Third Stasimon
825 ἰώ μοί μοι·
σπάραγμα κόμας ὀνύχων τε δάι’ ἀ-
μύγματα θήσομαι.
ὦ παῖ, τί δράσεις; σῶμα σὸν καταικιῇ;
αἰαῖ αἰαῖ·
830 ἔρρ’ αἰθέριον πλοκάμων ἐμῶν ἄπο,
λεπτόμιτον φάρος.
τέκνον, κάλυπτε στέρνα, σύνδησαι πέπλους.
τί δέ με δεῖ στέρνα
καλύπτειν πέπλοις; δῆλα καὶ
835 ἀμφιφανῆ καὶ ἄκρυπτα δε-
835 δράκαμεν πόσιν.
ἀλγεῖς, φόνον ῥάψασα συγγάμῳ σέθεν;
κατὰ μὲν οὖν στένω
δαΐας τόλμας, ἂν ἔρεξ’·
ὦ κατάρατος ἐγὼ κατά-
ρατος ἀνθρώποις.
840 συγγνώσεταί σοι τήνδ’ ἁμαρτίαν πόσις.
Ἑρμιόνη
τί μοι ξίφος
ἐκ χερὸς ἠγρεύσω;
ἀπόδος, ὦ φίλα, ’πόδος, ἵν’ ἀνταίαν
ἐρείσω πλαγάν· τί με βρόχων εἴργεις;
Τροφός
845 ἀλλ’ εἴ σ’ ἀφείην μὴ φρονοῦσαν, ὡς θάνῃς;
Ἑρμιόνη
οἴμοι πότμου.
ποῦ μοι πυρὸς φίλα φλόξ;
ποῦ δ’ εἰς πέτρας ἀερθῶ,
ἢ κατὰ πόντον ἢ καθ’ ὕλαν ὀρέων,
850 ἵνα θανοῦσα νερτέροισιν μέλω;
Τροφός
τί ταῦτα μοχθεῖς; συμφοραὶ θεήλατοι
πᾶσιν βροτοῖσιν ἢ τότ’ ἦλθον ἢ τότε.
Ἑρμιόνη
ἔλιπες ἔλιπες, ὦ πάτερ, ἐπακτίαν
855 ὡσεὶ μονάδ’ ἔρημον οὖσαν ἐνάλου κώπας.
—ὀλεῖ ὀλεῖ με· τᾷδ’ οὐκέτ’ ἐνοικήσω
νυμφιδίῳ στέγᾳ.
τίνος ἀγαλμάτων ἱκέτις ὁρμαθῶ;
860 ἢ δούλα δούλας γόνασι προσπέσω;
Φθιάδος ἐκ γᾶς
κυανόπτερος ὄρνις εἴθ’ εἴην,
ἢ πευκᾶεν
σκάφος, ἃ διὰ Κυανέας ἐπέρασεν ἀκτὰς
865 πρωτόπλοος πλάτα.
Τροφός
ὦ παῖ, τὸ λίαν οὔτ’ ἐκεῖν’ ἐπῄνεσα,
ὅτ’ εἰς γυναῖκα Τρῳάδ’ ἐξημάρτανες,
οὔτ’ αὖ τὸ νῦν σου δεῖμ’ ὃ δειμαίνεις ἄγαν.
οὐχ ὧδε κῆδος σὸν διώσεται πόσις
870 φαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις.
οὐ γάρ τί σ’ αἰχμάλωτον ἐκ Τροίας ἔχει,
ἀλλ’ ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼν
ἕδνοισι, πόλεώς τ’ οὐ μέσως εὐδαίμονος.
πατὴρ δέ σ’ οὐχ ὧδ’ ὡς σὺ δειμαίνεις, τέκνον,
875 προδοὺς ἐάσει δωμάτων τῶνδ’ ἐκπεσεῖν.
ἀλλ’ εἴσιθ’ εἴσω μηδὲ φαντάζου δόμων
πάροιθε τῶνδε, μή τιν’ αἰσχύνην λάβῃς,
πρόσθεν μελάθρων τῶνδ’ ὁρωμένη, τέκνον.
Χορός
καὶ μὴν ὅδ’ ἀλλόχρως τις ἔκδημος ξένος
880 σπουδῇ πρὸς ἡμᾶς βημάτων πορεύεται.
Ὀρέστης
ξέναι γυναῖκες, ἦ τάδ’ ἔστ’ Ἀχιλλέως
παιδὸς μέλαθρα καὶ τυραννικαὶ στέγαι;
Χορός
ἔγνως· ἀτὰρ δὴ τίς σὺ πυνθάνῃ τάδε;
Ὀρέστης
Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τόκος,
885 ὄνομα δ’ Ὀρέστης· ἔρχομαι δὲ πρὸς Διὸς
μαντεῖα Δωδωναῖ’. ἐπεὶ δ’ ἀφικόμην
Φθίαν, δοκεῖ μοι ξυγγενοῦς μαθεῖν πέρι
γυναικός, εἰ ζῇ κεὐτυχοῦσα τυγχάνει
ἡ Σπαρτιᾶτις Ἑρμιόνη· τηλουρὰ γὰρ
890 ναίουσ’ ἀφ’ ἡμῶν πεδί’ ὅμως ἐστὶν φίλη.
