Book 13
§1–5
§1 Δύο μὲν ἤδη γένη νοσημάτων ὅπως ἄν τις ἰῷτο μεθόδῳ δεδήλωται· τὸ μὲν ἕτερον, δυσκρασία, παλαιὰν ἔχουσα προσηγορίαν, τὸ δἕτερον ὑφἡμῶν ὠνομασμένον, τῆς συνεχείας λύσις. ὑπὲρ ἧς πρώτης γράψαντες ἐν τῷ τρίτῳ καὶ τετάρτῳ καὶ πέμπτῳ καὶ ἕκτῳ τῶνδε τῶν ὑπομνημάτων, ἐφεξῆς αὐτῇ τὰ κατὰ δυσκρασίαν γιγνόμενα μέχρι τοῦ δωδεκάτου διήλθομεν. ἐν δὲ τῷδε τῷ τρισκαιδεκάτῳ τῆς ὅλης πραγματείας ὄντι περὶ τῶν παρὰ φύσιν ὄγκων ἀρξόμεθα λέγειν, ἐν οἷς δηλονότι κατὰ μέγεθος ἐξίσταται τὰ μέλη τοῦ κατὰ φύσιν. ὑγείαν δὲ καλεῖν κατὰ φύσιν οὐ διοίσει πρός γε τὰ παρόντα. πολλῶν δὲ κατεἶδος ὄντων ἐν αὐτοῖς παθῶν, περὶ πρώτης ἐροῦμεν τῆς φλεγμονῆς. ἄμεινον γὰρ ἀπὸ ταύτης ἄρξασθαι διά τε τὸ συνεχέστατα γίγνεσθαι καὶ πυρετούς τε καὶ ἄλλα συμπτώματα ἐργάζεσθαι σφαλερώτατα. λεγόντων δὲ πολλάκις τῶν παλαιῶν φλεγμονὴν τὴν φλόγωσιν, ἰστέον νῦν ἡμᾶς οὐ περὶ ταύτης διέρχεσθαι τῆς φλεγμονῆς, ἀλλἥτις ἅμα τῇ φλογώσει καὶ τάσιν ἔχει περὶ τὸ μόριον, ἡμῖν θἁπτομένοις φαινομένην αὐτῷ τε τῷ κάμνοντι διὰ τῆς ἰδίως ὀνομαζομένης συναισθήσεως. οὐδὲν δἧττον τῆς τάσεως ἀντίτυπόν ἐστι τὸ φλεγμαῖνον μόριον ἐν ὄγκῳ τε μείζονι τοῦ κατὰ φύσιν· ὀδύνη δαὐτῷ σύνεστιν ἤτοι γἐλάττων μείζων· ἐνίοτε δὲ καὶ μετὰ σφυγμοῦ συναισθήσεως, ὅταν ἐπιπλέον αὐξηθῇ τὸ νόσημα, καὶ μάλισθἡνίκα ἐκπυΐσκεται. οὕτω δὲ καὶ τὸ καλούμενον ἔρευθος ἤτοι γἧττον μᾶλλον. ἀεὶ δὲ πάντως ἐστὶν ἐν τοῖς φλεγμαίνουσι μορίοις· ὥστε κᾂν ἐν τῷ τοῦ ποδὸς ἴχνει, κᾂν κατὰ τὸ τῆς χειρὸς ἔνδον γένηται μεγάλη φλεγμονὴ, καὶ ταῦτα φαίνεσθαί πως ἑαυτῶν ἐνίοτε ἐρυθρότερα.
§2 Δέδεικται γάρ τοι πᾶσα φλεγμονὴ διἐπιῤῥοὴν αἵματος γιγνομένη τισὶ μὲν εὐθέως θερμοῦ πλέον κατὰ φύσιν ἦν θερμὸν, ἅπασι δοὖν ἐν τῷ φλεγμαίνοντι μορίῳ θερμοτέρου γιγνομένου. καὶ τοῦτο κοινὸν ἁπάσαις ταῖς αἱρέσεσίν ἐστιν, εἴτε σφήνωσιν μόνην αἰτιῶνται κατὰ τὰ πέρατα τῶν ἀγγείων, εἴτε παρέμπτωσιν τοῦ αἵματος ἐν μόναις ταῖς ἀρτηρίαις, εἴτἔμφραξίν τινα, εἴτε ἔνστασιν ἐν λόγῳ θεωρητοῖς ἀραιώμασιν. ὥστε καὶ τῆς ἰάσεως σκοπὸς ἁπάσαις κοινὸς κένωσις τοῦ πλεονάζοντος αἵματος ἐν τῷ φλεγμαίνοντι μορίῳ. γιγνομένης δἔτι τῆς φλεγμονῆς διττὸς σκοπὸς ὥσπερ καὶ τῶν ἄλλων ἁπάντων ἐδείχθη νοσημάτων, ὅσα τὴν γένεσιν ἐνεστῶσαν ἔτι καὶ μήπω συμπεπληρωμένην ἔχοι. τὸ μὲν γὰρ γεγονὸς αὐτῶν ἤδη τῷ θεραπευτικῷ μέρει τῆς ἰατρικῆς ὑποπέπτωκε, τὸ δἔτι γιγνόμενον τῷ προφυλακτικῷ. καὶ διὰ τοῦτο ἔφαμεν οὐχ ἁπλῆν, ἀλλὰ σύνθετον εἶναι τὴν ὅλην ἐπιμέλειαν τῶν ἔτι γιγνομένων παθῶν ἐκ προφυλακτικῆς τε καὶ θεραπευτικῆς. ὥσπερ γε καὶ εἰ μηδὅλως ἄρχοιτο φλεγμαίνειν μηδέπω, φαίνοιτο δὲ τὸ τῶν γεννῆσαι δυναμένων αἰτίων εἶδος ἤδη κατὰ τὸ σῶμα, σκοπὸς κᾀπὶ τούτων ἁπάντων προφυλακὴ μόνη. μηδέπω δαἰτίας μηδὲ μιᾶς ὑποτρεφομένης ἐν τῷ σώματι, τὸ καλούμενον ὑγιεινὸν μέρος τῆς τέχνης προνοεῖται καὶ οὕτως ἐχόντων. ὅσα τοίνυν αἴτια τὴν φλεγμονὴν ὁρᾶται γεννῶντα, ταῦτα ὅταν μὲν ἤδη πως κατὰ τὸ σῶμα, μικρὰ δἔτι καὶ ἀρχόμενα, κωλύειν αὐτὰ δεῖ μείζω γενέσθαι, καὶ τοῦτἐστὶν προφυλακὴ τῆς φλεγμονῆς. εἰ δὲ τηλικοῦτον ἔχει τὸ μέγεθος ὡς ἤδη ποιεῖν φλεγμονὴν, ἐκκόπτειν μὲν χρὴ ταῦτα, τὸ δὲ ἤδη γεγονὸς αὐτῆς ἰᾶσθαι.
§3 Γένεσις μὲν οὖν κοινὴ πάσαις ταῖς φλεγμοναῖς ἐξ αἵματος ἐπιῤῥοῆς ἐστι πλείονος ὅσου δεῖται τὸ μέρος, ὡς ἔν τε τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων ἐδείχθη καὶ τῷ τῆς ἀνωμάλου δυσκρασίας. ἐπιῤῥεῖ δὲ πλέον, ἐνίοτε μὲν ἑτέρου τινὸς ἑτέρων τινῶν μορίων εἰς αὐτὸ πεμπόντων, ὑποδεχομένου δὲ τοῦ φλεγμαίνειν ἀρχομένου, ποτὲ δὲ ἕλκοντος ἐφἑαυτὸ τοῦ πάσχοντος. τὰ μὲν οὖν πέμποντα ποτὲ μὲν, ὡς τῷ πλήθει περιττὸν ἀνιαρὸν τῇ ποιότητι, διωθεῖται τὸν χυμὸν, ἐνίοτε δὲ καὶ διἄμφω· τὰ δὲ ἕλκοντα διὰ θερμότητα νοσώδη. κατὰ δὲ τὰς ὀδύνας ἄρχεται μὲν ἐκ τοῦ τὴν ὀδύνην ἔχοντος αἰτία, τὰ δὑπερκείμενα τὸ σύμπαν ἐργάζεται τῆς φλεγμονῆς. τὸ μὲν οὖν ἐπὶ τὸ θερμαινόμενον ἤτοι γἕλκεσθαι τοὺς πλησιάζοντας χυμοὺς, ὡς ἡμεῖς φαμεν, ὡς Ἀσκληπιάδης ἐνόμιζε, ῥεῖν, ἐναργῶς φαίνεται καὶ φυλαττέσθω τῷ λόγῳ κᾀνταῦθα τὸ ἀληθὲς, ἐξ αὐτοῦ τοῦ βλέπεσθαι. τά γε μὴν ὀδυνώμενα φαίνεται μὲν καὶ ταῦτα φλεγμαίνοντα διὰ τὴν ὀδύνην, δαἰτία τισὶ μὲν οὐδὅλως εἴρηται, τισὶ δοὐδαμῶς πιθανή. καθἡμᾶς δἐστὶ τοιάδε. δέδεικται δὲ κατὰ τὴν πραγματείαν ἣν περὶ τῶν φυσικῶν δυνάμεων ἐποιησάμεθα μία καὶ ἥδε τῆς φύσεως δύναμις, ἣν ἀποκριτικὴν  ὀνομάζομεν. ἐνεργεῖ δαὕτη κατἐκείνους τοὺς καιροὺς ἐν οἷς ἂν αἴσθηται λυποῦντός τινος. ἓν δέ τι τῶν λυπούντων αὐτήν ἐστι καὶ τὸ τὴν ὀδύνην ἐργαζόμενον αἴτιον, τί ποτἂν . τοῦτοὖν ἀποτρῖψαι σπεύδουσα φλεγμονὴν ἔστιν ὅτε κατὰ τὸ μέρος ἐργάζεται. ὅταν γὰρ ταῖς πρώταις ἑαυτῆς κινήσεσι μηδὲν ἀνύσῃ, τηνικαῦτἤδη σφοδρότερον ἐπιχειροῦσα τὸ λυποῦν ἀποτρίψασθαι συνεκθλίβει τι πρὸς τὸ μέρος ἐκ τῶν ὑπερκειμένων αἷμα καὶ πνεῦμα. κᾀντεῦθεν ἐπὶ ταῖς ὀδύναις εἰς ὄγκον εἴρηται τὸ μέρος ἀνάλογον τῷ πρὸς αὐτὸ ῥυέντι χυμῷ.
§4 Καὶ μέντοι καὶ πάντων τῶν παρὰ φύσιν ὄγκων ποικιλία τῆς διαφορᾶς ἕπεται τῇ τῶν ἐπιῤῥεόντων φύσει. πνευματωδέστεροι μὲν γὰρ, ὅταν πνευματώδης οὐσία πλείων ἀφίκηται, γίνονται· φλεγμονωδέστεροι δὲ, ὅταν τοῦ αἵματος· ἐρυσιπελατώδεις δὲ ὅταν τῆς ξανθῆς χολῆς χυμός· οἰδηματώδεις δὲ, ὅταν τοῦ φλέγματος, ὥσπερ γε καὶ σκιῤῥώδεις, ὅταν ἤτοι παχὺς καὶ γλίσχρος ἱκανῶς κατασκήψας εἰς τὸ μόριον χυμός. μὲν οὖν παχὺς ἤδη πώς ἐστι μελαγχολικὸς καὶ ἤτοι γε ἧττον μᾶλλον. δὲ γλίσχρος ἔκ τε γλίσχρων ἐδεσμάτων γίγνεται, καί ποτε καὶ αὐτῶν τῶν νευρωδῶν μορίων περίττωμα πολὺ γεννησάντων. ἀλλὰ περὶ μὲν τῶν ἄλλων ὄγκων ἐφεξῆς εἰρήσεται· περὶ δὲ τῆς φλεγμονῆς τὰ κοινὰ πάντων λαβόντες εἰς τὸν λόγον οὕτως αὐτοῖς προσθῶμεν, ὅσα μόνης αὐτῆς ἐστιν ἴδια. ὅταν οὖν ἄρχηταί τι φλεγμαίνειν μόριον, ἐπισκεπτέον εἴτε διὰ θερμασίαν τινὰ παρὰ φύσιν ἐν αὐτῷ γενομένην εἴτε διὀδύνην ἤτοι γοἰκείαν τινα τῶν πλησιαζόντων εἰς τοῦθἧκεν· ἵνα σοι παύοντι τὴν αἰτίαν φλεγμονὴ μηκέταὐξάνηται. μετὰ δὲ τήνδε τὴν ἐπίσκεψιν ἐφεξῆς θέασαι μή τι τῶν πλησιαζόντων μορίων ἐπιπέμπει πλέον αἷμα τῷ φλεγμαίνοντι· καὶ μετὰ τοῦτο μὴ καὶ σύμπαν τὸ σῶμα πληθωρικῶς διάκειται.
§5 Μεμνῆσθαι δοἶμαί σε καὶ τούτου τοῦ δεδειγμένου πολλάκις, ὡς ἐκ τῶν ἰσχυροτέρων μορίων ὠθούμενα τὰ περιττὰ κατὰ πλῆθος ποιότητα τοῖς ἀσθενεστέροις ἐγκατασκήπτει· καὶ διὰ τοῦτό γε καὶ οἱ ἀδένες ἑτοίμως δέχονται τὸ ῥεῦμα καὶ μάλισθὅσοι μανώτεροι φύσει. σφοδρότερος μὲν γὰρ τῶν ἀρτηριῶν καὶ φλεβῶν καὶ νεύρων καὶ μυῶν ἐστι τόνος· ἀσθενέστερος δὲ καὶ ἴσως οὐδὅλως τῶν ἀδενωδῶν σωμάτων. οὕτως οὖν καὶ διἕλκος ἐν δακτύλῳ γενόμενον ἤτοι ποδὸς χειρὸς οἱ κατὰ τὸν βουβῶνα καὶ τὴν μασχάλην ἀδένες ἐξαίρονταί τε καὶ φλεγμαίνουσι, τοῦ καταῤῥέοντος ἐπἄκρον τὸ κῶλον αἵματος ἀπολαβόντες πρῶτοι. καὶ κατὰ τράχηλον δὲ καὶ παρὦτα πολλάκις ἐξῄρθησαν ἀδένες, ἑλκῶν γενομένων ἤτοι κατὰ τὴν κεφαλὴν τὸν τράχηλον τι τῶν πλησίων μορίων· ὀνομάζουσι δὲ τοὺς οὕτως ἐξαρθέντας ἀδένας βουβῶνας. εἰ δὲ σκιῤῥωδεστέρα ποταὐτῶν φλεγμονὴ γένοιτο, δυσίατός τέ ἐστι καὶ καλεῖται χοιράς. ἥτις μὲν οὖν ἐστιν τῶν χοιράδων ἴασις ἰδία, κατὰ τὸν ἑξῆς λόγον εἰρήσεται. νυνὶ δὲ περὶ τῶν φλεγμονῶν ἐπειδὴ περὶ τούτων πρόκειται διελθεῖν, ἀναλαβόντες περὶ τούτων αὖθις λέγωμεν· ὡς τὸ κωλύειν αὐτὰς ἀρχομένας ἐκκοπτόντων τὴν γεννῶσαν αἰτίαν γίγνεται. καὶ πρῶτόν γε περὶ τῶν ἐφἕλκεσι φλεγμονῶν εἴπωμεν· ἐπειδὰν γὰρ ἐγγὺς ἀρτηρίας μεγάλης φλεβὸς ἕλκος γένηται, τάχιστα μὲν οἱ βουβῶνες ἀνίστανται. φαίνεται δἐνίοτε καὶ φλέψ αὐτὴ καθὅλον τὸ κῶλον ἐρυθρά τε καὶ θερμὴ καὶ τεταμένη, καὶ εἰ θίγῃς αὐτῆς ὀδυνωμένη. πληθωρικοῦ μὲν οὖν ὄντος κακοχύμου τοῦ παντὸς σώματος θεραπεία δύσκολος γίνεται, ὑγιεινοῦ δἀκριβῶς ῥᾳδία. θερμαίνειν τε γὰρ καὶ ὑγραίνειν χρὴ μετρίως ὅλον τὸ κῶλον, ὅπως ἀνώδυνον γένοιτο, γινώσκεις δὲ δήπου τὴν τῶν τοιούτων ὕλην, αὐτῷ μὲν οὖν τῷ ἕλκει τῆς τετραφαρμάκου δυνάμεως ἐπιτιθεμένης ἐν μοτῷ· λύεται δὲ ῥοδίνῳ μὲν μάλιστα, μὴ παρόντος δὲ αὐτοῦ, τῶν χαλαστικῶν ἐλαίῳ τινί· τῷ δὲ ὅλῳ κώλῳ περιελιττομένου πιλήματος ἐλαίῳ θερμῷ βεβρεγμένου. καὶ μέντοι καὶ αὐτῷ τῷ ἕλκει τὸ φάρμακον ἐπιτιθέναι χρὴ θερμὸν, ἔξωθέν τε καταπλάττειν αὐτῷ θερμῷ καταπλάσματι τὸ μὲν ἄλευρον ἤτοι κρίθινον πύρινον μικτὸν ἐξ ἀμφοῖν ἔχοντι, τὸ. δὲ ὑγρὸν ὕδωρ μετἐλαίου βραχέος. οὕτω δὲ καὶ αὐτῷ τῷ ἀδένι τῷ φλεγμαίνειν ἠργμένῳ παρηγορικῶς χρὴ προσφέρεσθαι τήν γε πρώτην ἡμέραν ἐξ ἐλαίου θερμοῦ διάβροχον ἔριον ἐπιτιθέντας, οὐχ ὥς τινες εὐθέως μεθἁλῶν· ὕστερον γὰρ ἐκείνοις χρησόμεθα, τοῦ τε καθὅλον τὸ κῶλον ὄγκου παρηγορηθέντος, ἀνωδύνου τε τοῦ ἕλκους γενομένου. καὶ μέντοι γε καὶ τὸ μακεδονικὸν καλούμενον φάρμακον, ὡσαύτως τῇ τετραφαρμάκῳ δυνάμει κατὰ τῶν ἑλκῶν ἐπιφέρειν προσήκει· καὶ γὰρ καὶ παραπλήσιά πως ἀλλήλοις ἐστὶ, μόνῳ τῷ λιβανωτῷ πλεονεκτοῦντος τοῦ μακεδονικοῦ. πληθωρικοῦ δὄντος κακοχύμου τοῦ σώματος διὰ τῶν οὕτω θερμαινόντων ἀγωγὴ ῥευματίζει τὸ κῶλον. οὐ μὴν οὐδἄλλῃ τινὶ χρῆσθαι δυνατόν. ἀναγκαζόμεθα τοιγαροῦν ἐνίοτε κενοῦν αἵματος ἤτοι φλέβα τέμνοντες ἀποσχάζοντες τὰ μὴ πεπονθότα κῶλα. χειρὸς μὲν γὰρ κακῶς ἐχούσης τὰ σκέλη, τοῦ δἑτέρου τῶν σκελῶν πεπονθότος τὸ λοιπόν. ταύτας γὰρ τὰς κενώσεις ἐνδείκνυται τὸ πλῆθος, ὥσπερ γε καὶ κακοχυμία τὴν τοῦ πλεονάζοντος χυμοῦ κάθαρσιν. ὡς τὰ πολλὰ μὲν οὖν ἐπὶ τοῖς εἰρημένοις βοηθήμασι παύεται τῶν ἀδένων φλεγμονή. πολλάκις δἤτοι τοῦ θεραπεύοντος βραδύνοντος περὶ τὴν τοῦ παντὸς σώματος κένωσιν αὐτοῦ τοῦ κάμνοντος ὑπὸ μαλακίας αὐτὴν οὐ προσιεμένου, μείζων φλεγμονὴ  γίνεται τῶν ἀδένων, ὡς εἰς ἐκπύησιν ἔρχεσθαι. καὶ μέντοι καὶ τὰ καλούμενα φύματα καταὐτοὺς τοὺς ἀδένας συμβαίνει, διὰ ῥεῦμα κατασκῆψαν ἄνευ τῆς ἕλκους προφάσεως. ὅταν οὖν ποτε διατείνωνται σφοδρῶς ἀδένες ἁπλῶς ὁτιοῦν μόριον ἄλλο φλεγμαῖνον, ἀναγκαζόμεθα προκενώσαντες τὸ ὅλον ἀποσχάζειν αὐτό. κενοῦμεν δὲ τὸ ὅλον, ὡς κᾀν τῷ περὶ πλήθους ἐδείξαμεν, οὐ μόνον ἐν πληθωρικῇ διαθέσει γιγνόμενον, ἀλλὰ καὶ διὰ μέγεθος τοῦ πάθους, ἐν συμμετρίᾳ χυμῶν καθεστηκότος τοῦ παντὸς σώματος. γὰρ ὀδύνη καὶ θερμασία τοῦ φλεγμαίνοντος μέλους αἰτίαι ῥεύματος γίνονται, κᾂν ἀπέριττον τὸ σύμπαν σῶμα. χρὴ τοίνυν ἐνδεέστερον αὐτὸ ποιεῖν τηνικαῦτα κενοῦντα κένωσιν, ἥτις ἂν ἁρμόττειν φαίνηται μάλιστα τῇ θἡλικίᾳ καὶ τῇ φύσει τοῦ κάμνοντος, ἐπισκοποῦντα καὶ τὴν ὥραν καὶ τὴν χώραν καὶ τὰ ἔθη τοῦ νοσοῦντος· ὑπὲρ ὧν ἤδη πολλάκις ἐν πολλοῖς εἴπομεν, ὥστε κᾂν μὴ προσκέηταί ποτε τῷ λόγῳ, συνυπακούειν αὐτὰ χρή. ὅταν τὸ οἷον ζέον τῆς φλεγμονῆς παύσηται, τῶν παρηγορικῶν ἀποχωροῦντα καταπλασμάτων ἐπὶ τὰ διαφορητικὰ χρὴ μεταβαίνειν κατὰ βραχὺ, πρῶτον μὲν τοῖς παρηγορικοῖς μιγνύντα μέλιτος ὀλίγον, εἶτἀφαιροῦντα μὲν ὅλον τὸ πύρινον ἄλευρον, ἀρκούμενον δὲ τῷ κριθίνῳ μετὰ τοῦ καὶ τὸ μέλι προσαύξειν, εἶθἑξῆς ἐπί τι τῶν διαφορούντων ἰέναι φαρμάκων ὅσα ταῖς συστάσεσιν ἤτοι γὑγρὰ τοῖς ἐμμότοις ὁμοίως ἐστὶν κηρωτοειδῆ. ἀφίστασθαι δὲ τῶν σκληρῶν, οἷα πολλὰ τῶν ἐμπλαστῶν ἐστι· συντείνει τε γὰρ τὰ λείψανα τῶν φλεγμονῶν, αὖθίς τε φλεγμαίνειν ἀναγκάζει τὰ πεπονθότα μόρια. κᾂν εἰ πῦον δέ τι κατὰ τὸ διαπυῆσαν ἀξιόλογον εἴη περιεχόμενον, οὐ χρὴ τέμνειν αὐτίκα, καθάπερ ἔνιοι πράττουσιν, ἀλλὰ διαφορεῖν ἐπιχειρεῖν τοῖς τοῦτο δρᾷν πεφύκοσι φαρμάκοις, ὧν χρῆσις ἐστοχάσθω τῆς διαθέσεως· ὅταν μὲν γὰρ ἔτι φλεγμονῶδές τι κατὰ τὸ μόριον , τὰ δριμέα τῶν φαρμάκων ἐρεθίζει μᾶλλον διαφορεῖ. ὅταν δὲ φαίνηταί σοι τὸ τῆς φλεγμονῆς λείψανον σκιῤῥῶδες γινόμενον, θαῤῥεῖν ἤδη τοῖς ἰσχυροῖς φαρμάκοις, ἐπιβλέποντα δὶς τῆς ἡμέρας ὁποῖόν τι δρᾷ κατὰ μὲν τὴν ἕω τὸ πρότερον, εἰς τὴν ἑσπέραν δὲ τὸ δεύτερον. εἰ δὲ καὶ βαλανείῳ χρῷτο, καὶ κατὰ τὸν ἐκείνου καιρόν. ὅταν οὖν ἴδῃς. ποτὲ διὰ τὴν τοῦ φαρμάκου δριμύτητα τὸ πεπονθὸς μέρος ἠρεθισμένον ὡς ὀγκωδέστερον ἐρυθρότερον ὀδυνωδέστερον γεγονέναι, παρηγόρει μεταξὺ τῇ διὰ τῶν σπόγγων πυρίᾳ. καὶ αὕτη δέ σοι ποτὲ μὲν ἔξ ὕδατος ἔστω ποτίμου, ποτὲ δἁλῶν ἔχοντός τι κατὰ τὰς σκιῤῥωδεστέρας δηλονότι φλεγμονάς. εἰ δὲ καὶ νικηθείη ποτὲ τὰ φάρμακα πρὸς τοῦ πλήθους τοῦ πύου καὶ φαίνοιτο μὴ δυνάμενα διαφορῆσαι πᾶν αὐτὸ, τέμνειν χρὴ τὸ οὕτως ἀφιστάμενον, ἔνθα μάλιστά ἐστιν ὑψηλότατον ἑαυτοῦ· καὶ γὰρ λεπτότατον εὑρήσεις ἐνταῦθα τὸ δέρμα. μέμνησο δὲ καὶ θατέρου σκοποῦ τοῦ τῆς ὑποῤῥύσεως ἐν τῇ τομῇ· καὶ πρὸς ἀμφότερα ἀποβλέπων οὕτως σχάζε τὸ διαπυῆσαν· ἐπιτίθει τε φάρμακον ἐφεξῆς τῶν ξηραινόντων ἀδήκτως. εἰ δὲ καὶ σεσηπέναι φαίνοιτό τινα τοῦ διαπυήσαντος, ἐκκόπτειν ἀναγκαῖον αὐτά. τινὲς δἐπὶ τῶν κατὰ μασχάλην καὶ βουβῶνα διαπυϊσκόντων ἀεὶ κελεύουσι μυρσινοειδῶς ἐκτέμνειν τοῦ δέρματος, ἐπειδὴ φύσει χαλαρὸν ἐν αὐτοῖς ἐστι καὶ διὰ τοῦτο δεχόμενον ἑτοίμως πᾶν τὸ παραγινόμενον ἐπαὐτό· καὶ φλεγμαίνουσι ῥᾳδίως ἐπὶ σμικραῖς προφάσεσι. καὶ μεγίστας γἔνιοι τὰς περιτομὰς εἰώθασι ποιεῖσθαι, διἃς αἴσχιστόν τε τὸ μέρος εἰς οὐλὴν ἀχθὲν γίνεται καὶ προσέτι καὶ ἀσθενέστερον ἐμποδίζει τε πολλάκις εἰς τὰς κινήσεις. ταῦτοὖν ἡμεῖς φυλαττόμενοι τὰ μὲν πλεῖστα μόνῃ τῇ τομῇ μετὰ φαρμάκων ξηραινόντων ἱκανῶς ἰασάμεθα τὰς τοιαύτας διαθέσεις· εἰ δέ ποτε καὶ περιτέμνειν ἐδέησε, διὰ τὸ πλῆθος οὐ τοῦ πύου μόνον, ἀλλὰ καὶ τῶν ἐφθαρμένων σωμάτων, ἤρκεσεν ἡμῖν οὐ πάνυ μεγάλη μυρσινοειδὴς περιαίρεσις. ἐχούσης δὲ τῆς τοιαύτης τὸ μῆκος μεῖζον τοῦ πλάτους, ἐγκάρσιον ἔστω τὸ μῆκος ἐπὶ τοῦ βουβῶνος, οὐ κατεὐθὺ τοῦ κώλου. καὶ γὰρ κατὰ φύσιν οὕτως ἐπιπτύσσεται τὸ δέρμα ἑαυτῷ, καμπτόντων τὸ κῶλον. ἐπὶ δὲ τῇ περιαιρέσει πληροῦν χρὴ τὸ πεπονθὸς μόριον τῇ καλουμένῃ μάννῃ· ἔστι δὲ ὑπόσεισμα λιβανωτοῦ τὸ φάρμακον τοῦτο, στύψεώς τε μετέχον ὀλίγης καὶ κατὰ τοῦτο καὶ αὐτοῦ τοῦ λιβανωτοῦ πρὸς ἔνια βέλτιον. ἐκεῖνος γὰρ ἐκ τῆς πυητικῆς δυνάμεώς ἐστι μόνης, ὡς ἂν μὴ μετέχων στύψεως, καὶ μᾶλλον λιπαρώτερος ἐν αὐτῷ καὶ τῇ χροιᾷ λευκότερος, ὥσπερ γε τοῦδε ξανθότερος ξηραντικώτερός ἐστι. τῇ δὲ μάννῃ καὶ φλοιοῦ τι λιβανωτοῦ μέμικται σμικρὸν, ἀφοὗ τὸ στῦφον ἔχει. τοῦτο δαὐτὸ τὸ φάρμακον φλοιὸς τοῦ λιβανωτοῦ καὶ στύφει καὶ ξηραίνει γενναίως. διὸ καὶ πρὸς τὰς μετριωτέρας αἱμοῤῥαγίας αὐτῷ χρώμεθα μόνῳ, καθάπερ γε καὶ πρὸς τὰς σφοδροτέρας καυθέντι μόνῳ καὶ τῷ τε διηθημένῳ δηλονότι καὶ χνοώδει γεγονότι. καὶ μὲν δὴ καὶ παρηγορῆσαι χρὴ πρότερον τὸ τμηθὲν, ὡς εἴρηται, μέρος εἰς ὅσον ἂν φαίνηται δεόμενον, ἐπιβροχῆς μὲν πρῶτον, εἶτα καταπλάσματος, εἶτα τῶν ὑγραινόντων τινὸς φαρμάκων μὴ ξηραινόντων, ἔξωθεν ἐπιτιθεμένων δηλονότι τούτων. καταὐτοῦ γὰρ τοῦ ἡλκωμένου τήν τε μάννην, ὡς εἴρηται, καὶ τῶν ἐμμότων φαρμάκων τὰ διαπυΐσκοντα μὲν πρῶτον, εἶτἀνακαθαίροντα θετέον ἐστίν· ἐφοἷς εἰ μὲν εἴη κοιλότης ἔτι, τὰ σαρκοῦντα προσφέρειν, εἰ δοὐκ εἴη, τὰ συνουλωτικά τε καὶ ἐπουλωτικὰ καλούμενα, καθάπερ καὶ τὸ διὰ τῆς καδμίας. ἐπεὶ δὲ καὶ  κατὰ τὴν τούτων χρῆσιν οὐ σμικρόν τι παρορᾶται τοῖς πλείστοις τῶν ἰατρῶν, ἄμεινον ἂν εἴη καὶ περὶ τούτων δηλῶσαι. τηνικαῦτα γὰρ εἰς οὐλὴν ἄγειν ἄρχονται τὰ ἕλκη, τοῖς ἐπουλωτικοῖς χρώμενοι φαρμάκοις, ὁπόταν ἀκριβῶς ἀναπληρωθῇ καὶ μηδὲν ἔτἔχῃ κοῖλον, εἶταὐτοῖς συμβαίνει τὰς οὐλὰς ἐργάζεσθαι τοῦ πέριξ δέρματος ὑψηλοτέρας. ὅπως οὖν ἐκείνῳ γίγνοιντο ἴσαι, τοῖς τοιούτοις φαρμάκοις χρῆσθαι προσήκει, πρὶν ἀκριβῶς ὁμαλὲς ἀποδειχθῆναι τὸ ἕλκος, ἐπὶ μὲν τὰ χείλη διὰ μήλης πυρῆνος ἐπιτιθέντας τῶν ξηρῶν τι φαρμάκων, ὧν ἐν τῇ τῶν ἑλκῶν ἐμνημονεύσαμεν θεραπείᾳ· τῷ δἄλλῳ μοτῷ σκέποντας, κεχρισμένῳ τῶν ἐπουλωτικῶν τινι φαρμάκων, ὑγρῶν τῇ συστάσει. προκοπτούσης δέ σοι τῆς θεραπείας καὶ τοῦτὸ ἀφαιρήσεις ὕστερον, μόνῳ τῷ ξηρῷ φαρμάκῳ χρώμενος ἐφὅλου τοῦ ἕλκους, ἐπικυλιομένου τοῦ τῆς σπαθομίλης πυρῆνος. ἔξωθεν δἀρκεῖ μοτὸς ἤτοι ξηρὸς ἐξ οἴνου. καὶ μᾶλλον ἐκ τῶν μαλακῶν ἐλλυχνίων, οἷά πέρ ἐστι τὰ Ταρσικά· καὶ γὰρ καὶ αὐτὰ ἔχει τι καθαιρετικὸν τῶν ὑπερσαρκούντων ἑλκῶν. ταῦτα μὲν οὖν εἴρηται τῇ κοινωνίᾳ τῶν πραγμάτων ἀκολουθήσαντός μου.
