίκην οὐ κατἄρθρα τέμνουσιν, ἀλλὰ συντρίβουσί τε καὶ θλῶσι καὶ διασπῶσιν, ὥσπερ κᾀπὶ τοῦ νῦν ἡμῖν προκειμένου. συμβουλεύω δὴ πᾶσιν, ὡς οἶσθα, τοῖς τοιούτοις τῇ πείρᾳ προσέχειν τὸν νοῦν. οὐ σμικρὸς γὰρ κίνδυνος ἅπαντι τῷ μειζόνων καθἑαυτὸν ὀρεγομένῳ πραγμάτων μήτἐκείνων ἐφικέσθαι καὶ τῶν ἐνδεχομένων γνωσθῆναι παντάπασιν ἀτυχῆσαι. τοῖς οὖν καὶ πεφυκόσιν εἶναι ἄριστα καὶ τοῖς μανθάνειν ἄγουσι σχολὴν, αὖθις ἡμεῖς διαλεγώμεθα, τοσοῦτον ἀναμνήσαντες αὐτοὺς ὧν εὐθύς κατἀρχὰς εἴπομεν, ὡς οὐ προσήκει συγχεῖν ἅμα καὶ φύρειν ἀμφότερα, τά τἐκ τῆς πείρας εὑρισκόμενα καὶ τὰ διὰ μόνου τοῦ λόγου, ἀλλὑπὲρ ἑκατέρων ἰδίᾳ διαλεχθέντας, αὖθις ἄμφω συναγαγεῖν. εἰρηκότες οὖν ἡμεῖς ὑπὲρ τῆς ἐμπειρικῆς εὑρέσεως ἑτέρωθι, περὶ τῆς λογικῆς ἐν τοῖσδε τοῖς ὑπομνήμασι προὐθέμεθα διελθεῖν. καί μοι δοκῶ σαφῶς ἤδη δεδειχέναι, τοῖς γε τὰ περὶ τῆς τῶν νοσημάτων τε καὶ συμπτωμάτων διαφορᾶς ἀνεγνωκόσι, πρὸς οὓς μετὰ ταῦτα πᾶς ἔσται μοι λόγος, ὡς εὐθὺς ἐν ἀρχῇ μέγιστον πτῶμα πεπτώκασιν οἱ περὶ τὸν Θεσσαλόν. ἦν μὲν γὰρ οὐ σμικρὸν οὐδὲ τὸ Ἀσκληπιάδειον πτῶμα, διὰ τὸ κατἀρχὰς ἐσφάλθαι τὸν ἄνδρα περὶ τὰ τοῦ σώματος στοιχεῖα, πολὺ δἔτι μεῖζον αὐτοῦ καὶ ἀνιατότερον ἐποίησαν οἱ περὶ τὸν Θεσσαλὸν, εἰς δύο μὲν ἅπαντα τὰ κατὰ δίαιταν νοσήματα διαθέσεις ἀναγαγόντες ὁμοίως ἐκείνῳ, πολλοὺς δὲ τῶν θεραπευτικῶν σκοπῶν ἀφελόντες, οἷς ἐκεῖνος ἐχρήσατο. χείριστον δὲ καὶ ἀνιατότερον ἁμαρτάνοντες, ὅτι μήτε τὰς τῶν ἐνεργειῶν βλάβας, ἀλλὰ μηδὲ τὰς αἰτίας αὐτῶν τὰς διαθέσεις ὑπολαμβάνουσιν εἶναι νοσήματα, μόναις δὲ ταῖς κενώσεσιν ἐπεχομέναις τε καὶ πλεοναζούσαις ἀξιοῦσι προσέχειν τὸν νοῦν, οὐδοὖν οὐδὲ τί ποτἐστὶ τὸ πέρα τοῦ δεόντος κενοῦσθαι τὰ ἐκ τοῦ σώματος, ἐπέχεσθαι διδάξαντες ἡμᾶς σαφῶς. γὰρ ὡς πρὸς τὴν δύναμιν, ὡς πρὸς τὴν αἰτίαν, ὡς πρὸς τὴν διάθεσιν, ὡς πρὸς τὸ κατὰ τὴν ὑγείαν ἑκάστῳ τετηρημένον ἀναφέρεσθαι χρὴ τὴν τήρησιν. ὅθεν, οἶμαι, καὶ πόλεμος οὐ σμικρὸς τοῖς ἀπαὐτῶν ἐγένετο κατά τε ἄλλα πάντα διενεχθεῖσι καὶ περὶ τῆς τῶν παθῶν ἐννοίας τε καὶ ὑπάρξεως. ἀλλεἰ νῦν κινήσαιμι τὴν περὶ τῆς διαφωνίας αὐτῶν διέξοδον, ἀπάξω τοῦ χρησίμου τὸν λόγον. ὡς οὖν ἀνεγνωκόσιν ἤδη τὰ περὶ τῆς τῶν νοσημάτων τε καὶ συμπτωμάτων διαφορᾶς ὑπομνήματα καὶ πρὸς τούτοις ἔτι τὰ τῶν αἰτίων αὐτῶν, ἔτι τε πρὸς τούτοις ἐκεῖνα σύμπαντα διεληλυθόσιν ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα, τὸν ἑξῆς ἅπαντα ποιήσομαι λόγον, ἀρξάμενος ἐνθάδε. ἐπειδὴ τὰς ἐνεργείας ἁπάσας ἐδείξαμεν ὑπὸ τῶν ὁμοιομερῶν γιγνομένας σωμάτων, τὰ δἄλλα πάντα τὰ καθἕκαστον ὄργανον μόρια χρείαν τινὰ τούτοις παρέχοντα, διττὸν δήπου γένος ἔσται νοσημάτων, ἕτερον μὲν ἐν τοῖς ὁμοιομέρεσι σώμασιν, ἕτερον δὲ ἐν τοῖς ὅλοις ὀργάνοις· ἐν μὲν τοῖς ὁμοιομερέσιν αἱ δυσκρασίαι· τῶν δὅλων ὀργάνων ἓν μὲν τὸ παρὰ τὴν διάπλασιν, ἓν δὲ τὸ παρὰ τὸν ἀριθμὸν τῶν μορίων, ἄλλο δὲ τὸ παρὰ τὸ ποσὸν ἑκάστου, καὶ τέταρτον τὸ παρὰ τὴν θέσιν, κοινὸν δὲ τῶν ὁμοιομερῶν καὶ τῶν ὀργανικῶν μορίων νόσημά ἐστιν τῆς συνεχείας λύσις. ἓξ οὖν ἐστι τὰ πάντα τῶν νοσημάτων γένη· ἓν μὲν ἴδιον τῶν ὁμοιομερῶν, δυσκρασία, τέτταρα δὲ ἑκάστου τῶν ὀργάνων, ὡς εἴρηται νῦν ἤδη, καὶ πρὸς τούτοις ἔστι. κοινὸν ὀργανικῶν τε καὶ ὁμοιομερῶν τῆς συνεχείας λύσις. αἱ δὲ καθἕκαστον αὐτῶν διαφοραὶ μέχρι τῶν ἐσχάτων εἰδῶν ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς εἴρηνται. Κ ε φ. ζ΄. Τούτων οὕτως ἐχόντων ἤδη λεκτέον ὑπὲρ τῶν θεραπευτικῶν ἐνδείξεων, αὐτὸ τοῦτο πρότερον ἐξηγησαμένους τὸ τῆς ἐνδείξεως ὄνομα. τὴν γὰρ οἷον ἔμφασιν τῆς ἀκολουθίας ἔνδειξιν λέγομεν. εὑρίσκεται μὲν κᾀκ τῆς πείρας τὸ ἀκόλουθον, ἀλλοὐχ ὡς ἐμφαινόμενον τῷ ἡγουμένῳ. καὶ διὰ τοῦτο τῶν ἐμπειρικῶν οὐδεὶς ἐμφαίνεσθαί φησι τῷδέ τινι τόδε τι. καίτοι γε ἀκολουθεῖν λέγουσι τόδε τῷδε καὶ προηγεῖσθαι τόδε τοῦδε καὶ συνυπάρχειν τόδε τῷδε, καὶ ὅλως ἅπασαν τὴν τέχνην τήρησίν τε καὶ μνήμην φασὶν εἶναι τοῦ τί σὺν τίνι καὶ τί πρὸς τίνος καὶ τί μετὰ τίνος πολλάκις ἑώραται. τὸν τοίνυν ἐξ αὐτῆς τῆς τοῦ πράγματος φύσεως ὁρμώμενον ἐξευρίσκειν τὸ ἀκόλουθον ἄνευ τῆς πείρας ἐνδείξεις καὶ εὕρεσίν ἐστι πεποιῆσθαι. διωρισμένου δὲ καὶ τοῦδε πάλιν ἀναμνήσαντες ὅπερ ἤδη καὶ πρόσθεν εἴπομεν, ὡς θεραπευτικὴ πᾶσα μέθοδος ἄνευ τῆς ἐμπειρίας προέρχεται καὶ ὡς οὐκ ὀρθῶς ποιοῦσιν οἱ συνάγοντες εἰς ταὐτὸν καὶ συγχέοντες ἀμφοτέρας τὰς διδασκαλίας, ἐμπειρικήν τε καὶ λογικὴν, ἐχώμεθα τῶν ἑξῆς. εἴη δἂν πρῶτον ἁπάντων τῶν ἐφεξῆς, ὅπερ καὶ πρῶτον ἁπάντων ἕπεται τοῖς ὑποκειμένοις. ἕπεται δὲ πρῶτον καὶ μάλιστα τὸ διἐνδείξεως ἅπασαν γίγνεσθαι τὴν θεραπευτικὴν μέθοδον. ὅσον γὰρ ἀποκεχώρηκε τῆς ἐμπειρίας, ἔνδειξις ὀνομάζεται σύμπαν. ὥστε καὶ ὅστις ἀκριβῶς βούλεται συστήσασθαι τὴν θεραπευτικὴν μέθοδον, ἄρξασθαι μὲν αὐτὸν ἀπὸ τῶν πρώτων ἐνδείξεων χρὴ, μεταβῆναι δὲ ἐντεῦθεν ἐπὶ τὰς ἐφεξῆς, εἶταὖθις ἐπὶ τὰς ἐκείνων ἐχομένας, καὶ τοῦτο ποιοῦντα μὴ παύσασθαι πρὶν ἐφικέσθαι τοῦ τέλους αὐτῶν. τέλος δἐστὶ τῆς νῦν ἡμῖν προκειμένης πραγματείας ἐξευρεῖν ἑκάστου τῶν νοσημάτων ἰάματα. τίς οὖν  ἀρχὴ τῆς ἐπὶ τοῦτο φερούσης ὁδοῦ; τοῦ νοσήματος γνῶσις, ὁποῖόν τι τὴν φύσιν ἐστὶν, ὡς ἀπεδείχθη καὶ πρόσθεν. εἰ γὰρ δὴ τὸ θεραπευόμενον αὐτὸ τοῦτἔστιν, εὔλογον δήπου καὶ τῶν ἐνδείξεων ἐντεῦθεν ἄρξασθαι. τίς οὖν γενικὴ καὶ κοινὴ πάντων τῶν νοσημάτων ἔνδειξις εὑρεῖν χρὴ πρῶτον, εἶτα ἐντεῦθεν ἐπὶ τὰς κατεἴδη προελθεῖν. ἀνάγκη γὰρ δὴ τὰς νόσους ἁπάσας ἑνὸς καὶ ταὐτοῦ μεθέξει νόσους ὀνομάζεσθαι, καθάπερ, οἶμαι, καὶ ἄνθρωπον καὶ βοῦν καὶ κύνα καὶ τῶν ἄλλων ἕκαστον. ἓν γὰρ καὶ ταὐτὸν ἐν ἅπασι τοῖς ἀνθρώποις ἐστί. διὸ καὶ τῆς αὐτῆς προσηγορίας ἅπαντες ἐτύχομεν ἄνθρωποι καλεῖσθαι. παραπλησίως δὲ κᾀν τοῖς κυσὶν ἅπασιν ἕν τι καὶ ταὐτόν ἐστιν, ἐφ δὴ καὶ τὴν διάνοιαν ἐπερειδόμεθα νοῆσαι βουληθέντες τὸν κύνα. καὶ μὲν δὴ καὶ τοῖς ἵπποις ὁμοίως ἕν τι καὶ ταὐτὸν ἅπασιν ἐστὶν πάντες ἵπποι καλοῦνται. μάθοις δἂν ἐναργέστερον ἐπὶ τῶν ὁμωνύμων αὐτό. τοῖς μὲν γὰρ τετράποσι ζώοις ἅπασι τοῖς ὑλακτικοῖς ἓν καὶ ταὐτὸν ὑπάρχει, τὸ τετράποσί τεἶναι σύμπασι καὶ ὑλακτικοῖς. τοῖς δἐναλίοις θηρίοις τοῖς ἁρπακτικοῖς, δὴ καὶ αὐτὰ κύνας ὀνομάζομεν, ἓν αὖ κᾀκείνοις ὑπάρχει ταὐτὸν, οὐχ ὑπάρχον τοῖς ἐπιγείοις. ὥστε μηδενὸς ἐκεῖνα τούτοις κοινωνεῖν ἄλλου κατὰ τὴν τῶν κυνῶν φύσιν πλὴν ὀνόματος. ἀνθρώπῳ μέντοι πρὸς ἄνθρωπον, οἷον Σωκράτει πρὸς Ἀλκιβιάδην, οὐκ ὀνόματος μόνον, ἀλλὰ καὶ τῶν ὑπαρχόντων ἐστὶν κοινωνία· καὶ γὰρ καὶ ζῶα καὶ δίποδα καὶ πεζὰ καὶ λογικὰ καὶ θνητὰ καὶ ὅλως οὐδὲν ἂν εὕροις ὑπάρχον οὐδενὶ τῶν κατὰ μέρος ἀνθρώπων ἄνθρωπος, μὴ καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπάρχει. τοῖς μέντοι χερσαίοις κυσὶ πρὸς τοὺς ἄλλους θαλαττίους ὑπάρχει πολλὰ διαφέροντα καὶ κατὰ τὴν τοῦ σώματος ἰδέαν καὶ κατὰ τὸ τῆς ψυχῆς ἦθος. ἥμερον γὰρ τοῦτο καὶ φιλάνθρωπον, ἐπίβουλον δἐκεῖνο καὶ ἄγριον, καὶ χερσαῖον μὲν τοῦτο, θαλάττιον δἐκεῖνο, καὶ τὸ μὲν τετράπουν, τὸ δὲ οὒ, καὶ τὸ μὲν ὑλακτικὸν, τὸ δὲ οὐχ ὑλακτικόν. οὐ μὴν τῶν ἐπιγείων κυνῶν μὲν ὑλακτικός ἐστιν, δὲ οὐχ ὑλακτικὸς, καὶ τετράπους μὲν ὅδε τις, ἕτερος δὲ μὴ τοιοῦτος, ἀλλὰ πᾶσι μὲν αὐτοῖς ἓν εἶδός ἐστιν κύνες ὀνομάζονται καὶ οὐ μόνον ταῖς οὐσίαις ἔοικεν ὑπάρχειν τὸ τοιοῦτον, ἀλλὰ καὶ τοῖς συμβεβηκόσιν αὐτοῖς ὡς διαθέσεσιν, ὡς ἐνεργήμασιν, ὡς παθήμασιν. οἷον ἄνθρωπος περιπατῶν ἀνθρώπου περιπατοῦντος οὐδὲν διαφέρει καταὐτὸ τὸ περιπατεῖν, καὶ καιόμενος δὴ καιομένου καὶ τεμνόμενος τεμνομένου καὶ λευκὸς λευκοῦ καὶ μέλας μέλανος· ἐν μέντοι τῷ μᾶλλόν τε καὶ ἧττον ἕκαστον τούτων οὐ σμικρὰν ἔχει διαφοράν· οἷον λευκὸς μᾶλλον ἧττον· ἀλλ λευκὸς, ἕν τι καὶ ταὐτὸν ἑτέρῳ λευκῷ κέκτηται· καθάπερ καὶ ἄνθρωπος, ἕν τι ταὐτὸν ἀνθρώπῳ τῷ τυχόντι. καὶ καθἕκαστον δὴ τῶν σημαινομένων ἓν ἅπασιν ὑπάρχει ταὐτόν· οὕτω δὴ καὶ τὸ νοσεῖν καὶ τὸ ὑγιαίνειν· τὸ μὲν τοῖς νοσοῦσιν ἅπασιν ὑπάρχει, τὸ δὲ τοῖς ὑγιαίνουσιν, ἓν καὶ ταὐτὸν ἑκάτερον· καὶ ὥσπερ ἐκ τῆς ἄνθρωπος φωνῆς ἓν, οὕτω κᾀκ τῆς ὑγείας ἓν σημαίνεται. δηλοῖ δὲ καὶ καθἑκάστην ἡμέραν ἡμῖν γιγνομένη πρὸς ἀλλήλους διάλεκτος, ὡς ἐν οἷς οὐκ ἔστιν ὁμωνυμία, τὸ σημαινόμενον ἓν ὑπάρχει. λέγοντος γάρ τινος ὑπὸ ἀνθρώπου πληγῆναι λίθῳ τὴν κεφαλὴν, οὐδενὶ τῶν ἀκουόντων ἀσαφὴς λόγος, οὐδἀμφίβολος, ὥσπερ εἰ καταβρωθῆναί τις, εἰ οὕτως ἔτυχε, Κορίσκον ὑπὸ κυνός διηγεῖτο· τίνος γὰρ κυνός; ἀκούσας ἐρήσεται, διότι, οἶμαι, δύο ἐστὶν εἴδη κυνῶν, τὸ μὲν ἐπίγειον, τὸ δὲ ἐνάλιον. οὐ μὴν ὑπὸ τίνος γε λίθου καὶ τίνα τὴν κεφαλὴν ἐρωτήσει· καὶ γὰρ λίθου παντὸς ἓν εἶδος λίθος ἐστὶ καὶ κεφαλῆς ἁπάσης κεφαλὴ, κυνὸς δοὐχ ἓν κύων, ὥσπερ οὐδὲ γλώττης γλῶττα. καὶ γὰρ καὶ αὐλοῦ καὶ ὑποδήματος καὶ ζώου μόριον γλῶττα. καὶ εἴ τινος ἀκούσαις οἰκέτῃ προστάσσοντος ὠνήσασθαι γλῶτταν, ἄδηλόν ἐστιν ἥντινα λέγει γλῶτταν· οὐ μὴν εἰ γαστέρα τις, κύστιν ἧπαρ ὠνήσασθαι κελεύοι. καθἕκαστον οὖν τῶν σημαινομένων ἕν τι πρᾶγμά ἐστιν ὑποκείμενον, οὐ μὴν καθἑκάστην γε τῶν φωνῶν ἕν· ἐνίοτε μέντοι σημαίνεται μόνον πρὸς τῆς φωνῆς, ὑπόκειται δὲ οὐδέν. ἀλλὰ περὶ μὲν τῶν οὕτω λεγομένων οὐ πρόκειται νῦν διελθεῖν. ἐν οἷς δὲ οὐ σημαίνεταί τι μόνον ἐκ τῆς φωνῆς, ἀλλὰ καὶ πρᾶγμά τί ἐστιν ὑποκείμενον, ὅσαπερ ἂν τὰ σημαινόμενα, τοσαῦται καὶ αἱ τῶν πραγμάτων ὑπάρχουσιν ἰδέαι· τῆς μὲν φωνῆς ἓν σημαινούσης ἓν ἐξ ἀνάγκης ἐστὶ καὶ τὸ τοῦ πράγματος εἶδος. ἀριθμῷ μέντοι πολλὰ ταῦτα ἐγχωρεῖ γενέσθαι, καθάπερ τὸ α. καὶ διὰ τοῦτο ἑπτὰ μὲν τὰ φωνήεντά φαμεν ὑπάρχειν, στοιχεῖα δὲ τέτταρα καὶ εἴκοσι τὰ σύμπαντα, κατὰ τὴν ἡμετέραν δηλονότι διάλεκτον, ἐπὶ τὸ κοινὸν ἁπάντων εἶδος ἀποβλέποντες ἓν ὑπάρχον, οὐκ ἐπὶ τὰ κατὰ μέρος, ἐπὶ τὰ ἐν χάρταις καὶ ξύλοις καὶ διφθέραις καὶ λίθοις γεγραμμένα, πάμπολύ τι πλῆθος ὄντα καὶ μηδἀριθμηθῆναι δυνάμενα καὶ σχεδὸν εἰς ἄπειρον ἐκτεινόμενα· δύναται γοῦν ἄχρι τοῦ παντὸς αἰῶνος α καὶ β καὶ γ γράφεσθαι μυρία, κατὰ ταὐτὰ δὲ καὶ τῶν ἄλλων ἕκαστον γραμμάτων. ἀλλὰ τά γε σύμπαντα τέτταρα καὶ εἴκοσι τὸν ἀριθμὸν εἶναί φαμεν, οὐ τὰ κατὰ μέρος προχειριζόμενοι, τὰ δεἴδη μόνον, καθὧνπερ, οἶμαι, καὶ τὰ ὀνόματα φέρομεν. ἄλφα γὰρ οὐ τουτὶ μέν τι λέγεται τὸ γεγραμμένον ἐν χάρτῃ, τουτὶ δοὐ λέγεται τὸ γεγραμμένον ἐν ξύλῳ, ἀλλὰ καὶ τοῦτο κᾀκεῖνο, κᾂν εἰ κατὰ τῆς γῆς γράψαις, κᾂν εἰ κατὰ λίθου, κᾂν εἰ καταξύσαις, κᾂν εἰ διὰ χρωμάτων. καὶ οὐδὲ πολλὰ τοὺς παῖδάς τις διδάσκει α καὶ β καὶ γ καὶ τῶν ἄλλων ἕκαστον, ἀλλἓν μὲν ἕκαστον, ὁμοῦ δὲ σύμπαντα τέσσαρα καὶ εἴκοσιν. οὕτως δὲ κᾂν ἵππον ἕνα  δείξεις, κάμηλον παιδὶ, θεασάμενος αὖθις ἕτερον ἵππον, κάμηλον ἑτέραν, οὐκ ἐρωτᾷ τί ποτἐστὶ τὸ ζῶον, ἀλλὰ τὸ μὲν ἵππον ὀνομάζει, τὸ δὲ κάμηλον. καὶ ταὐτόν γε εἶναι ἐκεῖνό φησι τοῦτο τὸ πρόσθεν ὁραθὲν τῷ νῦν ὁρωμένῳ. καίτοι τὸ μὲν, εἰ οὕτως ἔτυχεν, ἀπέθανεν, ἕτερον δἐστὶ τὸ νῦν ὁρώμενον. οἶνον δὴ λέγουσιν οἱ ἄνθρωποι τὸν αὐτὸν χθὲς καὶ τήμερον πεπωκέναι, τῷ εἴδει δηλονότι τὸν αὐτόν· ἐνίοτε δέ φασι τρεῖς οἴνους πεπωκέναι τήμερον, νὴ Δία ἕνα, πανταχοῦ πρὸς τὸ εἶδος ἀποβλέποντες, ἐπικεῖσθαί τε μίαν, εἰ τύχοι, σφραγῖδα πεντεκαίδεκα θύραις, ἐν ἅπασι τούτοις ἐπὶ τὸ εἶδος ἀναφέροντες τὸν λόγον. οὕτω δὲ ἐναργές ἐστι καὶ φύσει πᾶσιν ὑπάρχει καὶ ἀνθρώποις καὶ βοσκήμασιν ἕτερον μέν τι ὡς ὑποκείμενον κατοὐσίαν, ἕτερον δὲ ὡς εἶδος ἓν ἐπινοεῖν, ὥστε καὶ τοῖς ὄνοις, οἵπερ ἁπάντων τῶν θρεμμάτων ἀνοητότατοί γε δοκοῦσιν ὑπάρχειν, ἄλλο μὲν τὸ κατεἶδος ἓν, ἄλλο δὲ τὸ κατἀριθμὸν, εἰς διαγνῶσιν ἥκει. θεασάμενος γοῦν κάμηλον ὄνος ἐξίσταταί τε καὶ φεύγει καὶ δέδιεν, εἰ μηδέποτε τύχοι θεασάμενος· εἰ μέν τοι συνεθισθείη τῷ θεάματι, κᾂν ἄλλην αὐτῷ καὶ ἄλλην ἐπιδείξῃς κάμηλον, οὐκέτι δέδιεν ὑπὸ συνηθείας, ἀλλὡς ἓν εἶδος ὁρᾷ κᾀκείνην συνειθίσθη καὶ ταύτην πρώτως ἐντυγχάνει. οὕτω δὲ καὶ τοὺς ἀνθρώπους οὐ δέδιεν ὑπὸ συνηθείας, ἀλλὡς ἓν εἶδος ὁρᾷ καὶ τούτους· εἰ μέντοι θεάσαιτο τὸν ὀνηλάτην, οὐχ ὡς ἄνθρωπον μόνον, ἀλλὰ καὶ ὡς τόνδε τινα γνωρίζει καὶ σείει γε τὰ ὦτα πολλάκις καὶ τὴν κέρκον κινεῖ καὶ ὀγκᾶται καὶ σκιρτᾷ θεασάμενος, ἐμφαίνων ὅτι γνωρίζει τὸν οἰκεῖον. τοῦτον μὲν δὴ καὶ ὡς ἄνθρωπον καὶ ὡς συνήθη γνωρίζει· τὸν δὲ νῦν αὐτῷ πρῶτον ὀφθέντα, καθὅσον μὲν ἄνθρωπον ὡσαύτως, ὡς συνήθη δοὐχ ὡσαύτως. ὥστοὐ μόνον ἡμεῖς, ἀλλἤδη καὶ οἱ ὄνοι τὸ μὲν ὡς ἀριθμῷ ταὐτὸν ὁρῶσί τε καὶ διαγινώσκουσι καὶ μέμνηνται, τὸ δὲ ὡς εἴδει. καὶ τὸν Δίωνα τὸν ὀνηλάτην, ἔστω γὰρ, εἰ τύχοι οὕτως λεγόμενος, ἄλλως μὲν ὡς ἄνθρωπον, ἄλλως δὲ ὡς Δίωνα γνωρίζουσιν οἱ συνήθεις ὄνοι, τὸ μέντοι κοινὸν εἶδος αὐτοῦ καὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους ὡς ἀνθρώπου λαμβάνοντες, τὸ δὲ ἴδιον ἐξαίρετον ὡς Δίωνος μόνου. καὶ τοσοῦτον τοίνυν δέον τοὺς παλαιοὺς φιλοσόφους ἐπαινεῖν, ὡς μέγα τι καὶ σοφὸν ἐξευρόντας, ὅτι τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ τὸ ἓν καὶ τὸ οὐχ ἓν οὐ μόνον κατἀριθμὸν, ἀλλὰ καὶ κατεἶδος χρὴ νοεῖν, ὥστε καὶ τοῖς ὄνοις φημὶ τοῦτο ὑπάρχειν φύσει. πρόσκειται μὲν οὖν ὑπὸ τῶν παλαιῶν φιλοσόφων, ὡς οὐ μόνον ἀριθμῷ καὶ εἴδει λέγεταί τι ταὐτὸν, ἀλλὰ καὶ τῷ γένει. οὐ μὴν ἤδη γέ πω