Book 14
§1–5
§1 Περὶ μὲν τῶν παρὰ φύσιν ὄγκων ὁπόσοι μέν εἰσι καὶ ὁποῖοι γέγραπται πρόσθεν ἰδίᾳ καθἕν βιβλίον. ὡς δἄν τις αὐτοὺς θεραπεύοι μεθόδῳ, τῆς προκειμένης πραγματείας ἴδιον ὄν, ἐν τῷ τρισκαιδεκάτῳ τῶνδε τῶν ὑπομνημάτων ἠρξάμεθα λέγειν. ἐπεὶ δἐν τοῖς ἔμπροσθεν ὑπὲρ ἁπάντων πυρετῶν λόγος ἐγεγόνει, βέλτιον ἔδοξέ μοι περὶ πρώτης φλεγμονῆς διελθεῖν ὡς ἂν συνεχέστατά τε γινομένης καὶ πυρετοὺς ἐπιφερούσης πολλάκις. εἴρηται μὲν οὖν τι κᾀν τῇ τῶν πυρετῶν θεραπείᾳ περὶ τῆς φλεγμονῆς ἅμα ταῖς ἄλλαις αὐτῶν αἰτίαις· ἀλλ τέλειός τε καὶ ἴδιος αὐτῆς λόγος ἐν τῷ πρὸ τούτου βιβλίῳ γέγραπται, τὴν μέθοδον τῆς θεραπείας ὁποία τίς ἐστὶ διερχομένων ἡμῶν, οὐ τὴν τῶν βοηθημάτων ὕλην, τι μὴ παραδείγματος ἕνεκεν, ὡς κᾀπὶ τῶν ἔμπροσθεν ἐποιήσαμεν. οὐ πόῤῥω δὲ τῆς φλεγμονῆς ἕτερον νόσημά ἐστιν ἐρυσίπελας ὀνομαζόμενον, ἐπὶ χολώδει χυμῷ συνιστάμενον, ὡς ἐδείχθη. βέλτιον δἴσως αὐτὸ μακροτέρῳ λόγῳ διορίσαι τῆς φλεγμονῆς. κοινὰ μὲν οὖν ἀμφοῖν τε παρὰ φύσιν ὄγκος ἐστὶ καὶ θερμασία, διαφέρει δὲ πρῶτα μὲν καὶ μάλιστα τῇ χροιᾷ. ἐρυθρᾶς μὲν γὰρ οὔσης αὐτῆς φλεγμονὴν τὸ πάθος ὀνομάζουσιν, ὠχρᾶς δ ξανθῆς ὥσπερ ἐξ ὠχροῦ καὶ ξανθοῦ χρώματος μικτῆς, ἐρυσίπελας. ἀτὰρ οὖν καὶ σφυγμὸς ἴδιον σύμπτωμά ἐστι τῆς μεγάλης φλεγμονῆς· καὶ γὰρ καὶ διὰ βάθους γίνεται μᾶλλον, ὥσπερ γε ἐρυσίπελας ἐν τῷ δέρματι μᾶλλον ἐν τῷ βάθει. λεπτὸς γὰρ κατὰ τὴν σύστασιν τῆς ὠχρᾶς χολῆς χυμὸς, ὥστε διαῤῥεῖ ῥᾳδίως ἐπὶ τὸ δέρμα, τὰ σαρκώδη καὶ ἀραιὰ μόρια διερχόμενος. δὲ τοῦ δέρματος πυκνότης οὐκέθὁμοίως εὔπορος τῇδε τῇ χολῇ, πλὴν εἰ πάνυ λεπτὴ καὶ ὑδατώδης εἴη, τοιαύτη γὰρ μάλιστα καὶ καθἑκάστην ἡμέραν ἐστὶ συναπερχομένη τοῖς ἱδρῶσι. καὶ πολλῶν ὄψει κατὰ τὰ βαλανεῖα ταῖς στλεγγίσιν ἀποξεόντων τὸν ἱδρῶτα τοιοῦτον τὴν χρόαν, οἷόν περ καὶ τὸ οὖρόν ἐστι τοῖς ἐπὶ πλέον ἀσιτήσασιν. οἶσθα γὰρ ὡς χρονιζόντων ἡμῶν ἐν ταῖς ἀσιτίαις ὠχρότερον ἐξ ὑδατώδους γίγνεται τὸ οὖρον· ὕστερον δὲ ποτε καὶ ξανθὸν, εἰ μὴ φθάσειέ τις ἐπιτέγξαι τὸν αὐχμὸν τοῦ σώματος, ὑγραινούσῃ τε τροφῇ καὶ ποτῷ. κατὰ φύσιν μὲν οὖν διοικουμένου τοῦ σώματος πικρόχολος χυμὸς ἀδήλως διαπνεῖται· παρὰ φύσιν δὲ κατἄλλα τε πάθη πλεονάζων φαίνεται, περὶ ὧν αὖθις εἰρήσεται, καὶ μέντοι κατὰ τουτὶ τὸ νῦν ἡμῖν προκείμενον, καλοῦσιν ἐρυσίπελας. ὅταν γὰρ ἤτοι πολὺ πλέον τοῦ κατὰ φύσιν παχύτερος γενόμενος ἀθρόως ἐνεχθῇ πρὸς τὸ δέρμα, διακαίει τε τοῦτο καὶ εἰς ὄγκον αἴρει.
§2 Κρεῖττον δἐστὶν, ὥσπερ ἀεὶ λέγομέν τε καὶ πράττομεν, οὕτω καὶ νῦν ἡμᾶς ἀπὸ τῶν πραγμάτων, οὐ τῶν ὀνομάτων ἄρξασθαι, δευτέραν ἀμείνω τῆς πρόσθεν ἀρχῆς τῷ λόγῳ τήνδε θεμένους. ὅταν αἵματος πολλοῦ κατασκήψαντος εἴς τι μόριον, ὡς μὴ στέγεσθαι πρὸς τῶν ἀγγείων τῶν καταὐτὸ, διεκπίπτῃ τι δροσοειδῶς ἐκ τῶν ἀγγείων εἰς τὰς τῶν μυῶν χώρας, ἃς ἔχουσι μεταξὺ τῶν συντιθέντων αὐτοὺς ὁμοιομερῶν σωμάτων, ὄγκος μὲν γίγνεται διὰ τὸ πλῆθος· ἕπεται δὲ αὐτῷ τάσις μὲν τοῦ δέρματος, ὀδύνη δἐν τῷ βάθει καὶ πόνος μετὰ σφυγμοῦ καὶ ἁπτομένοις ἀντιτυπία τις, ἔρευθός τε καὶ θερμότης, ὡς ἂν καὶ τοῦ δέρματος ἀπολαύοντος ὧν πάσχουσιν αἱ ὑπαὐτὸ σάρκες. ἀνάλογόν τε τοῖς νῦν εἰρημένοις καὶ περὶ τὰ σπλάγχνα γίνεται διάθεσις. ἔστι γὰρ δὴ κᾀν τούτοις ἰδία σὰρξ, ἣν ἔνιοι παρέγχυμα προσαγορεύουσιν, εἰς ἣν ἀτμοειδῶς ἐκ τῶν πεπληρωμένων ἀγγείων ἐκκρινόμενον τὸ αἷμα τὰ προειρημένα συμπτώματα ἐργάσεται. μία μὲν οὖν ἥδε διάθεσις αἱματώδους ἔκγονος ῥεύματος ἐν σαρκοειδέσι σώμασι μάλιστα γινομένη. δευτέρα δἑτέρα χολώδους περὶ τὸ δέρμα συνισταμένη μάλιστα τό τἐκτὸς τοῦτο, τὸ κοινὸν ἁπάντων σκέπασμα τῶν μορίων, καὶ τὸ καθἕκαστον τῶν ἐντὸς περιτεταμένων ὑμενῶδές τε καὶ λεπτόν. ὥσπερ οὖν προτέρα συνεπιλαμβάνει τι καὶ τοῦ δέρματος, οὕτω καὶ ἥδε τῆς ὑποκειμένης αὐτῷ σαρκός. εἰ δὲ καὶ παχύτερος χυμὸς εἴη καὶ δριμύτερος, ἀποδέρει τὴν ἐπιδερμίδα καί ποτἐν τῷ χρόνῳ πρὸς τὸ βάθος ἐξικνεῖται τοῦ δέρματος ἕλκωσις. αὕτη μὲν οὖν διάθεσις ἐρυσίπελας ὀνομαζέσθω, διττὴν δὲ ἔχον, ὡς εἴρηται, διαφορὰν, ἤτοι χωρὶς ἑλκώσεως, σὺν ταύτῃ γιγνόμενον. προτέρα δὲ μονοειδής ἐστι καὶ καλείσθω φλεγμονή. ὅταν οὖν μήτε ἀκριβῶς χολῶδες τὸ ῥεῦμα μήθαἱματῶδες, ἀλλἐξ ἀμφοῖν μικτὸν, ἀπὸ μὲν τοῦ κρατοῦντος ἐν τῇ μίξει τοὔνομα αὐτῷ τιθέσθω, κατηγορείσθω δὲ τοῦτο τὸ κρατούμενον, ὡς ἤτοι φλεγμονὴν ἐρυσιπελατώδη καλεῖν ἡμᾶς ἐρυσίπελας φλεγμονῶδες. εἰ δὲ μηδέτερον ἐπικρατοίη, μέσον ἐρυσιπέλατός τε καὶ φλεγμονῆς ὀνομαζέσθω τὸ πάθος.
§3 δὲ τῆς θεραπείας μέθοδος ὡς ἐπὶ τῶν ἄλλων συνθέτων, οὕτω καὶ νῦν γιγνέσθω τὴν ἀρχὴν ἀπὸ  τῶν ἁπλῶν ποιησαμένοις. κοινὸς μὲν οὖν σκοπὸς ἅπασι τοῖς οὕτω παρὰ φύσιν ὄγκοις κένωσις. οὕτω δεἶπον ἀναμιμνήσκων τοῦ πλήθους τῶν ἐργαζομένων αὐτοὺς χυμῶν. εἰ γάρ τις τούτους κενώσειε, τὴν κατὰ φύσιν ἕξιν ἀναλήψεται τὸ μόριον. ἀλλὰ καὶ κένωσις ὁμοίως ἅπασι διττὴ, μία μὲν οὖν ἀπωθουμένων ἡμῶν αὐτοὺς εἰς ἕτερα μόρια, δευτέρα δὲ διαφορούντων ἔξω κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοήν. ἐπεὶ δοὐ τῷ ποσῷ μόνον ἀνιᾷ τὸ ἐρυσίπελας, ἀλλὰ καὶ τῷ ποιῷ, σφοδρὰν ἔχον τὴν φλόγωσιν, ἐμψύξεως δεήσεται περιττοτέρας κατὰ τὴν φλεγμονήν. οὐ μὴν ἀκίνδυνός γε τοιαύτη θεραπεία τῷ παντὶ σώματι, διὰ τὸ φέρεσθαι τὴν χολὴν ἐνίοτε πρός τι τῶν ἐπικαίρων μορίων, ὅπου γε οὐδὅταν αἷμα ψύχηται πλεονάζον, ἀκίνδυνον ἐκ τῶν ἀκύρων μερῶν ἀπωθεῖσθαι τὸ ῥεῦμα. καθάπερ οὖν ἐπἐκείνου μετὰ τῆς τοῦ παντὸς σώματος κενώσεως τοῖς ἀποκρουστικοῖς ὀνομαζομένοις ἐχρώμεθα βοηθήμασιν, οὕτω καὶ νῦν πράξομεν· ἀντὶ μὲν φλεβοτομίας χολαγωγῷ φαρμάκῳ καθαίροντες, αὐτὸ δὲ τὸ πεπονθὸς μέρος ἐμψύχοντες. ὅρος δἔστω τοῦ ψύχειν τῆς χρόας μεταβολή. καὶ γὰρ τό γε ἀκριβὲς ἐρυσίπελας εὐθὺς ἅμα ταύτῃ παύεται, τὸ δοὐκ ἀκριβὲς, ἀλλἤδη πως φλεγμονῶδες πελιδνὸν ἀποφαίνει τὸ δέρμα, ψυχόντων ἐπὶ πλέον. εἰ δὲ μηδοὕτως τις παύοιτο, μελαίνεται, καὶ μάλιστα ἐπὶ τῶν πρεσβυτικῶν σωμάτων· ὥστἔνια τῶν οὕτω ψυχθέντων οὐδὲ τοῖς διαφορητικοῖς φαρμάκοις ἐκθεραπεύεται τελέως, ἀλλὑπολείπει τινὰ περὶ τὸ μόριον ὄγκον σκιῤῥώδη. μεταβαίνειν οὖν ἄμεινον ἀπὸ τῶν ψυχόντων τε καὶ στυφόντων ἐπὶ τἀναντία καθὃν ἂν καιρὸν ἴδῃς ἠλλοιωμένον τὸ χρῶμα τοῦ πάσχοντος μορίου, πρὶν ἤτοι πελιδνὸν καὶ παντάπασι μέλαν γενέσθαι. λέλεκται δἐν ταῖς περὶ φαρμάκων πραγματείαις τῶν ψυχόντων ὕλη, τὸ στρύχνον καὶ τὸ ἀείζωον, τἀνδράχνη καὶ κοτυληδὼν καὶ τὸ ψύλλιον, θὑοσκύαμος καὶ θριδακίνη καὶ σέρις, τε ἀπὸ τῶν τελμάτων φακὸς, αἵ τε διὕδατος πάνυ ψυχροῦ κηρωταὶ καὶ τἄλλα ὅσα τοιαῦτα. μεταπεσούσης δὲ τῆς φλογώσεως τοῦ πεπονθότος μορίου, καταπλάττειν αὐτὸ, πρὶν πελιδνὸν γενέσθαι διὠμῆς λύσεως, ὀνομάζω δοὕτω τὸ κρίθινον ἄλευρον. εἰ δὲ καὶ πελιδνὸν γενέσθαι φθάσειεν, ἀποσχάζοντα καταπλάττειν αἰονᾶν τε τὰ μὲν πλεῖστα διὕδατος θερμοῦ· καὶ θάλασσα δὲ καὶ ἅλμη ποτὲ συνοίσει. καὶ αὐτῷ δὲ τῷ καταπλάσματι μίγνυται τοιοῦτον ὕδωρ ὄξος ὀξάλμη. ἐν τούτῳ δὲ τῷ καιρῷ καὶ κοριανοῦ μετἀλφίτων ἔνιοι πειραθέντες ἔγραψαν ὡς ἀγαθὸν εἴη φάρμακον ἐρυσιπελάτων. εἶταὖθις ἕτεροι κατἀρχὰς χρησάμενοι μεγάλης βλάβης τῷ κάμνοντι κατέστησαν αἴτιοι. καὶ διὰ τοῦ ῥοδίνου δὲ κηρωτὴ λαμβάνουσα τῆς τιτάνου κατὰ τὸν αὐτὸν τρόπον ἐνίοις γέγραπται βοηθεῖν ἐρυσιπέλασι καὶ ἄλλα τινὰ τοιαῦτα τῶν θερμαινόντων ἱκανῶς, ὧν οὐδέν ἐστιν ἐρυσιπέλατος ἴαμα πρὶν μεταπεσὸν αὐτὸ παύσασθαι μὲν ὅπερ ἦν ἐξ ἀρχῆς, ἕτερον δἐναντίον ἐκείνῳ γενέσθαι. πῶς γὰρ οὐκ ἐναντίον ἔσται τὸ θερμῷ πάθει τὸ ψυχρὸν, τῷ ξανθῷ τὴν χρόαν ὠχρῷ τὸ πελιδνὸν μέλαν; ὥσπερ δὲ πολλάκις ἐπιμίγνυται φλεγμονῇ τὸ ἐρυσίπελας, οὕτως ἐνίοτε τῷ οἰδήματι· καὶ καλείσθω τηνικαῦτα τὸ μικτὸν ἐξ ἀμφοῖν ἐρυσίπελας οἰδηματῶδες, ὥσπερ γε κᾀπειδὰν ψυχόμενον σκληρόν τε καὶ δύσλυτον γένηται, κληθήσεται σκιῤῥῶδες ἐρυσίπελας. καὶ τοίνυν καὶ θεραπεία καθάπερ ἐν ἅπασι τοῖς συνθέτοις, οὕτω κᾀπὶ τούτων σοι γιγνέσθω· καὶ μάλιστα μὲν ἀνθισταμένῳ πρὸς τὸ κρατοῦν, οὐκ ἐπιλελησμένῳ δοὐδὲ τῆς ἀπὸ τοῦ μιχθέντος ἐνδείξεως.
§4 Ὥσπερ γὰρ ἐπὶ χολώδει ῥεύματι τὸ ἐρυσίπελας, οὕτως ἐπὶ φλέγματι τὸ οἴδημα γίγνεται χαῦνός τις ὄγκος ἀνώδυνος. ἴσμεν δὲ δήπου καὶ ἄλλως οἰδήματα γινόμενα περὶ τοὺς πόδας ἐν ὑδερικαῖς διαθέσεσι καὶ φθόαις καὶ καχεξίαις ἑτέραις ἰσχυραῖς. ἐπἐκείνων μὲν οὖν σύμπτωμά ἐστι τὸ οἴδημα τοῦ κατέχοντος πλήθους τὸν ἄνθρωπον, οὐδὲ μιᾶς ἰδίας ἐξαιρέτου θεραπείας δεόμενον. ἀρκεῖ γὰρ, εἴπερ ἄρα, τηνικαῦτα ἀνατρίβειν τὰ σκέλη ποτὲ μὲν διὀξυροδίνου, ποτὲ δὲ διἐλαίου καὶ ἁλῶν, καὶ αὐτῷ τῷ ὀξυροδίνῳ τῶν ἁλῶν ἐπεμβάλλοντα. διὰ δὲ τὸν φλεγματώδη χυμὸν ἐπιῤῥυέντα μορίῳ συνιστάντος οἰδήματος, ἱκανὸς ἐνίοτε καὶ σπόγγος μόνος ὕδατι βεβρεγμένος ὀλίγον ὄξους ἔχοντι. γενέσθω δ κρᾶσις ἤτοι γὡς ἂν καὶ πίοι τις οὐ πολλῷ γε τούτου πλέον ἔχουσα τὸ ὄξος. ἐπιδεῖν δὲ χρὴ τὸν σπόγγον ἐκ τῶν κάτω μερῶν ἀρχόμενον καὶ ἄνω τελευτῶντα. καινὸς δἔστω πάντως, εἰ μέλλοι τι χρηστὸν ἐργάσασθαι· μὴ παρόντος δέ σοι καινοῦ, διαῤῥύπτειν χρὴ καὶ καθαίρειν τὸν ἐπιτυχόντα νίτρῳ τε καὶ ἀφρονίτρῳ καὶ τῇ καλουμένῃ κονίᾳ στακτῇ. μὴ καταστάντος δὲ ἐπὶ τοῖσδε τοῦ οἰδήματος, ἐπειδὰν αὖθις ἐπιδέῃς, ἐπεμβάλλειν καὶ βραχὺ τῆς στυπτηρίας καὶ σπόγγον καινὸν προσοιστέον· εἰ δοὐκ ἔχοις καινὸν, ἄμεινον χρῆσθαι τούτῳ δὴ τῷ καλουμένῳ πρὸς τῶν πολλῶν ἐλλυχνίῳ. μαλακὸν δἔστω πρὸ πάντων, ὁποῖον τὸ Ταρσικόν· εἰ δἐκείνου τις εὐποροίη, θαῤῥῶν χρήσθω· βέλτιον γὰρ ἐνεργήσει τοῦ σπόγγου. δευέσθω δὲ δηλονότι τῷ τὴν στυπτηρίαν ἔχοντι ὀξυκράτῳ καὶ ἐπιδείσθω, καθότι προείρηται, κάτωθεν ἄνω. σφίγγειν δοὕτω συμμέτρως, ὡς ἐν κατάγματι, καὶ μᾶλλον μὲν τὰ κάτω πρῶτα· κατὰ βραχὺ δἐκλύειν τὴν σφίγξιν· οὐ μὴν εἰς τοσοῦτόν γε, ὡς χαλαρὸν γενέσθαι τι μέρος τῆς ἐπιδέσεως. ἀγαθὸν δὲ φάρμακον εἰς ταῦτα καὶ τὸ γλαύκιον αὐτό τε καθἑαυτὸ διὀξυκράτου λυθὲν, ἔτι τε μᾶλλον τὸ δι’  αὐτοῦ συντιθέμενον ἡμέτερον φάρμακον, οὗ τὴν σύνθεσιν ἔχεις ἐν τῇ περὶ τῶν φαρμάκων πραγματείᾳ λεγομένῃ. ἦσαν δέ μοι μέχρι δεῦρο τρεῖς, τε περὶ τῶν ἁπλῶν, καὶ μετὰ ταύτην περὶ τῆς συνθέσεως αὐτῶν, εἶθ περὶ τῶν εὐπορίστων. ἔοικα δὲ καὶ τετάρτην ἄλλην ποιήσειν, ἐπειδὴ καὶ πολλοὶ τῶν ἑταίρων οὕτως ἀξιοῦσιν· ἐν περὶ τῶν κοινῶν καὶ ἰδίων ἑκάστου μορίου καὶ πάθους φαρμάκων λόγος ἐστί μοι. ἀλλὰ τοῦτό γε τὸ διὰ τοῦ γλαυκίου φάρμακον οὐκ οἰδήματα μόνον, ἀλλὰ καὶ πολὺ δὴ μᾶλλον αὐτῶν ἐρυσιπέλατά τε τὰς φλεγμονὰς ἀρχομένας ἰᾶται, καὶ μάλιστα τὰς θερμάς. εὔδηλον δὲ ὅτι καὶ τὰς ἐρυσιπελατώδεις φλεγμονὰς ἐρυσιπέλατά τε τὰ φλεγμονώδη θεραπεύσεις ταὐτῷ τούτῳ τῷ φαρμάκῳ. οὐ μὴν τάς τε σκιῤῥουμένας ἤδη τῶν φλεγμονῶν τὰ ψυχθέντα τῶν ἐρυσιπελάτων, οὔθὅλως οὐδεμίαν διάθεσιν σκιῤῥώδη· περὶ ὧν εἴρηται μέν τι κᾀν τῷ πέμπτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, εἰρήσεται δὲ καὶ νῦν. μὲν γὰρ χυμὸς τὸ τοιοῦτον πάθος ἐργαζόμενος ἤτοι γλίσχρος ἐστὶν παχὺς, ἀμφότερα. τῆς θεραπείας δὲ αὐτοῦ κοινὸς σκοπὸς ἐκκενῶσαι τὸ περιεχόμενον ἐν τῷ μορίῳ παρὰ φύσιν ἅπαν. ἴδιος δ τρόπος τῆς κενώσεως· ἀποῤῥῦψαι γὰρ αὐτὸν χρὴ δυσλύτως ἐμπεπλασμένον. ἐὰν οὖν ἀθρόως ἕλκουσί τε καὶ διαφοροῦσι φαρμάκοις ἐγχειρῇ τις κενοῦν, ἄνευ τοῦ μαλάττειν τε καὶ χεῖν τοῖς ὑγραίνουσι καὶ θερμαίνουσιν, ἐν ὀλίγαις μὲν ἡμέραις ταῖς πρώταις ἀξιόλογον ἐπίδοσιν δόξει λαμβάνειν θεραπεία, τό γε μὴν ὑπόλοιπον τῆς διαθέσεως ἀνίατον ἔσται· διαφορηθέντος γὰρ ἅπαντος τοῦ λεπτομεροῦς καταὐτὴν, ὅμοιόν τι πήξει λιθώδει τὸ λοιπὸν λήψεται. καὶ γὰρ οὖν καὶ τῶν ἐν ταῖς ἀρθρίτισι πώρων γένεσις ἐξ ὑγροῦ παχέος ἐστὶ καὶ γλίσχρου μὴ κατὰ βραχὺ διαφορηθέντος, ἀλλἀθρόως ξηρανθέντος ὑπὸ βιαίων φαρμάκων. οὕτω δὲ κᾀν τοῖς νεφροῖς οἱ λίθοι γεννῶνται, κατοπτηθέντος ἐν αὐτοῖς χυμοῦ παχέος καὶ γλίσχρου. διὰ τοῦτοὖν ἐπὶ τῶν σκιῤῥωδῶν διαθέσεων οὐδὲν τῶν ἰσχυρῶς θερμαινόντων ξηραινόντων φαρμάκων ἁρμόττει, μόνα δὲ ὅσα μετὰ τοῦ μαλάττειν ἱκανὰ διαφορεῖν ἐστιν, οἷον ἐλάφειος μυελὸς καὶ μόσχειος καὶ στέαρ αἴγειόν τε καὶ ταύρειον καὶ λεόντειον, ἔτι τε πρὸς τούτοις ἀμμωνιακὸν θυμίαμα καὶ βδέλλιον ἑκάτερον, καὶ μᾶλλον τὸ Σκυθικὸν ὅσῳ περ ὑγρότερόν ἐστιν. ὡσαύτως δὲ καὶ στύραξ ὑγρότερος ἀμείνων τοῦ ξηροῦ. τούτοις οὖν προσέχων τοῖς σκοποῖς καὶ τὰς ἐπιπεπλεγμένας διαθέσεις ἰᾶσθαι δυνήσῃ, κατὰ τὴν εἰρημένην ἤδη πολλάκις ἐπὶ πάντων τῶν συνθέτων παθῶν μέθοδον.
§5 Ἐμοὶ δὲ καιρὸς ἂν εἴη περὶ τῆς τῶν πασχόντων μορίων ἀναμνῆσαι διαφορᾶς, ἧς ἀεὶ μνημονεύειν ἠξίουν ἐπὶ πάντων τῶν νοσημάτων τε καὶ συμπτωμάτων. εἴρηται δοὐκ ὀλίγα καὶ κατὰ τὸ πρὸ τούτου γράμμα περὶ τῆς ἀπαὐτῶν ἐνδείξεως. μὲν γὰρ πρῶτος σκοπὸς τῆς ἰάσεως ἁπάντων τῶν παρὰ φύσιν ὄγκων ἐν οἷς οὐδέπω γεγόνασι πῶροι κένωσίς ἐστιν. δὲ τῶν σκιῤῥουμένων μορίων κένωσις ὑπὸ τῶν προειρημένων γίγνεται φαρμάκων, καλεῖν ἔθος ἐστὶ τοῖς ἰατροῖς μαλακτικά. τῷ δεἶναι τῶν μορίων τὰ μὲν ἀραιότερα φύσει, τὰ δὲ πυκνότερα, καὶ τὴν κένωσιν ἑτέρων δεῖσθαι κατεἶδος βοηθημάτων ἀναγκαῖόν ἐστι. διὰ τοῦτοὖν ἐπὶ τενόντων τε καὶ συνδέσμων ἔδοξέ μοι βέλτιον εἶναι παραμιγνύναι τι τῇ διὰ τῶν μαλαττόντων φαρμάκων ἀγωγῇ τῆς τμητικῆς ὀνομαζομένης, ὧν τοῖς μάλιστα ὄξος ἐστὶ τοιοῦτον. ἐνίοτε μὲν οὖν αὐτῷ χρώμεθα κᾀπὶ τῶν ἄλλων μορίων σκιῤῥωθέντων, ὡς ἐρῶ μικρὸν ὕστερον. ἐπὶ δὲ τενόντων τε καὶ συνδέσμων ὧδέ πως. ὄξει δριμυτάτῳ σβέννυμι λίθον διάπυρον, εἰ μὲν οὖν οἷόν τε, τὸν πυρίτην λίθον καλούμενον, ὃς οὐδαὐτός ἐστι σπάνιος ἐν ταῖς μεγάλαις πόλεσι, μὴ παρόντος δὲ τούτου, τὸν μυλίτην· ὀνομάζουσι δὲ οὕτως ἐξ οὗ τὰς μύλας ἐφὧν ἀλοῦσι κατασκευάζουσιν. εἶτα ἀναφερομένου τινὸς ἀτμοῦ θερμοῦ μετὰ τὸ καταχυθῆναι τοῦ λίθου τὸ ὄξος, ἐν ἐκείνῳ τὸν ἐσκιῤῥωμένον σύνδεσμον τένοντα διακινεῖν ἀναγκάζω· καὶ μετὰ τοῦτο πάλιν ἐπιτίθημι τὸ μαλακτικὸν φάρμακον. ἐλαίῳ γε μὴν ἀπἀρχῆς τῆς θεραπείας οὐχ ὕδατι καταντλῶ τὸ πεπονθὸς μόριον, ἄχρι παντὸς ἑκάστης ἡμέρας. ἐχέτω δὲ τοῦτο μηδεμίαν στύψιν, ἀλλἀκριβῶς ἔστω λεπτομερὲς, οἷόν πέρ ἐστι τὸ Σαβῖνον. ἐναφεψῶ δἐνίοτε τῷ ἐλαίῳ καὶ τῆς ἀλθαίας τὴν ῥίζαν, ἀγρίου τε σικύου καὶ εἴ τις ἄλλη τοιαύτη. καὶ τούτῳ χρῶμαι καθἑκάστην ἡμέραν, ὡς εἶπον. δὲ διὄξους θεραπεία χρήσιμός ἐστιν ἐπὶ προσήκοντι τῷ πάθει, προπαρεσκευασμένου τοῦ μέρους ὑπὸ τῶν μαλακτικῶν. ἐπενόησα δέ τινα καὶ σύνθετα φάρμακα διὄξους, μεταξὺ τῶν μαλακτικῶν ἐπιτίθημι πρὸς μίαν ἡμέραν. γάρ τοι τοῦ ὄξους δύναμις, ἐάν τις αὐτῇ μετρίως τε καὶ κατὰ τὸν προσήκοντα καιρὸν χρήσηται, ὠφελεῖ τὰς τοιαύτας διαθέσεις τέμνουσα καὶ διαλύουσα τοὺς παχεῖς χυμούς· εἰ δὲ ἀμετρότερον οὐκ ἐν καιρῷ τῷ προσήκοντι, τὸ λεπτότερον ἐξαρπάζουσα τὸ καταλεῖπον ἐᾷ λιθοῦσθαι. καὶ μέντοι καὶ μέχρι πλείονος, εἴ τις αὐτῷ χρῷτο, τῆς οὐσίας ἅπτεται τῶν νεύρων. διὰ τοῦτοὖν οὔτε πολλάκις οὔτε κατἀρχὰς οὔτἐν χρόνῳ πολλῷ χρηστέον ἐστὶ τοῖς διὄξους φαρμάκοις ἐπὶ συνδέσμων τε καὶ τενόντων. ἐπὶ μέντοι σπληνὸς τῶν σαρκωδῶν μερῶν τοῦ μυὸς ἐσκιῤῥωμένων ἀκίνδυνος χρῆσις· ἀραιά τε γὰρ ταῦτα φύσει καὶ φόβος οὐδείς ἐστι πληγῆναί τι νεῦρον ὑπὸ τῆς  δυνάμεως αὐτοῦ. τῷ μὲν οὖν ἀμμωνιακῷ θυμιάματι μετὄξους πολλοὶ καὶ ἄλλοι χρῶνται κατὰ τοῦ σπληνὸς ἐπιτιθέντες πηλῶδες τῷ πάχει, τὸ μικτὸν ἐξ ἀμφοῖν ἐργαζόμενοι· καὶ πολλάκις γε τοῦτο μόνον ἤρκεσεν εἰς τὴν θεραπείαν αὐτοῦ. ἐπὶ δὲ τῶν μυῶν ἄλλον μὲν οὐκ εἶδον, ἐγὼ δἐχρησάμην πολλάκις ἐν τῷ μεταξὺ τῶν μαλακτικῶν. ἐπἐκείνοις μὲν οὖν οὐδεμία σαφὴς ὠφέλεια γίγνεται· προμαλαχθέντος δὑπαὐτῶν τοῦ σκιῤῥώδους ὄγκου μεγίστην ὠφέλειαν ἐργάζεται τὸ διὄξους λυθὲν ἀμμωνιακόν. ἀπόχρη δὲ καὶ τούτῳ κατὰ μίαν καὶ δευτέραν ἡμέραν χρησαμένους ἐπανελθεῖν αὖθις ἐπὶ τὰ μαλακτικά· πάλιν δἐκείνοις χρησαμένους ἡμέραις πλείοσιν ἀφικνεῖσθαι πάλιν ἐπὶ τὸ διὄξους φάρμακον, εἴτοὖν ἀμμωνιακὸν εἴτε καὶ τῶν ἄλλων τι τῶν μαλακτικῶν ὅσα μικρὸν ἔμπροσθεν εἶπον. οὐ γὰρ δὴ ἄλλο γέ τι δεῖ προσφέρειν, οἷα τὰ πολλὰ τῶν ξηρῶν ὀνομαζομένων ἐστὶ φαρμάκων· εὐδοκιμήσει μὲν γὰρ ἐν ἀρχῇ τὸ φάρμακον, ἀνίατον δἐργάζεται τὸ λείψανον τῆς διαθέσεως. διὰ τοῦτο γοῦν ἐγὼ πολλάκις ἐν τῷ μεταξὺ καὶ καταπλάσματι τῷ διἀλθαίας ἐχρησάμην· ὀνομάζουσι δὲ αὐτὴν ἀναδενδρομαλάχην οἱ πολλοί· ταύτης οὖν ῥίζα λυομένη μετὰ στέατος ἀγαθὸν εἰς τὰ τοιαῦτα φάρμακα. ἔστω δὲ τὸ στέαρ, εἰ μὲν οἷόν τεἴη, χήνειον· εἰ δὲ μὴ παρείη τοῦτο, ὀρνίθειον· εἰ δὲ μηδὲ τοῦτο, τῷ τῶν ὑῶν χρηστέον. ἀλλὰ καὶ τῆς ἀγρίας μαλάχης, ἥτις πανταχόθι φύεται, τὰ φύλλα λειωθέντα μετά τινος τῶν εἰρημένων ὀνήσει. ἀμείνω δὲ τῶν ὠμῶν ἐστι τὰ προαφηψημένα μετρίως. τὰ μὲν δὴ τοιαῦτα βοηθήματα καὶ τὸ ποικίλλειν, ὡς εἴρηται, τὴν θεραπείαν ἁπάντων μορίων ἐστὶ κοινὰ, ὅσα περ ἂν ἁλῷ πάθει σκιῤῥώδει, καθάπερ γε καὶ τῶν οἰδημάτων ἴασις, ἣν ὀλίγον ἔμπροσθεν εἶπον, ἐξαλλάττεται κατὰ τὰ μόρια ταῖς εἰρημέναις διαφοραῖς. αὐτίκα γέ τοι τοῖς καθὑποχόνδριον οἰδήμασιν οὐκ ἄν τις ψυχρὸν ἐπιθείη σπόγγον ἐξ ὀξυκράτου· καθάπερ οὐδὲ τοῖς ἄλλοις ὄγκοις τοῖς καταὐτό. τίς δἀψίνθιον ἐναποζέσας ἐλαίῳ κατήντλησέ ποτε τὸ γόνυ; τίς δὲ ὀφθαλμὸν τι τῶν ἔνδον τοῦ στόματος ὁπωσοῦν πάσχον; ἀλλἥπατί τε κακοπραγοῦντι καὶ σπληνὶ προσφέρεται πολλάκις ὠφελιμώτατα. μαρτυρεῖ δαὐτοῖς καὶ πεῖρα δεικνῦσα τὴν δύναμιν ἐναργῶς οὐδὲν ἧττον τοῦ λόγου. νυνὶ δἡμεῖς μόνην ἐν τῇδε τῇ πραγματείᾳ τὴν κατὰ μέθοδον εὕρεσιν τῶν ἰαμάτων ὁποία τίς ἐστι διερχόμεθα. κατὰ μέντοι τὰς περὶ φαρμάκων ἀμφοτέρας ἐμίξαμεν, ἅπαντα γινώσκειν ἀξιοῦντες τὸν ἰατρὸν, ὅσα τἐκ πείρας εὕρηται μόνης, ὅσα τἐκ λόγου μόνου· καὶ τρίτα γε πρὸς αὐτοῖς ὅσα συντελούντων ἀμφοτέρων εἰς τὴν εὕρεσιν. ἅπασι δοὖν αὐτοῖς ὀρθῶς χρήσεται μόνος γεγυμνασμένος ἐν τῇδε τῇ μεθόδῳ.
§6–9
§6 Περὶ μὲν οὖν φλεγμονῆς καὶ σκίῤῥου καὶ οἰδήματος ἀρκείτω τὰ εἰρημένα μεμνημένων ἡμῶν ὡς σκίῤῥον ὀνομάζομεν ὄγκον σκληρὸν ἀνώδυνον, οὐ μὴν ἀναίσθητόν γε πάντως· γὰρ τοιοῦτος ἀνίατος· οἱ δἄλλοι πάντες ὥσπερ ἀναισθητότερόν τε καὶ δυσαισθητότερον ἀποφαίνουσι τὸ πάσχον μόριον, οὕτως οὐ παντελῶς ἀναίσθητον, ὅταν γαἰσθητικὸν φύσει· τοὺς γὰρ συνδέσμους ἴσμεν ἀναισθήτους ὄντας. εἰ δέ τις ἐκείνους μόνους τῶν παρὰ φύσιν ὄγκων ὀνομάζειν ἀξιοῖ σκίῤῥους, ὅσοι παντάπασίν εἰσιν ἀναίσθητοι, τοὺς δὲ ἄλλους οὐ σκίῤῥους, ἀλλὄγκους σκιῤῥώδεις, ὑπὲρ ὀνόματος ἴστω ζυγομαχῶν καὶ καλέσομεν οὕτω καὶ ἡμεῖς τὸ πάθος, ὅταν ἐκείνῳ διαλεγώμεθα· καὶ γὰρ καὶ ἔθος ἡμῖν ἐστιν οἷς ἄν τις ὀνόμασι χαίρῃ, τούτοις αὐτῷ διαλέγεσθαι.