§6–11
§6 Πάλιν δἐπὶ τὸν περὶ τῆς φλεγμονῆς λόγον ἀφικόμενοι λέγωμεν ὡς κοινὸς μὲν ἁπασῶν σκοπὸς κένωσις, ὅσαι δἔτι γίγνονται, πρότερον τοῦ κενοῦν ἐστι κωλῦσαι τὸ αἷμα ῥεῖν ἐπὶ τὸ φλεγμαῖνον. ἔσται δὲ τοῦτο καλῶς, εἰ τοῦ ῥεύματος αἰτίαν εὕροιμεν. ἔστι δὲ καὶ αὕτη διττή· ποτὲ μὲν ἐξ αὐτοῦ τοῦ φλεγμαίνοντος ὁρμωμένη μορίου, ποτὲ δὲ ἐξ ἄλλου τινὸς ἄλλων. ἐξ αὐτοῦ μὲν, ὅταν ἤτοι θερμότερον ὀδυνώμενον γένηται, καθότι καὶ πρόσθεν εἴρηται· οὐκ ἐξ αὐτοῦ δὲ, ὅταν ἤτοι γ΄ ἐξ ἑτέρου τινὸς ἑτέρων αὐτῷ πέμπηται τὸ περιττὸν, καὶ τῆς καθὅλον τὸ σῶμα διαθέσεως. θερμότερον μὲν οὖν γίνεται διὰ κίνησιν ἀμετροτέραν τινα θάλψιν ἐξ ἡλίου καὶ πυρὸς, διὰ δριμὺ φάρμακον. ὀδυνᾶται δὲ διά τε δυσκρασίαν καὶ τραῦμα καὶ θλάσμα καὶ στρέμμα καὶ τάσιν, ἔτι τἔμφραξίν τινα καὶ πνεῦμα φυσῶδες. δυσκρασία δὲ ποτὲ μὲν ἔξωθεν αὐτῷ γίγνεται, ποτὲ δὲ ἐκ τῶν κατὰ τὸ σῶμα χυμῶν. ἔξωθεν μὲν ἐπί τινι τῶν ἰοβόλων ὀνομαζομένων ζώων φαρμάκῳ θερμαίνοντι σφοδρῶς ψύχοντι, κᾀκ τοῦ περιέχοντος ἐνίοτε, διὰ δὲ τὸ σῶμα τοῦ κάμνοντος αὐτὸ μοχθηροὺς ἀθροῖσαν χυμοὺς ἀνομοίους ταῖς δυνάμεσι. ταῦτοὖν ἅπαντα διασκεψάμενος, ὅσαι μὲν ἔτι γίγνονται φλεγμοναὶ, τὰς αἰτίας αὐτῶν ἔκκοπτε πρότερον, ὅσαι δἤδη γεγόνασιν, αὐτὰς μόνας θεράπευε. πῶς οὖν χρή σε τοῦ παντὸς σώματος ἐπιμελεῖσθαι μοχθηρῶς διακειμένου, λέλεκται μὲν οὖν οὐκ ὀλίγα καὶ διὰ τῶν ἔμπροσθεν, εἴρηται δὲ κᾀν τῷ περὶ πλήθους γράμματι· καὶ νῦν δεἰρήσεται τὰ κεφάλαια τῶν λόγων. ὅταν μὲν γὰρ ὁμοτίμως ἀλλήλοις αὐξηθῶσιν οἱ χυμοὶ, πλῆθος τοῦτο καὶ πληθώραν ὀνομάζουσιν. ὅταν δἤδη ξανθῆς χολῆς μελαίνης φλέγματος τῶν ὀῤῥωδῶν ὑγρῶν μεστὸν γένηται τὸ σῶμα, κακοχυμίαν, οὐ πληθώραν καλοῦσι τὴν τοιαύτην διάθεσιν. μὲν οὖν πληθώρα διά τε τῆς τοῦ αἵματος ἀφαιρέσεως θεραπεύεται καὶ διὰ λουτρῶν πλεόνων καὶ γυμνασίων καὶ τρίψεων, ἔτι δὲ φαρμάκων διαφορούντων, καὶ πρὸς τούτοις ἅπασιν ἀσιτίαις, ὑπὲρ ὧν ἐν τοῖς ὑγιεινοῖς ὑπομνήμασιν εἴρηται τελέως. κακοχυμία δὲ διὰ τῆς οἰκείας ἑκάστου τῶν πλεοναζόντων χυμῶν καθάρσεως. εἴρηται δὲ καὶ περὶ ταύτης ἐν τῷ προφυλακτικῷ μέρει τῆς ὑγιεινῆς πραγματείας. ἐκεῖθεν οὖν αὐτὰ μεταφέρειν ἐνταῦθα σκοπούμενον ὅτῳ βέλτιον ἐξ ἑαυτῶν χρῆσθαι. πυρέττοντος γὰρ ἤδη τοῦ κάμνοντος οὔτε γυμνασίοις ἔτι δυνατὸν ἐκκενῶσαι τὸ πλῆθος οὔτε θερμαίνουσι χρίσμασιν οὔτε τρίψει πολλῇ, καθάπερ οὔτε τοῖς λουτροῖς· ἀφαιρέσει δαἵματος ἅμα ταῖς ἀσιτίαις καθάρσει τινί. μηδέπω δὲ πυρέττοντος ἅπασι τοῖς εἰρημένοις χρῆσθαι, τὸ βέλτιον εἰς τὰ παρόντα προαιρούμενον. εὔδηλον γὰρ δήπου, κᾂν ἐγὼ μὴ λέγω, περὶ μὲν τῆς ἐν σκέλει φλεγμονῆς ὡς οὐ προσήκει διὰ περιπάτων δρόμων γυμνάζειν· ἀλλοὐδἑστάναι τούτῳ κάλλιον· ἄμεινον δὲ καθήμενον ἐπὶ πολὺ τρίψασθαι, κᾄπειτα διὰ τῆς τῶν χειρῶν κινήσεως γυμνάσασθαι. τῷ δἐν τοῖς ἄνω μέρεσιν ἔχοντι τὸ φλεγμαίνειν ἀρχόμενον διὰ περιπάτων δρόμων κίνησις ὠφέλιμος. οὕτω δὲ καὶ τρίψις τούτοις μὲν τῶν σκελῶν μᾶλλον, οἷς δἐν σκέλεσι τὸ φλεγμαῖνον τῶν ἄνω· τὸ γὰρ τῆς ἀντισπάσεως παράγγελμα κοινὸν ἐπὶ τοῖς τοιούτοις ἅπασιν· οὔκουν οὐδὅταν ἤτοι κατὰ τὴν ἕδραν τι τῶν πλησίων μορίων ἀρχὴ φλεγμονῆς γίγνηται, γαστέρα λαπάξεις, ὥσπερ οὐδεἰ κατὰ κύστιν αἰδοῖον νεφροὺς οὐρητικὰ φάρμακα καταπίνειν κελεύσεις· οὐδεἰ γυναικὶ κατὰ μήτραν αἰδοῖον ἔμμηνα κινήσεις, ἀλλἐπὶ τὰ ποῤῥώτατα τὴν ἀντίσπασιν ἀεὶ ποιήσεις, προσέχων δηλονότι καὶ τῷ τῆς φλεγμονῆς μεγέθει καὶ τῇ τοῦ παντὸς σώματος διαθέσει. παμπόλλου μὲν γὰρ ὄντος τοῦ πλήθους οὔτε γυμνασίοις οὔτε λουτροῖς ἀκίνδυνον χρῆσθαι, βραχέος δὑπάρχοντος ἐγχωρεῖ καὶ διὰ τούτων κενοῦν. ἀλλὅπερ ἔφην, ἔν τε τῷ προφυλακτικῷ μέρει τῆς ὑγιεινῆς πραγματείας γέγραπται ταῦτα κᾀν τῷ περὶ πλήθους γράμματι, κᾀν τοῖς περὶ φλεβοτομίας, ἔτι κᾀν τῷ περὶ τῆς τῶν καθαιρόντων δυνάμεως. ὅσον δἀναμνῆσαι μόνον αὐτῶν, αὐτάρκως εἴρηται καὶ νῦν. ἐπὶ  τοὺς ἰδίους οὖν μόνης τῆς φλεγμονῆς ἀφικώμεθα λόγους. ὧν εἰσιν εἰκότως πρῶτοι γιγνομένης αὐτῆς διὰ τὴν ἐν αὐτῷ τῷ φλεγμαίνοντι μορίῳ διάθεσιν· εὔδηλον γὰρ ὡς ἐκείνην μέν σοι πρότερον θεραπευτέον, ἐφεξῆς δὲ αὐτὸ τὸ γεγενημένον ἤδη τῆς φλεγμονῆς. ἐνίοτε δὲ διὰ τῶν αὐτῶν ἀμφοτέρων καθισταμένων· οἷον ὅταν ἐπὶ φυσώδει πνεύματι καὶ πυκνώσει τοῦ μορίου γένηταί τις ὀδύνη. τηνικαῦτα γὰρ τῶν θερμαινόντων μετρίως, δὴ καὶ χαλαστικὰ προσαγορεύομεν, ἁρμόττει χρῆσις, ἅμα μὲν ἀραιοῦσα τὰ μεμυκότα τοῦ σώματος, ἅμα δὲ λεπτύνουσα τὸ φυσῶδες πνεῦμα καὶ διαφοροῦσα τὸ γεγενημένον ἤδη τῆς φλεγμονῆς. οὕτω δὲ κᾂν τοῦ ψυχροῦ κρατοῦντος δυσκρασία γίγνηται· θερμαίνων γὰρ καὶ τότε τὴν δυσκρασίαν ἅμα καὶ τὴν φλεγμονὴν ἐκθεραπεύσεις, ὥσπερ γε καὶ εἰ διὰ θερμασίαν πλείονα τοῖς ψύχουσιν ἰάμασιν ἄμφω καταστήσει· μὲν γὰρ δυσκρασία τῶν ἐναντίων ἀεὶ δεῖται. κενοῦται δὲ τὸ πεπληρωμένον οὐ μόνον τοῖς διαφορητικοῖς φαρμάκοις, ἀλλὰ καὶ τοῖς στύφουσι καὶ τοῖς ψύχουσι. καὶ μᾶλλόν γἐπὶ τῶν ἀρχομένων φλεγμονῶν τοῖς ψύχουσι καὶ στύφουσι χρηστέον ἤπερ τοῖς διαφοροῦσιν· ἔτι δὲ μᾶλλον ὅταν μὴ παχὺ τὸ ἐπιῤῥέον . σφοδρᾶς δὲ τῆς τῷ φλεγμαίνοντι μορίῳ σφηνώσεως γεγονυίας οὐκ ἔθοἷόν τε τοῖς ἀποκρουομένοις χρῆσθαι, ἀλλἐπὶ τὸ διαφορεῖν ἰέναι καιρός. ὅταν δὲ ἐπὶ θηρίῳ νύξαντί πως δάκνοντι τὴν ὀδύνην γίνεσθαι συμβαίνῃ, διττὸς τῆς ἀνωδυνίας σκοπὸς, κενῶσαι τὸν ἰὸν ἀλλοιῶσαι τὸ τὴν ὀδύνην ἐργαζόμενον. κενοῦται μὲν οὖν διὰ τῶν σφοδρῶς ἑλκόντων φαρμάκων, ἀλλοιοῦται δὲ διὰ τῶν ἐναντίων, ἤτοι κατὰ τὰς ποιότητας καθὅλην τὴν οὐσίαν. ἐδείχθη γὰρ ἐν τοῖς περὶ φαρμάκων ἔνια μὲν ὅλαις ταῖς οὐσίαις ἀλλήλοις ἐναντία, τινὰ δὲ ταῖς ποιότησι μόναις. ἐδείχθη δὲ καὶ ὡς ἐπὶ μὲν τῶν ἐναντίων κατὰ ποιότητα μέθοδός τίς ἐστιν, ἐπὶ δὲ τῶν κατὰ τὴν οὐσίαν οὐκ ἔστιν, ἀλλἐκ πείρας εὕρηται πάντα· καὶ σὺ τοίνυν ὅσα μὲν ἐκ μεθόδου θεραπευτικῆς ἐντεῦθεν μάνθανε, τὰ δἐκ μόνης τῆς πείρας ἐγνωσμένα κατὰ τὰς περὶ τῶν φαρμάκων πραγματείας ἔχεις ἠθροισμένα, μίαν μὲν τὴν περὶ τῆς δυνάμεως αὐτῶν, ἑτέραν δὲ τὴν περὶ τῆς συνθέσεως, καὶ τρίτην τὴν περὶ τῶν εὐπορίστων ὀνομαζομένων, ἐν αἷς ἐπιδέδεικταί μοι τίνα μὲν ἐκ μόνης τῆς πείρας εὕρηται φάρμακα, τίνα δὲ ἐκ μόνου τοῦ λόγου, τίνα δἐξ ἀμφοτέρων. τοίνυν μέθοδος, ὑπὲρ ἧς ἐν τῇδε τῇ πραγματείᾳ πρόκειται λέγειν, ἐπὶ ταῖς ὀδύναις ἁπάσαις, ὅσαι διὰ θηρίων φαρμάκων γίνονται, διττὸν ἔχει τὸν σκοπὸν, κένωσίν τε καὶ ἀλλοίωσιν τοῦ τὴν ὀδύνην ἐργαζομένου. κενοῖ μὲν οὖν τὰ θερμαίνοντα πάντα καὶ τὰ χωρὶς τοῦ θερμαίνειν ἕλκοντα σφοδρῶς, ὥσπερ αἵ τε σικύαι καί τινα τῶν κοίλων κεράτων, οἷς ὡς σικύαις ἔνιοι χρῶνται. τινὲς δὲ καὶ διαὐτοῦ τοῦ στόματος ἕλκουσι τὸν ἰὸν, αὐτοὶ προσπίπτοντες τῷ πεπονθότι μορίῳ καὶ περιλαμβάνοντες αὐτὸ τοῖς χείλεσιν. ἔχεταί γε μὴν καὶ τοῦ προειρημένου σκοποῦ τὸ καυτήριον, ὅσα τε φάρμακα παραπλησίως τοῖς καυτηρίοις ἐσχάραν ἐργάζεται. ταῦτα μὲν οὖν ἐκκενοῖ πάντα τὴν οὐσίαν ὅλην τοῦ λυποῦντος. ἕτερον δὲ γένος ἐστὶ βοηθημάτων ἀλλοιούντων τὴν ποιότητα διὰ τῶν ἐναντίων, εἰ μὲν θερμασίας κάμνων αἰσθάνοιτο σφοδρᾶς ἤτοι καταὐτὸ τὸ δεδηγμένον καθὅλον τὸ σῶμα, τὰ ψύχοντα φάρμακα προσφερόντων ἡμῶν· εἰ δὲ ψύξεως, τὰ θερμαίνοντα. μεμάθηκας δὲ ἐν ταῖς περὶ τῶν φαρμάκων πραγματείαις ἑκάτερα. τοιαῦται μὲν οὖν αἱ κοιναὶ πάσης φλεγμονῆς ἰάσεις· ὑπαλλάττονται δὲ κατὰ τὰ πεπονθότα μόρια. δέδεικται γὰρ ἤδη κᾀν τῇ τῶν ἑλκῶν θεραπείᾳ τοῦτο· καὶ πολλῶν οὐ δεῖ λόγων τῷ μεμνημένῳ τῶν ἐν ἐκείνοις εἰρημένων, ἀλλἀρκέσει διὰ βραχέων ἐπελθεῖν αὐτά.
§7 Μία μὲν οὖν ἔνδειξις ἐκ τῶν ὁμοιομερῶν καλουμένων γίνεται μερῶν τοῦ σώματος· ἑτέρα δὲ ἐκ τῶν ὀργανικῶν. μὲν οὖν ἐκ τῶν ὁμοιομερῶν τὸ ποσὸν τοῦ θερμαίνειν, ψύχειν, ξηραίνειν, ὑγραίνειν διορίζει, δἐκ τῶν ὀργανικῶν τὸν τόπον διοὗ χρὴ κενῶσαι καὶ προσέσι τὸν τρόπον τῆς κενώσεως· ἔτι τε πρὸς τούτοις τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τῇ τῶν ὁμοειδῶν φαρμάκων χρήσει. περὶ μὲν οὖν τῆς ἀπὸ τῶν ὁμοιομερῶν ἐνδείξεως λέλεκται πρόσθεν ἐν τῇ τῶν ἑλκῶν ἰάσει, περὶ δὲ τῆς τῶν ὀργανικῶν ἐν τῷδε λεχθήσεται.
§8 Τῆς γάρ τοι φλεγμονῆς κατὰ διττὸν τρόπον ἐξεστώσης τοῦ κατὰ φύσιν, ὅτι τε πεπλήρωται τὸ μόριον αἵματος πολλοῦ καὶ ὅτι θερμότερόν ἐστιν, τῆς κενώσεως σκοπὸς ἐπικρατεῖ μᾶλλον τοῦ τῆς ἐμψύξεως, οὐχ ὡς ἐν τοῖς ἐρυσιπέλασιν· ἐπἐκείνων γὰρ τῆς ἐμψύξεως ἐπείγει πρὸ τοῦ τῆς κενώσεως. καίτοι τό γε κεφάλαιον τῆς θεραπείας ἀμφοτέρων τῶν παθῶν κοινόν ἐστιν κένωσις τοῦ λυποῦντος χυμοῦ. καὶ διὰ τοῦτο μετὰ τὴν ἔμψυξιν τῶν ἐρυσιπελάτων ἐπὶ τὰ διαφορητικὰ παραγινόμεθα φάρμακα. ἐπὶ τοίνυν τῆς φλεγμονῆς ζεούσης εἰς τοσοῦτον ψυκτέον ἐστὶν, εἰς ὅσον ἐκκόψαι τε καὶ κωλῦσαι τὴν αὔξησιν αὐτῆς συμφέρει. καὶ γὰρ ὀδυνώσης τῆς πλέονος θερμασίας καί τι καὶ πρὸς τὸ πεπονθὸς ἑλκούσης, ἐξ ἀμφοῖν αὐξάνεσθαι συμβαίνει τὴν φλεγμονήν. ὅσον μὲν οὖν ὡς θερμῷ νοσήματι τῇ φλεγμονῇ τῆς ψύξεως ἁρμόττει, τοῦτο κωλυτικόν ἐστι τῆς αὐξήσεως.  ὡσαύτως δὲ καὶ καθὅσον ἀναστέλλει τὸ ἐπιῤῥέον. ὅσον δὲ τοῦ περιεχομένου κατὰ τὸ φλεγμαῖνον ἀποκρουστικὸν εἰς τὰ πλησιάζοντα μόρια, θεραπευτικὸν τοῦτἔστι τῆς οὔσης ἤδη φλεγμονῆς. ὡσαύτως δὲ καὶ τὰ θερμαίνοντα μετρίως ἐνίοτε κατἀμφοτέρους τοὺς τρόπους ὀνίνησι, ὅταν τὴν ὀδύνην παύῃ καὶ διαφορῇ τὸ περιεχόμενον ἐν τοῖς πεπονθόσι μορίοις· ἐν μὲν τῷ παύειν τὴν ὀδύνην κωλύει τὴν αὔξησιν, ἐν δὲ τῷ διαφορεῖν ἰᾶται τὸ γεγονὸς ἤδη τῆς φλεγμονῆς.
§9 Ἐπεὶ τοίνυν τὸ κῦρος ἅπαν ἐστὶ τῆς τῶν φλεγμαινόντων θεραπείας ἐν τῷ κενῶσαι τὸ περιττὸν αἷμα τοῦ φλεγμαίνοντος μορίου, κένωσις δὲ ἐπινοεῖται διττὴ τῶν οὕτως ἐχόντων, μεθισταμένου πρὸς ἕτερα χωρία τοῦ περιεχομένου κατὰ τὸ φλεγμαῖνον αἵματος, ἔξωθεν τοῦ σώματος ἐκκρινομένου, βέλτιόν ἐστιν ἀμφοτέροις χρῆσθαι προσέχοντα τὸν νοῦν, μὴ κατὰ συμβεβηκὸς ἕπηταί τις βλάβη. διττῆς τοίνυν ἑκατέρας τῶν εἰρημένων κενώσεως οὔσης, εἰς τέσσαρας τὰς πάσας τομὴ γίνεται τῶν κενωτικῶν ἁπάντων βοηθημάτων, τῆς μὲν εἰς τὰ ἄλλα μόρια μεταῤῥύσεως τοῦ αἵματος μὲν ἑτέρα διωθουμένων αὐτὸ τῶν φλεγμαινόντων μορίων, δἑτέρα τῶν ἀπαθῶν ἑλκόντων γίνεται· τῆς δὲ ἔξω τοῦ σώματος κενώσεως μία μὲν αἰσθηταῖς ἐκροαῖς, δὲ ἑτέρα λόγῳ θεωρηταῖς ἐπιτελεῖται. καὶ τῆς αἰσθηταῖς ἐκροαῖς γινομένης μὲν ἑτέρα διαὐτοῦ τοῦ φλεγμαίνοντος, δἑτέρα διὰ τῶν συναναστομουμένων αὐτῷ. διὸ καὶ χρεία τῆς ἀνατομῆς ἐστιν εἰς διάγνωσιν τῆς τοιαύτης κοινωνίας. αὗται μὲν οὖν ἀπὸ τῆς φύσεως τῶν μορίων ἐνδείξεις προέρχονται, τὴν θεραπείαν ὑπαλλάττουσαι τῶν φλεγμαινόντων· ἔτι τε πρὸς ταύταις ἐκ τῆς θέσεώς τε καὶ διαπλάσεως, ἃς ὡς ὀργανικὸν ἐνδείκνυται τὸ πεπονθὸς, οὐχ ὡς ὁμοιομερές.
§10 Ἔτι δἄλλαι κοιναὶ τῶν ὀργανικῶν εἰσι καὶ τῶν ὁμοιομερῶν, ὅταν ἐπισκεπτώμεθα τήν τἐνέργειαν αὐτῶν, καὶ εἰ ἀραιὸν πυκνὸν, ἀναίσθητον, δυσαίσθητόν ἐστιν, εὐαίσθητον. εἰς ἃς ἁπάσας ἀποβλέπειν χρὴ τὸν ἐπιχειροῦντα θεραπεύειν ὀρθῶς.