τοῦδε χρῄζω πρὸς τὰ παρόντα· μόνον γὰρ ἀρκεῖ μοι τὸ δεῖξαι τῶν ὄνων ὑπάρχοντας ἀναισθητοτέρους ὅσοι μὴ συγχωροῦσιν ἕτερον μέν τι τῷ εἴδει τὸ ἓν, ἕτερον δἀριθμῷ λέγεσθαι, καὶ μᾶλλον ἔτι τοὺς ἕνα μὲν τὸν φρενιτικὸν εἶναι λέγοντας καὶ ἕνα τὸν ἐμπειρικὸν, ἕνα δὲ τὸν ἄνθρωπον εἶναι μὴ συγχωροῦντας, μὴ γινώσκοντας ὡς εἴδει μὲν ἓν ἄνθρωπος, ἀριθμῷ δοὐχ ἕν. οὐδ Σωκράτης μὲν ἓν καὶ τὸ εἶδος καὶ τὸν ἀριθμὸν, φρενιτικὸς δὲ τὸ μὲν εἶδος εἶς, οὐχ εἷς δέ ἐστι τὸ πλῆθος. οὐ γὰρ ἐνδέχεται Δίωνα καὶ Σωκράτην καὶ Θέωνα καὶ Κορίσκον ἅμα πάντας, εἰ τύχοι, φρενιτίζοντας ἕνα τῷ πλήθει τοὺς τέσσαρας ὑπάρχειν, ἀλλὰ τὸ μὲν εἶδος ἕνα, τὸ πλῆθος δοὐχ ἕνα. παραλογώτερον δέ τι τῶν ἐμπειρικῶν ἰατρῶν ἐστιν, ὅτι καὶ τὸν ἐμπειρικὸν ἕνα λέγουσιν, εἶτἐρωτηθέντες πῶς ἕνα φασὶ τὸν ζῶντα τῷ τεθνεῶτι, καὶ τὸν ἐπὶ τῆς Ἑλλάδος τῷ κατΑἴγυπτον, ἀποκρίνονται πρὸς τοῦτο θαυμαστὴν ἀπόκρισιν. γάρ φασιν ἐμπειρικός ἐστι, ταύτῃ καὶ εἷς. τοῦτο γὰρ δὴ τῆς ἐσχάτης ἀναισθησίας ἐστὶν, εἰ προστιθέντες τὸ καὶ τὸ ταύτῃ, μηδὧν αὐτοὶ φθέγγονται συνίασιν. εἰ γὰρ δὴ ταύτῃ γε Σεραπίων καὶ Μηνόδοτος εἷς ἐστὸν ἐμπειρικοὶ, κατἄλλα δήπουθεν οὐχ εἷς ἔσονται. ὥστεἴ γε παντοίως εἷς ἦν, ἐκ περιττοῦ καὶ μάτην ἂν, οἶμαι, προσέκειτο τὸ καὶ τὸ ταύτῃ, παρὸν ἁπλῶς εἰπεῖν ὡς εἷς ἐστι Σεραπίων καὶ Μηνόδοτος. οὕτως οὖν ὡς ὑπὲρ αὐτοῦ μόνου Μηνοδότου τὸν λόγον ποιούμενος, οὐκ ἂν προσθήκης δεηθείης, ἀλλἁπλῶς ἂν εἴποις, εἷς ἐστι Μηνόδοτος. εἰ τοίνυν Μηνόδοτος μὲν εἷς ἁπλῶς, Μηνόδοτος δὲ καὶ Σεραπίων οὐχ ἁπλῶς εἷς, ἀλλ ἐμπειρικοὶ, πάντως δήπουθεν αὐτοῖς ἐστιν ἕτερἄττα καθ δύο εἰσὶ καὶ οὐχ εἷς ἀμφότεροι, καὶ γίνεται τοῦτο ἐκεῖνο τὸ πρὸς τῶν παλαιῶν φιλοσόφων εἰρημένον, ἕτερον μὲν ἀριθμῷ καὶ ταὐτὸν καὶ ἓν, ἕτερον δὲ τῷ εἴδει, καὶ μηδὲν εἶναι θαυμαστὸν, εἰ Μηνόδοτος Σεραπίωνι κατά τι μὲν αὐτός ἐστι καὶ εἷς, κατά τι δὲ οὐχ αὐτὸς οὐδεἷς. μὲν γὰρ ἐμπειρικὸς αὐτὸς, δ μὲν σιμὸς, δὲ γρυπὸς, μέλας, λευκὸς, μέγας, μικρὸς, οὐχ αὐτός. ἆροὖν οὕτως ἐστὶν ἑκάτερος αὐτῶν ἄνθρωπος, ὡσεὶ γρυπὸς σιμὸς, οὕτως ὡς ἐμπειρικός; κᾂν παῖς τοῦτό γε νοήσειεν, ὡς μὲν ἄνθρωπος εἷς ἐστιν, δ μὲν σιμὸς, δὲ γρυπὸς, οὐχ εἷς. ἆροὖν οὐκ ἐσχάτης ἀναισθησίας, φιλονεικίας, οὐκ οἶδ τί ποτε καὶ προσειπεῖν ἄξιον, ἕνα μὲν ὁμολογεῖν εἶναι τὸν φρενιτικὸν φρενιτικὸς, ὡσαύτως δὲ καὶ τὸν ληθαργικόν τε καὶ πλευριτικὸν, οὐδένα δὲ τὸν ἄνθρωπον ἄνθρωπος· καὶ τὸν μὲν ἐμπειρικὸν ἕνα λέγειν ἐμπειρικὸς, οὐχ ἕνα δὲ τὸν ἵππον ἵππος, ἐνὸν ἀκοῦσαι λέγοντος Ἀριστοτέλους τε καὶ Θεοφράστου δύνασθαί τι τῷ μὲν εἴδει ταὐτὸν ὑπάρχειν ἕτερον ἑτέρῳ, τῷ δἀριθμῷ μὴ ταὐτὸν, ἔτι δὲ τούτων ἔμπροσθεν αὐτοῦ τοῦ κᾀκείνοις ὑφηγησαμένου τὴν τοιαύτην  διαστολὴν τῶν σημαινομένων ἐπακοῦσαι λέγοντος, ὡς οὐδὲν θαυμαστόν ἐστιν ἓν εἶναι τὰ πολλὰ καὶ τὰ πολλὰ ἕν. οὕτω γὰρ σαφῶς ἅπαντα τοῦτον τὸν λόγον Πλάτων διῆλθεν ἐν ἀρχῇ τοῦ Φιλήβου, ὥστἐγὼ μὲν καὶ τοῖς ἀναισθήτοις αὐτὸν εἶναι νομίζω σαφῆ. γνωρίζουσι γοῦν οἱ ὄνοι καὶ ἄνθρωπον καὶ κάμηλον καὶ βοῦν, καὶ τόνδε τινα τὸν ἄνθρωπον καὶ τήνδε τινα τὴν κάμηλον, καὶ τόνδε τινα τὸν βοῦν. οὕτω δὲ καὶ ὁδὸν οὐ μόνον ἁπλῶς ὡς ὁδὸν, ἀλλὰ καὶ ὡς τήνδε τινα γνωρίζουσιν. ἐπιστῆσον γοῦν ὄνον ἐπἀρχὴν ὁδοῦ μὴ γνωρίμου καὶ θέασαι πῶς αὐτὴν βαδίζει τε καὶ διέρχεται πᾶσαν, οὐκ ἐκτρεπόμενος ἑκατέρωσε, πλὴν εἰ μὴ τύχοι που σχιζομένη, δῆλον ποιῶν ὡς αὐτὸ τὸ εἶδος τί ποτἐστὶν ὁδοῦ μέμνηται καὶ γιγνώσκει σαφῶς. βαδίζει γοῦν τὴν τετριμμένην· καθὅσον δὲ ἀγνοεῖ σφάλλεται· οὐ γὰρ δὴ τήν γε ἄτομον καὶ μίαν τῷ ἀριθμῷ μεμνημένος ἀπἐκείνης ἣν οὐκ οἶδε βαδίζειν δύναται. δῆλον δὅτι τὴν ὁδὸν ταύτην, ἣν νῦν βαδίζει πρῶτον, μὲν ὁδὸς ὡς εἴδει γινώσκων βαδίζει, καθὅσον δὲ ἀριθμῷ μία, κατὰ τοσοῦτον ἀγνοεῖ τῷ τε μηδαμῶς πρὸς τὰς ἀτρίπτους ἐκτρέπεσθαι καὶ τῷ καθ σχίζεται μὴ γινώσκειν ὁποίαν ἰτέον· ὅπερ ἠπίστατο ἂν ἀκριβῶς, εἰ δεύτερον αὐτὴν τρίτον ἔτυχε νῦν βαδίζων. ἐπειδὴ γὰρ ἕτερον μὲν οἶδεν, ἕτερον δἀγνοεῖ, καθὅσον τὸ μὲν κοινὸν εἶδος ὁδοῦ γινώσκει, τὸ δἴδιον ταύτης τινος ἀγνοεῖ, καθὅσον μὲν οἶδεν οὐ σφάλλεται, βαδίζει γοῦν τὴν τετριμμένην, καθὅσον δἀγνοεῖ σφάλλεται πολλάκις ἐν ταῖς τριόδοις, οὐκ εἰδὼς ὁποίαν ἕληται. διττὰς οὖν ἔχουσι γνώσεις καὶ οἱ ὄνοι· τῶν μὲν κοινῶν εἰδῶν ἑτέρας, τῶν δἰδίων ἄλλας. λοιπὸν εἴτε ἓν εἶδος ἐκεῖνο ἐθέλοις καλέσαι τὸ κοινὸν, εἴτε