§7 Καιρὸς οὖν ἤδη περὶ τῶν ἐμφυσημάτων διελθεῖν, οὐ τὴν αὐτὴν ἐχόντων θεραπείαν τοῖς οἰδήμασιν. ἐκεῖνα μὲν γὰρ, ὡς ἔφην, ὑπὸ φλεγματώδους γίνεται χυμοῦ· καὶ διὰ τοῦτο θλιβόντων εἴκει μέχρι βάθους ἱκανοῦ τῶν δακτύλων ἐγκαταβαινόντων εἰς αὐτά. τὰ δἐμφυσήματα φυσώδους πνεύματος ἀθροιζομένου γίγνεται ποτὲ μὲν ὑπὸ τῷ δέρματι, ποτὲ δὲ ὑπὸ τοῖς περιοστέοις ὑμέσιν, τοῖς τοὺς μῦς περιέχουσιν τι τῶν σπλάγχνων. ἀθροίζεται δοὐκ ὀλίγον ἐνίοτε καὶ κατὰ τὴν γαστέρα καὶ τὰ ἔντερα κᾀν τῷ μεταξὺ τούτων τε καὶ τοῦ περιτοναίου. καὶ διαφέρει γε τῶν οἰδημάτων τῷ μὴ βοθροῦσθαι πιεζόμενα καὶ ψοφεῖν ὥσπερ τύμπανον· ἔτι τε καὶ τῷ περιέχεσθαι πολλάκις ἐν αἰσθητῇ κοιλότητι καὶ ταύτῃ γἔστιν ὅτε μεγίστῃ. σκοπὸς δἔστω σοὶ κᾀπὶ τούτων μὲν ἁπάντων αὐτῶν κοινὸς, ἐκκενῶσαι τὸ παρὰ φύσιν, ἐν ὅτῳ περ ἂν εἴη περιεχόμενον· δἴδιος ἐπὶ τῷ κοινῷ, τὸ διὰ τῶν λεπτομερεστάτων τε καὶ θερμοτέρων ταῖς δυνάμεσι φαρμάκων διαφορῆσαι. ἐπὶ μὲν οὖν τῶν κατὰ τὴν γαστέρα τε καὶ σπλάγχνα λεπτομερὲς ἔλαιον ἐργάσεται τοῦτο, πήγανον ἐναπεζεσμένον ἔχον τι τῶν θερμαινόντων σπερμάτων, οἷόν πέρ ἐστι τό τε τοῦ κυμίνου καὶ τὸ τοῦ σελίνου τε καὶ πετροσελίνου. καί ποτε καὶ σικύα μεγάλη χωρὶς ἀμυχῶν δὶς τρὶς ἐπιβαλλομένη κατὰ μέσην τὴν γαστέρα. περιλήψεται δὲ δηλονότι τὸν ὀμφαλὸν τηλικαύτη τε καὶ οὕτω τιθεμένη. κατὰ δὲ τὰ κῶλα καὶ τοὺς ὑπὸ τῷ δέρματι μῦς τινας τῶν περιοστέων ὑμένων ἐμφυσήματος γενομένου, χωρὶς μὲν ὀδυνῶν ὑγρόν τι τῶν λεπτομερεστάτων ἱκανὸν, οἷόν πέρ ἐστι τὸ τῆς στακτῆς ὀνομαζομένης κονίας, ἀναλαμβανομένης σπόγγῳ καινῷ· συνούσης δὲ ὀδύνης ὑπαλείφειν τὸ μόριον ἐλαίῳ χαλαστικῷ. γίνονται δὲ ἐκ πληγῶν αἱ τοιαῦται διαθέσεις· ἐν αἷς ἤτοι μῦς τις περιόστεος ὑμὴν θλᾶται. κατὰ μὲν οὖν τοῦ περιοστέου τὸν εἰρημένον ἐπιτιθέναι  σπόγγον· ἐπὶ δὲ τῶν μυῶν, ὀδυνῶνται γὰρ ἐνίοτε, παρηγορικωτέρου χρεία φαρμάκου. διόπερ οὐ μόνῃ τῇ κονίᾳ χρώμεθα κατὰ τούτους, ἀλλὰ μιγνύντες αὐτῇ τὸ καλούμενον ἕψημα μετἐλαίου βραχέος. ἄμεινον δὲ μηδὅλως κατἀρχὰς τότε μιγνύναι τὴν κονίαν, ἀλλὰ τῷ ἑψήματι χρῆσθαι μετὰ οἴνου καὶ ὄξους βραχέος, ἔλαιον ἐπιχέοντα συμμέτρως· ἐπειδὰν δὲ μίξῃς αὐτὰ θερμήνας συμμέτρως, ἐπιτίθει βρέχων ἔριον ἄπλυτον, καλοῦσιν οἰσυπηρόν. εἰ δὲ μὴ τοῦτο ἔχεις, ἀλλὰ τὴν οἴσυπον ἐκείνου ἐπεμβάλλειν τῷ μιχθέντι, διὰ τῶν εἰρημένων· ὅτι δἀμείνων Ἀττικὸς οἴσυπος ἅπαντος ἄλλου, κᾂν ἐγὼ μὴ λέγω, γινώσκεις. καὶ τοίνυν καὶ διαὐτοῦ κηρωτὴ τῶν ἅπασι γινωσκομένων ἐστὶ φαρμάκων· καὶ χρῶνταί γε πάμπολλοι κατὰ τῶν ἐν ὑποχονδρίῳ φλεγμονῶν ταύτῃ. καὶ ταύτης οὖν ἐμβάλλων, ὅταν οἴσυπος μὴ παρῇ, τὸ δέον ἐργάσῃ. χρὴ γὰρ τοὺς τεθλασμένους μῦς παρηγορῆσαι, διὰ φαρμάκου μικτὴν ἔχοντος δύναμιν, ὡς καὶ πέττειν ἅμα καὶ διαφορεῖν καὶ στύφειν μετρίως· ὡς ὅταν γε μηδὲν ἔχῃ στύψεως, αὐξάνει τὰς φλεγμονὰς ἐνίοτε καὶ μάλιστα ἐπὶ τῶν πληθωρικῶν σωμάτων. μεμνημένος οὖν τῶν εἰρημένων τριῶν σκοπῶν ἐπὶ τῶν ἐμπεφυσημένων διὰ πληγήν τινα μυῶν, εἰ μὲν ὀδύνη μείζων εἴη, τῷ παρηγορικωτέρῳ χρῶ τρόπῳ· μὴ παρούσης δὲ ταύτης, ἀγωνιστικωτέρῳ. καλεῖν δὲ οὕτως εἴωθα τοὺς διὰ συντόμων ὁδῶν ἐπὶ τὸ τέλος ἰόντας. αἱ σύντομοι δὁδοὶ διὰ τῶν ἰσχυρὰν δύναμιν ἐχόντων γίνονται φαρμάκων· ἰσχυρὰ δὲ δύναμίς ἐστι μάλιστα μὲν ἐν τῇ κονίᾳ τε καὶ τῷ ὄξει, δεύτερον δἐν οἴνῳ. τούτων οὖν πλέον μίξεις, ὅταν τοῦ παρηγορεῖσθαι καταφρονήσῃς. αὐτῶν δὲ τούτων πάλιν ἀποκρούσασθαι μὲν βουλόμενος οἶνον ἐμβαλεῖς πλείονα. κάλλιστος δεἰς ταῦτα μέλας αὐστηρός. διαφορῆσαι δὲ προαιρούμενος, τὴν κονίαν. ὄξος δαὐτῇ μιγνύμενον εἰς ἄμφω συνεργεῖ· διότι καὶ μικτὴν δύναμιν ἔχειν ἐδείχθη. ἀνωδύνου δὲ γινομένου τοῦ μυὸς ἔξεστί σοι μὴ παρούσης τῆς κονίας ἀνταὐτῆς ἐμβάλλειν ἀφρόνιτρον· ἔστω δὲ τοῦτο μὴ λιθῶδες, ἀλλἀφρῶδες μᾶλλον. ἔστι δὲ τὸ μὲν λιθῶδες σκληρὸν καὶ πυκνὸν καὶ δυσκόλως διαχεόμενον ἐν τῷ μίγνυσθαι τοῖς εἰρημένοις ὑγροῖς· τὸ δὲ ἀφρῶδες μαλακὸν καὶ χαῦνον, ἔτι τε λευκότερον τοῦ λιθώδους. τοῦτοὖν καὶ λύεται τάχιστα πρὸς τῆς ὑγρότητος, ὀνίνησί τε μάλιστα λεπτομερὲς ὑπάρχον. ὅσα δὲ τῶν τοιούτων ἐμφυσημάτων ἀμεληθέντα χρονίζει, πρῶτον μὲν ἐπαὐτῶν τῷ διὰ τῆς κονίας, ὡς εἴρηται, χρήσαιο· δεύτερον δὲ τῶν ἐμπλαστωδῶν τινι. παράδειγμα δἐρῶ καὶ τῶνδε. γλοιὸν ἀναζέσας διήθησον πρῶτον, ὡς γενέσθαι καθαρόν· εἶταὖθις ἐμβαλὼν τῇ κακκάβῃ τίτανον ἄσβεστον λείαν ὡς ἄλευρον ἔμπλαττε μέχρι πηλώδους συστάσεως. ἀγαθὸν δἐπὶ τούτοις ἐστὶ καὶ τὸ διὰ τοῦ συκομόρου φάρμακον, ὅσα τἄλλα τοιαῦτα. νυνὶ γὰρ, ὡς εἴρηται, πολλάκις ἤδη παραδείγματα μόνα γράφω τῶν φαρμάκων, ὧν καθόλου δύναμις ὑπὸ τῆς θεραπευτικῆς εὑρίσκεται μεθόδου. ὥσπερ δὲ τῶν φαρμάκων τῆς χρήσεως ἐνταυθοῖ παραδείγματα γράφεται χάριν τοῦ νοῆσαί τε σαφέστερον ὅλην τὴν μέθοδον, εὐπορώτερόν τε γίνεσθαι περὶ τὴν εὕρεσιν τῆς ὕλης, οὕτω καὶ τῶν πεπονθότων μορίων τοῦ σώματος. αὐτίκα γέ τοι πάθος ἐστὶ τὸ καλούμενον ὑπὸ τῶν νεωτέρων πριαπισμὸς, ἐπειδὴ τὸ αἰδοῖον ἀκουσίως ἐξαίρεται τῶν οὕτω διακειμένων· θεασάμενός τις τῶν ἐν τοῖσδε τοῖς ὑπομνήμασι προγεγυμνασμένων ἑτοίμως γνωριεῖ τοῦ τῶν ἐμφυσημάτων ὑπάρχον γένους. ἀναμνησθεὶς τά τε κατὰ τὴν ἀνατομὴν φαινόμενα τοῦ μορίου καὶ τὰ κατὰ τοὺς φυσικοὺς ὑπὲρ τῆς ἐνεργείας αὐτοῦ καὶ τῆς χρείας λόγους, οὐ χαλεπῶς ἐννοήσει ὅτι τὸ πληρούμενον ἀτμώδους πνεύματος, τὸ σηραγγῶδες νεῦρον, τὴν ἰδίαν οὐσίαν συνίστησι τοῦ αἰδοίου, τὸ πάθος ἐργάζεται τοῦτο. πνεῦμα δἀτμῶδες ἐν τοῖς τῶν ζώων σώμασιν ἐμάθομεν ἐκ χυμῶν θερμαινομένων ἠρέμα γίγνεσθαι. ἔνθα μὲν γὰρ ἰσχυρόν τἐστὶ τὸ ἔμφυτον θερμὸν, θὑγρότης τοῦ μορίου κατειργασμένη τελέως, εἰς ἀτμοὺς λεπτομερεῖς λυομένη, κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοὴν εἰς τὸ περιέχον ἀποῤῥεῖ. ἔνθα δἤτοι τὸ σύμφυτον θερμὸν ἀσθενέστερόν ἐστιν τὸ κατὰ φύσιν ὑγρὸν ἡμίπεπτόν τε καὶ παχὺ καὶ γλίσχρον, ἐνταῦθα παχύτερος ἀτμὸς ὡς διαπνεῖσθαι γεννᾶται, καὶ μάλισθὅταν καὶ τὸ μόριον αὐτὸ πυκνωθῇ ποτε. πολλάκις δὲ τὸ μὲν ἐν τῷ μορίῳ περιεχόμενον ὑγρὸν ὑπόψυχρόν τἐστὶ καὶ παχὺ καὶ γλίσχρον· αὐξηθεῖσα δὲ θερμότης εἰς ἀτμοὺς αὐτὸ διαλύει παχεῖς. ὅπερ καὶ μάλιστά σοι σκεπτέον ἐστι καὶ διοριστέον, ὡς πρὸς τὴν θεραπείαν. μὲν γὰρ ἀρχὴ κοινὴ τῶν διαθέσεων ἀμφοτέρων προκενῶσαι τὸν ὅλον ὄγκον, ἣν ἂν οἷόν τεἴη δέξασθαι κένωσιν. εἴρηται δὲ πολλάκις ὑπὲρ τῆς ἐν τοῖς κενωτικοῖς βοηθήμασι δυνάμεως, ἅπερ ἐστὶ φλεβοτομία καὶ κάθαρσις, τε διὰ τῶν ὑπηλάτων φαρμάκων καὶ διὰ τῶν ἀνωτερικῶν ἐμετικῶν ὀνομαζομένων· ἔτι τε τρίψις πολλὴ καὶ κίνησις πᾶσα καὶ λουτρὰ καὶ μάλισθὅσα διαφορητικῶν ὑδάτων ἐστί. οὕτω δὲ καὶ τὰ δριμέα φάρμακα χριόμενα διαφορεῖ καὶ πάνθἁπλῶς ὅσα θερμαίνουσί τε καὶ ξηραίνουσι. κατὰ συμβεβηκὸς δέ τι καὶ ἀσιτία δέδεικται κενοῦν καὶ μάλισθὅταν τὸ περιέχον θερμόν. ὅπερ ἂν οὖν ἐκ τούτων τῶν βοηθημάτων κάμνων ἐπιτηδειότατος προσίεσθαι, τούτῳ κενωτέον αὐτὸν ἐπιτιθέντα τῷ μορίῳ φάρμακον, εἰ μὲν θερμότερον εἴη γεγονὸς, τῶν ψυχόντων, ἀνάλογον τῇ πλεονεξίᾳ τῆς θερμασίας· εἰ δὲ μὴ,  κατἀρχὰς μὲν πάντως μετρίως ψῦχον, ὕστερον δοὐκ ἀναγκαῖον. οὕτω δὲ καὶ τὰ κατὰ τὴν ὀσφῦν ἅπαντα μόρια παραληπτέον ἐστὶ φαρμάκῳ τὴν αὐτὴν δύναμιν ἔχοντι. καὶ τὴν ἄλλην δίαιταν ἄφυσόν τε καὶ ξηραντικὴν παραληπτέον. γίνεται δὲ οὐ πολλοῖς μὲν τὸ πάθος τοῦτο, νεανίαις γε μὴν μᾶλλον κατἄλλην ἡλικίαν· ὥστε καὶ φλεβοτομία μάλιστα αὐτοὺς ὀνίνησιν, ὡς ἂν καὶ τῆς ἡλικίας οὐκ ἀρνουμένης αὐτῶν. οἶδα γοῦν ἐγώ τινα τῶν ὑπἐμοῦ θεραπευθέντων ἐν τρισὶν ἡμέραις εἰς τὸ κατὰ φύσιν ἐπανελθόντα διά τε φλεβοτομίας καὶ φαρμάκου τοιοῦδε· κηρωτὴν διὰ ῥοδίνου τοῦ ἁπλοῦ ποιήσας ὑγρὰν οὕτως, ὡς ἐπὶ τῶν καταγμάτων χρώμεθα μεθὕδατος ψυχροῦ, καὶ γὰρ θέρους ἦν ἀρχὴ, δεύσας τε καὶ ἀναφυράσας ἐπέθηκα τῷ αἰδοίῳ καὶ ταῖς ψόαις ὀνομαζομέναις. οὗτος μὲν οὕτως ἐθεραπεύθη. τούτου δοὐχ ἧττον ἄλλος ἐπὶ τῇ φλεβοτομίᾳ τῷ διὰ τοῦ χαμαιμήλου χρησάμενος ὑγρῷ φαρμάκῳ. δίδωμι δαὐτοῖς καὶ τῆς νυμφαίας πίνειν τό γε κατἀρχὰς, ἐφεξῆς δὲ τῆς ἄγνου τὸ σπέρμα· καὶ εἰ ἐπιχρονίζοι, πηγάνου δαψιλὲς ἐσθίειν. ἔστι γὰρ καὶ τοῦτο τὸ παράγγελμα κοινὸν ἐπὶ πάντων σχεδὸν τῶν διὰ μοχθηροὺς χυμοὺς συστάντων νοσημάτων, ὡς ἐπὶ τῇ τελευτῇ τοῖς θερμαίνουσι καὶ ξηραίνουσι χρῆσθαι· τελέως γὰρ ἐκκόπτει ταῦτα τὸ καταλειπόμενον τοῦ χυμοῦ.
§8 Γλῶττάν γε μὴν οὕτως ἐξαρθεῖσαν εἴδομεν, ὡς μὴ χωρεῖσθαι πρὸς τοῦ στόματος τοῦ ἀνθρώπου, μήτε πεφλεβοτομημένου ποτὲ καὶ τὴν ἡλικίαν ἑξηκοντούτου· δεκάτη δέ που σχεδὸν ὥρα τῆς ἡμέρας ἦν, ἡνίκα τὸ πρῶτον εἶδον αὐτόν. καί μοι καθαρτέος ἔδοξεν εἶναι τοῖς συνήθεσι καταποτίοις, διὰ τῆς ἀλόης καὶ σκαμμωνίας καὶ κολοκυνθίδος συντίθεμεν, εἰς ἑσπέραν δοθέντος τοῦ φαρμάκου· ἐπαὐτὸ μέντοι τὸ πεπονθὸς μέρος ἐπιθεῖναί τι συνεβούλευσα τῶν ψυχόντων τήν γε πρώτην· ὕστερον γὰρ, ἔφην, ἁρμοσόμεθα πρὸς τὸ ἀποβαῖνον. ἀλλἑνί γέ τινι τῶν ἰατρῶν οὐκ ἐδόκει· καὶ διὰ τοῦτο τῶν μὲν καταποτίων ἔλαβεν· ἀνεβλήθη δ περὶ τοῦ τοπικοῦ φαρμάκου σκέψις εἰς τὴν ὑστεραίαν, ἡνίκα καὶ μᾶλλον ἀνύσειν τι τὸ δοκιμασθὲν ἠλπίζετο, προκεκενωμένου δὲ τοῦ παντὸς σώματος, ἀντισπάσεώς τε πρὸς τὰ κάτω γεγενημένης. ἀλλὰ διά γε τῆς νυκτὸς ἐναργέστατον ὄναρ αὐτῷ γενόμενον ἐπῄνεσέ τε τὴν ἐμὴν συμβουλὴν, ὥρισέ τε τοῦ φαρμάκου τὴν ὕλην, θριδακίνης χυλῷ διακλύζεσθαι κελεῦσαν· δὴ καὶ μόνῳ χρησάμενος ἄνθρωπος ὤνητο τελέως, ὡς μηκέτἄλλου δεηθῆναι. τό γε μὴν ἐπὶ τοῦ πριαπισμοῦ μᾶλλον ἐμετικοῖς φαρμάκοις χρῆσθαι τῶν ὑπηλάτων, ἐπὶ δὲ τῆς γλώττης ἔμπαλιν, εὔδηλον ὡς ἐκ τῆς τοῦ μορίου θέσεως ἔχει τὴν ἔνδειξιν. γὰρ ὑφἹπποκράτους ἀντίσπασις ὀνομαζομένη τὴν εὕρεσιν οὐκ ἀπὸ τῆς οὐσίας, ἀλλἀπὸ τῆς θέσεως τοῦ θεραπευομένου λαμβάνει μορίου.
