Parodos
Ἰοκάστη
Φοίνισσαν βοὰν
κλύουσʼ, νεάνιδες, γηραιὸν
πόδʼ ἕλκω, τρομερὰν βάσιν· ἰὼ τέκνον,
305 χρόνῳ σὸν ὄμμα μυρίαις τʼ ἐν ἁμέραις
προσεῖδον· ἀμφίβαλλε μα-
στὸν ὠλέναισι ματέρος,
παρηίδων τʼ ὄρεγμα βο-
στρύχων τε κυανόχρωτα χαί-
τας πλόκαμον, δέραν σκιάζων ἁμάν.
310 ἰὼ ἰώ, μόλις φανεὶς
ἄελπτα κἀδόκητα ματρὸς ὠλέναις.
τί φῶ σε; πῶς ἅπαντα
καὶ χερσὶ καὶ λόγοισι
πολυέλικτον ἁδονὰν
315 ἐκεῖσε καὶ τὸ δεῦρο
περιχορεύουσα τέρψιν παλαιᾶν λάβω
χαρμονᾶν; ἰὼ τέκος,
ἔρημον πατρῷον ἔλιπες δόμον
φυγὰς ἀποσταλεὶς ὁμαίμου λώβᾳ,
320 ποθεινὸς φίλοις,
ποθεινὸς Θήβαις.
ὅθεν ἐμάν τε λευκόχροα κείρομαι
δακρυόεσσʼ ἀνεῖσα πένθει κόμαν,
ἄπεπλος φαρέων λευκῶν, τέκνον,
325 δυσόρφναια δʼ ἀμφὶ τρύχη τάδε
σκότιʼ ἀμείβομαι.
δʼ ἐν δόμοισι πρέσβυς ὀμματοστερὴς
ἀπήνας ὁμοπτέρου τᾶς ἀπο-
ζυγείσας δόμων
330 πόθον ἀμφιδάκρυτον ἀεὶ κατ-
έχων ἀνῇξε μὲν ξίφους
ἐπʼ αὐτόχειρά τε σφαγάν,
ὑπὲρ τέραμνά τʼ ἀγχόνας,
στενάζων ἀρὰς τέκνοις·
335 σὺν ἀλαλαῖσι δʼ αἰὲν αἰαγμάτων
σκότια κρύπτεται.
σὲ δʼ, τέκνον, καὶ γάμοισι δὴ
κλύω ζυγέντα παιδοποιὸν ἁδονὰν
ξένοισιν ἐν δόμοις ἔχειν
340 ξένον τε κῆδος ἀμφέπειν,
ἄλαστα ματρὶ τᾷδε Λα-
ίῳ τε τῷ παλαιγενεῖ,
γάμων ἐπακτὸν ἄταν.
ἐγὼ δʼ οὔτε σοι πυρὸς ἀνῆψα φῶς
345 νόμιμον ἐν γάμοις
ὡς πρέπει ματέρι μακαρίᾳ·
ἀνυμέναια δʼ Ἰσμηνὸς ἐκηδεύθη
λουτροφόρου χλιδᾶς, ἀνὰ δὲ Θηβαίαν
πόλιν ἐσιγάθη σᾶς ἔσοδοι νύμφας.
350 ὄλοιτο, τάδʼ εἴτε σίδαρος
εἴτʼ ἔρις εἴτε πατὴρ σὸς αἴτιος,
εἴτε τὸ δαιμόνιον κατεκώμασε
δώμασιν Οἰδιπόδα·
πρὸς ἐμὲ γὰρ κακῶν ἔμολε τῶνδʼ ἄχη.
Χορός
355 δεινὸν γυναιξὶν αἱ διʼ ὠδίνων γοναί,
καὶ φιλότεκνόν πως πᾶν γυναικεῖον γένος.
Πολυνείκης
μῆτερ, φρονῶν εὖ κοὐ φρονῶν ἀφικόμην
ἐχθροὺς ἐς ἄνδρας· ἀλλʼ ἀναγκαίως ἔχει
πατρίδος ἐρᾶν ἅπαντας· ὃς δʼ ἄλλως λέγει,
360 λόγοισι χαίρει τὸν δὲ νοῦν ἐκεῖσʼ ἔχει.