§11 Ἐπεὶ δὲ, ὡς ἀεὶ λέγομεν, οὐχ ἱκανόν ἐστιν αὐτὰ μόνον γινώσκειν τὰ καθόλου χωρὶς τοῦ γεγυμνάσθαι περὶ τὰ κατὰ μέρος, οὕτω καὶ νῦν πράξομεν οὐ διὰ πάντων τῶν κατὰ μέρος ἰόντες, ἀλλὅσα περ ἂν ἡμῖν ἱκανὰ δόξῃ τοῖς ἀναγνωσομένοις αὐτὰ γενήσεσθαι. ὑποκείσθω τοίνυν ἧπαρ ἀρχόμενον φλεγμαίνειν καὶ ζητείσθω τίς ἀρίστη θεραπεία γενήσεται τοῦ πάθους. ἐπισκέπτου δὴ πρῶτον μὲν ἁπάντων, ἀφὧν εἶπον ὁρμώμενος, εἰ δεῖται κενώσεως τὸ πᾶν σῶμα. κᾂν εὕροις δεόμενον, ἐφεξῆς σκέπτου τὴν ῥώμην τοῦ κάμνοντος, εἰ δύναται κένωσιν ἀθρόαν ἐνεγκεῖν. ἔστω δὴ πρότερον ἐῤῥῶσθαι τὴν δύναμιν· ἐφεξῆς σκέπτου τὴν ἡλικίαν. εἰ γὰρ παιδίον εἴη, τὴν διὰ φλεβοτομίας οὐκ οἴσει κένωσιν, ὡς ἔμπροσθεν ἐδείχθη· κατὰ μὲν τὸν τῆς ἥβης καιρὸν οἱ παῖδες ἤδη φέρουσι τὴν διὰ τῆς φλεβοτομίας κένωσιν. ἀντισπαστέον οὖν ἅμα καὶ κενωτέον τὸ φερόμενον ἐπὶ τὸ ἧπαρ αἷμα τῇ φλεβοτομίᾳ, κατὰ τὸν δεξιὸν ἀγκῶνα τὴν ἔνδον φλέβα τέμνοντες, ἐπεὶ κατεὐθὺ καὶ διεὐρείας ὁδοῦ τῇ κοίλῃ καλουμένῃ κοινωνεῖ· μὴ φαινομένης δὲ ταύτης τὴν μέσην τέμνειν· εἰ δὲ μήταὐτὴ φαίνοιτο, τὴν λοιπὴν καὶ τρίτην. τὸ δὲ ποσὸν τῆς κενώσεως ἔκ τε τῆς κατὰ τὸ πλῆθος εὑρήσεις ποσότητος, ὅσα τἄλλα κατὰ τὸν ἔμπροσθεν εἴρηται λόγον, ἡλικία τε καὶ φύσις ὥρα τε καὶ χώρα καὶ ἔθος, ἔτι τε πρὸ τούτων καὶ δύναμις τοῦ κάμνοντος. ἐφἁπάντων γὰρ ταῦτα κοινά. τὸ δἤτοι τὴν ἔνδον τὴν μέσην τὴν ὠμιαίαν φλέβα τέμνειν, τὴν παρὰ τὸ σφυρὸν, τὴν ἐν ἰγνύϊ, παρὰ τοῦ πεπονθότος μορίου τὴν ἔνδειξιν ἔχει. καὶ διώρισται μὲν ἤδη κᾀν τοῖς περὶ φλεβοτομίας ὑπὲρ τῶν τοιούτων ἁπασῶν κενώσεων· εἰρήσεται δὲ καὶ νῦν ὅσον εἰς τὰ παρόντα χρήσιμον, αὐτό τε τοῦτο πρῶτον, ὡς οὐκ ἀγκεῖ μόνον ὅτι κενωτέον ἐστὶν ἐξευρεῖν, ὡς ἂν φαῖεν οἱ τὴν ἀμέθοδον αἵρεσιν μετιόντες, οὐδὲν φροντίζοντες τῆς διαφορᾶς τῶν πεπονθότων μορίων. οὐ γὰρ λόγος μόνον, ἀλλὰ καὶ πεῖρα δείκνυσιν ἄλλην ἄλλῳ μορίῳ κένωσιν ἁρμόττουσαν. ἐθεάσω γοῦν ἐνίους τῶν ἀρξαμένων φλεγμαίνειν ὀφθαλμοὺς αὐτῷ μόνῳ τῷ καθαρθῆναι διὰ τῆς κάτω γαστρὸς ἡμέρᾳ μιᾷ θεραπευθέντας. ὅπερ ἐὰν ἐφἥπατος ἀρχομένου φλεγμαίνειν ἐπιχειρήσῃ τις πρᾶξαι, μεγίστην ἐργάσεται τὴν φλεγμονὴν, ὥσπερ γε καὶ εἰ τῶν νεφρῶν τῆς κύστεως φλεγμαίνειν ἀρξαμένων οὐρητικὰ ποτίζοι φάρμακα καταμήνιά τε κινοῖ μήτρας φλεγμαινούσης· ἀντισπᾷν γὰρ χρὴ τῶν ἀρχομένων ῥευματίζεσθαι ποῤῥωτάτω τὸ περιττὸν, οὐχ ἕλκειν ἐπαὐτά. κατὰ τοῦτον οὖν τὸν λόγον οὐδὲ γαστρὸς οὐδἐντέρων ἀρξαμένων φλεγμαίνειν ὑπηλάτῳ χρῆσθαι προσήκει. τὴν δαὐτὴν ἔνδειξιν ἔχει τούτοις μὲν μήτρα, τοῖς δοὐρητικοῖς ὀργάνοις αἰδοῖα. τό γε μὴν ἐμέτοις χρῆσθαι τῶν αἰδοίων πεπονθότων ἀντισπαστικόν ἐστι βοήθημα. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐπὶ μὲν τοῖς κατὰ τὴν κεφαλὴν ἅπασιν ὑπήλατον φάρμακον, ὅσα δὲ κατὰ τὸν φάρυγγα καὶ οὐρανίσκον, τὴν ὑπερώαν, τὴν γλῶτταν, ὅλως κατὰ τὸ στόμα φλεγμαίνειν ἄρχεται, φυλακτέον ἐπὶ τούτων ἁπάντων τοὺς καλουμένους ἀποφλεγματισμούς. ὅμοιον γὰρ τοῦτο τῷ καθαίρειν κάτω τῶν ἐντέρων πεπονθότων καὶ τῷ·  οὖρα κινεῖν τῶν κατὰ τοὺς νεφροὺς κύστιν ἐχόντων κακῶς, ἐμέτους τῶν κατὰ τὸν στόμαχον. ἄμεινον οὖν ἐπὶ τὴν ῥῖνα παροχετεύειν, ἀρχομένων τῶν κατὰ τὸ στόμα μορίων φλεγμαίνειν. οὕτω δὲ καὶ φλέβα τέμνειν, εἰ μὲν ταῦτα πεπόνθοι, τὴν ὠμιαίαν ἐν χειρὶ, καὶ ταύτης μὴ φαινομένης τὴν μέσην· εἰ δἧπαρ θώραξ πνεύμων καρδία, τὴν ἔνδον. ἐπὶ δὲ συνάγχης πρώτας μὲν τὰς ἐν χερσὶ, δευτέρας δὲ τὰς ὑπὸ τὴν γλῶτταν. τῶν δὲ κατἰνίον πασχόντων καὶ τὴν ἐν ἀγκῶνι μὲν, οὐχ ἥκιστα δὲ καὶ τὴν ἐν τῷ μετώπῳ. ἐπὶ δὲ νεφρῶν καὶ κύστεως αἰδοίου τε καὶ μήτρας τὰς ἐν τοῖς σκέλεσι, μάλιστα μὲν τὰς κατὰ τὴν ἰγνύαν, εἰ δὲ μὴ, τὰς παρὰ σφυρόν. ἀεὶ δἐπὶ πάντων τὰς κατεὐθύ. τοῦ μὲν ἥπατος ἀρχομένου φλεγμαίνειν, τὰς ἐν τῇ δεξιᾷ χειρὶ, τοῦ δὲ σπληνὸς, ἔμπαλιν. ὥστεὐθὺς διαφορὰ τῶν κενώσεων πρῶτον κατὰ τὴν τῶν μορίων διαφορὰν ὑπαλλάττεται· καὶ δῆλον ὅτι τὸ κοινὸν τῆς ἐνδείξεως οὐ μᾶλλον ὠφελείας βλάβης αἴτιον. ὅτι μὲν γὰρ κενωτέον, ἔνδειξις κοινή· τὸ δὅθεν ὅπως, οἱ πεπονθότες τόποι διδάσκουσιν. οὕτω γοῦν καὶ οἱ τῶν κώλων ἐπενοήθησαν δεσμοὶ θώρακος γαστρὸς, τῶν κατὰ τὸν τράχηλον, τὴν κεφαλὴν μορίων φλεγμαινόντων. οὐ γὰρ δὴ τὸ φλεγμαῖνόν γε αὐτὸ δήσεις κῶλον, ἀλλἐπὶ μὲν σκελῶν τὰς χεῖρας, ἐπὶ χειρῶν δὲ τὰ σκέλη.
§12–16
§12 Καὶ μὴν καὶ τὸ ψύχειν καὶ στύφειν ἐν ἀρχῇ τὰ φλεγμαίνοντα χωρὶς τῆς περὶ τῶν πεπονθότων ἐνδείξεως οὐ μᾶλλον ὠφελείας βλάβης αἴτιον. ἐπὶ μὲν γὰρ τῶν κατὰ τὸ κῶλον μορίων ἀρκεῖ καὶ σπόγγον ἐπιθεῖναι, βρέξαντας ἤτοι γε ὕδατι ψυχρῷ μικρὸν ὄξους μιγνύντας ὕδατι μόνῳ· καθάπερ γε καὶ οἴνῳ τινὶ τῶν αὐστηρῶν. ἥπατος δἀρξαμένου φλεγμαίνειν οὐδεὶς ἂν χρήσαιτο τούτων οὐδενὶ νοῦν ἔχων ἄνθρωπος· ἀλλοὐδεἰ μήλινον ἐπιβρέξαις μύρσινον, μαστίχινον, νάρδινον, σχίνινον, τι τῶν στυφόντων ἐλαίων καὶ τῶν ἄλλων ἐναφεψήσας ἀψίνθιον, οὐδὲ τούτων οὐδὲν ἁρμόττει ψυχρὸν, ὥσπερ οὐδὲ κατάπλασμα ψυχρὸν οὐδέν. ἀλλὰ μῆλα μὲν ἐναφεψῶν οἴνῳ, καὶ μάλιστα κυδώνια, κατάπλασμα σκευάσοις διαὐτοῦ, φλεγμονῆς ἥπατος ἔτι ἀρχομένης, ψυχρὸν δοὐδὲ τοῦτο προσοίσεις· ὥσπερ οὐδὲ τὸ ἔλαιον ἐσκευασμένον, ὡς εἴρηται, τοῖς ὀφθαλμοῖς τοῖς ἐν τῷ στόματι μορίοις ἀρχομένοις φλεγμαίνειν. ὠτὶ δὲ κᾂν ὄξος ἐγχέῃς μετὰ ῥοδίνου, βλάψεις οὐδέν. ἀλλοὐκ ὀφθαλμοῖς γε φλεγμαίνουσιν ἀγαθὸν τοῦτο, καθάπερ οὐδὲ τὸ διὰ μόρων φάρμακον τι τῶν στοματικῶν ὀνομαζομένων ἄλλο· πάντα γὰρ ἀνιαρὰ τὰ τοιαῦτα τοῖς ὀφθαλμοῖς, καίτοι κατὰ τὸ γένος ὄντα τῆς ἐνδείξεως. ἀδένων δὲ φλεγμαίνειν ἀρχομένων ἤρκεσε πολλάκις ἔλαιον μόνον θερμόν.
§13 Ἀλλὰ καὶ ἄλλη δίαιτα τοῖς μὲν ἀδένας τι τῶν κατὰ τὰ κῶλα μορίων ἔχουσι φλεγμαῖνον, ἕνα μόνον λαμβάνει σκοπὸν, ὡς τοσαῦτα καὶ τοιαῦτα προσφέρεσθαι δεῖν, ὅσα δὴ καὶ οἷα πεφθήσεται ῥᾷστα. διαφέρει δοὐδὲν χόνδρον, πτισάνην, μελίκρατον, ῥόαν, μῆλον, τι τοιοῦτον προσενέγκασθαι. φλεγμαίνοντος δἥπατος ἀκριβεστάτης διαίτης ἐστὶ χρεία, καθάπερ γε καὶ γαστρός. τὸ γὰρ ἔργον αὐτῶν ἅπαντι τῷ ζώῳ κοινόν ἐστι, καὶ μὴ πεφθείσης καλῶς τῆς τροφῆς μὴ προσηκόντως αἱματωθείσης, ἅπασι τοῖς τοῦ ζώου μέλεσι μεγίστη βλάβη προσγίνεται. τὰ δὲ τῶν κώλων μόρια τοσοῦτον λαμβάνει τῆς τροφῆς, ὅσον τρέφεσθαι πέφυκε. διὸ κᾂν ἐκ μήλου καλῶς ἐν τῇ γαστρὶ πεφθέντος ἀφίκηται πρὸς αὐτὰ τροφὴ, κᾂν ἐκ χόνδρου, κᾂν ἐκ πτισάνης, οὐ μέγα διαφέρει. κατὰ δὲ τὸ ἧπαρ ὁπόσον διαφορὰ τῶν τροφῶν δύναται καὶ ὡς μέγιστον ἐφἑκάτερα, πάρεστί σοι μανθάνειν.
§14 Ἐκκενοῦσθαι μὲν δήπου χρὴ τοῦ ἥπατος ὅσον ἀθροίζεται καταὐτὸ τοῦ τε πικροχόλου χυμοῦ καὶ τῶν ἐκ τῆς φλεγμονῆς ἰχώρων. τοῦτο δοὐκ ἂν γένοιτο χωρὶς τοῦ διαῤῥύπτεσθαι μὲν τὰ κατὰ τὸ σπλάγχνον ἀγγεῖα, τὸν δεἰς τὴν νῆστιν καθήκοντα πόρον ἀναστομοῦσθαι. χόνδρος οὖν ἐμπλάττων μὲν τοῦτον, ἐμπλάττων δὲ τὰ κατὰ τὸ ἧπαρ ἀγγεῖα καὶ μάλιστα τὰ πέραταὐτῶν, κωλύει τήν τε χολὴν εἰς τὸ ἔντερον ὑπιέναι καὶ τὴν τροφὴν εἰς ὅλον ἀναδίδοσθαι τὸ σῶμα. χρεία τοίνυν ἐστὶ τῶν ἐκφραττόντων ἐδεσμάτων τε καὶ φαρμάκων αὐτῷ τε τῷ ἥπατι καὶ τῷ τοῦ χοληδόχου πόρου στόματι. τὰ δὲ τοιαῦτα πάντα γλίσχρα μὲν ἥκιστἐστὶ, λεπτὰ δὲ ταῖς συστάσεσι καὶ δακνώδη ταῖς ποιότησιν. ἀλλὰ πάλιν ὑπὸ τούτων δακνόμενα τὰ φλεγμαίνοντα παροξύνεται καὶ διὰ τοῦτο δεόμεθα τῶν ἄνευ τοῦ δάκνειν αὐτὰ ῥυπτόντων, οἷόν πέρ ἐστι καὶ τὸ μελίκρατον. ἀλλἴσμεν ὅτι τὰ γλυκέα πάντα καὶ σπλῆνα καὶ ἧπαρ ἐπὶ πλεῖστον ἐξαίρει. λοιπὴ τοίνυν ἄμεμπτος ὡς ἐν ἐδέσματι μὲν πτισάνη· χωρὶς γὰρ τοῦ δάκνειν ῥύπτει· ὡς ἐν φαρμάκοις δὀξύμελι μεθὕδατος κεραννύμενον. καὶ γὰρ καὶ ῥόα καὶ τὸ μῆλον ὅσα τἄλλα στύφει, συνάγοντα τοῦ χοληδόχου πόρου τὸ στόμα, κωλύει τὴν χολὴν ἐκκρίνεσθαι· καὶ διὰ τοῦτο βλάπτει φλεγμονὰς ἥπατος, καὶ μάλισθὅταν ἐν τοῖς σιμοῖς ὦσι μέρεσι τοῦ σπλάγχνου· πρὸς γὰρ τῇ διὰ φλεγμονὴν στενοχωρίᾳ καὶ ἐκ τῶν στυφόντων τε καὶ γλίσχρων ἐδεσμάτων προσέρχεται. καὶ τὰ δάκνοντα δὲ μᾶλλον βλάπτει τὰς ἐν τοῖς σιμοῖς φλεγμονάς· ὅσαι γὰρ ἐν τοῖς κυρτοῖς αὐτοῦ μέρεσι γίγνονται, φθάνει μεταβεβλημένα πρὸς αὐτὰς ἀφικνεῖσθαι τὰ ληφθέντα  καὶ μήτε τὸ στῦφον ἔτι στύφειν ὁμοίως μήτε τὸ δάκνον δάκνειν μήτε τὸ διὰ γλισχρότητα τοῖς στενοῖς ἀγγείοις ἐμπλαττόμενον ἔτι μένειν ὁμοίως γλίσχρον. μεταβολὴ δαὐτοῖς διττὴ, τῷ τε προπεπέφθαι καὶ διότι τῷ προϋπάρχοντι κατὰ τὸ σπλάγχνον αἵματι μίγνυται. τοῦ δέ γε σιμοῦ μέρους ἐν ἥπατι φλεγμαίνοντος εὐθὺς μὲν ἀναγκαῖόν ἐστι καὶ τὰς ἐν τῷ μεσεντερίῳ συμφλεγμαίνειν φλέβας· ἀπὸ γὰρ τῆς ἐπὶ πύλας ἅπασαι πεφύκασιν· εὐθὺς δὲ καὶ τὰ προσπίπτοντα τοῖς στόμασιν αὐτῶν ἐπιδείκνυται τὴν ἑαυτῶν δύναμιν.