§9 Καιρὸς οὖν ἤδη μεταβαίνειν ἐφἕτερον ὄγκου γένος, ἀπὸ τοῦ πράγματος ἀρξαμένους μᾶλλον τῆς προσηγορίας· αὕτη γὰρ ἀναμφισβήτητός τἐστὶ καὶ ὄντως ἐπιστημονικὴ διδασκαλία. τὸ μὲν οὖν ἐπιῤῥεῖν τινα χυμὸν ἅπασι τοῖς τοιούτοις ὄγκοις ἐν τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων ἐπιδέδεικται γράμματι. τὸ δὲ μὴ τὸν αὐτὸν ἐν ἅπασιν εἶναι διὰ τῆς αἰσθήσεως ἐναργῶς φαίνεται, διαφερόντων γε τῶν ὄγκων οὐ τῇ χρόᾳ μόνον, ἀλλὰ καὶ ταῖς κατὰ θερμότητα καὶ ψυχρότητα καὶ σκληρότητα καὶ μαλακότητα διαφοραῖς. μὲν οὖν ἐρυθρὸς ὄγκος ἐναργῶς ἐνδείκνυται τὸν χυμὸν ὑπάρχειν αἷμα, καθάπερ γε καὶ ξανθὸς καὶ ὠχρὸς τὴν τοιαύτην χολήν· δὑπόλευκός τε καὶ χαῦνος τὸ φλέγμα. γίνονται δέ τινες ὄγκοι παρὰ τούσδε, τῇ μὲν χρόᾳ μεταξὺ τῶν ἐρυθρῶν τε καὶ μελάνων, οἷόν περ τὸ φαιόν ἐστι χρῶμα. καλοῦσι δαὐτὸ πολλάκις ἐν τοῖς τοῦ σώματος μέρεσι γενόμενον οἱ πλεῖστοι τῶν ἰατρῶν πελιδνόν. δἀντιτυπία καὶ τούτοις τοῖς ὄγκοις ἱκανή· καὶ εἰ φλέβας ἀξιολόγους ἔχοι τὸ μόριον, ἐξαιρουμένας ἰδεῖν ἔστιν αὐτὰς ὑπὸ παχέος τε καὶ μελαντέρου πως αἵματος, οἷόν περ ἐνίοτε καὶ κατὰ γαστέρα πολλοῖς τῶν ἡπατικῶν ἐκκρίνεται. καί τινες τῶν ἰατρῶν οὐ κακῶς μοι δοκοῦσιν εἰκάζειν αὐτὸ τῇ τοῖς οἴνοις ὑφιζανούσῃ τρυγί. ἐπὶ πλέον δοὖν χυμὸς οὗτος ἐκθερμανθεὶς ἤτοι διὰ σῆψιν πυρετὸν φλεγμονώδη τὴν μέλαιναν ἐργάζεται χολὴν, ἧς οὔτε ζῶόν τι γεύεται μέχρι καὶ τῶν μυῶν τε γῆ ξύεται πρὸς αὐτῆς, ἕκαστόν τε τῶν ἀποξυθέντων μερῶν εἰς ὕψος αἴρεται· καὶ καλεῖται τὸ γιγνόμενον, ὥς που καὶ Πλάτων ἔφη, ζέσις τε καὶ ζύμωσις. ἔστι γὰρ τοιοῦτος χυμὸς, οἷόν περ τὸ ὄξος ἐδείξαμεν ὑπάρχειν, ὑφοὗ καὶ αὐτοῦ κατὰ γῆς ἐκχυθέντος ταὐτὸ γίνεται σύμπτωμα. διὸ καὶ καλοῦσιν οἱ παλαιοὶ τὸν χυμὸν τὸν τοιοῦτον ὀξὺν, καθάπερ τὸν τῆς ὠχρᾶς χολῆς πικρόν. οὐχ ἥκιστα δὲ καὶ κατὰ τοὺς ἐμέτους φαίνεται τοιοῦτος. ὥσπερ δὀλίγον ἔμπροσθεν ἔλεγον, ἓν μέν τι πάθος ἀκριβῆ σκίῤῥον ὑπάρχειν; πρὸς τοῖς ἄλλοις ἀναισθησία σύνεστι, τοὺς δἄλλους ὄγκους, ὅσοι μηδέπω παντάπασίν εἰσιν ἀναίσθητοι, διχῶς ὀνομάζεσθαι πρὸς τῶν ἰατρῶν, ἤτοι σκίῤῥους, ἐπειδὴ τοῦ γένους εἰσὶ τῶν σκίῤῥων, σκιῤῥώδεις ὄγκους· οὕτω κᾀπὶ τῶν χυμῶν μὲν ἀναμφισβητήτως μέλαινα χολὴ τοιαύτη τίς ἐστιν οἵαν ἄρτι διῆλθον, ὀξεῖα καὶ ζυμοῦσα τὴν γῆν, ἀηδής τε πᾶσι τοῖς ζώοις. δἐπιτηδεία γενέσθαι τοιαύτη καλεῖται διχῶς, ἤτοι μελαγχολικὸς χυμὸς μέλαινα χολὴ, τῶν οὕτως ὀνομαζόντων αὐτὴν ἐρούντων ἂν ἑτέραν μὲν εἶναι μέλαιναν ἐν τῷ κατὰ φύσιν ἔχειν τῷ ζώῳ ἑκάστης ἡμέρας γινομένην, ἑτέραν δὲ τὴν ἐκ συγκαύσεως καὶ οἷον κατοπτήσεως ἀποτελουμένην.  ὅπερ δἀεὶ παρακελεύομαι, καταφρονεῖν μὲν ὀνομάτων, ἐπιστήμην δἀσκεῖν ἀκριβῆ τῆς τῶν πραγμάτων φύσεως, οὕτω καὶ νῦν ποιητέον, ὀνομάζοντας μὲν ὡς ἂν ἐπέλθῃ, λόγῳ δἑρμηνεύοντας ὡς γίνονταί τινες ὄγκοι παρὰ φύσιν ὑπὸ τοῦ τοιούτου χυμοῦ τὴν φύσιν οἵα πέρ ἐστιν ἐν οἴνῳ μὲν τρὺξ, ἐν ἐλαίῳ δἀμόργη· καὶ ὡς οὗτοι τῷ χρόνῳ προϊόντι σηπομένου τοῦ χυμοῦ διὰ τὴν ἐν τοῖς ἀγγείοις σφήνωσιν ἕλκονται. ὥσπερ οὖν τἄλλα πάθη πάντα παμπόλλην ἔχει διαφορὰν κατὰ τὸ μέρος ἐν τῷ μᾶλλόν τε καὶ ἧττον, οὕτω καὶ τοῦτο. τῆς γάρ τοι φλεγμονῆς μὲν ἐξέρυθρός ἐστιν, δὀλίγῳ τινὶ τοῦ κατὰ φύσιν ἐρυθροτέρα. τὸ δοὖν εἶδος γένος ὅπως ἂν ἐθέλῃς ὀνομάζειν, ἀμφοτέραις ταὐτόν· ἐρυθρότεραί τε γάρ εἰσι τοῦ κατὰ φύσιν, ὀδύνη τε πάντως αὐταῖς σύνεστι, παμπόλλην ἔχουσα καὶ ἥδε διαφορὰν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον· οὕτω δὲ καὶ ἀντιτυπία καὶ τάσις τοῦ δέρματος οὐκ ἴση πάσαις· ἀλλὰ κοινόν γε ἐπαὐτῶν ἀντιτυπώτερον εἶναι τὸ μέρος πρόσθεν ἦν ὅτεἶχε κατὰ φύσιν, ἐξῇρθαί τε εἰς ὄγκον τινὰ συνεκτεινομένου τε καὶ παρατεινομένου τοῦ δέρματος, εἰς ὅσον ἂν ὄγκος αἴρηται. οὕτως οὖν καὶ τὸ νῦν ἡμῖν ἑρμηνευόμενον πάθος ἐνίοτε μὲν ἀμυδρὰ καὶ σμικρὰ τὰ συμπτώματα καὶ λαθεῖν πως δυνάμενα τοὺς πολλοὺς ἐπιφέρει, πολλάκις δοὕτως ἰσχυρὰ καὶ μεγάλα καὶ σαφῆ πᾶσιν, ὡς μηδὲ παῖδα λαθεῖν. ἀλλὰ τό γε κοινὸν ἐν ἅπασι τοῖς κατὰ μέρος ἐφἑαυτὸ καλοῦν τὴν νόησιν ἕν γε νόσημα τὸ τοιοῦτον ἐνδείκνυται καὶ προσηγορίαν μίαν ἐπαὐτῷ ἀναγκάζει τίθεσθαι. μεγάλων μὲν οὖν ἁπάντων ὄντων οὐδεὶς ἀμφισβητεῖ τῆς προσηγορίας, ἀλλὀνομάζουσι συμφώνως τὸ τοιοῦτον πάθημα καρκῖνον. ἀρχόμενον δἔτι λανθάνειν εἰκός ἐστι τοὺς πολλοὺς, ὥσπερ ἀμέλει καὶ τὰ τῆς γῆς ἀνίσχοντα φυτά· καὶ γὰρ καὶ ταῦτα μόνοις τοῖς ἀγαθοῖς γεωργοῖς διαγινώσκεται. τίς οὖν τε κοινὴ καὶ ἰδία τῆς θεραπείας ἔνδειξις ἐπὶ καρκίνου, καιρὸς ἤδη λέγειν. μὲν κοινὴ κενῶσαι μὲν ἐν τῷ παραχρῆμα τὸν γεννῶντα τὸ πάθος χυμὸν, ὁμοίῳ γένει κενώσεως τῇ τῶν ἄλλων ὄγκων ἔμπροσθεν εἰρημένῃ· κωλῦσαι δὲ τοῦ λοιποῦ μάλιστα μὲν, εἰ οἷόν τε, μηδἀθροίζεσθαι κατὰ τὰς φλέβας τοιοῦτον χυμόν· εἰ δὲ μὴ, ἀλλὰ κενοῦν τε πάντως αὐτὸν ἐκ διαλειμμάτων ἅμα καὶ τῷ ῥωννύειν τὸ μόριον, ἵνα μηδὲν φέρηται πρὸς αὐτὸ τῆς τῶν χυμῶν περιουσίας. ὥσπερ οὖν τὸν πικρόχολον χυμὸν ἐκκενοῦμεν, καθαίροντες φαρμάκῳ τοιοῦτον ἕλκειν ἐπιτηδείῳ χυμὸν, οὕτω καὶ τὸν μελαγχολικὸν ἐκκενώσομεν διὰ τῶν ἁπλῶν τινος, οἷόν ἐστι τὸ ἐπίθυμον, οὗ πλῆθος δραχμῶν τεττάρων ἐν ὀῤῥῷ γάλακτος μελικράτῳ δίδομεν· τινος τῶν συνθέτων, οἷόν πέρ ἐστι καὶ τὸ ἡμέτερον συγκείμενον ἐκ δυοῖν καὶ τριάκοντα ἁπλῶν φαρμάκων. ἀλλὰ τὴν μὲν τούτων ὕλην ἐν ἑτέροις ἔχεις γεγραμμένην· ἐνταῦθα δὲ τὰ τῆς μεθόδου λεγέσθω. μετὰ γάρ τοι τὴν κάθαρσιν, ἐπὶ πάντων τούτων ἐῤῥέθη πρόσθεν ὡς ἤτοι γὀπίσω χρὴ διώσασθαι τὸν κατασκήψαντα χυμὸν εἴς τι μόριον διαφορῆσαι· καὶ ὡς κατἀρχὰς μὲν ἔν τε τῷ τῆς καθάρσεως καιρῷ καὶ πρὸ αὐτῆς ἀπωθῆσαι, διαφορεῖν δὲ προκαθάραντα ἀκριβῶς ὅλον τὸ σῶμα. μετρίας μέν τοί γε τῆς καθάρσεως γενομένης μικτὸν εἶναι χρὴ τὸ προσφερόμενον φάρμακον ἐκ διαφορούσης τε καὶ ἀποκρουομένης δυνάμεως. ἑκάτεραι δεἰσὶν ἄπρακτοι περὶ τὸν παχὺν χυμόν· αἱ μὲν γὰρ ἀσθενεῖς αὐτῷ τῷ μηδὲν ἐργάζεσθαι μέγα, αἱ δἰσχυραὶ τῷ σφοδρῶς μὲν ἤτοι διαφορεῖν ἀπωθεῖσθαι τὸ λεπτότερον ἐν τῷ κατὰ τὰς φλέβας αἵματι· τὸ δὲ παχὺ καὶ μελαγχολικὸν, τῇ τρυγὶ προσεικάζομεν, οὔτἐκκενοῦν οὔτἀποκρούεσθαι. τούτοις οὖν χρωμένῳ κατἀρχὰς μὲν ἧττον ὄγκος ἐπίδηλος ἔσται, τὸ λείψανον δαὐτοῦ δύσλυτον ἀπεργασθήσεται. διὸ τῶν συμμέτρων ταῖς δυνάμεσι φαρμάκων ἐστὶ χρεία, μήτε νικωμένων διὰ τὴν ἀσθένειαν μήτε παχυνόντων ἰσχυρῶς τὸ αἷμα διὰ τὸ σφοδρὸν τῆς ἐνεργείας, ἔτι δὲ πρὸς τούτοις ἀδήκτων παντάπασιν· γὰρ κακοήθεια τοῦ πάθους ὑπὸ τῶν δακνόντων παροξύνεται καὶ ὥσπερ εἰώθασι λέγειν ἀγριοῦται. διὰ τοῦτοὖν ὅσα σύμμετρα μέν ἐστι ταῖς δυνάμεσιν, ἄδηκτα δὲ ταῖς ποιότησιν, ἁρμόττει τοῖς τοιούτοις πάθεσιν. εὐπορία δὲ τῆς ὕλης αὐτῶν, ὡς ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασι ἐδείχθη, διὰ τῶν κεκαυμένων καὶ πεπλυμένων μεταλλικῶν ἐστι. τὰ μὲν γὰρ διὰ τούτων συγκείμενα φάρμακα μεγάλως τοὺς ἀρχομένους καρκίνους ἅμα ταῖς καθάρσεσιν ἰᾶσθαι δύναται· τοὺς μείζονας δἱκανὸν αὐτοῖς ἐστι κωλύειν αὐξηθῆναι. τούς γε μὴν ἰαθέντας, ὅπως μηκέτι γεννηθῶσι προφυλάξασθαι, τῆς ὑγιεινῆς ἐστι πραγματείας ἔργον, ἧς μόριόν ἐστι καὶ περὶ τῶν ἐδεσμάτων. εἴ γε μὴν ἐγχειρήσεις ποτὲ διὰ χειρουργίας ἰᾶσθαι καρκῖνον, ἄρξαι μὲν κενοῦν ἀπὸ καθάρσεως τοῦ μελαγχολικοῦ χυμοῦ. περικόψας δὲ πᾶν ἀκριβῶς τὸ πεπονθὸς, ὡς μηδεμίαν ἀπολείπεσθαι ῥίζαν, ἔασον ἐκχυθῆναι τὸ αἷμα καὶ μὴ ταχέως ἐπίσχῃς, ἀλλὰ καὶ θλῖβε τὰς πέριξ φλέβας, ἐκπιέζων αὐτῶν τὸ παχὺ τοῦ αἵματος· εἶτα θεράπευε τοῖς ἄλλοις ἕλκεσι παραπλησίως.
§10–15
§10 Ἔστι γε μὴν καὶ ἄλλο πάθος ὑπὸ χυμοῦ παχέος. τε καὶ ζέοντος γινόμενον. ἄρχεται δὲ τὰ πολλὰ μὲν ἀπὸ φλυκταίνης, ἐνίοτε δὲ καὶ χωρὶς ταύτης. ἀλλὰ κνᾶταί γε πάντως ἐν ἀρχῇ τὸ μόριον· εἶτἀνίσταται φλύκταινά τις,  ἧς ῥηγνυμένης ἕλκος ἐσχαρῶδες γίνεται. πολλάκις δὲ οὐ μία φλύκταινα γεννᾶται κνησαμένων, ἀλλὰ πολλαὶ μικραὶ καθάπερ τινὲς κέγχροι καταπυκνοῦσαι τὸ μέρος· ὧν ἐκρηγνυμένων ὁμοίως ἐσχαρῶδες ἕλκος γεννᾶται. κατὰ δὲ τοὺς ἐπιδημήσαντας ἄνθρακας ἐν Ἀσίᾳ καὶ χωρὶς φλυκταινῶν ἐνίοις εὐθέως ἀπεδάρη τὸ δέρμα. ἅπασιν οὖν, ὡς ἔφην, ἕλκος ἐσχαρῶδες γίνεται, ποτὲ μὲν τεφρώδους ἐσχάρας, ποτὲ δὲ μελαίνης. τε πέριξ ἅπασα αὐτοῖς σὰρξ εἰς ἐσχάτην ἀφικνεῖται φλόγωσιν· οὐ μὴν τῇ χρόᾳ γἔοικεν ἐρυσιπέλατι, ἀλλἔτι καὶ τῆς φλεγμονῆς ἐπαὐτῷ γίνεται τὸ χρῶμα μελάντερον, ὡς εἰ καὶ μίξαις ἐρυθρῷ πλέονι τοῦ μέλανος ἔλαττον. ὅτι δὲ πυρέττουσιν οἱ οὕτως ἔχοντες ἐξ ἀνάγκης οὐδὲν ἧττον, ἀλλἔτι καὶ μᾶλλον ἐκείνων οἷς ἐρυσιπελατώδης ἐστὶν φλεγμονὴ, πρόδηλον παντί. καὶ μὲν δὴ καὶ ὡς ἀπὸ φλεβοτομίας ἀρκτέον ἐστὶ τῆς ἰάσεως εὔδηλον εἶναι νομίζω τοῖς μεμνημένοις ὅσα περὶ φλεβοτομίας εἴρηται κατὰ τὴν τῶν πυρετῶν θεραπείαν. οὐκ ἄδηλον δοὐδὅτι μέχρι λειποθυμίας ἐπαὐτῶν κένωσις γινομένη μειζόνως ὠφελήσειε, πλὴν εἰ μὴ τῶν ἄλλων τι παρείη τῶν κωλυόντων φλεβοτομεῖν. ἐπὶ δὲ τοῦ πεπονθότος μέρους, ὅσον μὲν ἐπὶ τῇ φλογώσει τῶν χυμῶν, τῶν ψυχόντων ἐστὶ χρεία· διὰ δὲ τὸ πάχος τοῦ χυμοῦ καὶ μέντοι καὶ τὴν κακοήθειαν οὔτἀποτρέψεις ποτὲ τὸ ῥεῦμα· καὶ εἰ τούτου ποτὲ τύχοις, ἕτερόν τι ἐν τῷ βάθει βλάψεις. οὐ μὴν οὐδἐπιῤῥεῖν αὐτῷ συγχωρητέον ἐστὶν, ἀλλεὑρίσκειν φάρμακα μετὰ τοῦ μετρίως ἀποκρούεσθαι καὶ διαφορεῖν δυνάμενα. τοιοῦτον δἐστὶ τό τε διἀρνογλώσσου κατάπλασμα καὶ τὸ διἑφθῆς φακῆς, ἄρτου κλιβανίτου μιγνύντων ἡμῶν αὐτοῖς ὅσον ἁπαλόν. ἔστω δὲ μὴ πάνυ τι καθαρὸς, ὥσπερ οὐδὲ ῥυπαρός γε ἄγαν. μὲν γὰρ ἀκριβῶς καθαρὸς ἐμπλαστικωτέρας οὐσίας ἐστὶν, δὲ πιτυρίας ἁδρομερεστέρας. καταὐτοῦ δὲ τοῦ ἕλκους ἐπιτιθεμένου τινὸς τῶν ἰσχυρῶν φαρμάκων, οἷόν ἐστι τὸ Ἄνδρωνος Πασίωνος Πολυείδου, λύοντα μετά τινος τῶν γλυκέων οἴνων αὐτὰ, μέχρι γλοιώδους συστάσεως. κάλλιστοι δὲ οἴνων εἰς τοῦτο Θηραῖός τε καὶ Σκυβελίτης ἐστίν· ὧν μὴ παρόντων σιραίῳ χρηστέον, καλεῖται παρἡμῖν ἕψημα. τὰ δὲ τοῖς ἄλλοις ἕλκεσι προσφερόμενα φάρμακα πέττοντά τε καὶ διαπυΐσκοντα, ταῦτα οὐ χρὴ νῦν προσφέρειν· αὐξήσεις γὰρ τὴν σηπεδόνα τοῦ μορίου. καὶ μὴν καὶ ἀποσχάζειν τοὺς τοιούτους ὄγκους, ὅταν γε προφλεβοτομήσῃς, οὐκ ἀνεπιτήδειον· ἔστωσαν δὲ βαθύτεραι τῶν συμμέτρων αἱ ἀμυχαὶ διὰ τὸ πάχος τοῦ λυποῦντος χυμοῦ. παυσαμένης δὲ τῆς φλογώσεως ὁμοίως τοῖς ἄλλοις ἕλκεσιν εἰς οὐλὴν ἄξεις τὸ ἕλκος. ἀρκεῖν ἡγοῦμαι καὶ περὶ τῶν ἀνθράκων εἰρῆσθαι τοσαῦτα.
§11 Τῶν δἄλλων ὄγκων ἐφεξῆς μνημονεύσω καὶ πρῶτόν γε τῶν καλουμένων χοιράδων. γίνονται δαὗται σκιῤῥουμένων ἀδένων. καὶ θεραπεία γαὐτῶν, ὅσον μὲν ἐπὶ τῷ πάθει, κοινὴ τοῖς ἐν ἄλλῳ τινὶ μέρει γινομένοις σκίῤῥοις· ὅσον δἐπὶ τῇ φύσει τοῦ μορίου, κατά τινας ἀδένας ἑτέρους προσλαμβάνει σκοποὺς διττούς. ἄμεινον δἴσως κᾀνταῦθα διαστείλασθαί τι περὶ τῶν ὀνομάτων ἕνεκα σαφοῦς διδασκαλίας. ὅσοι μὲν γὰρ ἀδένες ἀγγείων σχιζομένων ἀναπληροῦσι τὸ ἐν μέσῳ, στήριγμα γινόμενοι τῆς σχίσεως αὐτῶν, οὐ μεγάλη τούτων χρεία τοῖς ζώοις ἐστὶν, ἀλλἐκ περιττῆς μὲν προνοίας ὥσπερ ἄλλἄττα τοὺς τοιούτους ἀδένας φύσις ἐδημιούργησε. τῶν δἤτοι σίελον γάλα παρασκευαζόντων σπέρμα, καὶ μέντοι καὶ ὅσοι φλεγματώδη τινὰ γεννῶσιν ὑγρότητα κατὰ μεσεντέριον φάρυγγα καὶ λάρυγγα, μείζων χρεία. καί τινες οὐδὲ ἀδένας ὀνομάζουσι τοὺς τοιούτους, ἀλλἀδενώδη σώματα πολὺ τῶν ἄλλων ἀδένων ἀραιότερά τε καὶ σπογγοειδέστερα τὴν οὐσίαν ὄντα· καὶ μέντοι καὶ καθήκουσιν εἰς τοὺς τοιούτους ἀδένας ἀρτηρίαι τε καὶ φλέβες αἰσθηταί. σκιῤῥωθέντας τε θεραπευτέον αὐτοὺς ὡσαύτως τοῖς ἄλλοις ἅπασι μορίοις. ὅσοι δἐν ταῖς μεταξὺ χώραις τῶν ἀγγείων εἰσὶν, ἕτερος ἐν τούτοις προσέρχεται σκοπὸς τῆς ἰάσεως· ἐν συναιρεῖται τῷ πάθει τὸ μέρος. ἔστι δὲ καὶ αὐτὸς οὗτος διττὸς, ἤτοι γἐκκοπτόντων ἡμῶν σμίλῃ τὸ πεπονθὸς ὅλον, ὡς ἐπὶ τῶν καρκίνων, σηπόντων φαρμάκοις. ἥτις δἐστὶν τῶν τοιούτων φαρμάκων ὕλη κατὰ τὰς περὶ τῶν φαρμάκων πραγματείας ἔχεις.