οὕτω δʼ ἐτάρβουν ἐς φόβον τʼ ἀφικόμην,
μή τις δόλος με πρὸς κασιγνήτου κτάνῃ,
ὥστε ξιφήρη χεῖρʼ ἔχων διʼ ἄστεως
κυκλῶν πρόσωπον ἦλθον. ἓν δέ μʼ ὠφελεῖ,
365 σπονδαί τε καὶ σὴ πίστις, μʼ ἐσήγαγε
τείχη πατρῷα· πολύδακρυς δʼ ἀφικόμην,
χρόνιος ἰδὼν μέλαθρα καὶ βωμοὺς θεῶν
γυμνάσιά θʼ οἷσιν ἐνετράφην Δίρκης θʼ ὕδωρ·
ὧν οὐ δικαίως ἀπελαθεὶς ξένην πόλιν
370 ναίω, διʼ ὄσσων νᾶμʼ ἔχων δακρύρροον.
ἀλλʼ ἐκ γὰρ ἄλγους ἄλγος αὖ σὲ δέρκομαι
κάρα ξυρῆκες καὶ πέπλους μελαγχίμους
ἔχουσαν, οἴμοι τῶν ἐμῶν ἐγὼ κακῶν.
ὡς δεινὸν ἔχθρα, μῆτερ, οἰκείων φίλων
375 καὶ δυσλύτους ἔχουσα τὰς διαλλαγάς.
τί γὰρ πατήρ μοι πρέσβυς ἐν δόμοισι δρᾷ,
σκότον δεδορκώς; τί δὲ κασίγνηται δύο;
που στένουσι τλήμονες φυγὰς ἐμάς;
Ἰοκάστη
κακῶς θεῶν τις Οἰδίπου φθείρει γένος·
380 οὕτω γὰρ ἤρξατʼ, ἄνομα μὲν τεκεῖν ἐμέ,
κακῶς δὲ γῆμαι πατέρα σὸν φῦναί τε σέ.
ἀτὰρ τί ταῦτα; δεῖ φέρειν τὰ τῶν θεῶν.
ὅπως δʼ ἔρωμαι, μή τι σὴν δάκω φρένα,
δέδοιχʼ, χρῄζω· διὰ πόθου δʼ ἐλήλυθα.
Πολυνείκης
385 ἀλλʼ ἐξερώτα, μηδὲν ἐνδεὲς λίπῃς·
γὰρ σὺ βούλῃ, ταὔτʼ ἐμοί, μῆτερ, φίλα.
Ἰοκάστη
καὶ δή σʼ ἐρωτῶ πρῶτον ὧν χρῄζω τυχεῖν,
τί τὸ στέρεσθαι πατρίδος; κακὸν μέγα;
Πολυνείκης
μέγιστον· ἔργῳ δʼ ἐστὶ μεῖζον λόγῳ.
Ἰοκάστη
390 τίς τρόπος αὐτοῦ; τί φυγάσιν τὸ δυσχερές;
Πολυνείκης
ἓν μὲν μέγιστον, οὐκ ἔχει παρρησίαν.
Ἰοκάστη
δούλου τόδʼ εἶπας, μὴ λέγειν τις φρονεῖ.
Πολυνείκης
τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών.
Ἰοκάστη
καὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς.
Πολυνείκης
395 ἀλλʼ ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον.
Ἰοκάστη
αἱ δʼ ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος.
Πολυνείκης
καλοῖς βλέπουσαί γʼ ὄμμασιν, μέλλουσι δέ.
Ἰοκάστη
οὐδʼ χρόνος αὐτὰς διεσάφησʼ οὔσας κενάς;
Πολυνείκης
ἔχουσιν Ἀφροδίτην τινʼ ἡδεῖαν κακῶν.
Ἰοκάστη
400 πόθεν δʼ ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον;
Πολυνείκης
ποτὲ μὲν ἐπʼ ἦμαρ εἶχον, εἶτʼ οὐκ εἶχον ἄν.