γένος, εἴτε κοινότητα, φυλάττων αὐτοῦ τὴν ἔννοιαν, ἣν ἐγὼ νῦν ἐξηγοῦμαι, περὶ μὲν ὀνομάτων ἀμφισβητήσεις, οὐ μὴν μεταθεῖναί γε δυνήσῃ τὸ πρᾶγμα. καίτοι πρὸς μὲν τὴν τῶν ὀνομάτων θέσιν ἴσως ἕτερος ἀμφισβητήσει παραπλησίως σοι, τῆς περὶ τὰ πράγματα θεωρίας ἀγύμναστος. οὐ μὴν ἡμεῖς γε ἀμφισβητήσομεν, ἀλλἐκείνου μόνον ἀξιώσομέν σε μεμνῆσθαι τοῦ παρὰ Πλάτωνος λεγομένου· ἓν γὰρ δὴ τὰ πολλὰ εἶναι καὶ τὸ ἓν πολλὰ, θαυμαστῶς λεχθὲν, καὶ οὐ ῥᾴδιον ἀμφισβητῆσαι τῷ τούτων ὁποτερονοῦν τιθεμένῳ· εἰ γὰρ δὴ τοῦτο διασώζοις, οὐκέθἕξεις ἐρίζειν, ὥσπερ νῦν ἐρίζεις τὰ μὲν ὑπὸ τῆς ἀμαθίας, τὰ δὑπὸ τῆς φιλονεικίας ἀγόμενος. ἀλλεἴτε τις ἕνα λέγοι τὸν φρενιτικὸν, ἕνα συγχωρήσεις ὑπάρχειν· εἴτε πολλοὺς, καὶ οὕτω συγχωρήσεις· ὡσαύτως δὲ καὶ τὸν ἐμπειρικόν τε καὶ δογματικὸν καὶ τὸν μεθοδικόν· οὕτω δὲ τὸν ἰατρὸν ἕνα τε καὶ πολλοὺς φήσεις· ἕνα μὲν ἰατρὸν, οὐχ ἕνα δὲ τῷ κατὰ μέρος πλήθει. οὐ γὰρ δὴ ἐπὶ μὲν τοῦ ἐμπειρικοῦ τὸ προσθήσεις, ἀφαιρήσεις δὲ ἐπὶ τοῦ ἰατροῦ, οὐδὲ ἐπὶ μὲν τοῦ ἰατροῦ προσθήσεις, ἀφαιρήσεις δὲ ἐπἀνθρώπου, οὐδὲ τὸν φρενιτικὸν μὲν ἕνα φήσεις φρενιτικὸς, τὸν νοσοῦντα δοὐχ ἕνα. καὶ γὰρ καὶ οὗτος νοσῶν εἷς ἐστιν. ἐπιλαθοῦ τοίνυν ἤδη ποτὲ τῶν λήρων ἐκείνων, οὓς ἐν ἄλλοις βιβλίοις ἐρίζων λέγεις, ἀξιῶν δειχθῆναί σοι τὸν ἄνθρωπον αὐτὸν καθἑαυτὸν μόνον ἄνευ τῶν κατὰ μέρος, ὥσπερ αὐτὸς δεῖξαι δυνάμενος τὸν ἐμπειρικὸν ἄνευ Μηνοδότου καὶ Σεραπίωνος καὶ τῶν ἄλλων τῶν κατὰ μέρος, νὴ Δία τὸν φρενιτικὸν ἄνευ τῶν κατὰ μέρος φρενιτικῶν. ἐν τίνι τοίνυν τὸ σφάλμα καὶ πόθεν ἐκτροπὴ τοῦ καὶ τῶν ὄνων αὐτοὺς γίγνεσθαι μωροτέρους; ἐξ ὧνπερ καὶ ἄλλα μυρία σφάλλονται. μεταβῆναι γὰρ ἐπὶ τὰς οὐσίας τῶν πραγμάτων ἀπὸ τῶν ἐννοιῶν ἐπιχειροῦντες, εἶθὡς ἀγύμναστοι τῆς λογικῆς θεωρίας σφάλλονται, συνανατρέποντες τῇ περὶ τούτων ἀπορίᾳ καὶ τὰς ἐννοίας. ἐκδέχεται γὰρ αὐτοὺς ἐνταῦθα τὸ περὶ γενῶν καὶ εἰδῶν ζήτημα σφῆλαι δυνάμενον, οὐ μόνον ἀγυμνάστους ἀνθρώπους ἐν ταῖς λογικαῖς μεθόδοις, ἀλλὰ καὶ τῶν γεγυμνασμένων τινὰς, ἐὰν μὴ προσέχωσιν ἀκριβῶς τὸν νοῦν. ἀλλοὐ χρὴ διότι περὶ τῆς οὐσίας ἀποροῦσι τῶν πραγμάτων, ἀφίστασθαι τῶν ἐναργῶν ἐννοιῶν· οὐδἡγεῖσθαι σοφὸν ἐξευρηκέναι τι τοὺς μὲν ἐμπειρικοὺς, ἐὰν ἓν εἴπωσιν, ἄνευ τοῦ προσθεῖναι κατὰ ποῖον σημαινόμενον ἕν ἐστι, τοὺς δὲ μεθοδικοὺς, ἐὰν ἀντὶ γένους, εἴδους, κοινοῦ κοινότητα λέγωσιν. ἐμοὶ μὲν γὰρ ἄμεινον ἐδόκει σαφῶς τῆς ἐννοίας ἤδη διωρισμένης, ὡς μὲν φρενιτικοὶ, ταύτῃ πάντες εἷς· δ μὲν νέος, δὲ γέρων, ἰσχνὸς, παχὺς, ἀνὴρ, γυνὴ, ταύτῃ πολλοὶ, χρήσασθαι λοιπὸν ἑρμηνείᾳ παλαιᾷ καὶ συγκινδυνεῦσαι κατὰ τὴν λέξιν Ἀριστοτέλει καὶ Θεοφράστῳ καὶ Πλάτωνι. πάντα τὰ τοιαῦτα τῷ μὲν εἴδει λέγουσιν ἓν ὑπάρχειν, τῶ πλήθει δοὐχ ἕν· οὐ φρενιτικὸν μόνον, ληθαργικὸν, ἐμπειρικὸν, ἀλλὰ καὶ δογματικὸν καὶ μεθοδικὸν καὶ ἄνθρωπον καὶ ἵππον καὶ ἄνδρα καὶ γυναῖκα καὶ τῶν ἄλλων ἕκαστον. εἰ δἐπὶ τὰ κατὰ μέρος ἔλθοις, οἷον τήνδε τὴν γυναῖκα τὴν δειχθῆναι δυναμένην, ταύτην οὐκ ἐγχωρεῖ τῷ μὲν εἴδει λέγειν ἓν, τῷ πλήθει δὲ πολλὰ, κατἄμφω γὰρ ἕν ἐστιν δειχθῆναι δυναμένη γυνὴ, καὶ τῷ εἴδει καὶ τῷ πλήθει, ὅπερ δὴ καὶ τῷ ἀριθμῷ καλοῦμεν. οἱ δέ γε οὐχ οὕτως ποιοῦσιν, ἀλλοἱ μὲν κοινότητας ὀνομάζουσιν, ὥσπερ οὐ μᾶλλον ἀπορηθῆναι δυναμένας εἰδῶν καὶ γενῶν, οἱ δ μὲν τόδε τι λέγουσιν, ὑπάρχειν ἕν· δοὐχ ἓν, οὐκέτι λέγουσιν ἓν ὑπάρχειν. ἐχρῆν γὰρ δήπου καὶ τούτους ὥσπερ δή ποτε τε Μηνόδοτος καὶ Σεραπίων καὶ Θεοδᾶς καὶ Γλαυκίας, Ἀπολλώνιός τε καὶ Καλλικλῆς καὶ Διόδωρος καὶ Ἡρακλείδης  καὶ Λύκος, εἷς ἅπαντες ὑπάρχουσιν ἐμπειρικοὶ, οὕτω πάλιν οὐχ εἷς ἅπαντες, ἀλλὰ πάμπολλοί τινές εἰσιν, ἐξηγήσασθαι· ἐν αὐτῷ γὰρ τῷ ταῦτἐξηγεῖσθαι πάντως ἄν που κατενόησαν ὡς ἓν καὶ πολλὰ καὶ ταὐτὸν εἶναί τε λέγεσθαι δυνατόν ἐστι. Μηνόδοτος οὖν καὶ Σεραπίων μὲν ἐμπειρικοὶ εἷς, καὶ νὴ Δία γε ἰατροὶ καὶ ἄνθρωποι. τί δὲ ζῶα, καλὸν ἐρέσθαι τοὺς ἐμπειρικοὺς, ἆρά γε κατὰ ταῦτα Μηνόδοτος καὶ Σεραπίων εἷς ἐστι; εἰ μὲν γὰρ μὴ φαῖεν, οὐδἡμεῖς συγχωρήσομεν ἐμπειρικοὶ, ταύτῃ γίγνεσθαι τοὺς δύο ἀνθρώπους ἕνα. συγχωρούντων δὲ καὶ ταύτῃ τοὺς δύο γίνεσθαι ἕνα, καθὅσον ἄμφω ζῶα, εὐθὺς μὲν ὑπομνήσομεν, ὡς ὀρθῶς ἄρα πρὸς τῶν παλαιῶν φιλοσόφων ἐλέγετο τὸ μὲν ἀριθμῷ, τὸ δὲ εἴδει, τὸ δὲ γένει ταὐτόν τε καὶ ἓν ὑπάρχειν. ἑξῆς δὲ πάλιν ἐρησόμεθα, φρενιτικὸς Μηνόδοτος, φρενιτικὸς