§12 Ἐμοὶ δἤδη καιρὸς ὑπὲρ τῶν ἄλλων ὄγκων εἰπεῖν, ὧν πρῶτός ἐστι τὸ καλούμενον ἀπόστημα. διττὸν δὲ καὶ τούτου τὸ γένος, ἓν μὲν ὅταν ἐκπυησάσης φλεγμονῆς ἀθροισθῇ τὸ πῦον, οἷον ἐν κόλπῳ τινί· τὸ δἕτερον ἄνευ φλεγμονῆς προηγησαμένης ὑγροῦ τινος εὐθὺς ἐξ ἀρχῆς ἄλλοτε μὲν ἄλλου κατεἶδος, ἀλλὰ πάντως γε μὴν δριμέος ἀθροιζομένου κατά τι μόριον. ὑποδέρει δὲ τοῦτο τὰ περικείμενα σώματα· χώραν δὲ αὐτῷ παρασκευάζων ἤτοι μεταξὺ δυοῖν χιτώνων ὑπό τισιν ὑμέσιν. ὑποδέρει δὲ πάντως μὲν τῷ πλήθει διατείνων, ἔστι δὅτε ἐν τῷ χρόνῳ δριμύτητά τινα σηπεδονώδη προσλαμβάνων. εὑρίσκονται δὲ διαιρουμένων σμίλῃ τῶν τοιούτων ἀποστημάτων ἰδιότητες οὐχ ὑγρῶν μόνων, ἀλλὰ καὶ στερεῶν τινων σωμάτων οὐκ ὀλίγαι. καὶ γὰρ ὀνύχων καὶ τριχῶν καὶ ὀστῶν καὶ ὀστράκων καὶ λίθων καὶ πώρων θραύσμασιν εὑρέθη τινὰ σώματα παραπλήσια.  καὶ μέντοι καὶ τῶν ὑγρῶν αὐτῷ τὸ μὲν οἷον βόρβορος πηλὸς, ἐλαίου τις ἰλὺς, οἴνου τρύξ· τὸ δοὕτω δυσῶδες ὡς δυσχεραίνειν ἅπαντας. ἀλλὰ ταῦτα μέν ἐστι σπανιώτερα. συνηθέστατα δὲ γιγνόμενα τοῦ γένους τοῦδε τῶν νοσημάτων εἴδη ἐστὶ τρία, προσηγορίας ἕκαστον αὐτῶν ἰδίας τετυχηκὸς, ἀθήρωμα καὶ μελικηρὶς καὶ στεάτωμα, ἀπὸ τῆς ὁμοιότητος τῶν περιεχομένων οὐσιῶν κατὰ τοὺς ὄγκους. ἔστι γὰρ αὐτῶν μέν τις οἷόν περ τὸ στέαρ, δὲ οἷον μέλι, καί τις ἀθήρᾳ παραπλήσιος. οἱ σκοποὶ δὲ τῆς θεραπείας κοινοὶ διαφορῆσαι τὸ περιεχόμενον σῆψαι πᾶν ἐκτεμεῖν. ἔνιοι μὲν οὖν ὄγκοι τοῖς τρισὶν ὑποπίπτουσι σκοποῖς, ὅσοι λεπτότερον ὑγρὸν ἔχουσιν, ὡς μελικηρίς· ἔνιοι δὲ τοῖς δύο μόνοις, ὥσπερ τὸ ἀθέρωμα· καὶ γὰρ ἐκτεμεῖν καὶ σῆψαι οἷόν τε τοῦτο· τὸ δὲ στεάτωμα διὰ χειρουργίας μόνης θεραπεύεται μήτε σαπῆναι μήτε διαφορηθῆναι δυνάμενον. ἐπὶ δὲ τῶν ἐν βάθει συνισταμένων ἀποστημάτων καὶ μάλιστα κατὰ τὰ σπλάγχνα τὰ διὰ τῶν ἀρωμάτων φάρμακα λυσιτελέστατά εἰσιν, ὧν δύναμις εἰς ἀτμούς τε λῦσαι καὶ διαφορῆσαι τὸ συνιστάμενον ὑγρόν. ἔστι δὲ καὶ ἄλλα πολλὰ μὲν τοιαῦτα· μάλιστα δὲ αὐτῶν εὐδόκιμα τό τε διὰ τῶν ἐχιδνῶν, ὅπερ ὀνομάζουσι θηριακὴν ἀντίδοτον, τἀθανασία καλουμένη καὶ ἀμβροσία· ταῦτα μὲν οὖν πολυτελῆ· τῶν δεὐτελῶν ἄριστόν ἐστιν τὸ ἡμέτερον, διὰ τῆς Κρητικῆς καλαμίνθης σκευάζομεν. ἅπαντα δὲ τὰ τοιαῦτα κατὰ τὴν περὶ τῶν φαρμάκων πραγματείαν ἀθροιζόμενα, ἣν, ὡς ὀλίγον ἔμπροσθεν ἔφην, ἐπὶ ταῖς τρισὶ ταῖς ἔμπροσθεν ἄμεινον εἶναι νομίζω προσθεῖναι, χάριν τοῦ λείπεσθαι μηδέν.
§13 Ἐπεὶ δὲ τῶν κατὰ τὴν χειρουργίαν πραττομένων οἱ σκοποὶ τὸ μέν τι κοινὸν ἔχουσι, τὸ δἴδιον, ἄμεινον εἶναί μοι δοκεῖ μὴ διασπᾷν αὐτοὺς, ἀλλἀθρόως ἅπαντας ἐν τοῖς τελευταίοις τῆσδε τῆς πραγματείας εἰπεῖν. νυνὶ δὲ τοσοῦτον ἔτι περὶ τῶν παρὰ φύσιν ὄγκων ῥητέον ἐστὶν, ὡς ὅσοι μὲν αὐτῶν ὅλῳ τῷ γένει παρὰ φύσιν εἰσὶ, ἐνδείκνυνται τὴν ἄρσιν, ὑπαγόμενοι κοινοτέρῳ σκοπῷ τῷ κατὰ πάντων ἐκτεταμένῳ τῶν τοιούτων, ὅσα ταῖς οὐσίαις ὅλαις ἐξέστηκε τοῦ κατὰ φύσιν, ὥσπερ ἐπὶ τῶν στεατωμάτων καὶ ἀθερωμάτων ἔχει. τούτου δὲ γένους ἐστὶ καὶ καλουμένη μυρμηκία καὶ ἀκροχορδὼν, τἐν τῇ κύστει λίθος ὑπόχυμά τε καὶ τῆς μύλης κύησις, ἐπὶ γυναικῶν, ὀνομάζουσι δοὕτω τὴν ἀδιάπλαστον σάρκα· πάντα γὰρ τὰ τοιαῦτα τελέως ἐκκόψαι σπεύδομεν. ὧν δὲ καὶ πεπονθὼς τόπος ἕν τι τῶν κατὰ φύσιν ἐστὶ μορίων, μὲν πρῶτος σκοπὸς ἰᾶσθαι τὸ πάθος, δἐπαὐτὸ δεύτερος, ὅταν ἀνίατον , συνεκκόψαι τῷ πάθει τὸ μέρος, ὡς ἐπὶ καρκίνου τε καὶ τῶν ἀθεραπεύτων ἁπάντων ἑλκῶν. ἔμπαλιν δὡς ἐπὶ τῶν ὑποχυμάτων ἀποπίπτοντες τοῦ πρώτου σκοποῦ πρὸς ἕτερον ἄγομεν αὐτὰ τόπον ἀκυρώτερον. ἔνιοι δὲ καὶ ταῦτα κενοῦν ἐπεχείρησαν, ὡς ἐν τοῖς χειρουργουμένοις ἐρῶ. νυνὶ δἀρκέσει τοσοῦτον εἰπεῖν, ὡς τὸ κατὰ τὰς ὑδροκήλας ὑγρὸν ἀλλότριόν ἐστι τῆς τοῦ σώματος οὐσίας ὅλῃ τῇ φύσει· καὶ τὸ κατὰ τοὺς ἀσκίτας ὑδέρους ὕδωρ. ὧν κένωσις ἤτοι διὰ φαρμάκων γίγνεται διαφορητικῶν διὰ χειρουργίας· ἐπὶ μὲν τῆς ὑδροκήλης διὰ καθέσεως σίφωνος, ἐπὶ δὲ τῶν ὑδέρων διὰ παρακεντήσεως. συνεκτέμνεται δὲ τῷ πάθει τὸ πεπονθὸς μόριον, ὥσπερ ἐπὶ τῶν ἔμπροσθεν εἰρημένων, οὕτω κᾀπὶ τῶν κηλητῶν τοῦ περιτοναίου τι μέρος. ὡσαύτως δὲ καὶ γαργαρεὼν ἐνίοτε τῷ πάθει συνεκτέμνεται κατά τε τὰ σκέλη καὶ τοὺς ὄρχεις αἱ φλέβες τοῖς κιρσοῖς, τἐν τῇ ῥινὶ χιτὼν τῷ πωλύπῳ καὶ τετρημένος ὀδοὺς τῷ τρήματι. ἀλλὰ τούτων μὲν οὐδὲν δυνατόν ἐστιν ἐς τὸ κατὰ φύσιν ἀγαγεῖν· ἐπὶ δὲ τοῦ γαργαρεῶνος ἐργάζεσθαι χρὴ τοῦτο παντὶ τρόπῳ καὶ μὴ σπεύδειν ἐκτεμεῖν· ὅταν δὲ ἰσχνὸς καὶ ἱμαντώδης γένηταί ποτε, τηνικαῦτα ἀφαιρεῖν. τοιοῦτον μὲν οὖν αὐτὸν ἐργάσεται χρόνος μακρότερος· οἷον δἹπποκράτης ἔγραψε κατὰ τὸ προγνωστικὸν ὀλίγων ἡμερῶν ἀριθμός· οὕτω δὲ καὶ τἄλλα τὰ κατὰ μέγεθος ἐξιστάμενα τοῦ κατὰ φύσιν, ἐν οἷς ἐστι καὶ τὰ ὑπερσαρκοῦντα πάντα καὶ ἐγκανθίδες, οἵ τε κατὰ τὴν ἕδραν ὀνομαζόμενοι θύμοι. τινὰ δὲ τῶν τοιούτων ἑλκῶν ἐπαμφοτερίζει ταῖς ἰδέαις, ὥσπερ αἵ τε πολὺ τοῦ πέριξ δέρματος ἐξέχουσαι τῶν οὐλῶν καὶ τὰ κατὰ τοὺς ὀφθαλμοὺς πτερύγια. τῆς γε μὴν ἰάσεως ἐπαὐτῶν σκοπὸς πρόδηλος. ἐγκόπτεσθαι γὰρ δεῖ τὰ τοιαῦτα πάντα· καὶ χρὴ σκοπούμενον ἀεὶ τοὺς τρόπους τῆς ἀναιρέσεως ἐπὶ τὸν ἄριστον ἐξ αὐτῶν ἰέναι. σκοποὶ δεἰσὶ τῆς κρίσεως τῶν ἀρίστων τρεῖς, τε τοῦ χρόνου τῆς θεραπείας βραχύτης, τό τἀνωδύνως αὐτὴν ἐργάσασθαι, καὶ τρίτος ἐπὶ τούτοις ἀσφάλεια. καὶ αὐτῆς τῆς ἀσφαλείας ἴδιοι σκοποὶ τρεῖς· εἷς μὲν καὶ πρῶτος ὡς τυχεῖν τοῦ τέλους πάντως· ἕτερος δὲ τὸ κᾂν ἀποτύχωμέν ποτε τοῦ τέλους, ἀλλὰ μηδέν γε βλάψαι τὸν κάμνοντα· καὶ τρίτος, ὡς μὴ ῥᾳδίως ὑποτροπιάσαι τὸ νόσημα. κατὰ ταῦτά σοι κρίνοντι τὴν ἀρίστην ὁδὸν τῆς ἰάσεως ἐπὶ πάντων τῶν νῦν ἡμῖν προκειμένων εὑρεθήσεται ποτὲ μὲν διὰ τῆς χειρουργίας αἱρετωτέρα, ποτὲ δὲ διὰ τῶν φαρμάκων. μὲν οὖν διὰ τῆς χειρουργίας ἔν γε τοῖς νῦν ἡμῖν προκειμένοις ἐπὶ τὴν ἀναίρεσιν αὐτῶν σπεύδει τελείως ἐκκόψαι τοῦ ζώου τὸ παρὰ φύσιν, ὅλῳ τῷ γένει προαιρουμένη· τούτου δἀποτυγχάνουσα τοῦ σκοποῦ δεύτερον  ἔχει τὸν τῆς μεταθέσεως ἐπὶ τῶν ὑποχυμάτων. δὲ διὰ τῶν φαρμάκων πρώτῳ μὲν χρῆται σκοπῷ κενῶσαί τε καὶ διαφορῆσαι τὸ παρὰ φύσιν· εἰ δοὗτος ἀδύνατος εἴη, διὰ τὴν τοῦ μορίου φύσιν καὶ τὸ τοῦ πάθους ἀνίατον ἐκπυῆσαί τε καὶ διασῆψαι· δεύτερος δἐπαὐτῶν σκοπὸς οὗτος. οὕτω γοῦν κᾀπὶ τοῦ γαργαρεῶνος ποιοῦμεν, εἰς τὸ κατὰ φύσιν μὲν πρῶτον ἐπανάγοντες αὐτόν· εἰ δἀποτύχοιμεν τούτου, τελέως ἐκκόπτοντες ἤτοι διὰ χειρουργίας διὰ φαρμάκων καυστικῶν. ἀλλὰ τὰ μὲν φάρμακα κάλλιον εἰς τὴν περὶ τῶν φαρμάκων ἀναβάλλεσθαι πραγματείαν, ἐπειδὴ τετάρτην ἄλλην ἄμεινον ἔδοξεν ἐπὶ τρισὶ πραγματεύεσθαι· τὴν δὲ χειρουργίαν ἐπὶ τῇ τελευτῇ τάξαι τῆσδε τῆς πραγματείας.
§14 Οὔκουν ἔτι χρὴ διατρίβειν ἐν τοῖσδε· μεταβῆναι δὲ πρὸς τὰ παραπλήσια ἰάσεως δεόμενα τοῖς εἰρημένοις. ἔστι δὲ ταῦτα τά θὑπερβάλλοντα τοῦ προσήκοντος ἐν ἀριθμῷ τε καὶ πηλικότητι καὶ τὰ κατἄμφω ταῦτα ἐνδέοντα. νυνὶ μὲν οὖν ὠνόμασα τοῦ προσήκοντος· εἰ δὲ καὶ τοῦ συμφέροντος κατὰ φύσιν χρησίμου ποτεἴποιμι, τὴν αὐτὴν ἕξει δύναμιν λόγος. εἴρηται μὲν ἑτέρωθι περὶ τῶνδε μακρότερον· ἀναμνῆσαι δὲ καὶ νῦν ἐπὶ κεφαλαίων ἅπαντα ἄμεινον εἶναί μοι δοκεῖ. πρῶτον τῶν κατὰ τὸ σῶμα πάντων ἐστιν οὗ μάλιστα χρῄζομεν·, τῶν μορίων ἀόχλητος ἐνέργεια. ταύτην τε ἔχοντες φύσει διὰ τοῦτο συνήθως λέγομεν ὀρέγεσθαι τοῦ κατὰ φύσιν ἐνεργεῖν. ἐπεὶ δὲ τοῦτο αὐτὸ συνῆπται τῷ κατὰ φύσιν ἔχειν, εἰκότως οὐδὲν ἡγούμεθα διαφέρειν κατὰ φύσιν ἔχειν εἰπεῖν, κατὰ φύσιν ἐνεργεῖν. ἀλλὰ καὶ χωρὶς προσθήκης ἐνίοτε λέγομεν ἐφίεσθαι τοῦ κατὰ φύσιν ὑπακουομένου τῇ λέξει τοῦ ἔχειν ἐνεργεῖν, ἀμφοτέρων. αὕτη μὲν αἰτία τοῦ καλῶς εἰθίσθαι τοῖς ἰατροῖς τῇ τοῦ κατὰ φύσιν χρῆσθαι φωνῇ περὶ πάντων ὧν αἱρούμεθα κατὰ τὸ σῶμα. μαθεῖν δἐστίν ὅτι μὴ πρῶτον μηδὲ διαὐτὸ τὸ κατὰ φύσιν ἡμῖν ἐστιν αἱρετέον, ἀλλὰ δευτέρως τε καὶ κατὰ συμβεβηκὸς, ἐν οἷς φύσις ἀποτυγχάνει. καὶ γὰρ ἕκτος δάκτυλος εὐθὺς ἐξ ἀρχῆς συνεγενήθη τισὶ καὶ λείπων πέμπτος ἐγένετο καί τινα τοιαῦτα ἕτερα, τὰ μὲν ἀριθμῷ, τὰ δὲ μεγέθει τοῦ προσήκοντος ἐσφαλμένα. καὶ εἴπερ συνεχῶς μὲν ταῦτα, σπάνια δἐγίνετο τὰ κατορθώματα, τοὐναντίον ἂν ἐπὶ τῶν τῆς φύσεως ἔργων ἐπράττομεν, οὐ φυλάττοντες ὥσπερ νῦν, ἀλλἀναιροῦντες αὐτά. οὗτος λόγος ἀεί σοι μνημονευέσθω, διαφέρων εἰς τὴν τῶν ὀνομάτων χρῆσιν, ἐξαπατῆσαι δυναμένων τοὺς ἀσκέπτους ἐμποιῆσαί τε διαφωνίας φαντασίαν, ἐὰν μέν τις λέγῃ τὸ παρὰ φύσιν ἅπαν ἐκκόπτειν δεῖν· δὲ τὸ βλάπτον ἀσύμφορον λυμαινόμενον ταῖς ἐνεργείαις.
§15 Αὖθις οὖν ἀναλαβόντες ὑπὲρ τῶν πραγμάτων λέγωμεν, ἐπειδὴ τὰ τῶν ὀνομάτων ἡμῖν διώρισται, τὴν ἀρχὴν τῷ λόγῳ τήνδε ποιησάμενοι. παράκειται τοῖς εἰρημένοις νοσήμασι τὰ κατἀριθμὸν μέγεθος ἐξεστῶτα τοῦ προσήκοντος. ἐφὧν ἐκκόπτειν μὲν χρὴ τὸ περιττὸν, ἤτοι κατὰ μέγεθος κατἀριθμόν· ἀνατρέφειν τε καὶ κατασκευάζειν τὸ λεῖπον, ὅταν γε δυνατὸν τοῦτο πρᾶξαι. τὸν γάρ τοι πέμπτον δάκτυλον τοιοῦτόν τι μόριον ἕτερον οὐχ οἷόν τε γεννῆσαι τοῖς ἰατροῖς, ἀλλἔστι μόνης τῆς φύσεως ἔργα τὰ τοιαῦτα πάντα. τὸ μέντοι τελέως ἀφαιρεῖν τὸ κατἀριθμὸν ὑπερβάλλον ἀποκόψαι τι τοῦ κατὰ τὸ μέγεθος ὑπεραυξηθέντος οὐδἡμῖν ἀδύνατον. ἓν γοῦν ἐστι τῶν ἰατρῶν ἔργων οὐ τὸ φαυλότατον, ὅταν εἰς πολυσαρκίαν ἐκτραπῇ τὸ σῶμα τοσαύτην ὥστε μηδὲ βαδίζειν ἀλύπως δύνασθαι μηδἅψασθαι τῆς ἕδρας διὰ τὸν ὄγκον τῆς γαστρὸς, ἀλλὰ μηδἀναπνεῖν ἀκωλύτως, ἐκτήκειν αὐτὸ καὶ καθαίρειν· ὥσπερ γε κᾀπειδὰν ἐν ἀτροφίᾳ γένηται παραπλησίᾳ τοῖς ἐχομένοις φθόῃ, τῆς ἀναθρέψεως αὐτοῦ προνοεῖσθαι. πολλάκις δοὐχ ὅλον, ἀλλἕν τι μέρος ἐν ἀτροφίᾳ γίνεται προηγησαμένης ἤτοι παραλύσεως δυσκρασίας μορίου. καί σοι καιρὸς ἤδη περὶ τῆς τούτων θεραπείας ἐπισκέπτεσθαι τὴν ἀρχὴν ἀπὸ τῶν εἰς τὴν πολυσαρκίαν ἄμετρον ἐκπεσόντων ποιησαμένῳ. δέδεικται δἐν τοῖς περὶ κράσεων θερμοτέρα τε καὶ ξηροτέρα κρᾶσις ἰσχνὸν ἐργαζομένη τὸ σῶμα. τοιαύτην οὖν σοι ποιητέον ἐστὶ τὴν τῶν παχέων σωμάτων, εἰ μέλλοι γενήσεσθαι σύμμετρος. μεμάθηκας δἐν τῷ κατἐκείνην μὲν τὴν πραγματείαν, ἀλλὰ καὶ κατὰ τὴν τῶν ὑγιεινῶν οὐδὲν ἧττον, ὀξέα γυμνάσια καὶ λεπτύνουσα δίαιτα καὶ φάρμακα τοιαῦτα καὶ τῆς ψυχῆς αἱ φροντίδες ἀποφαίνουσι τήν τε κρᾶσιν ὅλην θερμοτέραν καὶ ξηροτέραν καὶ διὰ ταύτην τὸ σῶμα λεπτότερον. ἐν μὲν δὴ τοῖς γυμνασίοις οἱ ὀξύτατοι δρόμοι μάλιστα ἁρμόζουσιν. δὕλη τῆς λεπτυνούσης διαίτης ἰδίᾳ γέγραπται καθἓν ὅλον βιβλίον. εἰ δὲ καὶ φαρμάκων δέοιντο τῶν λεπτυνόντων, εἴρηται μὲν καὶ ταῦτα κατὰ τὰς περὶ τῶν φαρμάκων πραγματείας· εἰρήσεται δὲ καὶ νῦν ὅσα δραστικώτατα τῶν τοιούτων ἐστὶν, οἷς ἀξιῶ σε χρῆσθαι καθαίρειν ἐπιχειροῦντα πολυσαρκίαν ἄμετρον. οἷς οὖν εἰώθασιν ἕνεκα παθῶν ἀρθριτικῶν ἔνιοι χρῆσθαι τμητικοῖς τὴν δύναμιν ἱκανῶς οὖσι, τούτοις καὶ σὺ χρῶ, θεραπεύειν ὑπερβάλλουσαν εὐσαρκίαν πειρώμενος. ἔστι δὲ τοιαῦτα πηγάνου τὸ σπέρμα καὶ μᾶλλον τοῦ ἀγρίου σὺν αὐτοῖς τοῖς κορύμβοις, ἀριστολοχία θ στρογγύλη καὶ τὸ λεπτὸν κενταύριον, τε γεντιανὴ καὶ τὸ πόλιον· ὅσα τε τῶν οὐρητικῶν ὀνομαζομένων ἰσχυρὰ, καθάπερ τὸ πετροσέλινον. ἕκαστον γὰρ τῶν τοιούτων καὶ αὐτὸ  καθαὑτὸ καὶ σὺν ἄλλοις λεπτῦναί τε τοὺς χυμοὺς ἱκανὸν καὶ κενῶσαι, τὰ μέν τοι διοὔρων αἰσθητῶς, τὰ δέ τοι καὶ κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοήν· ἀλλὰ καὶ οἱ διὰ τῶν κεκαυμένων ἐχιδνῶν ἅλες ἱκανῶς λεπτύνουσι. καὶ πολλοὶ τῶν ἰσχνοτέρων μέσως εὐσάρκων ὑπὸ τῶν τοιούτων φαρμάκων πόσεως ἀπώλοντο, κατοπτηθέντος αὐτοῖς τοῦ αἵματος. ὥρμησαν δἐπαὐτὰ θεασάμενοί τινας ἀπηλλαγμένους ἀρθριτικῶν παθῶν, οὐκ ἐπιλογισάμενοι τὴν κρᾶσιν τῶν ὠφεληθέντων, ὑγροτέραν τε καὶ φλεγματικωτέραν οὖσαν, οἵα πέρ ἐστι καὶ τῶν παχέων, ἐφὧν ἀκίνδυνος τῶν τοιούτων χρῆσις φαρμάκων. ἐγὼ γοῦν ἐθεράπευσα τινὰ νεανίσκον ἐτῶν ἐγγὺς τεσσαράκοντα, παχὺν ἱκανῶς γεγονότα, τῇ τε πρὸς τοὺς ἀρθριτικοὺς ἀντιδότῳ καὶ τοῖς ἁλσὶ τῆς θηριακῆς, αὐτῇ τε τῇ θηριακῇ μετὰ τοῦ καὶ τῇ ἄλλῃ διαίτῃ τῇ λεπτυνούσῃ χρῆσθαι καὶ γυμνασίων δρόμοις ὠκέσι. παρεσκεύαζον δαὐτὸν ἐπὶ τὸν δρόμον, ἀνατρίβων μὲν πρῶτον ὠμολίνοις τραχέσιν; ἄχρι τοῦ φοινίξαι τὸ δέρμα, τρίβων ἐφεξῆς τρίψει διἐλαίου τῶν διαφορητικῶν τι φαρμάκων ἔχοντος, καὶ μετὰ δρόμον ἐχρώμην αὖθις. ἔστι δὲ ταῦτα σικύου ῥίζα τοῦ ἀγρίου καὶ ἀλθαία καὶ γεντιανὴ καὶ ἀριστολοχία καὶ τοῦ πάνακος ῥίζα καὶ τὸ πόλιον καὶ τὸ κενταύριον. ἐν δὲ τῷ χειμῶνι καὶ μετὰ τὸ λουτρὸν ἐπαλείφειν συμφέρει τῷ εἰρημένῳ ἐλαίῳ. οὐκ εὐθὺς δὲ τὴν τροφὴν ἐπὶ τοῖς λουτροῖς διδόναι προσῆκεν, ἀλλὰ κοιμᾶσθαι πρότερον, ἐπιτρέπειν δ’, εἰ βούλοιντο καὶ αὖθις λούσασθαι πρὶν τραφῆναι. κάλλιον δἐστὶ καὶ τὸ ὕδωρ τῶν διαφορητικῶν. εἰ μὲν οὖν αὐτοφυὲς ἔχοιμεν, ἐκείνῳ χρωμένους ὁποῖόν ἐστι καὶ τὸ κατὰ τὴν Λέσβον ἀπὸ τεσσαράκοντα σταδίων τῆς Μιτυλήνης· εἰ δὲ μὴ κατασκευάζοντας αὐτοὺς παραπλήσιον. ἔστι δὲ τὸ κατὰ τὴν Μιτυλήνην καὶ χρόᾳ καὶ δυνάμει τοιοῦτον, ὁποῖον ἂν γένοιτο μιχθέντος ἁλὸς ἄνθους ὕδατι θαλάσσης. τουτὶ γὰρ τὸ ὕδωρ καὶ τοῖς ὑδεριῶσι καὶ τοῖς ἄλλοις οἰδαλέοις ἐπιτήδειόν ἐστιν, ἰσχυρῶς ξηραῖνον· ὡσαύτως δὲ δὴ καὶ τοῖς πολυσάρκοις καὶ μάλιστα ὅταν αὐτοὺς ἀναγκάζῃ τις ἐν αὐτῷ κολυμβᾷν ὀξύτατα καὶ λουσαμένους πλέον μὴ παραχρῆμα πίνειν ἐσθίειν, ἀλλἤτοι κοιμᾶσθαι πρότερον πάντως γε ἡσυχάζειν. εἰδέναι δὲ χρὴ καὶ προλέγειν τῷ θεραπευομένῳ τὴν πολυσαρκίαν ὡς ἔσθὅτε διὰ κίνησιν ἀθροωτέραν εἰκός ἐστι καὶ πυρέξαι αὐτόν· ὅτι τε μήθ πυρετὸς ἀνάρμοστος εἰς τὰ παρόντα γενήσεται, τοῦ ἰατροῦ καλῶς ἅπαντα πράττοντος. εὔδηλον γὰρ ὡς ὅταν ἐπὶ κόπων πυρέξωσιν καὶ οἱ οὕτω θεραπευόμενοι, καταστήσαντες αὐτῶν τὸν πυρετὸν, αὖθις ἐπὶ τὴν αὐτὴν ἰδέαν τῆς ὅλης θεραπείας ἀφιξόμεθα. φεύγειν δἐπαὐτῶν χρὴ καὶ τοὺς τροφίμους οἴνους, οἷοί πέρ εἰσιν οἱ παχεῖς· τοῖς δὲ ὑδατώδεσι χρῆσθαι, τουτέστι τοῖς λευκοῖς μὲν τῇ χρόᾳ, λεπτοῖς δὲ κατὰ τὴν σύστασιν, τοῖς τεθαλαττωμένοις.
§16–17
§16 Ὅσους δἀνατρέφειν βουλόμεθα καταλελεπτυσμένους, οἶνον μὲν δώσομεν τὸν παχὺν, ἐδέσματα δὲ τὰ παχύχυμα καὶ γυμνάσια τὰ βραχέα καὶ τρίψιν τὴν μετρίαν· καὶ ἁπλῶς εἰπεῖν, ἅπαντα τοῖς εἰρημένοις ἐναντία πράξομεν. ἐπιτήδειον δαὐτοῖς ἐστι καὶ τὸ πιττοῦσθαι διἡμερῶν ἤτοι τριῶν τεττάρων· κάλλιστον γὰρ τοῦτο φάρμακον εἰς σάρκωσιν, ὥστεἰ καί τι μόριον ἕν ποτε πάθῃ, διὰ τούτου τοῦ βοηθήματος ἀνατρέφειν αὐτό. καὶ ἡμῖν ἤρκεσεν ἐπὶ πάντων σχεδὸν μόνον τοῦτο· καὶ γὰρ καὶ θερμαίνει καὶ ὑγραίνει πλῆθος αἵματος ἐπισπώμενον. οὔτοὖν συνεχῶς χρὴ προσφέρειν αὐτὸ τοῖς κάμνουσι σώμασιν, οὔθὅτε χρὴ καταχρίειν πολλάκις, ἀλλἐν μὲν χειμῶνι δὶς, ἐν θέρει δἅπαξ ἀρκεῖ. τοῖς δἐκ γενετῆς ἔχουσιν ἰσχνότερά τινα μόρια καὶ οἱ ἀνδραποδοκάπηλοι βοηθοῦσι διὰ τοῦ βοηθήματος τοῦδε μετὰ τῆς καλουμένης ἐπικρούσεως, ἔστι δὲ κᾀκείνοις συμμετρία τις, ὡς μὴ μᾶλλον τοῦ δέοντος γίγνοιτο μήτἔλαττον, οὔσης τοιᾶσδε. ναρθήκια λεῖα μετρίως ἀληλιμμένα κατὰ τῶν ἰσχνῶν μορίων ἐπαράσσουσιν, ἄχρι περ ἂν ἐξαρθῇ μετρίως· ἐν τούτῳ γὰρ τὸ ὅλον ἐστὶν, ὥσπερ καὶ Ἱπποκράτης ἔλεγεν ἐπὶ καταντλήσεως ὕδατος θερμοῦ, τὸ μὲν πρῶτον ἀείρεται, ἔπειτα δἰσχναίνεται. πάντοὖν εὐσαρκῶσαι βουλόμεθα μόρια καὶ τρίβειν χρὴ καὶ καταντλεῖν καὶ παίειν καὶ πιττοῦν ἄχρι περ ἂν ἐξαρθῇ· γενομένου δὲ τούτου, παραχρῆμα παύεσθαι χρὴ πρὶν ἄρξασθαι διαφορεῖσθαι. τὰ γάρ τοι θερμαίνοντα πάντα καθάπερ ἕλκειν πέφυκεν, οὕτω καὶ διαφορεῖν. ἐὰν οὖν ἀναμείνῃς διαφορηθῆναι τὸ ἑλχθὲν, οὐδὲν ἕξεις πλέον. οὕτω καὶ πυγὰς τίς ἀνδραποδοκάπηλος ἔναγχος ηὔξησεν ἐν ὀλίγῳ χρόνῳ παιδὸς ὑπολέπτου, συμμέτρως μὲν τῇ κατακρούσει χρώμενος ἑκάστης ἡμέρας παρὰ μίαν, συμμέτρως δὲ πιττῶν. ἀλλὰ τοῖς γε τὸ σύμπαν σῶμα λεπτοῖς καὶ λούεσθαι μετὰ τροφὴν ἐπιτήδειον. ὥσπερ δὲ τοῖς λεπτύνουσι βοηθήμασι κίνδυνος ἦν ἀκολουθῆσαι πυρετὸν ὑπερθερμανθέντος ἀμέτρως τοῦ σώματος, οὕτω καὶ τοῖς λουομένοις ἐπὶ τροφαῖς κίνδυνός ἐστι κατὰ τὸ ἧπαρ ἔμφραξιν γενέσθαι, καὶ μάλιστα διὰ τὸ τῶν ἐδεσμάτων εἶδος· ἐμφράττει γὰρ καὶ ἄλλως τὰ παχύχυμα, χρωμένων ἐπὶ πλέον αὐτοῖς. ὅπου δὲ καὶ ἄλλως τοῦτο δρᾷν πέφυκε, πολὺ δὴ μᾶλλον ἐπὶ βαλανείοις ἅμα τροφῇ τοῦτο δράσει. γίνεταί γε μὴν καὶ λίθων ἐν νεφροῖς σύστασις ἐπὶ τῇ τοιαύτῃ διαίτῃ χρονιζούσῃ· διὰ τί δὲ, οὐ πᾶσι γίνεται πρόδηλον. ἐνίους μὲν γὰρ εἰκός ἐστιν ἤτοι πυκνοὺς ἔχειν τοὺς νεφροὺς στενὰς τὰς ἀναστομώσεις τῶν ἐν ἥπατι φλεβῶν, ἐνίους δὲ τἀναντία. καὶ τούτων  διάγνωσις οὐδεμία σαφής ἐστιν· ἀλλἐπερωτᾷν χρὴ τὸν διαιτώμενον, ὡς εἴρηται, συνεχῶς εἴ τις αὐτῷ βάρους αἴσθησις ἐν ὑποχονδρίῳ δεξιῷ καὶ κατὰ τοὺς ψόας γίγνεται. κᾂν αἴσθηταί ποτε τοιούτου τινὸς, αὐτίκα διὀξυμέλιτος διδόναι κάππαριν ἐν ἀρχῇ τῆς τροφῆς, ἄχρι περ ἂν καταστῇ τὸ βάρος. ἐπὶ δὲ τῶν δυσκόλως ἀνατρεφομένων μορίων καὶ πλέον ἤδη κατεψυγμένων ἐχρησάμην ἐνίοτε καὶ θαψίᾳ, ποτὲ μὲν μετὰ μέλιτος ἐπιχρίων τὸ μόριον, ἔστι δὅτε καὶ κηρωτῆς· ἐπισπᾶται γὰρ καὶ αὕτη τοῖς μορίοις οἷς ἂν ἐπιτεθῇ πλῆθος αἵματος. ἐφὧν δὲ ὀλίγον ἐνδεῖ τῷ δέρματι τοῦ αἰδοίου πρὸς τὸ κατὰ φύσιν, ἐπὶ τούτων ἄνευ θαψίας πολλάκις μόνῃ τῇ τάσει τὸ δέον εἰργασάμην, ἶνα χάρτου μαλακὴν καὶ εὔτονον ἐν κύκλῳ περιελίττων ὑποκεχρισμένῳ τῷ δέρματι κόμμεως. εὔδηλον δὲ δήπουθεν ὅτι καὶ τὸ τῆς ἰνὸς πέρας ἐπικολλᾷν χρὴ διὰ κόμμεως τῷ ὑποβεβλημένῳ ἄνω μέρει τῆς ἰνός· ἐν τάχει τε γὰρ ξηραίνεται καὶ ἀλύπως σφίγγει. προϋποτιθέναι δὲ χρὴ τοῦ δέρματος τῆς ποσθῆς ἐκ τῶν ἔνδον μερῶν στρογγύλον τι σύμμετρον, καὶ μετὰ τὸ κολλῆσαι τὴν ἶνα ῥᾳδίως ἐξαιρήσεις. ἔνιοι δὲ τῶν διὰ θαψίας ἐπαγόντων τὴν ποσθὴν τὸ στρογγύλον τοῦτο μολύβδινον ἐποίησαν ὥσπερ τι σωληνάριον· εἶτἔξωθεν αὐτὸ περιτείνοντες τὸ δέρμα τῆς ποσθῆς καταδοῦσιν ἱμᾶντι μαλακῷ. καὶ γένοιτἄν ποτε καὶ τοῦτο χρήσιμον ἐφὧν ἐνδεῖ πολὺ τοῦ δέρματος· εἰ δὀλίγον εἴη τὸ λεῖπον, ἀρκεῖ μόνον, ὡς εἴρηται, τὸ χαρτίον ἐν κύκλῳ περιελιττόμενον· ἐν αὐτῷ δὲ τῷ περιβάλλειν τε τῷ δέρματι καὶ κατακολλᾷν αὐτὸ προϋποκεῖσθαι χρὴ τὸ σωληνάριον. ἐγὼ δὲ εἴωθα, εἰ καὶ μηδὲν τούτων παρῇ, τοῦ χάρτου σύμμετρον ἑλίττων ἐνθεῖναι στήριγμα τοῦ περιβλήματος, ἵνὕστερον, ὅταν ἀκριβῶς παγῇ τὸ περιελιττόμενον ἔξωθεν ἐξαρθέντος τοῦ στηρίγματος, εὐκόλως οὐρεῖν ὑπάρχῃ τῷ θεραπευομένῳ. πρόδηλον δὅτι καὶ τοῦτο τὸ πάθημα τοῦ γένους τῶν νοσημάτων ἐστὶν, κατὰ πηλικότητα τοῦ κατὰ φύσιν ἐξέστηκεν, ἐνίοτε μὲν ἀποσαπείσης τῆς ποσθῆς γινόμενον, ἐνίοτε δὲ ἐξ ἀρχῆς ἔλαττον συγγενόμενον. ὑπάγεται δὲ καὶ χειρουργίας τρόπῳ διττῷ· ποτὲ μὲν ἄνω κατὰ τὴν ἀρχὴν τοῦ αἰδοίου τὸ δέρμα τεμνόντων κυκλοτερῶς, ἕνεκα λυθείσης αὐτοῦ τῆς συνεχείας ἕλκεσθαι κάτω μέχρι τοῦ σκεπάσαι τὴν καλουμένην βάλανον ὅλην· ἐνίοτε δὲ ὑποδερόντων σμίλῃ κατὰ τὰ ἔνδον ἀπὸ τῆς κατὰ τὴν βάλανον ῥίζης, εἶθἑλκόντων κάτω, κᾄπειτα δεσμευόντων, ὡς εἴρηται, μαλακῷ τινι. λεχθήσεται δὲ περὶ τῶν τοιούτων τρόπων ἐπὶ προήκοντι λόγῳ, καθάπερ γε καὶ περὶ κολοβωμάτων· οὕτως γὰρ ὀνομάζουσι τὰ κατὰ χεῖλος πτερύγιον ῥινὸς οὖς ἐλλείποντα. μεθοδεύεται γάρ πως καὶ ταῦτα· πρῶτον μὲν ὑποδερόντων ἑκατέρωθεν τὸ δέρμα, μετὰ δὲ τοῦτο ἐπαγόντων καὶ συναγόντων ἀλλήλοις τὰ χείλη τῶν δερμάτων, ἀφαιρούντων τε τὸ τετυλωμένον ἑκατέρου, κᾄπειτα ῥαπτόντων τε καὶ κολλώντων. ἐκ ταὐτοῦ δὲ τοῦ γένους εἰσὶ καὶ αἱ κατὰ τὸν μέγαν κανθὸν ῥυάδες, μειωθέντος ἐπὶ πλέον τελέως ἀπολλυμένου τοῦ κανθοῦ. τελέως μὲν οὖν ἀπολλυμένου παντάπασιν ἀνίατον γίνεται τὸ νόσημα, μειωθέντος δὲ διὰ τῶν μετρίως στυφόντων θεραπεύεται μετὰ τοῦ προκαθᾶραι πρῶτον μὲν ὅλον τὸ σῶμα, δεύτερον δὲ τὴν κεφαλήν. ἔστι δὲ μετρίως στύφοντα φάρμακα τά τε διὰ γλαυκίου καὶ κρόκου καὶ τὰ νάρδινα καλούμενα, καὶ μάλισθὅσα διοἴνου σκευάζεται. συνελόντι δὲ εἰπεῖν, ἐπὶ πάντων ἐν οἷς ἀπώλετό τις οὐσία μάλιστα μὲν αὐτὴν ὁμοιοτάτην πειρᾶσθαι χρὴ κατασκευάζειν· εἰ δἀδύνατον εἴη τοῦτο, τῆς γε αὐτῆς χρείας ἐστοχασμένων ἡμῶν· ἔσται δὲ καὶ αὐτὴ κατὰ τοῦθὁμοία. τοῦ γοῦν τῆς κνήμης ὀστοῦ πολλάκις ἀναγκασθέντες ἐκκόψαι συχνὸν, εἰς τὴν χώραν αὐτοῦ φῦσαί τινα ἑτέραν οὐσίαν τὴν φύσιν προκαλούμεθα διὰ τῶν σαρκωτικῶν φαρμάκων, ἥτις ἐν ἀρχῇ μὲν οἵα περ σκληρὰ σάρξ ἐστιν, ὕστερον δὲ πώρου σκληροτέρου λαμβάνει σύστασιν, καὶ τῷ χρόνῳ κρατυνθεῖσα πρὸς τὰς βαδίσεις αὑτοῦ γίνεται ἐπιτηδεία. καὶ σκυταλίδας δὲ δακτύλων ἐκκόπτοντες ὁρῶμεν ἐν τῇ χώρᾳ τῶν ἐκκοπεισῶν ἑτέραν οὐσίαν, οἵαν περ εἴρηκα γεννωμένην. ὅτι δὲ καὶ φλέβας αἰσθητὰς ἐνίοτε γεννωμένας εἴδομεν εἴρηται πρόσθεν. αὗται μὲν οὖν οὐχ ὅμοιαι ταῖς ἀπολωλυίαις, ἀλλαἱ αὐταὶ γίγνεσθαι λέγοιντἂν, ὥσπερ γε καὶ ἐν τοῖς κοίλοις ἕλκεσι σάρξ. δἐν τῷ τυλοῦσθαι ταύτην οὐλὴ γεννωμένη δέρματι μέν ἐστιν ὁμοιοτάτη, δέρμα δοὐκ ἔστι· πυκνοτέρα γοῦν αὐτοῦ φαίνεται διά τε τῆς ὄψεως καὶ τῆς ἁφῆς, καὶ μέντοι καὶ τῷ λογισμῷ τεκμαιρομένοις ἐκ τοῦ μὴ φύειν τρίχας. ταῦτοὖν ἔχων ἀεὶ πρόχειρα πρὸς τὰς θεραπείας εὐπορήσεις ὧν σε χρὴ πράττειν.