§15 Ἀρά σοι δοκεῖ σμικρὰ διαφορὰ προσέρχεσθαι τῇ κοινῇ τῶν φλεγμονῶν θεραπείᾳ παρὰ τῶν μορίων; ἐμοὶ μὲν γὰρ μεγίστη φαίνεται, κᾂν εἰ τὴν Θεσσάλειον ἀναισθησίαν ζηλοῦντες οἴονται τὴν κοινὴν ἔνδειξιν ἀρκεῖν μόνην. ἀναμνῆσαι δέ σε βούλομαι καὶ τῆς καλῆς αὐτῶν θεραπείας, ἣν ἐπὶ Θεαγένους ἐποιήσαντο τοῦ Κυνικοῦ φιλοσόφου· ταύτην γὰρ ἔγνωσαν οὐκ ὀλίγοι διὰ δόξαν τἀνθρώπου, δημοσίᾳ διαλεγομένου κατὰ τὸ τοῦ Τραϊανοῦ γυμνάσιον ἑκάστης ἡμέρας. μὲν οὖν θεραπεύων αὐτὸν ἦν εἷς τῶν Σωρανοῦ μαθητῶν, Ἄτταλος τοὔνομα. κατέπλαττε δὲ ἑκάστης ἡμέρας τὸ ἧπαρ ἀρτομέλιτι, μὴ γινώσκων ὅτι στύφεσθαι μετρίως δεῖται τὸ σπλάγχνον τοῦτο, διότι τῆς θρεπτικῆς δυνάμεως ἀρχὴ τοῖς ζώοις ἐστὶ καὶ τὸ φλεβῶδες γένος ἀπαὐτοῦ πέφυκεν. οὕτως οὖν ἐθεράπευσε τὸ σπλάγχνον, ὡς τοὺς βουβῶνας ἀμίκτῳ καὶ μόνῃ τῇ διὰ τῶν χαλώντων ἀγωγῇ, καταπλάττων μὲν ἀρτομέλιτι, προκαταιονῶν δὲ ἐλαίῳ θερμῷ καὶ τρέφων ἐκ χόνδρου ῥοφήματι. ταῦτα γὰρ ἀρκεῖ τὰ τρία σχεδὸν ἅπασι τοῖς νῦν ἀμεθόδοις Θεσσαλείοις εἰς τὴν τῶν ὀξέων ἴασιν. ἔδοξε δέ μοι κατὰ μόνας εἰπεῖν τῷ Ἀττάλῳ, προσμιγνύναι τι τῶν στυφόντων καὶ μὴ ψιλῇ χρῆσθαι τῇ διὰ τῶν χαλαστικῶν ἀγωγῇ. περὶ μὲν οὖν τῆς τοῦ σπλάγχνου φύσεως οὐκ ἔμελλον ἐρεῖν αὐτῷ· τοῦτο γὰρ ἦν ὄντως ὄνῳ μῦθον λέγειν· δᾤμην εἰπὼν πείσειν αὐτὸν, καὶ πάντας ἀνθρώπους ὁρῶ τάχιστα πειθομένους, τοῦτο διῆλθον μόνον· ὡς μακρὰ πεῖρα ἐδίδαξε τοὺς ἰατροὺς θεραπεύειν ἧπαρ ὕλῃ φαρμάκων μικτῇ· γεγραμμένην δαὐτὴν εὑρήσεις ἐν τοῖς θεραπευτικοῖς γράμμασι τῶν ἰατρῶν. ἐὰν οὖν σοι δοκῇ, μῖξον, ἔφην, ἀψινθίου τι τῆς κόμης μὲν ἀκριβῶς κεκομμένης τῷ καταπλάσματι, τῆς πόας δὅλης τῷ ἐλαίῳ, καθάπερ ὁρᾷς ἄλλους ἐναφέψοντας αὐτῷ μετρίως. τῷ καταπλάσματι δὲ μυροβαλάνου πίεσμα καὶ ἴριν καὶ σχίνου τὸ ἄνθος τῆς ναρδίτιδος βοτάνης τὴν ῥίζαν κυπέρου μῖξον· οὐ χεῖρον δὲ καὶ διοἴνου ποταὐτὰ κατασκευάσαι καὶ μῖξαι ποτὲ τῆς ἰλύος αὐτοῦ, καί τι τῶν στυφόντων ἐναφεψῆσαι μήλων, ὁποῖα τὰ κυδώνιά τε καὶ στρούθια καλούμενα καὶ ταῦτα δὴ τὰ πλεονάζοντα κατὰ τὴν Ῥωμαίων πόλιν, προσαγορεύουσι κεστιανά. τὸ δἔλαιον, ὁρῶ γάρ σε καὶ τοῦτο μιγνύντα, μὴ τὸ τυχὸν ἔστω, ἀλλἤτοι τὸ ἀπὸ τῆς Ἱσπανίας τὸ Ἱστρικὸν, τὸ ὀμφάκινον, σχίνινον, μύρτινον, μήλινον, νάρδινον μύρον. πολλὴν δὲ καὶ ἄλλην ἔφην ὕλην ἄφθονον εἶναι τῶν ἐναφεψεῖσθαι δυναμένων. καὶ γὰρ σχίνου τοὺς ἁπαλοὺς κλῶνας καὶ μυρσίνης καὶ βάτου καὶ ἀμπέλου καὶ μᾶλλον τῆς ἀγρίας, ἀφἧς καὶ τὴν οἰνάνθην καλουμένην λαμβάνομεν. οὐ χεῖρον δἂν εἴη καὶ τὸ Ἀττικὸν ὕσσωπον τῷ τε καταπλάσματι καὶ ταῖς κηρωταῖς μιγνύναι· καὶ γὰρ καὶ κηρωτάς τινας ἐξ ὕλης τοιαύτης αὐτῷ αὐτῷ συνεβούλευον ἐπιτιθέναι μετὰ τὸ κατάπλασμα. καὶ συνάπτειν γἐπειρώμην ἐφεξῆς αὐτῷ τὴν ὅλην ἀγωγὴν, ἵνα καὶ τὰ καλούμενα πρὸς τῶν ἰατρῶν ἐπιθέματα διὰ μικτῆς ὕλης σκευάζῃ. βέλτιον γὰρ, ἔφην, ἐστὶν ἀρθέντος τοῦ καταπλάσματος ἐπικεῖσθαί τι τῷ σπλάγχνῳ. καὶ Ἄτταλος ὑποτεμνόμενός μου τὸν λόγον, εἰ μὴ σφόδρα σἐτίμων, ἔφη, τούτων οὐδενὸς ἂν ἠνεσχόμην· ἐν οἷς γὰρ ἐναυάγησαν οἱ πρόσθεν ἰατροὶ, πρὶν τὴν ὄντως ἰατρικὴν ὑπὸ τῶν ἡμετέρων εὑρεθῆναι, ταῦτά μοι συμβουλεύεις ὥσπερ οὐκ εἰδότι. τρεῖς οὖν ἡμέρας τέσσαρας, ἔφη, συγχώρησόν μοι προνοήσασθαι τοῦ Θεαγένους ὡς ἐγὼ βούλομαι, καὶ θεάσῃ τελείως αὐτὸν ὑγιαίνοντα. τί οὖν, ἔφην, ἐὰν ἐξαίφνης ἱδρώτων ὀλίγων καὶ τούτων γλίσχρων ἐπιφανέντων ἀποθάνῃ, μνημονεύσεις ὧν ὑπέσχου καὶ μεταθῇ τοῦ λοιποῦ; καταγελῶν ἐπὶ τούτοις Ἄτταλος ἐχωρίσθη, μηκέτἀποκρινόμενος μηδὲν, ὥστοὐδὲ περὶ τοῦ χόνδρου τι συμβουλεῦσαί μοι συνεχώρησεν, οὐδὅτι δεήσει τῶν οὐρητικῶν φαρμάκων μιγνύναι τῷ ὕδατι μικρὸν ὕστερον, ἐπειδὴ τὰ κυρτὰ τοῦ ἥπατος ἐπεπόνθει. καθάπερ γὰρ τὰ σιμὰ διὰ τῆς γαστρὸς ἐκκενωτέον ἐστὶν, ὡς ὀλίγον ἔμπροσθεν εἶπον, οὕτω τὰ κυρτὰ διὰ τῶν μετρίως οὐρητικῶν φαρμάκων, οἷόν ἐστι τὸ σέλινον. ἐν δὲ τῷ χρόνῳ προϊόντι πεττομένης ἤδη τῆς φλεγμονῆς καὶ τοῖς ἰσχυροτέροις ἐγχωρεῖ χρήσασθαι, τῷ ἀσάρῳ καὶ τῇ Κελτικῇ νάρδῳ καὶ τῷ καλουμένῳ φοῦ καὶ πετροσελίνῳ καὶ σμυρνίῳ καὶ μήῳ· καθάπερ γε καὶ διὰ τῆς γαστρὸς κενοῦν, εἰ τὰ σιμὰ πεπόνθασι, κνίκον μιγνύντα τοῖς ἐδέσμασι καὶ ἀκαλήφην καὶ λινοζῶστιν, ἐπίθυμόν τε καὶ πολυπόδιον καὶ πάνθὅσα μετρίως ὑπάγει. ἔτι δὲ μᾶλλον ἐν ταῖς παρακμαῖς αὐτοῖς τε τούτοις χρῆσθαι θαρσαλεώτερον πρόσθεν, ὅσα τε τούτων ἐστὶ σφοδρότερα, τὰ μὲν ἐναφέψοντας τῇ πτισάνῃ, τὰ δὲ κόψαντας, ὡς χνοώδη γενέσθαι· διδόναι δὲ καὶ ταῦτα διὰ πτισάνης μεθὕδατος. ἐγὼ γοῦν καὶ πολυποδίου τι ποτὲ συνέψησα τῇ πτισάνῃ καὶ μέλανος ἐλλεβόρου φλοιόν. καὶ διὰ τῶν κλυσμάτων δὲ κενοῦν αὐτοὺς προσῆκεν, ἐν ἀρχῇ μὲν ἀρκουμένους ἁλσὶν νίτρῳ ἀφρονίτρῳ μεμιγμένοις  τῷ μελικράτῳ· κατὰ δὲ τὰς παρακμὰς καὶ μάλιστα ἐὰν σκιῤῥῶδές τι καταλείπηται τῆς φλεγμονῆς, ἰσχυρότερα μιγνύντας φάρμακα· τὸ γοῦν ὕσσωπον ἐναφεψόμενον τῷ ὕδατι τηνικαῦτα καὶ τὴν ὀρίγανον καὶ τὴν κολοκυνθίδα καὶ τὸ λεπτὸν κενταύριον. ἐπιτηδειότατα γάρ ἐστι σκιῤῥωθῆναι τὰ δύο σπλάγχνα, τό θἧπαρ καὶ σπλὴν, ἐὰν ἀμελήσῃ τις αὐτῶν τοῖς γλίσχροις ἐδέσμασι χρήσηται, καθάπερ καὶ Ἄτταλος ἐπὶ τοῦ Θεαγένους ἑκάστης ἡμέρας χόνδρον προσφέρων καὶ μηδὲν διδοὺς τῶν ἐκφραττόντων τε καὶ ῥυπτόντων. ἀλλὰ τό γε συμβὰν τῷ Θεαγένει, μᾶλλον δὲ τῷ Ἀττάλῳ, καιρὸς εἰπεῖν. ὡς γὰρ ὑπέσχετό μοι, μετὰ τρεῖς ἡμέρας ἐπιδείξειν τὸν ἄνδρα τῆς φλεγμονῆς τοῦ ἥπατος ἀπηλλαγμένον, μὲν ἔτι δὴ καὶ μᾶλλον ἐπὶ πλεῖστόν τε κατήντλει τὸ σπλάγχνον ἐλαίῳ θερμῷ· κατέπλαττέ τε συνεχέστερον ἐκ τῆς ἐπιμελείας ἐλπίζων αὑτῷ προχωρήσειν τὰ τῆς θεραπείας ἄμεινον, ἀπεκρίνατό τε πυνθανομένοις γαυριῶν ὑπὲρ τοῦ· Θεαγένους τὰ βελτίω. ἀλλὰ συνέβη γε καθὃν ἐγὼ τρόπον, ἐξαίφνης ἀποθανεῖν αὐτόν. καὶ τὸ πάντων γελοιότατον, μὲν Ἄτταλος ἦγέ τινας τῶν ἠρωτηκότων φίλων ὅπως διάγοι, δεῖξαι βουλόμενος αὐτὸν οὕτως ἔχοντα καλῶς ὡς λούεσθαι μέλλειν, ἀγαλλόμενός τε μετὰ πολλῶν εἰσῆλθεν εἰς τὸν οἶκον ἐν κατέκειτο· τὸν Θεαγένη δὲ τεθνεῶτα λούειν ἐνεχείρουν ἔνιοι τῶν φίλων, ταῦτα δὴ τὰ νενομισμένα, Κυνικοί τέ τινες ὄντες καὶ ἄλλως φιλόσοφοι. διὸ καὶ μέχρι τοῦ νεκροῦ παραγενέσθαι συνέβη τῷ Ἀττάλῳ μετὰ τοῦ χοροῦ τῶν θεατῶν, ἅτε μηδενὸς ἔνδον οἰμώζοντος. οὔτε γὰρ οἰκέτης οὔτε παιδίον οὔτε γυνὴ τῷ Θεαγένει ἦν, ἀλλοἱ φιλοσοφοῦντες μόνοι παρῆσαν αὐτῷ φίλοι, τὰ μὲν ἐπὶ τοῖς τεθνεῶσι νομιζόμενα πράττοντες, οὐ μὴν οἰμώζειν γε μέλλοντες. οὕτω μὲν Θεσσάλειος ὄνος εὐδοκίμησεν, ἐπὶ πολλῶν θεατῶν ἐπιδείξας ἀπηλλαγμένον τῆς φλεγμονῆς ἐντὸς τῶν τεττάρων ἡμερῶν, ὡς ὑπέσχετο, τὸν ἄνθρωπον. οἱ δἄλλοι μεθοδικοὶ μυρίους ἀποκτείνοντες ὁσημέραι τὴν ἀγωγὴν τῆς θεραπείας οὐδέπω καὶ νῦν ὑπαλλάξαι τολμῶσιν, οὐδὲ πειραθῆναί ποτε κᾂν ἅπαξ τῆς τοῖς ἄλλοις ἰατροῖς, οἷς ὄντως ἐσπουδάσθη τὰ τῆς τέχνης ἔργα, γεγραμμένης· οὕτω δευσοποιόν τι πρᾶγμά ἐστιν ἀμαθία σφοδρὰ, καὶ μᾶλλον ὅταν ἀλαζονίᾳ μιχθῇ. τοιοῦτοι μὲν οὖν ἐν ἅπασιν οἱ Θεσσάλειοι.
§16 Χρὴ δἡμᾶς φεύγοντας τὰ τοιαῦτα ἁμαρτήματα κᾂν εἰ μηδὲν ἄλλο, ἀλλοὖν τῇ ἐμπειρίᾳ πιστεύειν. ὅπερ ἀεὶ παραινῶ τοῖς ἀγυμνάστοις περὶ τὸν λόγον. ἄμεινον γὰρ αὐτοῖς ἐστι μηδὅλως ἐξ ἀναλογισμῶν τι λαμβάνειν, ὅταν ἀμαθεῖς τε ἅμα καὶ ἀγύμναστοι τῶν λογικῶν ὦσιν μεθόδων, ἃς νῦν ἡμεῖς γράφομεν. γάρ τοι τοῦ ἥπατος οὐσία ῥᾷστα σκίῤῥοις ἁλίσκεσθαι πέφυκεν, ἔχουσά τι καὶ φύσει πηλῶδες, ὡς παίζων τις ἔλεγεν ἰατρὸς τῶν καθἡμᾶς. δὲ τοῦ σπληνὸς ἀραιοτέρα μέν ἐστι τοῦ ἥπατος, ἁλίσκεται δὲ συνεχέστερον ἐκείνου τῷ σκιῤῥώδει παθήματι διὰ τὴν τῆς τροφῆς ἰδέαν χρῆται. δέδεικται γὰρ ὑπὸ τοῦ παχέος αἵματος τρεφόμενος, καθάπερ τις ἰλύς ἐστι τοῦ καθαρωτέρου καὶ ῥᾷστα γίγνεται μέλαινα χολή· διὸ καὶ μελαγχολικὸν αὐτὸ μέλαν καλοῦμεν περίττωμα. ταῦτα μὲν οὖν τὰ δύο σπλάγχνα καὶ ἐμπειρία δείκνυσιν ἐναργῶς ἁλισκόμενα τοῖς σκιῤῥώδεσιν ὄγκοις. οἱ νεφροὶ δὲ τῷ κατακεκρύφθαι λανθάνουσι τὴν ἁφήν· γε μὴν λόγος ἡμᾶς διδάσκει καὶ τούτους ἑτοίμως ἁλίσκεσθαι σκίῤῥοις· καὶ διὰ τοῦτο τὰς μὲν ἀλύτους τὸ πάμπαν εἶναι νεφρίτιδας, τὰς δὲ δυσλύτους· ἄμφω γὰρ ἔχουσιν οἱ νεφροὶ τὰ λελεγμένα τῶν προειρημένων σπλάγχνων ὑπάρχειν ἑκατέρῳ, τήν τε τῆς οὐσίας ποιότητα καὶ τὴν τῶν διερχομένων ἐν αὐτοῖς περιττωμάτων φαυλότητα. διὸ καὶ οἱ τὰ παχύχυμα τῶν ἐδεσμάτων ἐσθίοντες ἁλίσκονται τῷ τῆς λιθιάσεως πάθει. προορᾶσθαι τοιγαροῦν χρὴ τοσοῦτον μᾶλλον, ὅσον δυσιατότεραι τῶν τριῶν τούτων εἰσὶ σπλάγχνων αἱ σκιῤῥώδεις διαθέσεις, ὅπως μή τις αὐταῖς περιπέσῃ. μάλιστα δ’, ὡς εἴρηται, περιπίπτουσιν οἱ φλεγμηνάντων αὐτῶν ἐδέσμασι χρώμενοι παχεῖς γλίσχρους χυμοὺς γεννῶσι. καὶ μέντοι καὶ τὰ ἰάματα τῶν τοιούτων παθῶν ὡμολόγηται πᾶσιν εἶναι τὰ τέμνοντα καὶ διαλύοντα καὶ θρύπτοντα, τοῦ γένους μὲν ὄντα δηλονότι τοῦ τῶν ἐκφραττόντων καὶ ῥυπτόντων, ἰσχυρότερά γε μὴν ταῖς δυνάμεσι. μεμάθηκας δἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ τήν τε δύναμιν αὐτῶν καὶ τὴν ὕλην. διὸ καὶ νῦν λόγος μοι γενήσεται σύντομος ἀρκουμένῳ ταῖς καθόλου δυνάμεσι καὶ μόνῃ τῇ μεθόδῳ μετὰ παραδειγμάτων ὀλίγων. ὅπου γὰρ θὕλη τῶν δυνάμεων ἤδη προπαρεσκεύασταί σοι καὶ τὰ συνενδεικνύμενα τὴν θεραπείαν ἔμπροσθεν εἴρηται, καταλείπεται νῦν οὐδὲν ἄλλο, πλὴν τῶν οἰκείων ἑκάστου νοσήματος ἐνδείξεων ἐπιμνησθῆναι. τὰ συνενδεικνύμενα δὴ λέγω δηλονότι δύναμιν καὶ φύσιν καὶ ἡλικίαν καὶ ὥραν καὶ χώραν καὶ ἔθος, ὅσα τἄλλα τοιαῦτα. καὶ τοίνυν περὶ τῆς ἀπὸ τῶν μορίων ἐνδείξεως ἐφεξῆς ἐρῶ, τὴν ἀρχὴν ἀπὸ τῶν κατὰ τὸ ἧπαρ ποιησάμενος. ἐνδείκνυται γὰρ τοῦτο τὰ μὲν ἔξωθεν ἐπιτιθέμενα κατὰ τὰς φλεγμονὰς αὐτοῦ μικτῆς εἶναι χρῆναι δυνάμεως οὐ μόνον ἐν γενέσει τῆς φλεγμονῆς οὔσης, τοῦτο μὲν γὰρ κοινὸν ἁπασῶν φλεγμονῶν, ὁπότε γε καὶ μόνοις τοῖς ἀποκρουστικοῖς βοηθήμασι κατὰ τὸν χρόνον ἐκεῖνον οὐκ ἄν τις ἁμάρτοι χρώμενος, ἀλλὰ κᾀπειδὰν μήτἐπιῤῥέῃ μηδὲν ἔτι, μήτε ἀπώσασθαι δυνατὸν τὸ ἐν τῷ φλεγμαίνοντι μορίῳ περιεχόμενον. γίγνεται γὰρ καὶ τοῦτο διὰ πλείους αἰτίας. ἐν ἀρχῇ μὲν οὖν ὀλίγον τε τὸ ἐπιῤῥέον ἐστὶ καὶ λεπτότερον ὡς  τὸ πολύ· ἐνίοτε δὲ καὶ καταὐτὸ τὸ δεχόμενον μόριον ἰσχυροτέρα δύναμις, ὡς ἂν μηδέπω κεκμηκυῖα καὶ τὸ περιεχόμενον αὐτὸ κατὰ τὸ φλεγμαῖνον οὐδέπω βιαίως ἐσφηνωμένον. ἀκμαζούσης δὲ τῆς φλεγμονῆς τό τε περιεχόμενον αἷμα πολὺ καὶ πολλάκις παχύτερον, ἐσφηνωμένον τε σφοδρῶς, τε τοῦ μορίου δύναμις ἀσθενεστέρα· δεόμεθα δὲ καὶ ταύτης ἰσχυούσης, ὡς ὠθεῖν δύνασθαι τὸ περιττὸν ἀφἑαυτῆς· ἐπειδὴ τῶν στυφόντων φαρμάκων δύναμις οὐχ ἱκανὴ τηνικαῦτα τὸ πᾶν ἐργάσασθαι μόνη. συνάγουσα μὲν γὰρ καὶ σφίγγουσα καὶ οἱονεὶ πιλοῦσα καὶ θλίβουσα τὰ σώματα δύναται τὰ λεπτότερα ταῖς συστάσεσιν ὑγρὰ πρὸς τοὺς περικειμένους ἀποπέμπειν τόπους, οὐ μὴν ἄνευ γε τοῦ συνεπισχεῖν τι καὶ τὴν ἐν τῷ πάσχοντι μορίῳ δύναμιν, ἀξιόλογον αὐτοῖς γίνεται τὸ ἔργον. τηνικαῦτα γοῦν μὲν ἀπὸ τῆς φλεγμονῆς ἔνδειξις τῶν ποιητέων ἐστὶ μία· καλοῦσι δαὐτὴν διαφόρησιν, ἐκκενοῦσαν λόγῳ θεωρητοῖς πόροις τὸν ἐν τῷ φλεγμαίνοντι μορίῳ χυμόν. δἀπαὐτοῦ τοῦ μορίου πρὸς τοὐναιτίον ἀντισπᾷ, κελεύουσα φυλάττειν αὐτοῦ τὸν τόνον. ἐπιπλεκομένων οὖν ἀλλήλαις ἐναντίων ἐνδείξεων ἐπιπεπλέχθαι χρὴ καὶ τὸ φάρμακον. μηροῦ δὲ φλεγμαίνοντος, κνήμης, πήχεος, βραχίονος, καὶ ἐν αὐτοῖς ἀδένων, οὐ δεόμεθα φυλάττειν τὸν τόνον. οὗτος σκοπὸς ἔστω σοι κοινὸς ἐπὶ πάντων τῶν μορίων, ὧν ἔργον τι τοιοῦτόν ἐστιν, ὡς ὅλῳ τῷ σώματι χρήσιμον ὑπάρχειν.