Σεραπίων, πότερον αὐτός ἐστιν ἕτερος; ἀποκρινομένων δὲ ταύτῃ φρενιτικὸν εἶναι καὶ ἕνα καὶ τὸν αὐτὸν ἀμφοτέρους φρενιτικοὶ, πάλιν ἐρησόμεθα, τί δὲ καθὸ νοσοῦντες οὐ καὶ ταύτῃ εἷς ἄμφω ἐστόν; εἰ μὲν οὖν μὴ φαῖεν, οὐδἡμεῖς συγχωρήσομεν φρενιτικοί. συγχωρησάντων δὲ ἐρησόμεθα τί δηλονότι πρᾶγμα μίαν ἰδέαν ἔχον, ἐφοὗ τοῦτο τὸ ὄνομα φέρουσιν ἅπαντες ἄνθρωποι, νόσον. οὐ γὰρ δὴ φρενῖτις μέν τι γενήσεται πρᾶγμα μίαν ἰδέαν ἔχον καὶ ταύτῃ ποιοῦν ἅπαντας ἕνα τοὺς δεξαμένους αὐτὸ, νόσος δοὐχ ὡσαύτως ἕνα ποιήσει πάντας οἷς ἂν ἐγγένηται. ἀλλοὐκ ἔστι φησὶν, οὐδὲν οὕτως ἀφωρισμένον εἶδος νοσήματος ὡς ἀνθρώπου καὶ φρενίτιδος. τί φῂς οὗτος; ἆρά γε οὐδὲν αἱ φωναὶ δοκοῦσί σοι σημαίνειν, τε ζῶον καὶ νόσος, ἀλλὁμοίως ἐκφωνεῖσθαι τῷ βλίτυρι καὶ σκινδαψός; σημαίνουσι μὲν, οὐδὲν δὑπόκειται πρᾶγμα ταῖς φωναῖς, ὡς ἐν τῷ Σκύλλα καὶ Κένταυρος, καὶ σημαίνουσι καὶ τὸ σημαινόμενον ἓν ὑπάρχει; εἰ μὲν γὰρ οὐδέν ἐστι πρᾶγμα τὸ δηλούμενον ὑπὸ τῆς ζῶον τῆς νόσημα φωνῆς, οὐκ ὀρθῶς λέγεις τὸν ἄνθρωπον εἶναι ζῶον τὴν φρενῖτιν νόσον. εἰ δἔστι καὶ λέγεις ἀληθῶς, τουτὶ μὲν τὸ προσερχόμενον ζῶον εἶναι, τὴν φρενῖτιν νόσον, τοῦτον δεἰ τύχοι τὸν κατακείμενον ἄνθρωπον νοσεῖν, ἔστι τι πάντως τῶν ὑπαρχόντων αὐτοῖς, ἐφοὗ φέρεις ἕκαστον τῶν ὀνομάτων. ἀλλοὐ γεγύμνασαι νοεῖν αὐτὰ, καίτοι γε ἐκ τῶν πρώτων εἰσαγωγῶν ὄντα τῆς λογικῆς θεωρίας. τί οὖν τοῦτο πρὸς τὸ ἀληθές; οὐ δήπου γὰρ ἐξ ὧν ἂν σὺ μὴ συνίεις, ἐκ τούτων χρὴ κρίνεσθαι τὴν ἀλήθειαν, ἀλλἐξ ὧν ἂν καὶ συνετός τις ὢν φύσει καὶ μαθὼν καὶ ἀσκήσας καὶ μὴ φιλονεικῶν καὶ τιμῶν τἀληθὲς, ὧν οὐδὲν ὑπάρχει σοι· καίτοι μὰ τοὺς θεοὺς οὐκ οἶδεὕ τι προσδεῖταί τινος φύσει συνετοῦ τά γε τοιαῦτα. τίς γὰρ οὐκ οἶδεν ὡς οὐ ταὐτὸν σημαίνει Σωκράτης καὶ σιμὸς, ἀλλὰ τὸ μὲν Σωκράτης ὅλης τῆς ὑποκειμένης οὐσίας ἐστὶν ὄνομα, τῶν δἄλλων ὀνομάτων οὐδὲν κατὰ τῆς τοῦ σώματος οὐσίας ἁπάσης λέγεται; οὔτε γὰρ σιμὸς οὔθ προγάστωρ οὔθ φαλακρὸς, ἀλλὰ τὸ μὲν τοῦ σχήματος τῆς ῥινός ἐστιν ὄνομα, τὸ δὲ τῆς ἐνδείας τῶν ἐν τῇ κεφαλῇ τριχῶν, τὸ δὲ τοῦ μεγέθους τῆς γαστρός. καὶ ταῦτα μέν ἐστι τὰ κατὰ μόρια. λευκὸν δεἰ φήσαιμεν μέλανα Σωκράτην, κατὰ πάντων, οἶμαι, τῶν μορίων τοῦ σώματος ἐπιφέρομεν τὰς προσηγορίας, οὐ μὴν τὴν οὐσίαν γε ἅπασαν, ἀλλἕν τι τῶν συμβεβηκότων αὐτῇ δηλοῦμεν, τὸ χρῶμα, καὶ μέντοι κᾂν εἰ παχὺν, λεπτὸν εἴποιμεν, σκληρὸν, μαλακὸν, δασὺν, ψιλὸν, τι τῶν ἄλλων ἕκαστον τῷ Σωκράτει συμβέβηκεν, οὐ κατὰ πάσης οὐδοὕτω δηλονότι τῆς οὐσίας ἐπιφέρομεν τὴν προσηγορίαν, ἀλλἕν τι τῶν συμβεβηκότων αὐτῇ δηλοῦμεν. οὕτω δὲ καὶ τὸ καθῆσθαι καὶ τὸ περιπατεῖν καὶ τὸ κινεῖσθαι καὶ τὸ κοιμᾶσθαι καὶ τὸ ἐγρηγορέναι καὶ τῶν ἄλλων ἕκαστον τῶν τοιούτων ὀνομάτων οὐ κατοὐδενὸς δήπου τῶν ὄντων ἐπιφέρομεν, ἀλλά τι τῶν ὑπαρχόντων Σωκράτει δηλοῦμεν· κατὰ τὸν ἔμπροσθεν λόγον ἐνεργείας ἐλέγομεν ὑπάρχειν, παθήματα τούτων, τινας διαθέσεις. ἄμεινον οὖν σε καὶ νῦν ἔτι τούτῳ τῷ τρόπῳ χρησάμενον γυμνάσασθαι, καθ τι κᾀν τοῖς ἔμπροσθεν ἐδείκνυμεν, οὐκ ἀπὸ τῶν ὀνομάτων, ἀλλἀπὸ τῶν πραγμάτων ἀρξάμενον. ἄρξαι δἀπὸ σαυτοῦ πρῶτον καὶ σκέψαι, πότερον ἁπλοῦν τι πρᾶγμα ὑπάρχεις, σύνθετον, ἆρά γε ποὺς ὑπάρχεις ὀφθαλμὸς ῥὶς κεφαλή; δῆλον γὰρ ὅτι τούτων οὐδὲν οὔτε χωρὶς τούτων, ἀλλὰ κᾀκ τούτων τε κᾀκ τῶν ἄλλων ἁπάντων μορίων, ἑκάστου τὴν οἰκείαν ἔχοντος θέσιν, ὅλως ὑπάρχεις συγκείμενος. ὑποκείσθω δή σοι τοὔνομα Θεμίσων. ἀλλὅταν γε φῶ Θεμίσωνα χωλὸν εἶναι, τὸ μὲν χωλὸν ἐπὶ τῆς τῶν ποδῶν φέρω διαθέσεως, τὸ δὲ Θεμίσων τοῦ παντὸς ἦν ὄνομα. καὶ μὲν δὴ καὶ σιμὸς καὶ τυφλὸς ἀπὸ μέρους Θεμίσων ὀνομάζεται· πυῤῥὸς δὲ καὶ παχὺς οὐκ ἀπὸ μέρους, ἀλλἀπὸ διαθέσεων ἐνυπαρχουσῶν τῷ παντὶ παραπλησίως τῷ περιπατῶν καὶ καθήμενος καὶ διαλεγόμενος καὶ ζῶν. ἆροὖν ταῦτα μὲν γνωρίζεις ὡς οὐκ ἔστι δηλωτικὰ τῆς ὅλης οὐσίας τῆς σῆς, ἀλλὰ τὰ μὲν ἀπὸ μορίου τινὸς ὠνόμασται, τὰ δἀπὸ διαθέσεως μιᾶς· ὅταν δὲ ἀγαθὸν εἴπῃ τίς σε καὶ δίκαιον, οὐκέτι γνωρίζεις ὡς καὶ ταῦτα διαθέσεών ἐστιν ὀνόματα τῶν ἐπιγιγνομένων τῇ σῇ ψυχῇ; καὶ μὴν εἴ γε γνωρίσαις ὡς ἀνάλογον ἔχει ταῦτα τῷ λευκὸς καὶ τῷ μέλας, ὡς γὰρ ἐκεῖνα τῶν τοῦ σώματος, οὕτω ταῦτα τῶν τῆς ψυχῆς ἐστι διαθέσεων ὀνόματα, γνωριεῖς, οἶμαι, καὶ ὡς τεχνίτης καὶ ὡς ἄτεχνος ἀπὸ τῶν τῆς ψυχῆς διαθέσεων ὀνομάζονται· καὶ τεχνίτην δεἰ νοήσαις ὅθεν