§17 Ἐμοὶ δἤδη καιρὸς ἐπἄλλα προϊέναι νοσημάτων εἴδη, κοινωνοῦντα τοῖς προειρημένοις. μὲν οὖν ἕρπης ὀνομαζόμενος ἐκ τοῦ αὐτοῦ γένους ἐστὶ τοῖς ἡλκωμένοις ἐρυσιπέλασιν, σαρκοκήλη δὲ τοῖς σκίῤῥοις. ὀφίασις δὲ καὶ ἀλωπεκία καὶ πτίλωσις ἐκ τοῦ γένους ἐστὶ τῶν νοσημάτων ἐν οἷς ἀπόλωλέ τι τῶν κατὰ φύσιν, ὥσπερ γε καὶ μυρμηκία τῷ ὅλῳ γένει παρὰ φύσιν ἐστί. τρίτη δἁπάντων αὐτῶν διαφορά. τινὰ μὲν γὰρ ἐκ μεταβολῆς γίνεται τῶν στερεῶν σωμάτων, ὡς μυρμηκία καὶ λεύκη καὶ ἀλφὸς καὶ σφάκελος, ἐλέφας τε καὶ ψώρα καὶ λέπρα, τινὰ δοὐδὅλως ὄντα πρότερον ὕστερα γίνεται, καθάπερ καὶ μελικηρὶς, ἀθερώματά τε καὶ στεατώματα· καὶ καθἕτερον τρόπον ἕλμινθες καὶ ἀσκαρίδες καὶ κηρία· καλοῦσι γὰρ οὕτω μὲν μακρὰν καὶ πλατεῖαν ἕλμινθα· καὶ πάντα τὰ πρόσθεν  εἰρημένα, κατά τινα τῶν ἀποστημάτων εὑρίσκεται, πώροις, λίθοις, ὀστοῖς, θριξὶν, τισιν ἑτέροις τῶν τοιούτων ἐοικότα. προσέχειν οὖν ἀεὶ χρὴ τὸν νοῦν ἐπὶ πάντων τῶν παρὰ φύσιν ἀκριβῶς ἐπισκοπούμενον ἐκ τίνος γένους ἐστίν· εἴπερ γε τὴν πρώτην ἔνδειξιν ὁρμητήριον ἐσομένην ἁπασῶν τῶν ἐφεξῆς ὀρθῶς εἴπομεν ἐκ τοῦ γένους λαμβάνεσθαι. τὸν γοῦν ἕρπητα χολώδης γεννᾷ χυμός· ὥστε κατά γε τοῦτο ταὐτοῦ γένους ὑπάρχειν ἐρυσιπέλατι, καὶ τοῦτό γαὐτοῦ μᾶλλον ἔτι τὸ ἡλκωμένον. διαφέρει δὲ τῇ λεπτότητι τοῦ χυμοῦ· πάνυ γάρ ἐστι λεπτὸς τὸν ἕρπητα γεννῶν, ὡς μὴ μόνον διὰ πάντων διέρχεσθαι τῶν ἔνδον μορίων, ὁπόσα σαρκώδη τὴν οὐσίαν ἐστὶν, ἀλλὰ καὶ διαὐτοῦ τοῦ δέρματος ἄχρι τῆς ἐπιδερμίδος, ἣν μόνην ἀναβιβρώσκει τε καὶ διεσθίει τῷ στέγεσθαί τι πρὸς αὐτῆς· ὡς εἴ γε καὶ ταύτην διεξείη τοῖς ἱδρῶσιν ὁμοίως, οὐκ ἂν ἕλκος εἰργάσατο. κοινὸν γὰρ δὴ τοῦτο τοῖς γιγνομένοις ἐκ χυμοῦ δακνώδους ἕλκεσιν, ἅπερ αὐτόματα ἕλκη προσαγορεύουσιν, ἴσχεσθαί τε καὶ βραδύνειν ἐν τῇ διεξόδῳ τὸν ἐργαζόμενον αὐτὰ χυμόν. τῷ δἧττον καὶ μᾶλλον ἕτερον ἑτέρου χυμὸν ἤτοι λεπτὸν παχὺν ὑπάρχειν αἱ κατὰ τὸ βάθος ἐν τοῖς ἕλκεσιν γίνονται διαφοραί. τούτου τοῦ γένους ἐστὶ καὶ φαγέδαινα καὶ οἱ ἡλκωμένοι τῶν καρκίνων. ἐφὧν ἁπάντων μὲν κοινὴ θεραπεία κωλύσαντα τὸν ἐπιῤῥέοντα χυμὸν ἰᾶσθαι τὸ ἕλκος· δἰδία καθἕκαστον ἔκ τε τῆς τοῦ μορίου φύσεως εὑρίσκεται καὶ τῆς ἰδέας τε καὶ ποσότητος τοῦ χυμοῦ. λεπτότατος μὲν οὖν ἐν τοῖς τοιούτοις χυμοῖς ἐστιν τὸν ἑλκούμενον ἕρπητα γεννῶν· παχύτατος δὲ τὸν καρκίνον· ἐφεξῆς δὲ τούτων κατά γε τὸ πάχος τὰς φαγεδαίνας ὀνομαζομένας. ὧν ἰδέαι τινές εἰσι τά τε χειρώνια καὶ τηλέφια καλούμενα. καὶ ἤδη τινὲς ἄλλαι τοιαίδε προσηγορίαι γεγόνασιν, ἄχρηστοί τε καὶ περίεργοι· πρὸς γάρ τοι τὴν θεραπείαν ἐπίστασθαι χρὴ τό τε πλῆθος τοῦ χυμοῦ καὶ τὴν δύναμιν καὶ τὴν σύστασιν, οἷον εὐθέως ἐπὶ τῶν ἑρπήτων, ἐπειδὴ λεπτός ἐστιν χυμὸς, ἐκ τοῦ γένους ὢν δηλονότι τῆς ξανθῆς χολῆς, ὅταν ἀναδείρῃ τὴν ἐπιδερμίδα διαφορηθεὶς, ἐπιτρέπει συνουλωθῆναι τῷ ἕλκει. ἐὰν μὲν οὖν φθάσῃ τις ἐκκαθάρας τὸ σύμπαν σῶμα, μετὰ τοῦ τοῖς ἀναστέλλουσί τε καὶ ἀποκρουομένοις τοὺς ἐπιῤῥέοντας χυμοὺς χρήσασθαι φαρμάκοις ἰάσατο τὸν ἕρπητα. μηδέτερον δὲ ἐργασάμενος τούτων, ἀλλὰ μόνοις ἀρκεσθεὶς τοῖς ἐπουλοῦσι, τὴν ἡλκωμένην ἐπιδερμίδα ταύτην μὲν ἰάσατο, τὴν συνεχῆ δαὐτῇ παθεῖν οὐκ ἐκώλυσεν. εἶταὖθις πάλιν ἐκείνης ἐπουλουμένης συνεχὴς ἀναδέρεται, καὶ τοῦτἐπὶ πλεῖστον γίγνεται, καθάπερ ἕρποντος τοῦ πάθους ἄχρι περ ἂν ἐργαζόμενος αὐτὰ χυμὸς ἐκκενωθῇ. γυνὴ γοῦν τις ἐν Ῥώμῃ τῶν ἐπιφανῶν ἕρπητα κατὰ τὸ σφυρὸν ἔχουσα πρῶτον μὲν ἐχρήσατο τῷ διὰ φύκους φαρμάκῳ, τάχιστα δὲ ἐπουλωθέντος αὐτοῦ τὸ συνεχὲς εὐθὺς ἐπιπολῆς ἀνεδάρη δέρμα, καθάπερ ἐξ ἀποσύρματος. πάλιν ἐπιτιθέντος τοῦ φαρμάκου τὸ συνεχὲς αὖθις ἡλκώθη. καὶ τοῦτοὐκ ἐπαύετο γιγνόμενον, ἀλλἧκεν ὕστερον ἕλκωσις ἐπὶ τὸ γόνυ, πάντα μᾶλλον αὐτῆς παθεῖν ἑτοίμης οὔσης καθαρθῆναι χολαγωγῷ φαρμάκῳ. καὶ τοίνυν ὅπερ εἴωθεν ἐν τοῖς τοιούτοις γίγνεσθαι, διὰ τὸ τοὺς πλείστους αἰτιᾶσθαι τὰ ἀναίτια, καταγνοῦσα τοῦ διὰ φύκους φαρμάκου, τῶν ἄλλων τι προσφέρειν ἐκέλευσεν. ἐχρώμεθα οὖν ἐφεξῆς τῷ διὰ σάνδικος. ὡς δὲ καὶ τοῦτο τὸ μὲν ἡλκωμένον ἐπούλου, τὸ δἑλκούμενον οὐκ ἐκώλυεν, ἀνελήλυθε δὲ τὸ πάθος ἐγγὺς ἤδη τοῦ βουβῶνος ὑπὸ τῆς ἀνάγκης βιασθεῖσα γάλακτος ὀῤῥὸν ὑπέσχετο λήψεσθαι. παρεμβαλόντες οὖν ἡμεῖς αὐτῷ λάθρα σκαμμωνίας ἐλάχιστον, ἄκουσαν αὐτὴν ἐκκαθάραντες ἐθεραπεύσαμεν. οὗπερ οὖν ἕνεκα ταῦτα λέγεται πάλιν ἀναμνήσω. τὸν κοινὸν σκοπὸν ἐπὶ τῶν ὑπὸ ταὐτὸ γένος ἁπάντων νοσημάτων ἐπειδὰν λάβῃς, οὐκ ἀναιρήσεις μὲν αὐτὸν ἐν τοῖς κατὰ μέρος, εἰς διαφορὰν δἄξεις ἕκαστον πρέπουσαν ταῖς τε διαθέσεσι καὶ ταῖς ἐργαζομέναις αὐτὰς αἰτίαις, ὥσπερ ἐπὶ τῶν αὐτομάτων ἑλκῶν ἐδείχθη. κενώσεις γὰρ δηλονότι τὸν πλεονάζοντα χυμὸν ἐνίοτε μὲν τῷ τὴν ὠχρὰν χολὴν ἐκκαθαίροντι φαρμάκῳ· πολλάκις δὲ τῷ τὴν μέλαιναν, ἔστι δὅτε μικτῷ, χολήν τε ἅμα καὶ φλέγμα κενοῦντι, ὥσπερ ἐπὶ θατέρου τῶν ἑρπήτων, ὃν ἀπὸ τῆς πρὸς τὰς κέγχρους ὁμοιότητος ὀνομάζουσι κεγχρίαν. οὗτος γὰρ οὐκ εὐθέως ἕλκος ἐργάζεται καθάπερ ἕτερος, ἀλλὰ μικρὰς πάνυ φλυκταίνας ὥσπερ κέγχρους, αἳ καὶ αὐταὶ τοῦ χρόνου προϊόντος εἰς ἕλκος τελευτῶσι. καί τισιν οὐκ ἀλόγως ἔδοξεν ἐπιμεμίχθαι τῇ χολῇ φλέγματος ἐν τῷ τοιούτῳ πάθει. γίγνεται δέ ποτε καὶ χωρὶς τῆς τοῦ παντὸς σώματος ἰσχυρᾶς κακοχυμίας ἐν μέρει ἕλκη, θεραπεύομεν ῥᾳδίως ὑπὸ φαρμάκων μικτὴν ἐχόντων δύναμιν ἀποκρουστικήν τε καὶ διαφορητικήν. ἀποκρούεται μὲν οὖν τά τε στύφοντα καὶ τὰ χωρὶς τοῦ στύφειν ψύχοντα· διαφορεῖ δὲ τὰ θερμαίνοντα. καὶ δῆλον ὅτι κατὰ μὲν τὴν γένεσιν τῶν ἑλκῶν ἐπικρατεῖν χρὴ τὰ τὴν ἀποκρουστικὴν δύναμιν ἔχοντα· μηκέτι δἐπιῤῥέοντος τοῦ χυμοῦ τοῦ μοχθηροῦ τῷ μορίῳ, τὴν διαφορητικήν. τὴν μὲν γὰρ ὀλίγην κακοχυμίαν κᾀν ἀπώσηταί τις αὐτὴν ἐπί τε τὰ σπλάγχνα καὶ τὰς μεγάλας φλέβας, οὐδὲν ἐργάσεται κακὸν αἰσθητόν· εἰ δὲ ἀξιόλογος , εἴς τι κύριον ἐνίοτε κατασκήπτει μόριον, ὅταν γε μὴ διὰ ῥώμην τῆς φύσεως ἐκκαθαιρούσης τὸ σῶμα κενωθῆναι  φθάσῃ διὰ τῶν διαχωρημάτων, τῶν οὔρων καὶ διὰ τοῦ περιέχοντος ὅλον τὸ σῶμα δέρματος. ἐπὶ μὲν οὖν τῆς ὠχρᾶς χολῆς αἱ κεκώσεις ἑτοιμότεραι, τὸ δὲ φλέγμα, καὶ μάλισθὅσον αὐτοῦ παχύτερόν τε καὶ γλίσχρον ἐστὶν, ὡσαύτως δὲ καὶ μέλαινα χολὴ δυσκόλως ἐκκενοῦται· καὶ διὰ τοῦτο δεόμεθα καθαίροντος φαρμάκου. κατὰ δὲ τοὺς ἕρπητας, ἐπειδὴ λεπτός ἐστιν τὸ πάθος ἐργαζόμενος χυμὸς, ἀρκεῖ καὶ λαπάξαι γαστέρα διὰ τῶν ἐπιτυχόντων, οὖρα κινῆσαι διὰ τῶν μετρίως οὐρητικῶν. ἀλλἐπειδὴ περὶ φαρμάκων μεθόδου γέγραπταί τι κᾀν τοῖς ἔμπροσθεν, οὐκ ὀλίγα δὲ καὶ κατὰ τὰς ἰδίας αὐτῶν εἴρηται πραγματείας, ἄμεινον ἂν εἴη μηκέτἐκτείνειν τὸν λόγον· ἱκανὰ γὰρ καὶ ταῦτα τῷ γε προσέχοντι τὸν νοῦν, οὐδὲ γὰρ ἡμεῖς αὐτὰ παρὰ τῶν Μουσῶν ἐμάθομεν. ἀλλ τῶν πραγμάτων φύσις ἀνδρὶ συνετῷ καὶ φιλοπόνῳ καὶ γεγυμνασμένῳ τὸν νοῦν ὑπαγορεύει τὸ ποιητέον· ὅταν δὲ καὶ τὰς ὁδοὺς τῆς εὑρέσεως τὶς ὑφἑτέρου διδαχθείσας ἔχῃ, ῥᾷστον αὐτῷ προσέρχεσθαι καταὐτάς. ἱκανὸν δέ σοι μαρτύριον ἔστω τὸ τοὺς τοιούτους ἄνδρας ἔργοις μεγίστοις κοσμῆσαι τὴν τέχνην· ὅσοι δἀσύνετοι, μηδὲν εὑρίσκεσθαι πλέον αὐτοῖς, εἰ καὶ διὅλου τοῦ βίου μυρίων ἔργων ἰατρικῶν αὐτόπται γίγνοιντο. πάμπολλα γοῦν ἐπινοεῖται μέχρι τήμερον, οὐδέπω τοῖς ἔμπροσθεν εὑρημένα· καθάπερ νῦν ἐπὶ Ῥώμης ἐπενόησέ τις ἰᾶσθαι διὰ στόματος ἀκροχορδόνας τε καὶ μυρμηκίας. ἀλλἐπὶ μὲν τῶν ἀκροχορδόνων, ὡς ἂν ἐξεχουσῶν τοῦ δέρματος, οὐδὲν θαυμαστόν· τὸ δὲ τῶν μυρμηκιῶν καὶ μάλισθὅσαι τελέως εἰσὶν ἰσόπεδοι τῷ δέρματι, θαυμαστὸν ἐδόκει. ἀλλὅμως καὶ ταύτας πρῶτον μὲν τῇ θέσει τῶν χειλῶν ὥσπερ βδάλλων ἐπεσπᾶτό τε κᾀκ τῆς ῥίζης ἐμόχλευεν· εἶτα τοῖς προσθίοις ὀδοῦσιν παραλαμβάνων ἀθρόως ἐξέσπα. καὶ μὴν καὶ διὰ μυρσίνης σμίλης καὶ διὰ τοῦ καλουμένου σκολοπομαχαιρίου γεγυμνασμένος ταῖς χερσὶ ῥᾳδίως ἄν τις ἐκκόψειεν αὐτὰς, ἰδίαν ἐχούσας περιγραφὴν, χωρίζονται τοῦ πέριξ δέρματος. ὡσαύτως δὲ καὶ διά τινος ἰσχυροῦ πτεροῦ, περιτιθεμένου κυκλοτερῶς τῇ μυρμηκίᾳ, ποιούμεθα τὴν ἄρσιν αὐτῆς. χρὴ δὲ σύμμετρον ἔχειν δηλονότι τὴν ἑαυτοῦ κενὴν σύριγγα τὸ πτερὸν τῷ πάχει μυρμηκίας, ἵνα τε πανταχόθεν αὐτὴν ἀκριβῶς σφίγγῃ, κᾄπειτα περιστρέψαι μετὰ τοῦ κάτω βιάζεσθαι· τάχιστά τε γὰρ ἂν οὕτω καὶ σὺν αὐτῇ τῇ ῥίζῃ τὴν μυρμηκίαν ὅλην ἐκβάλλοις. εὔδηλον δὲ καὶ ὅτι τὸ πέρας τοῦ περιγλύφοντος αὐτὴν πτεροῦ λεπτόν τε ἅμα καὶ ὀξὺ καὶ ἰσχυρὸν εἶναι χρή. διὸ τά τε τῶν παλαιῶν ἀλεκτρυόνων πτερὰ εἰς τοῦτο χρήσιμα καὶ μᾶλλον ἔτι τὰ τῶν ἀετῶν. ἀποτέμνειν δαὐτῶν χρὴ πρὸς τῇ ῥίζῃ τοσοῦτον, ὡς περιλαβεῖν ἱκανῶς τὴν μυρμηκίαν. εὐθὺς δὲ ἀπὸ τῆς ἀποτομῆς, εἰ καλῶς γίγνοιτο, καὶ τὴν ὀξύτητα παρέξεις αὐτῷ. καὶ τοῦτοὖν λογισμὸς εὗρεν, οὐ περίπτωσις. ὅτι δὲ διὰ τῶν ἑλκόντων σφοδρῶς φαρμάκων ἀνασπασθήσεται καὶ ὅτι διὰ τῶν σηπόντων νεκρωθήσεται, τῷ λογισμῷ μέν τις εὗρε· θαῤῥήσας δὲ χρῆσθαι, πρὸς τῆς πείρας ἐμαρτυρήθη. τινὰ μὲν γὰρ ἄντικρύς ἐστι καὶ πρὸ τῆς πείρας πιστὰ, καθάπερ εἰ τύχοι τὸν ἀρτίως ἐμπεπαρμένον ἐξελεῖν σκόλοπα καὶ τὸ βέλος, ὅσα τε τοῖς ὀφθαλμοῖς ἐμπίπτει ψαμμία. τινὰ δὲ ἐπινοεῖται μὲν ὑπὸ τοῦ λογισμοῦ, βεβαιοῦται δὲ ὑπὸ τῆς πείρας. ἕνεκα δὲ τοῦ ῥᾷον εὑρίσκειν σε καὶ κατὰ σαυτὸν ὁδοὺς τοιαύτας εἰς εὐπορίαν ἰαμάτων οὐκ ὀκνήσω προσθεῖναί τι παράδειγμα τῶν ἐκ τοῦ προκειμένου γένους. ὀνομάζομεν δὲ αὐτὸ κατὰ τὸν ἀριθμὸν τῶν μορίων. ἐπειδὴ γὰρ ἔνια μὲν ἐλλείπει, καθάπερ ὀδοὺς δάκτυλος ῥινὸς πτερύγιον, ὠτός τι μόριον, αἰδοίου δέρμα, τινὰ δὲ πλεονάζει, καθάπερ ἕκτος δάκτυλος, αἵ τἐξοστώσεις καλούμεναι καὶ τῶν ὀδόντων οἱ παραφυόμενοι τοῖς κατὰ φύσιν· ἐξελεῖν μέντοι τὸ περιττὸν οὐδὲν χαλεπὸν, ἕτερον δὲ γεννῆσαι τῷ μηκέτὄντι παραπλήσιον ἐπὶ τινῶν μὲν ῥᾴδιον, ἐπὶ τινῶν δὲ χαλεπὸν, ἐπὶ τινῶν ἀδύνατον. ἐὰν μὲν δὴ σαρκῶδες τὸ λεῖπον, οὐ χαλεπῶς ἄν τις αὐτὸ γεννήσειεν· εἴρηται δἔμπροσθεν μέθοδος ἐπὶ τῶν κοίλων ἑλκῶν. ἐὰν δὲ ὀστοῦν , αὐτὸ μὲν ἀδύνατον, ἀνταὐτοῦ δὲ ἕτερόν τι σκληρὸν οὐκ ἀδύνατον ἐργάσασθαι. λέλεκται δέ τι καὶ περὶ τῆς τῶν φλεβῶν γενέσεως ἔμπροσθεν, ὡς ἐνίοτε μὲν αἰσθητῶς εἴδομεν ἑτέρας νέας γεννηθείσας, ἐνίοτε δἅπαντα μηχανωμένων οὐκ ἔφυσαν.