Ἰοκάστη
φίλοι δὲ πατρὸς καὶ ξένοι σʼ οὐκ ὠφέλουν;
Πολυνείκης
εὖ πρᾶσσε· τὰ φίλων δʼ οὐδέν, ἤν τι δυστυχῇς.
Ἰοκάστη
οὐδʼ ηὑγένειά σʼ ἦρεν εἰς ὕψος μέγαν;
Πολυνείκης
405 κακὸν τὸ μὴ ἔχειν· τὸ γένος οὐκ ἔβοσκέ με.
Ἰοκάστη
πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς.
Πολυνείκης
οὐδʼ ὀνομάσαι δύναιʼ ἂν ὡς ἐστὶν φίλον.
Ἰοκάστη
πῶς δʼ ἦλθες Ἄργος; τίνʼ ἐπίνοιαν ἔσχεθες;
Πολυνείκης
ἔχρησʼ Ἀδράστῳ Λοξίας χρησμόν τινα.
Ἰοκάστη
410 ποῖον; τί τοῦτʼ ἔλεξας; οὐκ ἔχω μαθεῖν.
Πολυνείκης
κάπρῳ λέοντί θʼ ἁρμόσαι παίδων γάμους.
Ἰοκάστη
καὶ σοὶ τί θηρῶν ὀνόματος μετῆν, τέκνον;
Πολυνείκης
οὐκ οἶδʼ· δαίμων μʼ ἐκάλεσεν πρὸς τὴν τύχην.
Ἰοκάστη
σοφὸς γὰρ θεός· τίνι τρόπῳ δʼ ἔσχες λέχος;
Πολυνείκης
415 νὺξ ἦν, Ἀδράστου δʼ ἦλθον ἐς παραστάδας.
Ἰοκάστη
κοίτας ματεύων, φυγὰς πλανώμενος;
Πολυνείκης
ἦν ταῦτα· κᾆτά γʼ ἦλθεν ἄλλος αὖ φυγάς.
Ἰοκάστη
τίς οὗτος; ὡς ἄρʼ ἄθλιος κἀκεῖνος ἦν.
Πολυνείκης
Τυδεύς, ὃν Οἰνέως φασὶν ἐκφῦναι πατρός.
Ἰοκάστη
420 τί θηρσὶν ὑμᾶς δῆτʼ Ἄδραστος ᾔκασεν;
Πολυνείκης
στρωμνῆς ἐς ἀλκὴν οὕνεκʼ ἤλθομεν πέρι.
Ἰοκάστη
ἐνταῦθα Ταλαοῦ παῖς συνῆκε θέσφατα;
Πολυνείκης
κἄδωκέ γʼ ἡμῖν δύο δυοῖν νεάνιδας.
Ἰοκάστη
ἆρʼ εὐτυχεῖς οὖν τοῖς γάμοις δυστυχεῖς;
Πολυνείκης
425 οὐ μεμπτὸς ἡμῖν γάμος ἐς τόδʼ ἡμέρας.
Ἰοκάστη
πῶς δʼ ἐξέπεισας δεῦρό σοι σπέσθαι στρατόν;
Πολυνείκης
δισσοῖς Ἄδραστος ὤμοσεν γαμβροῖς τόδε,
Τυδεῖ τε κἀμοί· σύγγαμος γάρ ἐστʼ ἐμός·
ἄμφω κατάξειν ἐς πάτραν, πρόσθεν δʼ ἐμέ.
430 πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροι
πάρεισι, λυπρὰν χάριν, ἀναγκαίαν δʼ, ἐμοὶ
διδόντες· ἐπὶ γὰρ τὴν ἐμὴν στρατεύομαι
πόλιν. θεοὺς δʼ ἐπώμοσʼ ὡς ἀκουσίως
τοῖς φιλτάτοις ἑκοῦσιν ἠράμην δόρυ.
435 ἀλλʼ ἐς σὲ τείνει τῶνδε διάλυσις κακῶν,
μῆτερ, διαλλάξασαν ὁμογενεῖς φίλους
παῦσαι πόνων με καὶ σὲ καὶ πᾶσαν πόλιν.