§17–22
§17 Οὐκοῦν οὐδὲ τὸν σπλῆνα παντάπασι χαλᾷν χρὴ, καὶ γὰρ καὶ οὗτος ἐκκαθαίρει τοῦ ἥπατος ὅσον ἰλυῶδές τέ ἐστι καὶ μελαγχολικὸν, ἐπεὶ δὑπὸ τοιούτου τρέφεται. καὶ διὰ τοῦθ’, ὅταν ἔμφραξίς τις φλεγμονὴ καταὐτὸν γένηται, καὶ μάλιστα ὅταν ἐσκιῤῥωμένος, τῶν ἐκφραττόντων καὶ τεμνόντων ἰσχυροτέρων δεῖται. οἷον γάρ ἐστι φάρμακον ἥπατι τὸ ἀψίνθιον, τοιοῦτον τῷ σπληνὶ καππάρεως φλοιός· ὁποῖον δἥπατι τὸ καλούμενον εὐπατόριον, τοιοῦτον τῷ σπληνὶ τὸ σκολοπένδριον. ὁμοίων μὲν γὰρ δεῖται φαρμάκων κατὰ τὸ γένος ἀμφότερα τὰ σπλάγχνα· τοσούτῳ δἰσχυροτέρων σπλὴν, ὅσῳ παχυτέρᾳ χρῆται τροφῇ. σκιῤῥουμένοις οὖν αὐτοῖς αἱ προσήκουσαι τροφαὶ κοιναὶ μὲν τῷ γένει, διαφέρουσαι δὲ τὸ μᾶλλόν τε καὶ ἧττόν εἰσιν. ὅθεν εἰ καὶ διὀξυμέλιτος κάππαρις ἐσθίοιτο, χρησίμη μὲν ἀμφοτέροις ἐστὶ τοῖς σπλάγχνοις, ἀλλοὔτἴση τὸ πλῆθος οὔθὁμοίως κεκραμένον ἔχουσα τὸ ὀξύμελι· πλείων τε γὰρ αὕτη καὶ διἀκρατεστέρου τοῦ ὀξυμέλιτος ἐπὶ τοῦ σπληνὸς ὠφελιμωτέρα γίγνοιτἄν. αὕτη μὲν οὖν διαφορὰ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον. τῶν δὲ ὁμοίων κατὰ γένος εἶδος ὡς ἄν τις ἐθέλοι ὀνομάζειν βοηθημάτων, ἔκ τε τῆς ἐνεργείας αὐτῶν εἴληπται καὶ διαπλάσεως. ἀπὸ δὲ τῆς εἰς τὰ παρακείμενα κοινωνίας, ὅπερ ἐστὶ ταὐτὸν τῇ θέσει, τὸ τὰ μὲν κυρτὰ τοῦ ἥπατος ἐκκαθαίρεσθαι διὰ νεφρῶν, τὰ δὲ σιμὰ διὰ τῆς κάτω γαστρός. ἐπὶ δὲ σπληνὸς τὴν ἑτέραν μόνην εἶναι κένωσιν τῶν περιττῶν, γὰρ ἐπὶ τοὺς νεφροὺς οὐκ ἔστι τούτῳ τῷ σπλάγχνῳ. διὰ τοῦτοὖν ὅταν φλεγμαίνῃ, τοῖς κατωτερικοῖς ὀνομαζομένοις φαρμάκοις ἐρεθίζομέν τε καὶ διαῤῥύπτομεν αὐτὸν, ὅπως μεθιῇ καὶ χαλάσῃ τὰ περιττά. διττὸς δ τρόπος ἐστὶ τῆς τῶν τοιούτων φαρμάκων χρήσεως. ἐπὶ μὲν τῶν ἀνωτέρω κειμένων διὰ τῶν μὲν ἐσθιομένων καὶ πινομένων, ἐπὶ δὲ τῶν κατωτέρω διὰ κλυστῆρος ἐνιεμένου, ἐπειδὴ τῶν μὲν ἐσθιομένων καὶ πινομένων δύναμις ἐκλύεται πρὶν ἐπὶ τὰ κάτω μέρη προχωρῆσαι, τὰ δἐνιέμενα τὴν ἀρχὴν οὐδἐπαναβῆναι δύνανται πρὸς τὴν νῆστιν· ἀλλεἰ καὶ πάνυ σφόδρα βιάζοιο, τάχἂν ἅψαιο τῶν λεπτῶν ἐντέρων μόνων. καὶ τοῦτοὖν αὐτὸ παρὰ τῆς τῶν μορίων θέσεως ἐδιδάχθημεν, ἐνιέναι μέν τι τοῖς κατωτέρω κειμένοις ἐντέροις, ἄνωθεν δὲ διδόναι τοῖς τἀνωτέρω καὶ αὐτῇ τῇ γαστρὶ καὶ σπληνὶ καὶ στομάχῳ. λέγω δὲ νῦν στόμαχον, ὅνπερ δὴ καὶ κυρίως ὀνομάζουσιν· ἐνίοτε γὰρ οὕτω καλοῦσι καὶ τὸ στόμα τῆς γαστρός· ὥσπερ ὅταν εἴπωσι συγκόπτεσθαί τινας στομαχικῶς. ἀλλἐπί γε τοῦ κυρίως ὀνομαζομένου στομάχου καὶ τὰ καταπλάσματα κατὰ τῆς ῥάχεως ἐπιτίθεμεν, οὐκ ἔμπροσθεν, ὥσπερ ὅταν τὸ στόμα τῆς γαστρὸς φλεγμαίνῃ· κατὰ γάρ τοι τῆς ῥάχεως στόμαχος ἐπίκειται διά τε τοῦ τραχήλου καὶ τοῦ θώρακος φερόμενος κάτω μέχρι τῆς γαστρός.
§18 Οὔτοὖν ταῦτα γινώσκουσιν οἱ Θεσσάλειοι, καὶ διὰ τοῦτο πάντας ὁμοίως θεραπεύουσιν, οὔθὅτι πᾶν τὸ φλεγμαῖνον μέλος, ἐὰν μὴ στεγνὸν ἔχῃ τὸ περικείμενον ἑαυτῷ δέρμα, χαλᾷ τι καὶ μεθίησιν ἔξω τῶν λεπτομερῶν ἰχώρων. καὶ διὰ τοῦτἔκ τε τῶν κατὰ τὸ στόμα καὶ τὴν ῥῖνα καὶ τὴν φάρυγγα καὶ στόμαχον, ἔντερά τε καὶ γαστέρα καὶ τὰ σπλάγχνα πάντα, ῥεῖ τι πρὸς τοὐκτός. οὕτω δὲ καὶ κατὰ τὴν ἔνδον ἐπιφάνειαν τοῦ θώρακος ἐκκρίνεταί τις ἰχὼρ, ὅταν φλεγμαίνῃ. καθάπερ οὖν μὲν σπλὴν καὶ τὰ σιμὰ τοῦ ἥπατος ἐκκαθαίρεται διὰ τῶν ἐντέρων, οἱ νεφροὶ δὲ καὶ κυρτὰ τοῦ ἥπατος διὰ τῶν οὔρων, οὕτως θώραξ, ὅταν γε τὰ ἔνδον αὐτοῦ φλεγμαίνῃ, κατὰ τὸν ὑπεζωκότα μεθίησί τι πρὸς τὴν μεταξὺ χώραν ἑαυτοῦ καὶ τοῦ πνεύμονος· ἐκκαθαρθῆναι δὲ τοῦτο δεήσεται διὰ τῶν αὐτῶν ὁδῶν τῷ πνεύμονι. δώσομεν οὖν τοῖς οὕτω κάμνουσι φάρμακα τῆς λεπτυνούσης δυνάμεως, ὅπως ἀναστομῶνται μὲν αἱ ὁδοὶ, τέμνωνται δὲ τὰ  διαὐτῶν ὁδοιπορήσειν μέλλοντα, καὶ μάλισθὅταν παχέα ταῖς συστάσεσιν γλίσχρα, καθάπερ ἐπὶ τῶν ἐμπύων ἐστίν. ἐκλεξώμεθα δὲ καὶ τούτων ὅσα μὲν μέτρια, φλεγμαινόντων ἔτι τῶν πεπονθότων μελῶν, ὅσα δὲ ἰσχυρότερα, κατὰ τὰς ἀκριβεῖς παρακμὰς τῶν φλεγμονῶν καὶ τελέως μὲν αὐτῶν πεπαυμένων, ἐκκριθῆναι δὲ τῶν περιττῶν δεομένων. μέτριον μὲν οὖν ἐν τοῖς τοιούτοις ἐστὶν τε τῆς πτισάνης χυλὸς καὶ τὸ μελίκρατον, ἰσχυρότερον δὲ τὸ τῆς ἀκαλήφης σπέρμα, καὶ ὅταν ἐμβληθῇ βραχύ τι τῷ μελικράτῳ τῶν δριμέων βοτανῶν, οἷον ὀριγάνου καὶ ὑσσώπου καὶ καλαμίνθης καὶ γλήχωνος, ἵρεώς τε τῆς Ἰλλυρίδος ῥίζα. πλέον δεἰ μίξαις τούτων καὶ τὴν ἴριν οὕτω κόψαις καὶ σήσαις ὡς χνοώδη ποιῆσαι, κᾄπειτα ἐπιβάλλοις τῷ μελικράτῳ, τμητικώτατον ἕξεις φάρμακον. οὕτω δὲ καὶ τὸ διὰ πρασίου σκευαζόμενον ὀξύμελί τε καὶ ἄλλα τοιαῦτα, τέμνειν ἱκανῶς πέφυκε τὰ παχύτερα τῶν ἐν θώρακι καὶ πνεύμονι περιττῶν. καὶ πάντων αὐτῶν τὴν εὐπορίαν ἔχεις ἐν ταῖς περὶ τῶν φαρμάκων πραγματείαις.
§19 Οὐ μόνον δὲ τὴν εἰρημένην τῶν βοηθημάτων διαφορὰν ἐκ τῶν πεπονθότων ἐμάθομεν τόπων, ἀλλὰ καὶ τὸ τὰ μὲν ἐπιπολῆς φλεγμαίνοντα τοῖς τῆς φλεγμονῆς ἰδίοις βοηθήμασιν ἰάσασθαι, τὰ δἐν τῷ βάθει μετὰ τοῦ μιγνύναι τι καὶ τῶν δριμυτέρων· ἐκλύεται γὰρ δύναμις εἰς τὸ βάθος αὐτῶν διαδιδομένων. οὕτω δὲ καὶ σικύα βοήθημα γενναῖον εὕρηται τῆς τἔξω φορᾶς τῶν ἐν τῷ βάθει καὶ τῆς οἱονεὶ μοχλείας τῶν ἤδη σκιῤῥουμένων. ἀλλοὐ χρηστέον ἐστὶ σικύᾳ κατἀρχὰς ἐπὶ μορίου φλεγμαίνοντος, ἀλλἐπειδὰν ὅλον τὸ σῶμα κενώσῃς καὶ χρεία σοι γένηται κενῶσαί τι καὶ ἐκμοχλεῦσαι τῶν κατὰ τὸ φλεγμαῖνον πρὸς τοὐκτὸς ἀποσπάσασθαι. γινομένων δἔτι τῶν παθῶν οὐκ αὐτοῖς τοῖς ἀρχομένοις κάμνειν μέλεσιν, ἀλλὰ τοῖς συνεχέσιν αὐτῶν ἐπιβάλλειν τὴν σικύαν ἀντισπάσεως ἕνεκεν. οὕτω γοῦν καὶ μήτρας αἱμοῤῥαγούσης πρὸς τοὺς τιτθοὺς ἐπιβάλλομεν σικύαν, ἐπαὐτῶν ἐρείδοντες μάλιστα τῶν κοινῶν ἀγγείων, θώρακός τε καὶ μήτρας, τὸ τῆς σικύας στόμα. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱμοῤῥαγίας διὰ ῥινῶν γιγνομένης ἐπιβάλλομεν τοῖς ὑποχονδρίοις μεγίστας σικύας. οὕτω δὲ καὶ πᾶσαν ἄλλην αἱμοῤῥαγίαν ἀντισπῶμεν ἐπὶ τἀναντία διὰ τῶν κοινῶν φλεβῶν, ὥσπερ αὖ πάλιν ἕλκομεν, εἰ τούτου δεοίμεθα· κατὰ γοῦν ἐφηβαίου τε καὶ βουβῶνος ἐπιτίθεμεν σικύαν, ἔμμηνα κινῆσαι βουλόμενοι. καὶ κατἰνίου δὲ σικύα τιθεμένη γενναῖόν ἐστι βοήθημα ῥεύματος ὀφθαλμῶν. χρὴ δὲ προκεκενῶσθαι τὸ σύμπαν σῶμα· πληθωρικοῦ γὰρ ὄντος αὐτοῦ, καθ τι περ ἂν ἐρείσεις μέρος τῆς κεφαλῆς τὴν σικύαν, ὅλην αὐτὴν πληρώσεις.
§20 Οὗτος οὖν κοινὸς σκοπὸς ἁπάσης φλεγμονῆς οὐχ ὡσαύτως ἐφἑκάστου τῶν μορίων ἐπιτελεῖται. προσέρχεται δἅπασι τοῖς εἰρημένοις οὐ σμικρὰ μοῖρα καὶ τοῦ προσενεχθησομένου φαρμάκου φύσις. οὐ γὰρ ἁπλῶς εἰ στῦψαι δεοίμεθα τὴν ἀρχομένην φλεγμονὴν, ἅπαν τὸ στῦφον προσοίσομεν ἐπὶ τῶν καταπίνεσθαι μελλόντων, ἀλλὅσοις ἂν αὐτῶν οὐδεμία μέμικται δύναμις φθαρτική. χάλκανθος γοῦν ἐν τοῖς μάλιστα στύφει, καθάπερ γε καὶ τὸ μῖσυ καὶ σῶρυ καὶ χαλκίτης καὶ διφρυγὲς, τε κεκαυμένος χαλκὸς τε λεπὶς αὐτοῦ καὶ τὸ ἄνθος· ἀλλἔστι βλαβερὰ τὰ φάρμακα ταῦτα καταπινόμενα· διόπερ οὐδὲ τοῖς στοματικοῖς ἀσφαλῶς μίγνυνται παραῤῥεῖ γὰρ ἐνίοτε αὐτῶν τι μέχρι τῆς γαστρός. οὐ μὴν οὐδἀλόη καλῶς ἂν μιχθείη τοῖς καταπίνεσθαι μέλλουσι φαρμάκοις, ἕνεκα φλεγμονῆς τῶν ἔνδον· ἐπειδὴ καὶ ταύτῃ μέμικταί τις δύναμις καθαρτική. παρηκμακυίας μέντοι τελέως τῆς φλεγμονῆς, εἴ τις μικρὸν ἀλόης μίξειεν ἕνεκα τοῦ τὴν γαστέρα κινῆσαι μὴ διακεχωρηκυῖαν τελέως, οὐδὲν βλάψει. βέλτιον δὲ διὰ λινοζώστιδος ἀκαλήφης κνίκου τινος τῶν τοιούτων ὑπάγειν τὴν γαστέρα τῶν οὕτω καμνόντων. ὅλως δὲ, ἄν τις ἀφέλῃ τὴν ἀπὸ τῶν μορίων ἔνδειξιν, οὐδὲν κωλύει τὴν ἰατρικὴν οὐχ ἓξ μησὶν, ἀλλἓξ ἡμέραις ὅλην ἐκμαθεῖν. οὐ μὴν οὐδὲ προσθέντες τὴν ἀπὸ τῶν μορίων ἔνδειξιν ἔχοιμεν ἂν ἤδη τὸ πᾶν εἰς τὴν θεραπείαν ἄνευ τοῦ τὰς περὶ τῶν φαρμάκων ἐκμαθεῖν μεθόδους. ἐπἐκείνας οὖν ἰτέον ἐστὶ τῷ μέλλοντι τελέως ἰάσασθαι τὰ νοσήματα. νυνὶ γὰρ, ὡς πολλάκις εἶπον, εἰ καί τινος ἐμνημόνευσα φαρμάκου, παραδείγματος ἕνεκα τοῦτἔπραξα.