§18–19
§18 Εἰ δὲ δάκτυλος λείπων τι τοιοῦτον εἴη, παντάπασιν ἀδύνατος γένεσις αὐτοῦ. λέλεκται δέ τι καὶ περὶ ποσθῆς ἔμπροσθεν, ὅπως ἄν τις αὐτὴν ἐργάσηται. τὰ δἐπὶ ῥινὸς ὠτὸς χείλους ἐλλείποντα γεννῆσαι μὲν ἀδύνατον, εὐπρεπῆ δἐργάσασθαι δυνατὸν, ἐὰν ὑποδείρας τις ἑκατέρωθεν τὸ δέρμα, κᾄπειτα συναγαγὼν κολλῆσαι δυνηθῇ. καθἕτερον δὲ τρόπον ἐκ τούτου τοῦ γένους ἐστὶ τῶν νοσημάτων ἀθερώματά τε καὶ στεατώματα καὶ μελικηρίδες, ἀσκαρίδες τε καὶ κηρία καὶ ἕλμινθες, οἵ τε κατἄρθρα καὶ πνεύμονα πῶροι, καὶ οἱ κατὰ νεφροὺς καὶ κύστιν λίθοι· κοινὸν γὰρ ἐπὶ πάντων αὐτῶν τῆς οὐσίας γένεσις οὐκ οὔσης πρότερον. ἔμπαλιν δὲ κατὰ τὰς ἀλωπεκίας καὶ τὰς ὀφιάσεις καὶ τὰς πτιλώσεις, ἔτι τε τὴν φαλάκρωσιν, ἀπώλεια μορίου τινός ἐστι χρησίμως γεγονότος. ὥσπερ οὖν ἐπὶ πάντων τῶν ἄλλων, ἐν οἷς γεννηθῆναί τι βουλόμεθα, τὰς κινήσεις τῆς φύσεως ἀκωλύτους ἐργαζόμεθα, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν ἀπολωλυιῶν τριχῶν. ἔργον γὰρ τῆς φύσεώς ἐστιν, ὥσπερ τῆς σαρκὸς γένεσις ἐν τοῖς κοίλοις ἕλκεσιν, οὕτω καὶ τῶν τριχῶν ἐπί τε τῆς κεφαλῆς καὶ τῶν βλεφάρων. ἀναμνησθεὶς οὖν ὧν ἔμαθες ἐν τοῖς φυσικοῖς λόγοις περὶ τριχῶν γενέσεως, ἐξ ἐκείνων εὑρήσεις τὰς τῆς ἀπωλείας αὐτῶν αἰτίας. ἐδείχθη δὅτι τῶν διαπνεομένων χυμῶν ὅσον ἰλυῶδές ἐστιν ἐξ ἀρχῆς τεὐθέως τὰς τρίχας ἐγέννησε καὶ τοῦ λοιποῦ καθὑπόφυσιν αὐξάνει. τοῦτοὖν, ὅταν ἤτοι γἀπόληται παντάπασιν μοχθηρὸν γενηθῇ, φθείρεσθαι τὰς τρίχας ἀναγκαῖόν ἐστι. καὶ γὰρ οὖν καὶ τὰ φυτὰ κατὰ διττὴν αἰτίαν ἀπόλλυται, ποτὲ μὲν ἀποροῦντα τῆς τρεφούσης ὑγρότητος, ἔστι δὅτε οὐκ οἰκείῳ χρώμενα. τελέως μὲν ἀπολουμένου τοῦ τρέφοντος χυμοῦ τὰς τρίχας φαλάκρωσις γίνεται, μοχθηροῦ δἀποτελεσθέντος αἵ τὀφιάσεις καλούμεναι καὶ αἱ ἀλωπεκίαι. πρῶτον μὲν οὖν εὑρήσεις ἐκ τῆς κατὰ φύσιν αὐτῶν διοικήσεως τὴν παρὰ φύσιν αἰτίαν. ἐφεξῆς δὲ τῆς θεραπείας εὐπορήσεις ἐνδεικτικῶς ὑπὸ τῶν κοινῶν ἀγομένης σκοπῶν ἅπασι τοῖς προειρημένοις, ἐφὧν ἐκ κακοχυμίας ἤτοι γἄλλο τι πάθος ἕλκος γίνεται· κωλῦσαι μὲν γὰρ χρὴ τὸ ἐπιῤῥέον, ἐκδαπανῆσαι δὲ καὶ διαφορῆσαι τὸ φθάσαν ἐν τῷ πεπονθότι  μορίῳ περιέχεσθαι. καθάπερ οὖν ἐπἐκείνων ἑλκῶν καθάρσεις τοῦ λυποῦντος χυμοῦ πρῶτον ἐγίγνοντό σοι, τὸν αὐτὸν τρόπον ἐπὶ τῶν τριχῶν αὐτῶν, ἀπαὐτῶν δἄρξῃ τῆς θεραπείας, ἐπισκεψάμενος ἀκριβῶς ὁποία τις χρόα γέγονε τοῦ δέρματος, ἐξ οὗ τὰς τρίχας ὁρᾷς ἀπολλυμένας. εἰ μὲν γὰρ λευκοτέρα τοῦ κατὰ φύσιν, ἐπὶ τὴν τῶν φλεγματωδῶν χυμῶν ἀφικνοῦ κάθαρσιν· εἰ δὠχροτέρα πως, ἐπὶ τὴν τῆς τοιαύτης χολῆς, ὥσπερ γε καὶ εἰ μελαντέρα, τὰ τῶν μελανῶν ἀγωγὰ δώσεις φάρμακα. πρὸς δὲ τὴν ἀκριβεστέραν τῆς κακοχυμίας διάγνωσιν οὐ μικρὰ κᾀκ τῆς προηγησαμένης διαίτης ὠφεληθήσῃ, μεμαθηκώς γε τίνα μὲν ἐδεσμάτων τὸν μελαγχολικὸν ἀθροίζει χυμὸν, τίνα δὲ τὸν τῆς ὠχρᾶς χολῆς καὶ τοῦ φλέγματος. ὅταν οὖν ἤδη θαῤῥήσῃς ὡς ἐπὶ καθαρωτάτῳ σώματι, τὸν ἐν τῷ πεπονθότι δέρματι περιεχόμενον χυμὸν ἐκδαπανήσεις τοῖς διαφορητικοῖς φαρμάκοις, φυλαττόμενος ἐν αὐτοῖς οὕτω θερμὰ καὶ δριμέα προσάγειν φάρμακα ὡς ἑλκωθῆναι τὸ δέρμα. καὶ μέντοι καὶ τὰ ξηραίνοντα σφοδρῶς φυλάττεσθαι χρὴ, μή πως ἅμα τῷ μοχθηρῷ χυμῷ συνεκδαπανήσῃς καὶ τὸν ἐπιῤῥέοντα χρηστὸν, ὥσπερ ἐπὶ τῇ φαλακρώσει γίνεται. ταῦτοὖν ἐννοήσας ἐγὼ πρῶτον ἔμιξα τοῖς τὰς ἀλωπεκίας θεραπεύουσι φαρμάκοις βραχύ τι θαψίας. εἶτα προσέχων. καθἑκάστην ἡμέραν, ὅπως τοῦ κάμνοντος φύσις ὑπαὐτοῦ διατίθεται, κᾀπειδὰν ἤτοι γε οἰδισκόμενον ἐπὶ πλέον ἀναδερόμενόν πως ἴδω, τοῦ φαρμάκου μὲν ἀφίσταμαι κατἐκείνην τὴν ἡμέραν, ἐπαλείφω δὲ τετηκότι στέατι τὸ μόριον ἤτοι γὄρνιθος χηνὸς, ἐπειδὴ λεπτομερέστερα ταῦτά ἐστι καὶ κατὰ βάθος εἰσδύεται. κᾄπειτα κατὰ τὴν ὑστεραίαν, εἰ μὲν ἐπιμένοι τι τῶν εἰρημένων, ὁμοίως ἐπαλείφω· μὴ μενόντων δὲ τῷ φαρμάκῳ χρῶμαι· ὅπως δεἰς βάθος δύοιτο, προσανατρίβω τὸ δέρμα τῇ σινδόνι μέχρι τοῦ σαφῶς ἐρυθρὸν γενέσθαι. εἴ γε μὴν μετὰ τὸ λουτρὸν χρῆσθαι βούλοιο τῷ τοιούτῳ φαρμάκῳ παρὰ τοῦ βαλανείου, τοῦθἕξεις γινόμενον πρόσθεν ὑπὸ τῆς ἀνατρίψεως. καὶ τοὺς ἀπολλύντας δὲ τὰς ἐκ τῶν βλεφάρων τρίχας, οὓς ὀνομάζουσι πτίλους, ὁμοίοις μὲν τῷ γένει θεραπεύσεις φαρμάκοις.
§19 Ἐκλέξῃ δὕλην ἐπιτήδειον τοῖς ὀφθαλμοῖς μετὰ τοῦ φροντίζειν δηλονότι καὶ τοῦ μὴ παραῤῥεῖν ἔσω τὸ φάρμακον εἰς τοὺς χιτῶνας αὐτῶν. ὅθεν ἀμείνω τὰ ξηρὰ, περὶ ὧν ὥσπερ καὶ τῶν ἄλλων ἐν ταῖς ἡμετέραις τῶν φαρμάκων πραγματείαις λέλεκται. νυνὶ γὰρ, ὅπερ ἔφην, ἀρκεῖ μόνα τὰ γένη διεξέρχεσθαι τῶν φαρμάκων, ἄνευ τῶν κατὰ μέρος ὑλῶν, ὅπως μὴ πολλάκις ἀναγκαζοίμην ὑπὲρ αὐτῶν λέγειν. ὅσα μὲν τοίνυν ἀλλότρια τῆς κατὰ φύσιν ἐστὶ διοικήσεως, ἐξαρεῖν ὅλα αὐτὰ προσήκει· ὅσα δοἰκεῖα μὲν, ἀλλὰ διέφθαρταί πως, ἀνασώζειν αὐτὰ, καθόσον ἐνδέχεται. λέλεκται δἔμπροσθεν ὡς ἐπαμφοτερίζει τινά. λέλεκται δὲ ὡς καὶ τῶν ἀλλοτρίων ἔνια ταῖς οὐσίαις ὅλαις ἐστὶν ἀλλότρια, λογικῆς ζητήσεως οὐκ ἐς τὴν θεραπείαν χρησίμης οὔσης κατὰ τοῦτον τὸν τόπον ἐπἐνίων παθῶν. τὸ γάρ τοι πτερύγιον ὅτι μὲν ἀλλότριόν ἐστι τῆς ὑγιεινῆς καταστάσεως εὔδηλον εἶναι νομίζω πᾶσιν· οὐ μὴν ἀλλότριόν γε κατὰ τὴν οὐσίαν ἐστὶν, ὥσπερ ἀθέρωμα καὶ μελικηρίς. ἴασις δὲ καὶ τούτου μικροῦ μὲν ὄντος ἔτι καὶ μαλακοῦ διὰ τῶν ῥυπτόντων φαρμάκων, οἷά πέρ ἐστι καὶ τὰ τραχωματικὰ καλούμενα· μεγάλου δὲ καὶ σκληροῦ γενομένου διὰ χειρουργίας. ὁμοίως δὲ καὶ τῶν ὑδατίδων τὰς μεγάλας θεραπευτέον· τὰς μικρὰς δὲ τὰ ξηραντικὰ τῶν φαρμάκων ὀνίνησι. τὸ δὲ χαλάζιον, ἔστι γὰρ ἕν τι καὶ τοῦτο τῶν ἐν ὀφθαλμοῖς γινομένων, ὅλῳ τῷ γένει παρὰ φύσιν ὑπάρχον ἐκκόπτεσθαι δεῖται. οὕτω δὲ καὶ τὸ πῦον ὑπὸ τῶν ὑποπύων ὀνομαζομένων ὀφθαλμῶν· ἀλλὰ τοῦτο μὲν ὡς τὰ πολλὰ διαφορεῖται φαρμάκοις. ὑπόχυμα δὲ ἀρχόμενον μὲν διαφορεῖται, σύστασιν δἱκανὴν λαβὸν οὐκέτι. τῶν καθἡμᾶς δέ τις ὀφθαλμικῶν Ἰοῦστος ὄνομα καὶ διὰ κατασείσεως τῆς κεφαλῆς πολλοὺς τῶν ὑποπύων ἐθεράπευσε, καθίζων μὲν αὐτοὺς ὀρθίους ἐπὶ δίφρου, περιλαμβάνων δὲ τὴν κεφαλὴν ἑκατέρωθεν ἐκ τῶν πλαγίων, εἶτα διασείων οὕτως ὥσθὁρᾷν ἡμᾶς ἐναργῶς κάτω χωροῦν τὸ πῦον. ἔμενε δὲ κάτω καίτοι τῶν ὑποχυμάτων μὴ μενόντων, εἰ μὴ πάνυ τις ἀκριβῶς αὐτὰ σφηνώσειε διὰ τὸ βαρὺ τῆς οὐσίας. κουφότερον γάρ ἐστιν, ὡς ἂν εἴποι τις εἰκάζων, νεφελωδέστερον τὸ ὑπόχυμα τοῦ πύου· πλὴν ὅσα καὶ τούτων αὐτῶν ἔνια, λέγω δὴ τῶν ὑποχυμάτων, ὀῤῥωδεστέρας ὑγρότητος ἐστίν. δὴ καὶ περικεντούντων διαλύεται μὲν ἐν τῷ παραυτίκα, χρόνῳ δὕστερον οὐ μακρῷ καθάπερ τις ἰλὺς ὑποχωρεῖ κάτω. τὸ δἐν τοῖς ὀφθαλμοῖς πῦον ὅταν διαφορῆσαι βουλώμεθα, τοῖς διὰ σμύρνης μάλιστα κολλυρίοις χρηστέον, δὴ καὶ καλοῦσιν ἰδίως διάσμυρνα· τούτων δἧττον, ἄμεινον δὲ τῶν ἄλλων ἐνεργεῖ τὰ διὰ λιβάνου, τὰ δἱκανῶς ξηραίνοντα παραχρῆμα μὲν ἱκανῶς ἐκκενοῖ, τὸ δὑπόλοιπον πήγνυσι δυσλύτως, ὡς ἐπὶ τῶν σκιῤῥουμένων ἔμπροσθεν εἴρηται. πολλάκις δὲ πῦον ἀθρόως ἐκενώσαμεν διελόντες τὸν κερατοειδῆ μικρὸν ὑπεράνω τοῦ χωρίου, καθ συμφύονται πρὸς ἀλλήλους ἅπαντες οἱ χιτῶνες. ὀνομάζουσι δὲ ἔνιοι μὲν ἴριν, ἔνιοι δὲ στεφάνην τὸ χωρίον. ὥστε καὶ τοῦτο τὸ πάθημα τοῖς τρισὶν ὑποπίπτει τρόποις τῆς κενώσεως καὶ διὰ χειρουργίας ἀθρόως ἐκκενούσης καὶ διὰ φαρμάκου κατὰ βραχὺ καὶ πρὸς ἀκυρώτερον ἀπαγόμενον τόπον, ὡς ἐν ταῖς κατασείσεσι. τοῦ γένους δεἰσὶν, ὡς ἔφην, τῶν ὅλαις ταῖς οὐσίαις παρὰ φύσιν ἐχόντων καὶ αἱ ἀσκαρίδες, αἵ θἕλμινθες, εἴτοὖν στρογγύλαι τινές εἰσιν εἴτε καὶ πλατεῖαι. διὸ καὶ τελέως αὐτὰς ἐξαιρεῖν χρὴ τοῦ σώματος. ἐξαιρήσεις δὲ ἀποκτείνας. ἀποκτενεῖς δὲ τοῖς πικροῖς φαρμάκοις· ζῶσαι μὲν γὰρ ἀντέχονται τῶν ἐντέρων, ἀποθανοῦσαι δὲ συνεκκενοῦνται τῇ κόπρῳ. συνεκκενοῦνται δὲ ζῶσαι μὲν ἔτι σκοτωθεῖσαι καὶ ὡς ἄν εἴποι τις ἡμιθνῆτες γινόμεναι. τὰς μὲν οὖν στρογγύλας ἕλμινθας ἱκανὸν ἀποκτεῖναι ἀψίνθιον. πλατεῖα δὲ ἰσχυροτέρων δεῖται φαρμάκων, ὁποῖόν ἐστι καὶ πτέρις, ἔτι δὲ καὶ καλουμένη ἀσκαρίς. ἀλλὰ περὶ μὲν τῆς τῶν φαρμάκων εὐπορίας οὐ νῦν πρόκειται λέγειν. ἐνταῦθα οὖν ἤδη τελευτάτω καὶ οὗτος λόγος.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up