πάλαι μὲν οὖν ὑμνηθέν, ἀλλʼ ὅμως ἐρῶ·
τὰ χρήματʼ ἀνθρώποισι τιμιώτατα,
440 δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει.
ἁγὼ μεθήκω δεῦρο μυρίαν ἄγων
λόγχην· πένης γὰρ οὐδὲν εὐγενὴς ἀνήρ.
Χορός
καὶ μὴν Ἐτεοκλῆς ἐς διαλλαγὰς ὅδε
χωρεῖ· σὸν ἔργον, μῆτερ Ἰοκάστη, λέγειν
445 τοιούσδε μύθους οἷς διαλλάξεις τέκνα.
Ἐτεοκλῆς
μῆτερ, πάρειμι· τὴν χάριν δὲ σοὶ διδοὺς
ἦλθον. τί χρὴ δρᾶν; ἀρχέτω δέ τις λόγου·
ὡς ἀμφὶ τείχη καὶ ξυνωρίδας λόχων
τάσσων ἐπέσχον πόλιν, ὅπως κλύοιμί σου
450 κοινὰς βραβείας, αἷς ὑπόσπονδον μολεῖν
τόνδʼ εἰσεδέξω τειχέων πείσασά με.
Ἰοκάστη
ἐπίσχες· οὔτοι τὸ ταχὺ τὴν δίκην ἔχει,
βραδεῖς δὲ μῦθοι πλεῖστον ἀνύουσιν σοφόν.
σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς·
455 οὐ γὰρ τὸ λαιμότμητον εἰσορᾷς κάρα
Γοργόνος, ἀδελφὸν δʼ εἰσορᾷς ἥκοντα σόν.
σύ τʼ αὖ πρόσωπον πρὸς κασίγνητον στρέφε,
Πολύνεικες· ἐς γὰρ ταὐτὸν ὄμμασιν βλέπων
λέξεις τʼ ἄμεινον τοῦδέ τʼ ἐνδέξῃ λόγους.
460 παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν·
ὅταν φίλος τις ἀνδρὶ θυμωθεὶς φίλῳ
ἐς ἓν συνελθὼν ὄμματʼ ὄμμασιν διδῷ,
ἐφʼ οἷσιν ἥκει, ταῦτα χρὴ μόνον σκοπεῖν,
κακῶν δὲ τῶν πρὶν μηδενὸς μνείαν ἔχειν.
465 λόγος μὲν οὖν σὸς πρόσθε, Πολύνεικες τέκνον·
σὺ γὰρ στράτευμα Δαναϊδῶν ἥκεις ἄγων,
ἄδικα πεπονθώς, ὡς σὺ φῄς· κριτὴς δέ τις
θεῶν γένοιτο καὶ διαλλακτὴς κακῶν.
Πολυνείκης
ἁπλοῦς μῦθος τῆς ἀληθείας ἔφυ,
470 κοὐ ποικίλων δεῖ τἄνδιχʼ ἑρμηνευμάτων·
ἔχει γὰρ αὐτὰ καιρόν· δʼ ἄδικος λόγος
νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν.
ἐγὼ δὲ πατρὸς δωμάτων προυσκεψάμην
τοὐμόν τε καὶ τοῦδʼ, ἐκφυγεῖν χρῄζων ἀρὰς
475 ἃς Οἰδίπους ἐφθέγξατʼ εἰς ἡμᾶς ποτε,
ἐξῆλθον ἔξω τῆσδʼ ἑκὼν αὐτὸς χθονός,
δοὺς τῷδʼ ἀνάσσειν πατρίδος ἐνιαυτοῦ κύκλον,
ὥστʼ αὐτὸς ἄρχειν αὖθις ἀνὰ μέρος λαβὼν
καὶ μὴ διʼ ἔχθρας τῷδε καὶ φθόνου μολὼν
480 κακόν τι δρᾶσαι καὶ παθεῖν, γίγνεται.