ὀνομάζεται, νοήσεις, οἶμαι, καὶ τὸν ἰατρὸν ὅθεν ὠνόμασται. τοῦτον δεἰ νοήσαις ὅθεν ὀνομάζεται, οὐκ  ἂν ἔτι σοι δεήσει πολλῆς πραγματείας ἐξευρεῖν ἐφὅτου ποτὲ τὸ ἐμπειρικὸς ὄνομα τέτακται. τοῦτο δαὐτὸ τί ποτέ ἐστιν κελεύω σε ποιεῖν; οὐδὲν σεμνὸν οὐδὲ μέγα. τὸ γὰρ διαιρεῖν τὰς κατηγορίας ἀρχὴ τῆς λογικῆς ἐστι θεωρίας· ἧς ὅτι παντελῶς ἀμαθῶς ἔχετε δηλοῦται διὧν εἰκῆ φλυαρεῖτε. καὶ νῦν οὖν σωφρονήσαντες αὖθις ἄρξασθε τὰ τῷ σώματι συμβεβηκότα κατονομάζειν· οἷον ὅτι λευκός ἐστιν ὅδε καὶ μέλας, νὴ Δία θερμὸς ἱκανῶς, ὡς μὴ φέρειν ἀλύπως τὴν θέρμην· εἶτα τὴν οὕτω πολλὴν θερμασίαν ὡς κάμνειν τὸ σῶμα διαὐτὴν καὶ καλῶς ἐνεργεῖν μὴ δύνασθαι, τῷ προσαγορεύοντι πυρετὸν ἐπιτρέψατε· πάντες γὰρ ἄνθρωποι τὸν οὕτω θερμὸν πυρέττειν φασί. καὶ οὐδὲν μέγα ποιήσετε μεταλλάττοντες τὸ ὄνομα, πλὴν κατατρίψετε ὑμῶν τὸν χρόνον. ἀλλἐκεῖνο μᾶλλον, οὗτος, εἰ βούλει, ποίησον, ὅταν εἴπῃς Θεμίσων πυρέττει καὶ Δίων πυρέττει καὶ πολλοὺς ἐφεξῆς οὕτως ὀνομάσῃς πυρέττοντας, ἐπίσκεψαι προσέχων τὸν νοῦν, ἆρα ἐν ἅπασιν αὐτοῖς ἓν καὶ ταὐτόν ἐστι τὸ πυρέττειν ἕτερον. εὑρήσεις γὰρ ἓν μὲν καὶ ταὐτὸν τῷ εἴδει, τῷ πλήθει δὲ, ὅπερ καὶ ἀριθμῷ καλοῦμεν, οὐχ ἕν. ἄλλως γὰρ οὔτἀποκρίναθαί σοι δυνατὸν οὔτε νοῆσαι. εἷς οὗν πυρέττων πυρέττει νὴ Δία· καὶ γὰρ παραφρονῶν εἷς παραφρονεῖ. τί δ πυρέττων τε ἅμα καὶ παραφρονῶν, ἆροὐχὶ καὶ οὗτος εἷς πυρέττει τε ἅμα καὶ παραφρονεῖ; πρόδηλον καὶ τοῦτ’, οἶμαι, παντί. κείσθω τοίνυν κατἀμφοῖν τούτοιν ἓν ὄνομα, τὸ πυρέττειν λέγω καὶ παραφρονεῖν, καὶ καλείσθω φρενιτικὸς τοιοῦτος· εἰ δοὐ νοεῖς ὅπως κατἀμφοῖν ἓν ὄνομα τίθεται, τάχἂν ἀναμνήσαιμί σε τῶν ὑπαὐτοῦ σου λεγομένων ὀνομάτων. ἵππον γὰρ δήπου καλεῖς τὶ, τὸ ζῶον δηλονότι τὸ χρεμετιστικόν; ἆροὖν ἡγῇ σὺ διαφέρειν ἵππον εἰπεῖν ζῶον χρεμετιστικόν; ἐγὼ μὲν γὰρ οὐχ ἡγοῦμαι. καὶ μὴν εἰ τοῦθοὕτως ἔχει κατἀμφοῖν ἐκείνων τῶν ὀνομάτων, ἵνα συντομώτερον εἴπῃς, ἵππον ἐπέθου. οὕτω δὲ κᾂν εἴ τι πεζὸν καὶ δίπουν ζῶον, ἀντὶ τοῦ διὰ τριῶν ὀνομάτων ἐνδείξασθαι, διἑνὸς ἐθελήσῃς δηλῶσαι, καλέσεις ἄνθρωπον. καὶ τό γε διαλύειν ἕκαστον τῶν ὀνομάτων εἰς λόγον οὕτω γίνεται. καὶ μὴν καὶ τὸ συντιθέναι τὸν λόγον εἰς ἓν ὄνομα κατὰ τὸν εἰρημένον ἀποτελεῖται τρόπον, ὅταν τῶν θἁπλῶν ἑκάστου τὴν ἔννοιαν ἔχῃς κατὰ τοὔνομα καὶ δυνατὸς ᾖς ἐκ δυοῖν ἁπλοῖν ἔννοιαν αὖθις ἑτέραν ἐργάσασθαι σύνθετον, εἶτἐπαὐτῆς ὄνομα θέσθαι· κᾄπειτα πάλιν αὖθις ἐκείνῃ τῇ συνθέτῳ προσθεὶς ἕτερον ἁπλοῦν, ἐκ τριῶν ἁπλῶν ἔννοιαν αὖθις ἀπεργασάμενον μίαν, ἐπενεγκεῖν τι καὶ κατὰ ταύτης ὄνομα. πῶς καὶ τίνα τρόπον; οὐ γὰρ ἀποκνήσω γυμνάζων τοὺς σωθῆναι βουλομένους ἐκ τῆς πολυχρονίου ταύτης ἀπαιδευσίας ἐπὶ πλέον ἐπεκτεῖναι τὸν λόγον. μὲν θερμότης ἁπλοῦ πράγματος ὄνομα. καὶ μὲν δὴ καὶ βλάβη τῆς ἐνεργείας ἁπλοῦν τι πρᾶγμα. τοσαύτη δὲ θερμότης ὡς ἤδη βλάπτειν ἐνέργειαν οὐκέθὁμοίως ἁπλοῦν. εἰ τοίνυν καὶ περὶ σύμπαν γένοιτο τὸ σῶμα, πολὺ δὴ μᾶλλον οὐκέθἁπλοῦν. ἵνοὖν μὴ πολλὰ λέγωσιν οἱ ἄνθρωποι, συντομίαν ἀσκοῦντες φύσει τὴν τοιαύτην θερμότητα πυρετὸν ὀνομάζουσιν. ἑτοιμότερον γάρ ἐστιν εἰπεῖν πυρέττειν Δίωνα τοῦ τοσαύτην θερμότητα ἔχειν ἐν ἅπαντι τῷ σώματι ὡς βεβλάφθαι πολλὰς ἐνεργείας. ὅταν μὲν οὖν αὐτὴν τὴν διάθεσιν δηλῶσαι βουληθῶσι, πυρετὸν ὀνομάζουσιν, ὅταν δὲ τὸν ἔχοντα τὴν διάθεσιν, ἀπἐκείνης παρονομάζουσι καὶ καλοῦσι πυρέττοντα· καθάπερ ἀπὸ τῆς λευκότητος τὸν λευκὸν καὶ ἀπὸ τῆς μελανότητος τὸν μέλανα. συνθέτου δὴ πράγματός ἐστιν ὄνομα πυρετὸς καὶ πολὺ μᾶλλον πυρέττων· ἁπλοῦν δέ γε παραφροσύνη· ἀλλεἰ προστεθείη τὸ ἁπλοῦν τοῦτο τῷ συνθέτῳ, φρενιτικὸς μὲν ἄνθρωπος, διάθεσις δαὐτοῦ φρενῖτις ὀνομάζεται· καθάπερ, οἶμαι, καὶ ἄνθρωπος αὐτὸς, ἵνα μὴ λέγηται ζῶον λογικὸν θνητὸν, ἕνεκα συντομίας ἄνθρωπος ὠνομάσθη, λόγου τινὰ δύναμιν ἐχούσης τῆς ἄνθρωπος προσηγορίας· καὶ τοῦτἔστιν καλοῦσιν οἱ παλαιοὶ φιλόσοφοι τὸν λόγον εἰπεῖν τοῦ ὀνόματος. οὐ μὴν εἰς ἄπειρόν γε προσάγουσιν, ἀλλἄχρι τῶν ἁπλῶν ἀνέρχονται. τὸν γὰρ ἄνθρωπον, ἐπειδὰν διαλύσῃς εἰς ζῶον καὶ λογικὸν καὶ θνητὸν, καὶ αὖθις λύσεις τὸ ζῶον εἰς οὐσίαν αἰσθητικήν· οὐ μὴν τήν γοὐσίαν ἔτι λῦσαι δυνήσῃ, καθάπερ οὐδὲ τὴν αἴσθησιν. ἁπλοῦν γὰρ ἤδη καὶ πρῶτόν ἐστιν ἑκάτερον τούτων. καὶ θαυμάζειν ἐπέρχεταί μοι τῶν φρενιτικὸν μέν τινα καὶ ἄνθρωπον εἶναι συγχωρούντων, νόσημα δὲ καὶ ζῶον οὐ συγχωρούντων. ὅμοιον