§21 Προσθῶμεν οὖν ἔτι τῆς ἀπὸ τῶν μορίων ἐνδείξεως ὅσα μήπω λέλεκται, καταβάλλοντες προφανέστατα τὴν τῶν Θεσσαλείων αἵρεσιν· οἳ μήτε ἀνατομῆς ἁπτόμενοι μήτἐνεργείας χρείας εἰδότες, ὅταν ἴδωσί τινα κροκιδίζοντα καὶ καρφολογοῦντα, τολμῶσιν ὀξυροδίνῳ καταβρέχειν τὴν κεφαλὴν ἡμῖν ἑπόμενοι. διὰ τί γὰρ οὐ τὸν θώρακα μᾶλλον; εἴπερ ἐνδεικτεκῶς μὲν εὑρίσκουσι τὰ βοηθήματα, δυνατὸν δἐστὶ καὶ τῆς καρδίας πασχούσης φρενιτικὸν γίνεσθαι τὸν ἄνθρωπον. μὲν γὰρ ἐμπειρικὸς ἐκ τῆς πείρας φησὶ τὴν τῶν τοιούτων βοηθημάτων εὕρεσιν ἐσχηκέναι, τῷ δὲ καὶ ταύτην ἀτιμάσαντι καὶ τὴν τῶν ἐνεργειῶν ζήτησιν φυγόντι πόθεν ἐπῆλθεν ἀντὶ τοῦ θώρακος ἑλέσθαι τὴν κεφαλὴν ἐπὶ τῶν φρενιτικῶν ἐπιβρέχειν· ἀλλὰ τοῦτό γε τὸ ὀξυῤῥόδινον τῇ κεφαλῇ προσφέρομεν ἐπὶ τῶν φρενιτικῶν, ὥσπερ τις ἔλεγε τῶν ἑταίρων, οὐ μόνον τοὺς ἀμεθόδους Θεσσαλείους, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἐξελέγχει φανερῶς,  ὅσοι κατὰ τὴν καρδίαν ἡγοῦνται τὸ ψυχῆς ἡγεμονικὸν ὑπάρχειν. ἰδὼν γοῦν ποτὲ τῶν ἀπἈθηναίου τινὰ τὴν κεφαλὴν αἰονῶντα ῥοδίνῳ καὶ ὄξει μεμιγμένοις ἐκώλυον ἀξιῶν ἐπιφέρειν τῷ θώρακι τὸ βοήθημα· βεβλάφθαι μὲν γὰρ τῷ παραφρονοῦντι τὸ ἡγεμονικὸν, εἶναι δἐν καρδίᾳ τοῦτο κατὰ τὸν Ἀθήναιον, οὔκουν ὀρθῶς αὐτὸν ποιεῖν ἀποστάντα τοῦ θώρακος ἐνοχλεῖν τῇ κεφαλῇ καὶ πράγματα παρέχειν ἀπαθεῖ μορίῳ, νυνὶ μὲν ὀξυῤῥοδίνῳ καταντλοῦντα, νυνὶ δὲ ἀποκείροντα καὶ σπονδύλιον ἕρπυλλον τι τοιοῦτον προσφέροντα· καὶ εἰ χρονίζοι τὸ πάθημα καὶ τὸ καστόριον καὶ νὴ Δία σικύαν· ὅμοιον γὰρ εἶναι τοῦτο τῷ φλεγμαίνοντος μηροῦ τῇ περόνῃ προσάγειν τὸ βοήθημα. καὶ μὲν δὴ κᾀπὶ τῶν ληθαργικῶν οὐδείς ἐστιν ὃς οὐ προσφέρει τῇ κεφαλῇ τὰ βοηθήματα· καὶ τοῦτο γὰρ τὸ πάθος ἐναντίον μέν πώς ἐστι κατὰ τὴν ἰδέαν τῇ φρενίτιδι. γίνεται δἐγκεφάλου πάσχοντος, ἐν τῆς ψυχῆς ἐστι τὸ ἡγεμονικόν. ὅταν μὲν οὖν πλεονάζων ἐν ἐγκεφάλῳ ψυχρὸς χυμὸς, ἀναισθησία τε καὶ ἀκινησία καταλαμβάνει τὸν ἄνθρωπον· ὅταν δὲ θερμὸς, εὐκινησία μᾶλλον, ὡς ἂν εἴποι, τις ἅμα τῇ τοῦ λογισμοῦ βλάβῃ. συμβαίνει γὰρ, ὡς ἐν τοῖς περὶ τούτων δέδεικται λόγοις, διὰ μὲν τὴν ψύξιν ἀργία, διὰ δὲ τὴν θερμασίαν ἄμετρος κίνησις, ἐκ δὲ τῆς χυμῶν μοχθηρίας ἄνοια. φλεβοτομητέον οὖν ἐστιν ἐπὶ τῶν τοιούτων παθῶν κατἀρχὰς εὐθὺς ἰσχυρᾶς μὲν οὔσης εἰς τοσοῦτον τῆς δυνάμεως ὡς ἐνεγκεῖν ἀλύπως τὴν φλεβοτομίαν, ἑτέρου δὲ μηδενὸς κωλύοντος ὧν ἐν τοῖς περὶ φλεβοτομίας εἴπομεν οἷον ἤτοι πλήθους ὠμῶν χυμῶν παιδικῆς ἡλικίας ὥρας χώρας ἐσχάτως θερμῆς ψυχρᾶς. τοῦτο μὲν οὖν κοινὸν ἀμφοτέροις τοῖς νοσήμασιν, ὅσα τε μετὰ καταφορᾶς καὶ ὅσα μετἀγρυπνίας γίνεται. κοινὸν δὲ καὶ τὸ κατὰ τὴν ἀρχὴν ὀξυρόδινον προσφέρειν· ἀπώσασθαι γὰρ χρὴ τῆς κεφαλῆς τὸν χυμὸν, ὁποῖος ἂν εἴη. τὰ δἐφεξῆς ἐναντία, πραΰνειν μὲν γὰρ προσήκει τὰ μετὰ τῶν ἀγρυπνιῶν, ἐπεγείρειν δὲ τὰ μετὰ τῆς ἀκινησίας. εἰκότως οὖν ἀκμαζόντων αὐτῶν τοῖς μὲν ἀγρυπνιτικοῖς καὶ περικοπτικοῖς νοσήμασι τὰς διὰ μήκωνος κωδειῶν ἐπιβροχὰς προσοίσομεν, ὀσφρανοῦμέν τε καὶ διαχρίζομεν, ἤτοι τὰ πτερύγια τῆς ῥινὸς ἐκ τῶν ἔνδοθεν μερῶν τὸ μέτωπον ὁμοίοις φαρμάκοις. καρῶσαι γὰρ χρὴ καὶ ναρκῶσαι ποιῆσαι τὸ ἡγεμονικὸν, ἐμψύχοντα δηλονότι τὸν ὑπερτεθερμασμένον ἐγκέφαλον. ἐπὶ δὲ τῶν ἐναντίων παθῶν ἐπεγεῖραι καὶ τεμνεῖν καὶ θερμῆναι προσήκει τὸ πάχος τοῦ λυποῦντος χυμοῦ, ὅστις ἄνευ μὲν τοῦ σήπεσθαι καταφορὰς βαθείας ἐργάζεται, χωρὶς πυρετῶν, ἃς ὀνομάζουσιν ἀποπληξίας καὶ κάρους καὶ κατοχάς. εἰ δὲ καὶ σήποιτό ποτε, μετὰ πυρετοῦ γίνεται τὰ τοιαῦτα καὶ καλεῖται τὸ τοιοῦτο νόσημα λήθαργος. ἐναφεψοῦντες οὖν ὄξει θύμον καὶ γλήχωνα καὶ ὀρίγανον, ὅσα τἄλλα τοιαῦτα, τῇ ῥινὶ τῶν οὕτω διακειμένων προσοίσομεν, ὅπως ἀτμὸς ἐπὶ τὸν ἐγκέφαλον ἀναφερόμενος τέμνῃ τὸ πάχος τοῦ χυμοῦ. μετὰ δὲ ταῦτα καὶ τὸν οὐρανίσκον ἰσχυροῖς καὶ δριμέσι φαρμάκοις χρίσομεν. ἑξῆς δὲ τούτων καὶ πταρμικοῖς χρησόμεθα. καὶ κατὰ τῆς κεφαλῆς ἐπιθήσομεν ὁμοίας δυνάμεις φαρμάκων, ἄχρι καὶ τοῦ νάπυος, ἐπιτείνοντες ἀεὶ τὸ σφοδρὸν αὐτῶν, εἰ χρονίζει τὸ πάθος. ἀλλὰ καὶ ταῖς σικύαις ἐπἀμφοτέρων χρονιζόντων χρησόμεθα καὶ τῷ καστορίῳ. πέττει γὰρ αὐτὸ καλῶς ἐπὶ προήκοντι τῷ χρόνῳ παραληφθέν. ὥστε κᾀνταῦθα πάλιν εἰς κοινὴν θεραπείαν ἄγεσθαι λήθαργόν τε καὶ φρενίτιδα ἐπὶ τῆς παρακμῆς. ἐν μὲν δὴ τοῖς τοιούτοις πάθεσιν ἐξελέγχονται προφανῶς οἵ τε ἀπὸ τοῦ Θεσσάλου πάντες οἵ τἐν τῇ καρδίᾳ τὸ ἡγεμονικὸν τῆς ψυχῆς μέρος εἰπόντες ἰατροί. μὴ γὰρ ὅτι τῶν εἰρημένων τινὸς εὐπορῆσαι βοηθημάτων αὐτοῖς ἐστι δυνατὸν, ἀλλὰ μηδὲ ὅτῳ μορίῳ προσφέρειν δεῖ τὰ βοηθήματα. οὐ γὰρ δὴ ὥσπερ ἐπὀφθαλμίας πλευρίτιδος συνάγχης αὐτός τε κάμνων αἰσθάνεται τοῦ πεπονθότος μορίου, ἡμῖν τε διὰ τῆς ἁφῆς καὶ τῆς ὄψεως εἰς γνῶσιν ἥκει, κατὰ τὸν αὐτὸν τρόπον ἐπί τε ληθάργου καὶ φρενίτιδος ἐπιληψίας τε καὶ παραπληξίας καὶ σπασμῶν καὶ τετάνων, ἔτι τε τῆς καλουμένης ἰδίως κατοχῆς. ἐφὧν ἁπάντων μὲν ἰδέα τῶν βοηθημάτων ἐκ τῆς τοῦ πάθους φύσεως εὑρίσκεται, τὸ δὲ χωρίον μάλιστα χρὴ προσφέρειν αὐτὰ διὰ τοῦ προεγνῶσθαι τὰς ἐνεργείας τε καὶ χρείας τῶν μορίων.
§22 Ὅτι δἀεὶ μεμνῆσθαι χρὴ τῶν συνενδεικνυμένων ἁπάντων, κᾂν παραλειφθῇ ποτε ἐπὶ τῷ λόγῳ, πολλάκις εἴρηται πρόσθεν. ἀλλὰ νῦν γε τὴν ἀπὸ τῶν μορίων ἔνδειξιν μόνην πρόκειται διελθεῖν, οἷον εὐθὺς ἐπὶ τῶν κατὰ τὴν κεφαλὴν, εἰ καὶ μηδὲν ἄλλο, τοῦτο γοῦν ἔνεστιν ἅπαντι νοῆσαι προχείρως, ὅτι πρόκειται τοῦ ἐγκεφάλου πρῶτον μὲν παχεῖα μῆνιγξ, ἐοικυῖα ταῖς ἐκτὸς ταύταις βύρσαις· ἐπαὐτῇ δἐστὶ τὸ κρανίον. ἀναγκαῖον οὖν ἐκλύεσθαι τῶν ἐπιτιθεμένων φαρμάκων τὴν δύναμιν, ἐν τοῖς προβλήμασι πυκνοῖς καὶ σκληροῖς οὖσι· καὶ εἰ μὴ ῥαφαὶ κατὰ τὸ τῆς κεφαλῆς ὀστοῦν ὑπὸ τῆς φύσεως ἐγεγόνεισαν, οὐδὲν ἂν μέγα τῶν φαρμάκων οὐδὲν ἤνυσεν ἔξωθεν ἐπιτιθέμενον. ἐπεὶ δὲ καὶ αἱ ῥαφαὶ, καὶ μάλιστα στεφανιαία, παρίησιν ἔσω ῥᾳδίως οὐ τὰς ποιότητας μόνας τῶν ἐπιτιθεμένων φαρμάκων, ἀλλὰ καὶ τὰς οὐσίας, ὅταν γε λεπτομερὴς, εἰκότως πολλὰ τῶν κατὰ τὸν ἐγκέφαλον ὠφελεῖται παθῶν ὑπὸ τῆς τῶν ἔξωθεν ἐπιτιθεμένων φαρμάκων δυνάμεως. ἐγὼ γοῦν ἀπἐμαυτοῦ πειραθεὶς οἶδα, καταντληθέντος ῥοδίνῳ ψυχρῷ, ταχίστης τε καὶ σαφεστάτης εἴσω διαδόσεως αἰσθανόμενος ἐν τῷ  κατὰ τὸ βρέγμα τόπῳ. καὶ μέντοι καὶ διαφορὰ παμπόλλη τοῖς ἀνθρώποις ὁρᾶται πρὸς ἀλλήλους ἐναργῶς ἐπὶ τῆς ῥαφῆς τῆσδε καὶ πρὸ τῆς ἀνατομῆς. ἐθεασάμεθα γοῦν τινων ἐξυρημένων ἔτι ἐν τῷ μασσᾶσθαι σαφεστάτην κίνησιν τῆς συναρθρώσεως τῶν κατὰ τὴν στεφανιαίαν ῥαφὴν ὀστῶν, ὡς εἶναι πρόδηλον ὅτι χαλαρὰ τοῖς ἀνθρώποις ἐκείνοις σύνθεσις ἦν τῶν ὀστῶν τῆς κεφαλῆς. εἰκότως οὖν κατὰ τοῦτο μάλιστα τὸ χωρίον ἐπιφέρουσιν ἅπαντες ἰατροὶ τὰς ἐπιβροχὰς τῇ κεφαλῇ, κατὰ διαδοχὴν μὲν ἀπὸ τῶν πρώτως εὑρόντων ἐπὶ τοὔργον ἐρχόμενοι, θεώμενοι δὲ καὶ αὐτοὶ, ὅσοι γε προσέχουσι τὸν νοῦν οὐκ ἀργῶς τοῖς γινομένοις, ὅπως μὲν ῥαφὴ φαίνηται κινουμένη σαφῶς, ὅπως δαἰσθάνωνται κατὰ τοῦτο τὸ μέρος οἱ ἄνθρωποι, τάχιστα θερμαινόμενοί τε καὶ ψυχόμενοι διὰ τῶν ἔξωθεν αὐτοῖς ὁμιλούντων· πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ λεπτότατόν ἐστιν ἐν τούτῳ τῷ μέρει τὸ κρανίον καὶ ἀραιότατον. ὅταν οὖν τινος εἴσω διικνεῖσθαι φαρμάκου τὴν δύναμιν ἰσχυρῶς ἐθελήσῃς, κατὰ τοῦτο μάλιστα τὸ χωρίον ἐπιτίθει. κάλλιον δὲ καὶ μετὰ ἀνατρίψεως αὐτὸ πράττειν, ἀποκείραντα τῶν τριχῶν ξυρῶντα τελέως· εἰ δὑγρὸν εἴη τὸ προσφερόμενον, ἐξ ὑψηλοτέρου βάλλοντα καὶ οἷον κατακρουνίζοντα· διικνεῖται γὰρ εἴσω μᾶλλον ὑπὸ τῆς βολῆς ὠθούμενον. ὥσπερ δἐνταῦθα τὸ σφοδρότερον τῆς βολῆς συμφέρον ἐστὶν, οὕτως ἐπὀφθαλμῶν ἀλυσιτελές· ἐν κεφαλῇ μὲν γὰρ ὀστοῦν ἐστὶ τὸ πληττόμενον, ἐπὶ ὀφθαλμοῦ δὲ ὑμενώδη τινὰ καὶ ἀσθενῆ σώματα. καὶ κατὰ μὲν τὴν κεφαλὴν ἕτερον μέν ἐστι τὸ πληττόμενον, ἄλλο δὲ τὸ θεραπευόμενον, τῆς μὲν πληγῆς οὐκ αἰσθάνεται, τῆς δὲ διὰ τὴν βολὴν ἀφικνουμένης εἰς αὐτὸ δυνάμεως ἀπολαύσει· κατὰ δὲ τὸν ὀφθαλμὸν οὐκ ἄλλο μέν τι τὸ πληττόμενον, ἄλλο δὲ τὸ θεραπευόμενόν ἐστιν· ἀλλὅπερ χρὴ θεραπευθῆναι, τοῦτο καὶ πλήττεται σφοδρῶς. ἔτι τε πρὸς τούτοις τὸ μὲν ὀστοῦν τῆς κεφαλῆς ἀναίσθητόν ἐστιν, αἰσθητικώτερον δὲ μόριον ὀφθαλμός. ἐγχεῖν οὖν αὐτῷ τὰ φάρμακα, πρῶτον μὲν ἐπαίροντας τὸ ἄνω βλέφαρον, ὡς ὅτι μαλακώτατα, δεύτερον δὲ μὴ καταράσσοντας, καθάπερ ἐπὶ τῆς κεφαλῆς. ἐξευρίσκειν δὲ καὶ αὐτὰ τὰ ἐγχεόμενα μετὰ τῶν φαρμάκων ὑγρὰ, φύσεως ἀδηκτοτάτης. καί μοι δοκοῦσιν οἱ παλαιοὶ μετὰ πολλῆς περισκέψεως ἐπὶ τὸ τῶν ὠῶν ὑγρὸν ἀφικέσθαι, τό τε ἀδηκτότατον αὐτοῦ καὶ τὸ γλίσχρον ἑλόμενοι. διὰ μὲν γὰρ τοῦ μηδὅλως δάκνειν προειρημένος αὐτοῖς ἐπληροῦτο σκοπός· διὰ δὲ τοῦ γλίσχρου συντέλειά τις εἰς ἀνωδυνίαν