δʼ αἰνέσας ταῦθʼ ὁρκίους τε δοὺς θεούς,
ἔδρασεν οὐδὲν ὧν ὑπέσχετʼ, ἀλλʼ ἔχει
τυραννίδʼ αὐτὸς καὶ δόμων ἐμῶν μέρος.
καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼν
485 στρατὸν μὲν ἔξω τῆσδʼ ἀποστεῖλαι χθονός,
οἰκεῖν δὲ τὸν ἐμὸν οἶκον ἀνὰ μέρος λαβὼν
καὶ τῷδʼ ἀφεῖναι τὸν ἴσον αὖθις αὖ χρόνον,
καὶ μήτε πορθεῖν πατρίδα μήτε προσφέρειν
πύργοισι πηκτῶν κλιμάκων προσαμβάσεις,
490 μὴ κυρήσας τῆς δίκης πειράσομαι
δρᾶν. μάρτυρας δὲ τῶνδε δαίμονας καλῶ,
ὡς πάντα πράσσων σὺν δίκῃ, δίκης ἄτερ
ἀποστεροῦμαι πατρίδος ἀνοσιώτατα.
ταῦτʼ αὔθʼ ἕκαστα, μῆτερ, οὐχὶ περιπλοκὰς
495 λόγων ἀθροίσας εἶπον, ἀλλὰ καὶ σοφοῖς
καὶ τοῖσι φαύλοις ἔνδιχʼ, ὡς ἐμοὶ δοκεῖ.
Χορός
ἐμοὶ μέν, εἰ καὶ μὴ καθʼ Ἑλλήνων χθόνα
τεθράμμεθʼ, ἀλλʼ οὖν ξυνετά μοι δοκεῖς λέγειν.
Ἐτεοκλῆς
εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θʼ ἅμα,
500 οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις·
νῦν δʼ οὔθʼ ὅμοιον οὐδὲν οὔτʼ ἴσον βροτοῖς,
πλὴν ὀνόμασαι· τὸ δʼ ἔργον οὐκ ἔστιν τόδε.
ἐγὼ γὰρ οὐδέν, μῆτερ, ἀποκρύψας ἐρῶ·
ἄστρων ἂν ἔλθοιμʼ ἡλίου πρὸς ἀντολὰς
505 καὶ γῆς ἔνερθεν, δυνατὸς ὢν δρᾶσαι τάδε,
τὴν θεῶν μεγίστην ὥστʼ ἔχειν Τυραννίδα.
τοῦτʼ οὖν τὸ χρηστόν, μῆτερ, οὐχὶ βούλομαι
ἄλλῳ παρεῖναι μᾶλλον σῴζειν ἐμοί·
ἀνανδρία γάρ, τὸ πλέον ὅστις ἀπολέσας
510 τοὔλασσον ἔλαβε. πρὸς δὲ τοῖσδʼ αἰσχύνομαι,
ἐλθόντα σὺν ὅπλοις τόνδε καὶ πορθοῦντα γῆν
τυχεῖν χρῄζει· ταῖς γὰρ ἂν Θήβαις τόδε
γένοιτʼ ὄνειδος, εἰ Μυκηναίου δορὸς
φόβῳ παρείην σκῆπτρα τἀμὰ τῷδʼ ἔχειν.
515 χρῆν δʼ αὐτὸν οὐχ ὅπλοισι τὰς διαλλαγάς,
μῆτερ, ποιεῖσθαι· πᾶν γὰρ ἐξαιρεῖ λόγος
καὶ σίδηρος πολεμίων δράσειεν ἄν.
ἀλλʼ, εἰ μὲν ἄλλως τήνδε γῆν οἰκεῖν θέλει,
ἔξεστʼ· ἐκεῖνο δʼ οὐχ ἑκὼν μεθήσομαι.
520 ἄρχειν παρόν μοι, τῷδε δουλεύσω ποτέ;
πρὸς ταῦτʼ ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα,
ζεύγνυσθε δʼ ἵππους, πεδία πίμπλαθʼ ἁρμάτων,
ὡς οὐ παρήσω τῷδʼ ἐμὴν τυραννίδα.
εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι
525 κάλλιστον ἀδικεῖν, τἄλλα δʼ εὐσεβεῖν χρεών.
Χορός
οὐκ εὖ λέγειν χρὴ μὴ ʼπὶ τοῖς ἔργοις καλοῖς·
οὐ γὰρ καλὸν τοῦτʼ, ἀλλὰ τῇ δίκῃ πικρόν.
Ἰοκάστη
τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά,
Ἐτεόκλεες, πρόσεστιν· ἀλλʼ ἡμπειρία
530 ἔχει τι λέξαι τῶν νέων σοφώτερον.
τί τῆς κακίστης δαιμόνων ἐφίεσαι
Φιλοτιμίας, παῖ; μὴ σύ γʼ· ἄδικος θεός·
πολλοὺς δʼ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας
ἐσῆλθε κἀξῆλθʼ ἐπʼ ὀλέθρῳ τῶν χρωμένων·
535 ἐφʼ σὺ μαίνῃ. κεῖνο κάλλιον, τέκνον,
Ἰσότητα τιμᾶν, φίλους ἀεὶ φίλοις
πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις
συνδεῖ· τὸ γὰρ ἴσον μόνιμον ἀνθρώποις ἔφυ,
τῷ πλέονι δʼ αἰεὶ πολέμιον καθίσταται
540 τοὔλασσον ἐχθρᾶς θʼ ἡμέρας κατάρχεται.
καὶ γὰρ μέτρʼ ἀνθρώποισι καὶ μέρη σταθμῶν
Ἰσότης ἔταξε κἀριθμὸν διώρισε,
νυκτός τʼ ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶς
ἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον,
545 κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον.
εἶθʼ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς
σὺ δʼ οὐκ ἀνέξῃ δωμάτων ἔχων ἴσον
καὶ τῷδε νεῖμαι; κᾆτα ποῦ ʼστιν δίκη;
τί τὴν τυραννίδʼ, ἀδικίαν εὐδαίμονα,
550 τιμᾷς ὑπέρφευ καὶ μέγʼ ἥγησαι τόδε;
περιβλέπεσθαι τίμιον; κενὸν μὲν οὖν.
πολλὰ μοχθεῖν πόλλʼ ἔχων ἐν δώμασι
βούλῃ; τί δʼ ἔστι τὸ πλέον; ὄνομʼ ἔχει μόνον·
ἐπεὶ τά γʼ ἀρκοῦνθʼ ἱκανὰ τοῖς γε σώφροσιν.
555 οὔτοι τὰ χρήματʼ ἴδια κέκτηνται βροτοί,
τὰ τῶν θεῶν δʼ ἔχοντες ἐπιμελούμεθα·
ὅταν δὲ χρῄζωσʼ, αὔτʼ ἀφαιροῦνται πάλιν.
δʼ ὄλβος οὐ βέβαιος, ἀλλʼ ἐφήμερος.
ἄγʼ, ἤν σʼ ἔρωμαι δύο λόγω προθεῖσʼ ἅμα,
560 πότερα τυραννεῖν πόλιν σῷσαι θέλεις,
ἐρεῖς τυραννεῖν; ἢν δὲ νικήσῃ σʼ ὅδε;
Ἀργεῖά τʼ ἔγχη δόρυ τὸ Καδμείων ἕλῃ,
ὄψῃ δαμασθὲν ἄστυ Θηβαῖον τόδε,
ὄψῃ δὲ πολλὰς αἰχμαλωτίδας κόρας
565 βίᾳ πρὸς ἀνδρῶν πολεμίων πορθουμένας.
ὀδυνηρὸς ἆρʼ πλοῦτος, ὃν ζητεῖς ἔχειν,
γενήσεται Θήβαισι, φιλότιμος δὲ σύ.
σοὶ μὲν τάδʼ αὐδῶ. σοὶ δέ, Πολύνεικες, λέγω·
ἀμαθεῖς Ἄδραστος χάριτας ἔς σʼ ἀνήψατο,
570 ἀσύνετα δʼ ἦλθες καὶ σὺ πορθήσων πόλιν.