γάρ ἐστι τοῦτο τῷ τὰ μὲν σύνθετα συγχωρεῖν, ἀμφισβητεῖν δὲ περὶ τῶν ἁπλῶν· ὥσπερ οὐ προτέρων τῇ φύσει τῶν ἁπλῶν ὑπαρχόντων. οὐκ εἶδον, φησὶν, αὐτὸ καθἑαυτὸ τὸ ζῶον· ἀλλοὐδὲ ἄνθρωπον, μωρὲ, καίτοι λέγεις εἶναι σαυτὸν ἄνθρωπον. τοῦτο μὲν ὁμολογήσεις, τὸ δὲ καὶ ζῶον ὑπάρχειν οὐχ ὁμολογήσεις; οὐκ ἐθεασάμην, φησὶν, καθἑαυτὴν οὐδαμόθι νόσον· οὐδὲ γὰρ φρενῖτιν ἐθεάσω ποτὲ μόνην, ἀλλἐπὶ Θέωνος, ἐπὶ Δίωνος, ἐπἄλλου τινὸς ἀνθρώπου. ὥστε τοῦτό γε τελέως ἠλίθιον, εἰ διότι μηδαμόθι τεθέασαι νόσημα μόνον αὐτὸ καθἑαυτὸ, διὰ τοῦτο νομίζεις μηδεἶναι νόσημα· οὕτω γὰρ οὐδὲ πυρετὸν, οὐδὲ φρενῖτιν, οὐδἄλλο τῶν τοιούτων οὐδὲν εἶναι συγχωρήσεις· ὡς οὐδὲ τούτων γε τεθέασαί τι μόνον αὐτὸ καθἑαυτό. βέλτιον δἦν οὐχ οὕτως, ἀλλὥσπερ εἴρηται πρόσθεν, ἀπὸ τῶν πραγμάτων αὐτῶν ἄρξασθαι καὶ θεάσασθαι  τῇ διανοίᾳ πόσα τὰ σύμπαντά ἐστιν ἁπλᾶ· κᾄπειθἑκάστῳ θέμενον ἴδιον ὄνομα, συμπλέκειν ἐξ αὐτῶν ἤδη τὰ σύνθετα. ἐγγιγνέσθω δὴ τῷ ὑποκειμένῳ σώματι τοῦθἓν πρῶτον, τὸ αἰσθάνεσθαι. πότερον οὐ καλέσεις ζῶον τοῦθὑπάρχει; καὶ μὴν ὑπὲρ ὀνόματος οὕτως ἀμφισβητήσεις. ἀλλοὐδὲ εἶναι φήσεις αἰσθανόμενον σῶμα; καὶ μὴν οὕτω γε τῶν πραγμάτων αὐτῶν καταψεύσῃ. ἀλλὰ καὶ σῶμα συγχωρῶν αἰσθανόμενον εἶναί τι καὶ κατὰ τοῦ τοιούτου σώματος τοὔνομα τοῦτο τὸ ζῶον λέγεσθαι, τολμήσεις φάναι μηδὲν εἶναι τὸ ζῶον; οὐκοῦν οὐδὲ τὸ λευκὸν οὐδέν ἐστιν, οὐδὲ τὸ βαδίζον οὐδὲ τὸ τρέχον; ἀπὸ γὰρ τῶν συμβεβηκότων ἑαυτῷ τὸ σῶμα προσαγορεύεται λευκὸν, βαδίζον καὶ τρέχον. αὐτὰ δὲ τὰ συμβεβηκότα τὸ μὲν λευκότης ὀνομάζεται, τὸ δὲ βάδισις, τὸ δὲ δρόμος. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἴσθησις μὲν ἕν τι τῶν ὑπαρχόντων τοῖς σώμασιν, αἰσθανόμενον δὲ αὐτὸ τὸ σῶμα· τοῦτοὖν καὶ ζῶον ὀνομάζεται. τίς οὖν θεασάμενος αἰσθανόμενον σῶμα, παρεὶς τὸ ζῶον ὄνομα ζητήσει τι καταὐτοῦ λέγειν ἕτερον; ἆροὖν νοεῖται μόνον τὸ σῶμα καθάπερ Κένταυρος, καὶ τυγχάνει τι τῆς προσηγορίας ταύτης ὑποκείμενον πρᾶγμα; δῆλον ὡς καὶ τυγχάνει. τί δὲ, νοεῖται μόνον αἴσθησις, καί τι τῶν τοῖς σώμασιν ὑπαρχόντων ἐστίν; ἐμοὶ μὲν δοκεῖ καὶ τοῦτεἶναι πρόδηλον ὡς ἕν τι τῶν ἐν τοῖς σώμασιν ὑπαρχόντων ἐστὶ καὶ αἴσθησις. καὶ μὴν εἰ μήτε τὸ σῶμα νοεῖται μόνον, ἀλλὰ καὶ ἔστι, μήθ αἴσθησις, ἔστι γὰρ καὶ ἥδε· πῶς ἄμφω συντιθέντα τὸ σύνθετον οὐκ ὂν ποιήσει; γελοῖον γὰρ ἤδη τοῦτό γε, σῶμα μὲν εἶναί τι καὶ αἴσθησιν, αἰσθανόμενον δὲ οὐδὲν εἷναι σῶμα· καὶ τούτου γελοιότερον, αἰσθανόμενον μὲν εἶναι σῶμα, ζῶον δεἶναι μηδὲν, ὥσπερ ἄλλο τι καὶ οὐ τοῦθὑπάρχον ζῶον, διαφέρον τι τῷ λόγῳ δηλοῦν ἐπιχειρεῖν ὁτιοῦν ὀνόματι. τῆς δαὐτῆς ἀτοπίας ἔχεται καὶ τὸ μὴ συγχωρεῖν εἶναί τι νόσον· εἰ γὰρ οὐδέν ἐστι διάθεσις, οὐδὲ νόσος ἔσται τι. δοθείσης δεἶναι διαθέσεως, ἔσται τι καὶ νόσος· ἥτις γὰρ ἂν ἐνέργειαν βλάπτῃ διάθεσις, ἐκείνη νόσος ἐστίν. ἀλλοὐκ ἔχεις μοι δεῖξαι, φασὶ, νόσον αὐτὴν καθἑαυτήν. οὐδὲ γὰρ φρενῖτιν, οὗτος, οὐδὲ πυρετόν. ἀλλὅμως καὶ ταῦτα συγχωρεῖς ὑπάρχειν καὶ ἄλλα πολλά. τὴν γὰρ μικρολογίαν τῶν ὀνομάτων, ἣν ἐκομψεύσαντό τινες τῶν φιλοσόφων, ἀνατρέπουσαν ἅπασαν τὴν ἐν τῷ βίῳ συνήθειαν, ὡς μὴ διἐκείνους αὐτῇ χρῆσθαι δύνασθαι κατὰ τὰ σφῶν αὐτῶν συγγράμματα, παραιτοῦμαι λέγειν τὰ νῦν, ἑτέρωθι διειλεγμένος ὑπὲρ αὐτῶν ἐπὶ πλέον. εἰρηκὼς οὖν οὐδὲν ἧττον ὅσα χρὴ κᾀν τοῖς περὶ τῶν στοιχείων λογισμοῖς, λέγω δὲ μικρολογίαν, ἐν διαιροῦνται κατὰ γένη τό τε ὂν καὶ τὸ ὑφεστός. ἀδιαφόρως γὰρ ἡμῖν κᾀνταῦθα καὶ κατὰ τὸν ἑξῆς λόγον εἰρήσεται ταῦτα. πάντας δἐν πᾶσιν ἐξελέγχειν ἀδύνατον. ἀλλὰ γὰρ περὶ τοῦ μὴ μόνον ἔννοιαν εἶναι νοσήματος ἰδίαν, ἀλλὰ καὶ πρᾶγμά τι τῆς προσηγορίας ταύτης τυγχάνον ὑποκεῖσθαι, κατά γε τὸ παρὸν ἀρκεῖ λελέχθαι ταῦτα. σαφέστερον δἔτι τοῦταὐτὸ νοηθήσεται τοῦ λόγου προϊόντος, ἐπειδὰν περὶ πρώτων ἐνδείξεων περαίνηται λόγος. ὅσα δὲ περὶ νοσήματος εἴρηται νῦν, ἡγοῦμαι καὶ περὶ συμπτώματος εἰρῆσθαι καὶ πάθους, ὑγείας τε καὶ ἀρτιότητος, ἰσχύος τε καὶ δυνάμεως ἁπάντων τε τῶν ἄλλων ὧν ὀνόματά τε καὶ νοήσεις εἰσὶ κατά τινων ὑποκειμένων λεγόμενα. πάντα γὰρ ταῦτα τοῖς σώμασιν ὑπάρχει, τὰ μὲν ὡς διαθέσεις, τὰ δὡς ἐνέργειαι, τὰ δὡς πάθη· καὶ τὰ μὲν ὡς κατὰ φύσιν ὄντα, τὰ δὡς παρὰ φύσιν, ἔνδειξίς τε καθἕκαστον αὐτῶν ἰδία γίνεται, παρεωραμένη τοῖς πλείστοις τῶν ἰατρῶν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up