ἐγίγνετο· λεαίνειν γὰρ πέφυκε τὰ τοιαῦτα τῶν ὑγρῶν ἁπάσας τὰς τραχύτητας, ὅσαι διὰ ῥεῦμα γίγνονται δριμύ. καὶ προσέτι μονιμώτερα τῶν ὑδατωδῶν τε καὶ λεπτῶν ὑγρῶν ἐστι τὰ παχέα μετρίως καὶ γλίσχρα. ὅτι μὲν οὖν τὸ χωρὶς τοῦ δάκνειν γλίσχρον, ὅταν καὶ μετρίως θερμὸν, ἀνωδυνώτατόν ἐστιν, ἔμαθες δή που κᾀπὶ τῶν κατὰ τὴν γαστέρα δακνωδῶν διαχωρημάτων, ἐφὧν ἐνιέμενον στέαρ εὐθέως πραΰνει τὴν ὀδύνην. ὅτι δὲ καὶ διαμένειν ἄμεινόν ἐστι τὸ τοιοῦτον ὑγρὸν ἐν τῷ πεπονθότι μορίῳ πρόδηλον. ἐπὶ μὲν γὰρ τῶν κατὰ τὴν γαστέρα τὸ κλύζειν συνεχῶς ἀνιαρόν· ἐπὶ δὲ τῶν κατὰ τὸν ὀφθαλμὸν ἀνατείνειν τὸ βλέφαρον. γε μὴν εὐαισθησία τοῦ μορίου καὶ τὸ λεῖον αἱρεῖσθαι πάντως τὸ μέλλον ἐνίεσθαι καὶ μηδὲν ἐν αὐτῷ ἔχειν τραχὺ καὶ ψαμμῶδες ἐνδείκνυται. διὰ τοῦτοὖν ἐπενοήθη καλῶς τἐκ τῶν ὠῶν ὑγρότης καὶ τὸ λελειῶσθαι χρῆναι σφόδρα ἀκριβῶς, ὅσα γε τῶν γεωδῶν σωμάτων ἀναμίγνυται τοῖς ὀφθαλμικοῖς φαρμάκοις. ὅταν γε μὴν ὀδύναι γίγνωνται σφοδραὶ καταὐτοὺς, ἀναμνησθεὶς ὅσα περὶ γενέσεως ἁπασῶν ὀδυνῶν ἔμαθες, ἐπισκέπτου κατὰ τίνα διάθεσιν ἐξ αὐτῶν ὀδυνᾶσθαι συμβαίνει τὸν ὀφθαλμὸν ἐν ταῖς φλεγμοναῖς, ὑπὲρ ὧν νῦν λόγος ἐστίν. ἤτοι γὰρ ἐπὶ τὸ δάκνεσθαι σφοδρῶς ἐκ τῆς τῶν ἐπιῤῥεόντων δριμύτητος, διὰ τὸ τείνεσθαι πεπληρωμένους τοὺς χιτῶνας αὐτῶν, διἔντασίν τινα παχέων ὑγρῶν πνευμάτων φυσωδῶν, ὀδύναι γίνονται σφοδραὶ καταὐτούς. τὰς μὲν οὖν δήξεις διά τε τῶν καθαιρόντων φαρμάκων ἀντισπῶντας κάτω καὶ κενοῦντας θεραπεύειν προσήκει καὶ αὐτῷ τῷ μορίῳ τοῦ ὠοῦ τὸ ὑγρὸν ἐγχέοντας, ὅπως ἀλύπως ἐκκλύζηται σὺν αὐτῷ τὸ δριμὺ ῥεῦμα. προπεπεμμένης δὲ τῆς φλεγμονῆς ἤδη καὶ κενοῦ τοῦ σώματος ὄντος, ἐπιτηδειότατα τούτοις ἐστὶ λουτρά· καὶ γὰρ ἀνώδυνοι παραχρῆμα γίνονται καὶ παύεται τὸ ἐπιῤῥέον ὑγρὸν τοῖς ὀφθαλμοῖς, ἐκκριθέντος μὲν τοῦ πλείστου διὅλου τοῦ σώματος ἐν τοῖς λουτροῖς, ἐπικερασθέντος δὲ τοῦ λοιποῦ. τὰς δἐπὶ τῇ πληρώσει τάσεις διά τε κενώσεως αἵματος καὶ γαστρὸς ὑπαγωγῆς καὶ τρίψεως τῶν κάτω μορίων ἰάσασθαι προσήκει· εἰ δἀναγκαζοίμεθά ποτε, καὶ δεσμοῖς τῶν κώλων, ἔπειτα πυριάσεσιν αὐτοῦ τοῦ φλεγμαίνοντος μορίου, διὕδατος ποτίμου θερμοῦ συμμέτρως· τὰς δἐντάσεις προκενώσαντα κᾀπὶ τούτων τὸ πᾶν σῶμα καὶ μέντοι καὶ ἀντισπάσαντα κάτω τὴν ῥοπὴν τῶν χυμῶν. ἑξῆς αὐτοῖς τοῖς τοπικοῖς ὀνομαζομένοις βοηθήμασι θεραπεύειν, οὐ τοῖς ἀποκρουομένοις καὶ ἀναστέλλουσι φαρμάκοις χρώμενον, ἀλλὰ τοῖς διαφοροῦσι. πυριατέον οὖν αὐτοὺς, ὡς ἀρτίως εἴρηται, καὶ τὸ τῆς τήλεως ἐγχυτέον ἀφέψημα, προπλύναντας ἐπιμελῶς τὴν τῆλιν, ὅπως μηδὲν αὐτῇ προσιζηκὸς ἤτοι κόνεως ψάμμου λάθῃ. διαφορητικὸν γὰρ ἀλύπως ἐστὶ τὸ φάρμακον τοῦτο, πάντων μάλιστα τῶν ὀφθαλμοῖς προσφερομένων. μεμνῆσθαι δὲ χρὴ τῶν κοινῶν παραγγελμάτων ἐπὶ πάντων τῶν κατὰ μέρος. ὧν ἓν καὶ τόδἐστὶν, ὡς τὰ διαφορητικὰ φάρμακα πλήθους ὄντος ἐν ὅλῳ σώματι μορίοις τισὶ προσφερόμενα  πληροῖ μᾶλλον κενοῖ. ταῦτά τε οὖν καὶ τὰ ἄλλα θεραπεύων νοσήματα καὶ τὰς φλεγμονὰς, ὑπὲρ ὧν νῦν λόγος ἐστὶ, μηδενὶ θαῤῥήσεις τῶν διαφορητικῶν ὀνομαζομένων βοηθημάτων, πρὶν τῇ τοῦ σώματος ὅλου χρήσασθαι κενώσει. πρόσεχε δὲ κᾀκείνῳ τὸν νοῦν ἐπὶ πάντων παθῶν, οὐ μόνον φλεγμονῶν, ὡς ἐνίοτε τὸ μὲν ὅλον σῶμα μετρίως διάκειται κατά τε ποιότητα καὶ συμμετρίαν χυμῶν· ἓν δέ τι τῶν ὑπερκειμένων δύο τῷ κάμνοντι μορίῳ τὴν ἑαυτοῦ περιουσίαν ἐκπέμπει· καθάπερ ἀμέλει κᾀπὶ τῶν ὀφθαλμῶν οὐ σπανιάκις, ἀλλὰ καὶ πάνυ πολλάκις ἰδεῖν ἐστι γιγνόμενον, ἐπιπεμπούσης αὐτοῖς τῆς κεφαλῆς τὸ ῥεῦμα. πρόδηλον οὖν, οἶμαι, κᾀπὶ τούτων ἐστὶν ὡς χρὴ τὴν κεφαλὴν ἰάσασθαι προτέραν, εὑρόντα τὴν διάθεσιν αὐτῆς, τῶν περιττωμάτων γένεσις ἕπεται. καὶ τά γε χρονίζοντα τῶν ὀφθαλμῶν ῥεύματα θεραπεύομεν ἀφιστάμενοι μὲν αὐτῶν τῶν ὀφθαλμῶν, ἐπὶ δὲ τὴν τῆς κεφαλῆς ἀφικνούμενοι πρόνοιαν· ἐκ μὲν τοῦ γένους τῶν δυσκρασιῶν οὖσαν, ἐνδεικνυμένην δὲ θεραπείαν ἐναντίαν ἑαυτῇ, καθὸ δέδεικται πρόσθεν. ὡς τὰ πολλὰ μὲν οὖν ἤτοι ψυχρὰ δυσκρασία γίγνεται βλαβερὰ κατὰ τὴν κεφαλὴν ὑγρά· καὶ δῆλον ὅτι καὶ ἀμφότεραι συνέρχονται. σπανιώτεραι δέ εἰσιν αἱ διὰ θερμότητα δριμὺ ῥεῦμα τοῖς ὀφθαλμοῖς ἐπιπέμπουσαι, καθἃς οὐ προσήκει τοῖς διὰ θαψίας καὶ τοῦ νάπυος χρῆσθαι φαρμάκοις, ἀλλὰ τοὐναντίον ἅπαν, ἐλαίῳ μὲν ὀμφακίνῳ τε καὶ Ἱσπανῷ καὶ ῥοδίνῳ, λουτροῖς δὲ ποτίμων ὑδάτων πλείοσιν. ἐνίοτε μὲν οὖν ἐγκέφαλος ἐπιπέμπει τὸ ῥεῦμα· καὶ χρὴ τούτου μὲν τὴν κρᾶσιν ἐπανορθοῦσθαι τοῖς ὅλης τῆς κεφαλῆς ἐπιθέμασιν. ἐνίοτε δὲ τῶν ἀγγείων ἐστὶ τὸ πάθος ἤτοι τῶν φλεβῶν τῶν ἀρτηριῶν ἀτονωτέρων ὑπαρχουσῶν, ὡς δέχεσθαι τὴν τῶν ἄλλων ἀγγείων περιουσίαν. ἡνίκα ἐκτέμνοντές τι μέρος αὐτῶν καὶ διατέμνοντες ὅλα μέχρι πολλοῦ βάθους, διαλαμβάνομεν οὐλῇ σκληρᾷ τὰ μεταξὺ διορίζοντες μόρια τοῦ τμηθέντος, ὡς μηκέτεἶναι συνεχῆ, μηδἐπιῤῥεῖν ἐκ τοῦ ἑτέρου πρὸς τὸ ἕτερον. ἀλλὅταν γε τῶν ἐν τῷ βάθει κειμένων ἀγγείων τῶν ἄνωθεν ἡκόντων ἅμα τοῖς νεύροις ἐπὶ τοὺς ὀφθαλμοὺς τὸ πάθημα, τούτων οὐδὲν οἷόν τἐστὶ πρᾶξαι· διὸ καὶ δυσίατα πάντα τὰ τοιαῦτα ῥεύματα γίγνεται. τὰ δἔξωθεν ἀγγεῖα καὶ χωρὶς χειρουργίας ἔνεστι ῥῶσαι, φαρμάκοις καταχρίοντα τονωτικοῖς. ἐνίοτε δὲ καὶ θερμὸν αἷμα καὶ ἀτμῶν μεστὸν ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται καὶ πληθύει μάλιστα κατὰ τὰς ἀρτηρίας. ἐφοὗ χρησιμώτατον εὕρηται βοήθημα τοῖς ἰατροῖς ἀρτηριοτομία. χρὴ δὲ ξυροῦντα τὴν κεφαλὴν ἐπιμελῶς ἅπτεσθαι τῶν τὀπίσω καὶ καθἑκάτερον οὖς ἀρτηριῶν καὶ τῶν ἐν τῷ μετώπῳ τε καὶ τοὺς κροτάφους. ὅσοι δαὐτῶν θερμότεραί σοι φαίνονται τῶν ἄλλων εἶναι καὶ μᾶλλον σφύζειν, ἐκείνας τέμνειν· ὅσαι δὲ μικραί τέ εἰσι καὶ ὑπὸ τῷ δέρματι, κᾂν μέρος αὐτῶν ἐκτέμνῃς, ὥσπερ ἐν τοῖς σκέλεσιν ἐπὶ τῶν κιρσῶν εἰώθαμεν πράττειν, ἄμεινον ἐργάσῃ. καὶ τῶν καθἡμᾶς γέ τις ὀφθαλμικῶν οὐχ φαυλότατος ἐξέκοπτε τῶν ἐποχουμένων τοῖς κροταφίταις μυσὶν ἀρτηριῶν οὐκ ὀλιγίστην μοῖραν. ὡς τὰ πολλὰ μὲν οὖν ἀνασπᾶται τῆς ἐκτμηθείσης ἀρτηρίας τὰ καταλειπόμενα μόρια πρὸς τὸ συνεχὲς ἀμφοτέρων, καὶ μᾶλλον γίνεται τοῦτο ἐπί τε τῶν μικρῶν ἀγγείων καὶ ἧττον σφυζόντων. εἰ δἐν τῷ γυμνοῦν φαίνοιτό σοι μέγα τὸ ἀγγεῖον μεγάλως σφύζοι, ἀσφαλέστερον αὐτῷ βρόχον περιβάλλοντα πρότερον, οὕτως ἐκκόπτειν τὸ μεταξύ. γιγνέσθωσαν δοἱ τοιοῦτοι τῶν βρόχων ἐξ ὕλης δυσσήπτου· τοιαύτη δἐστὶν ἐν Ῥώμῃ μὲν τῶν Γαϊετανῶν ὀνομαζομένων, ἐκ μὲν τῆς τῶν Κελτῶν χώρας κομιζομένων, πιπρασκομένων δὲ μάλιστα κατὰ τὴν ἱερὰν ὁδὸν, ἥτις ἐκ τοῦ τῆς Ῥώμης ἱεροῦ κατάγει πρὸς τὰς ἀγοράς. τούτων μὲν οὖν ἐν Ῥώμῃ ῥᾷστον εὐπορῆσαι· καὶ γὰρ εὐωνότατα πιπράσκεται. κατἄλλην δὲ πόλιν ἰατρεύοντί σοι παρασκευάσθω τῶν νημάτων τι τῶν σηρικῶν ὀνομαζομένων. ἔχουσι γὰρ αἱ πλούσιαι γυναῖκες αὐτὰ πολλαχόθι τῆς ὑπὸ Ῥωμαίων ἀρχῆς, καὶ μάλιστα ἐν μεγάλαις πολέσιν, ἐν αἷς εἰσι πολλαὶ τῶν τοιούτων γυναικῶν. εἰ δὲ μὴ παρείη τοῦτο, τῶν κατἐκείνην τὴν χώραν ἐν ᾗπερ ἂν ὢν τυγχάνῃς ἐκλέγου τὴν ἀσηπτοτέραν ὕλην, οἵα πέρ ἐστιν τῶν ἰσχνῶν χορδῶν· αἱ μὲν γὰρ εὔσηπτοι ταχέως ἀποπίπτουσι τῶν ἀγγείων. ἡμεῖς δὲ βουλόμεθα περισαρκωθέντων αὐτῶν ἀποπίπτειν τὸν βρόχον. γὰρ ἐπιτρεφομένη τοῖς ἀποτετμημένοις μέρεσι τῶν ἀγγείων σὰρξ ἐπίθεμα γίγνεται καὶ μύει τὸ στόμιον αὐτῶν. ἐπειδὰν δὲ φθάσῃ γενέσθαι, καιρὸς ἤδη τοῖς βρόχοις ἀκινδύνως ἀποῤῥυῆναι. τὰς μέντοι φλέβας, ὅτἄν ποτε ἐκτέμνῃς τι μόριον αὐτῶν, οὐκ ἀναγκαῖον οὕτως ἀσήπτοις ὕλαις διαδεῖν, ἀλλἀρκεῖ καὶ τῶν ἄλλων τις. ἐπὶ μὲν γὰρ τῶν ἀρτηριῶν διηνεκὴς κίνησις ἀνοίγνυσι τὰ στόματα τῶν τετμημένων ἀγγείων· ἐπὶ δὲ τῶν φλεβῶν, ὅταν ἅπαξ μύσῃ καθὁντιναοῦν τρόπον ἤτοι πιληθέντα διἐπιδέσεως στυφθέντα διὰ φαρμάκων, ἐπιτρέπει τῇ πέριξ σαρκὶ περιφύεσθαι, καὶ μάλισθὅταν ἀκίνητον ἔχῃ τὸ μέρος χειρουργηθεὶς ἄνθρωπος, ἔτι δὲ μᾶλλον, ἐὰν καὶ ἀνάῤῥοπον ἔχῃ ἐπὶ κενῷ τῷ σύμπαντι σώματι. καὶ γάρ τοι καὶ τοὺς κιρσοὺς οὕτω θεραπεύομεν. ὀνομάζεται δὲ κιρσὸς ἀνευρυσμένη φλέψ. ἀνευρύνεται δἐν ὄρχεσί τε καὶ σκέλεσι τοὐπίπαν. ἐπεὶ δὲ γραφομένων ἔτι τῶνδε τῶν ὑπομνημάτων ἠξίωσαν οὐκ ὀλίγοι τῶν ἑταίρων ἐπὶ τῇ τελευτῇ τῆς ὅλης πραγματείας ἁπάντων ἐφεξῆς με τῶν κατὰ χειρουργίαν μνημονεῦσαι, διὰ τοῦτο καὶ νῦν περὶ τῶν κιρσῶν ἀναβεβλήσθω λόγος. ὄντων δοὐκ ὀλίγων κατὰ μέρος ἐν ὀφθαλμοῖς παθῶν εἰδικωτέρας θεραπείας δεομένων, οὐδὑπὲρ ἐκείνων ἔτι λέγειν ἐνταυθοῖ προσήκει. τῷ μὲν γὰρ ἐπιμελῶς ἀνεγνωκότι τὰ πρόσθεν εἰρημένα καὶ φύσει συνετῷ ῥᾷστόν ἐστι κατὰ τὴν ἀκολουθίαν ἐξευρίσκειν ἅπαντα· τοῖς δὲ μὴ τοιούτοις ἄμεινον ἰδίᾳ γράψαι θεραπευτικὴν πραγματείαν ἁπάντων τῶν ἐν ὀφθαλμοῖς παθῶν, ἐπεὶ καὶ πολλοὶ τῶν ἑταίρων οὕτως ἀξιοῦσιν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up