φέρʼ, ἢν ἕλῃς γῆν τήνδʼ — μὴ τύχοι ποτέ
πρὸς θεῶν, τρόπαια πῶς ἀναστήσεις Διί;
πῶς δʼ αὖ κατάρξῃ θυμάτων, ἑλὼν πάτραν,
καὶ σκῦλα γράψεις πῶς ἐπʼ Ἰνάχου ῥοαῖς;
575 Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖς
ἀσπίδας ἔθηκε; μήποτʼ, τέκνον, κλέος
τοιόνδε σοι γένοιθʼ ὑφʼ Ἑλλήνων λαβεῖν.
ἢν δʼ αὖ κρατηθῇς καὶ τὰ τοῦδʼ ὑπερδράμῃ,
πῶς Ἄργος ἥξεις μυρίους λιπὼν νεκρούς;
580 ἐρεῖ δὲ δή τις· κακὰ μνηστεύματα
Ἄδραστε προσθείς, διὰ μιᾶς νύμφης γάμον
ἀπωλόμεσθα. δύο κακὼ σπεύδεις, τέκνον,
κείνων στέρεσθαι τῶνδέ τʼ ἐν μέσῳ πεσεῖν.
μέθετον τὸ λίαν, μέθετον· ἀμαθία δυοῖν,
585 ἐς ταὔθʼ ὅταν μόλητον, ἔχθιστον κακόν.
Χορός
θεοί, γένοισθε τῶνδʼ ἀπότροποι κακῶν
καὶ ξύμβασίν τινʼ Οἰδίπου τέκνοις δότε.
Ἐτεοκλῆς
μῆτερ, οὐ λόγων ἔθʼ ἁγών, ἀλλʼ ἀναλοῦται χρόνος
οὑν μέσῳ μάτην, περαίνει δʼ οὐδὲν προθυμία·
590 οὐ γὰρ ἂν ξυμβαῖμεν ἄλλως ʼπὶ τοῖς εἰρημένοις,
ὥστʼ ἐμὲ σκήπτρων κρατοῦντα τῆσδʼ ἄνακτʼ εἶναι χθονός·
τῶν μακρῶν δʼ ἀπαλλαγεῖσα νουθετημάτων μʼ ἔα.
καὶ σὺ τῶνδʼ ἔξω κομίζου τειχέων, κατθανῇ.
Πολυνείκης
πρὸς τίνος; τίς ὧδʼ ἄτρωτος, ὅστις εἰς ἡμᾶς ξίφος
595 φόνιον ἐμβαλὼν τὸν αὐτὸν οὐκ ἀποίσεται μόρον;
Ἐτεοκλῆς
ἐγγύς, οὐ πρόσω βέβηκεν· ἐς χέρας λεύσσεις ἐμάς;
Πολυνείκης
εἰσορῶ· δειλὸν δʼ πλοῦτος καὶ φιλόψυχον κακόν.
Ἐτεοκλῆς
κᾆτα σὺν πολλοῖσιν ἦλθες πρὸς τὸν οὐδὲν ἐς μάχην;
Πολυνείκης
ἀσφαλὴς γάρ ἐστʼ ἀμείνων θρασὺς στρατηλάτης.
Ἐτεοκλῆς
600 κομπὸς εἶ σπονδαῖς πεποιθώς, αἵ σε σῴζουσιν θανεῖν.
Πολυνείκης
καὶ σέ· δεύτερον δʼ ἀπαιτῶ σκῆπτρα καὶ μέρη χθονός.
Ἐτεοκλῆς
οὐκ ἀπαιτούμεσθʼ· ἐγὼ γὰρ τὸν ἐμὸν οἰκήσω δόμον.
Πολυνείκης
τοῦ μέρους ἔχων τὸ πλεῖον;
φήμʼ· ἀπαλλάσσου δὲ γῆς.
θεῶν βωμοὶ πατρῴων
οὓς σὺ πορθήσων πάρει.
605 κλύετέ μου
605 τίς δʼ ἂν κλύοι σου πατρίδʼ ἐπεστρατευμένου;
καὶ θεῶν τῶν λευκοπώλων δώματα
οἳ στυγοῦσί σε.
ἐξελαυνόμεσθα πατρίδος
καὶ γὰρ ἦλθες ἐξελῶν.
ἀδικίᾳ γʼ, θεοί.
Μυκήναις, μὴ ʼνθάδʼ ἀνακάλει θεούς.
ἀνόσιος πέφυκας
ἀλλʼ οὐ πατρίδος, ὡς σύ, πολέμιος.
610 ὅς μʼ ἄμοιρον ἐξελαύνεις.
610 καὶ κατακτενῶ γε πρός.
πάτερ, κλύεις πάσχω;
καὶ γὰρ οἷα δρᾷς κλύει.
καὶ σύ, μῆτερ;
ἀθέμιτόν σοι μητρὸς ὀνομάζειν κάρα.
πόλις.
μολὼν ἐς Ἄργος ἀνακάλει Λέρνης ὕδωρ.
εἶμι, μὴ πόνει· σὲ δʼ αἰνῶ, μῆτερ.
ἔξιθι χθονός.
615 ἔξιμεν· πατέρα δέ μοι δὸς εἰσιδεῖν.
615 οὐκ ἂν τύχοις.
ἀλλὰ παρθένους ἀδελφάς.
οὐδὲ τάσδʼ ὄψῃ ποτέ.
κασίγνηται.
τί ταύτας ἀνακαλεῖς ἔχθιστος ὤν;
μῆτερ, ἀλλά μοι σὺ χαῖρε.
χαρτὰ γοῦν πάσχω, τέκνον.
οὐκέτʼ εἰμὶ παῖς σός.
ἐς πόλλʼ ἀθλία πέφυκʼ ἐγώ.
620 ὅδε γὰρ εἰς ἡμᾶς ὑβρίζει.
620 καὶ γὰρ ἀνθυβρίζομαι.
ποῦ ποτε στήσῃ πρὸ πύργων;
ὡς τί μʼ ἱστορεῖς τόδε;
ἀντιτάξομαι κτενῶν σε.
κἀμὲ τοῦδʼ ἔρως ἔχει.
Ἰοκάστη
τάλαινʼ ἐγώ· τί δράσετʼ, τέκνα;
αὐτὸ σημανεῖ.
πατρὸς οὐ φεύξεσθʼ Ἐρινῦς;
ἐρρέτω πρόπας δόμος.
Πολυνείκης
625 ὡς τάχʼ οὐκέθʼ αἱματηρὸν τοὐμὸν ἀργήσει ξίφος.
τὴν δὲ θρέψασάν με γαῖαν καὶ θεοὺς μαρτύρομαι,
ὡς ἄτιμος οἰκτρὰ πάσχων ἐξελαύνομαι χθονός,
δοῦλος ὥς, ἀλλʼ οὐχὶ ταὐτοῦ πατρὸς Οἰδίπου γεγώς·
κἄν τί σοι, πόλις, γένηται, μὴ ἐμέ, τόνδε δʼ αἰτιῶ·
630 οὐχ ἑκὼν γὰρ ἦλθον, ἄκων δʼ ἐξελαύνομαι χθονός.
καὶ σύ, Φοῖβʼ ἄναξ Ἀγυιεῦ, καὶ μέλαθρα, χαίρετε,
ἥλικές θʼ οὑμοί, θεῶν τε δεξίμηλʼ ἀγάλματα.
οὐ γὰρ οἶδʼ εἴ μοι προσειπεῖν αὖθις ἔσθʼ ὑμᾶς ποτε·
ἐλπίδες δʼ οὔπω καθεύδουσʼ, αἷς πέποιθα σὺν θεοῖς
635 τόνδʼ ἀποκτείνας κρατήσειν τῆσδε Θηβαίας χθονός.
Ἐτεοκλῆς
ἔξιθʼ ἐκ χώρας· ἀληθῶς δʼ ὄνομα Πολυνείκη πατὴρ
ἔθετό σοι θείᾳ προνοίᾳ νεικέων ἐπώνυμον.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up