Ἑρμιόνη
ὦ ναυτίλοισι χείματος λιμὴν φανεὶς
Ἀγαμέμνονος παῖ, πρός σε τῶνδε γουνάτων,
οἴκτιρον ἡμᾶς ὧν ἐπισκοπεῖς τύχας,
πράσσοντας οὐκ εὖ. στεμμάτων δ’ οὐχ ἥσσονας
895 σοῖς προστίθημι γόνασιν ὠλένας ἐμάς.
Ὀρέστης
ἔα·
τί χρῆμα; μῶν ἐσφάλμεθ’ ἢ σαφῶς ὁρῶ
δόμων ἄνασσαν τήνδε Μενέλεω κόρην;
Ἑρμιόνη
ἥνπερ μόνην γε Τυνδαρὶς τίκτει γυνὴ
Ἑλένη κατ’ οἴκους πατρί· μηδὲν ἀγνόει.
Ὀρέστης
900 ὦ Φοῖβ’ ἀκέστορ, πημάτων δοίης λύσιν.
τί χρῆμα; πρὸς θεῶν ἢ βροτῶν πάσχεις κακά;
Ἑρμιόνη
τὰ μὲν πρὸς ἡμῶν, τὰ δὲ πρὸς ἀνδρὸς ὅς μ’ ἔχει,
τὰ δ’ ἐκ θεῶν του· πανταχῇ δ’ ὀλώλαμεν.
Ὀρέστης
τίς οὖν ἂν εἴη μὴ πεφυκότων γέ πω
905 παίδων γυναικὶ συμφορὰ πλὴν εἰς λέχος;
Ἑρμιόνη
τοῦτ’ αὐτὸ καὶ νοσοῦμεν· εὖ μ’ ὑπηγάγου.
Ὀρέστης
ἄλλην τιν’ εὐνὴν ἀντὶ σοῦ στέργει πόσις;
Ἑρμιόνη
τὴν αἰχμάλωτον Ἕκτορος ξυνευνέτιν.
Ὀρέστης
κακόν γ’ ἔλεξας, ἄνδρα δίσσ’ ἔχειν λέχη.
Ἑρμιόνη
910 τοιαῦτα ταῦτα. κᾆτ’ ἔγωγ’ ἠμυνάμην.
Ὀρέστης
μῶν εἰς γυναῖκ’ ἔρραψας οἷα δὴ γυνή;
Ἑρμιόνη
φόνον γ’ ἐκείνῃ καὶ τέκνῳ νοθαγενεῖ.
Ὀρέστης
κἄκτεινας, ἤ τις συμφορά σ’ ἀφείλετο;
Ἑρμιόνη
γέρων γε Πηλεύς, τοὺς κακίονας σέβων.
Ὀρέστης
915 σοὶ δ’ ἦν τις ὅστις τοῦδ’ ἐκοινώνει φόνου;
Ἑρμιόνη
πατήρ γ’ ἐπ’ αὐτὸ τοῦτ’ ἀπὸ Σπάρτης μολών.
Ὀρέστης
κἄπειτα τοῦ γέροντος ἡσσήθη χερί;
Ἑρμιόνη
αἰδοῖ γε· καί μ’ ἔρημον οἴχεται λιπών.
Ὀρέστης
συνῆκα· ταρβεῖς τοῖς δεδραμένοις πόσιν.
Ἑρμιόνη
920 ἔγνως· ὀλεῖ γάρ μ’ ἐνδίκως. τί δεῖ λέγειν;
ἀλλ’ ἄντομαί σε Δία καλοῦσ’ ὁμόγνιον,
πέμψον με χώρας τῆσδ’ ὅποι προσωτάτω
ἢ πρὸς πατρῷον μέλαθρον· ὡς δοκοῦσί γε
δόμοι τ’ ἐλαύνειν φθέγμ’ ἔχοντες οἵδε με,
925 μισεῖ τε γαῖα Φθιάς. εἰ δ’ ἥξει πάρος
Φοίβου λιπὼν μαντεῖον εἰς δόμους πόσις,
κτενεῖ μ’ ἐπ’ αἰσχίστοισιν· ἢ δουλεύσομεν
νόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ.
πῶς οὖν τάδ’, ὡς εἴποι τις, ἐξημάρτανες;
930 κακῶν γυναικῶν εἴσοδοί μ’ ἀπώλεσαν,
αἵ μοι λέγουσαι τούσδ’ ἐχαύνωσαν λόγους·
Σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοις
δούλην ἀνέξῃ σοὶ λέχους κοινουμένην;
μὰ τὴν ἄνασσαν, οὐκ ἂν ἔν γ’ ἐμοῖς δόμοις
935 βλέπουσ’ ἂν αὐγὰς τἄμ’ ἐκαρποῦτ’ ἂν λέχη.
κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους,
σοφῶν πανούργων ποικίλων λαλημάτων,
ἐξηνεμώθην μωρίᾳ. τί γάρ μ’ ἐχρῆν
πόσιν φυλάσσειν, ᾗ παρῆν ὅσων ἔδει;
940 πολὺς μὲν ὄλβος· δωμάτων δ’ ἠνάσσομεν·
παῖδας δ’ ἐγὼ μὲν γνησίους ἔτικτον ἄν,
ἡ δ’ ἡμιδούλους τοῖς ἐμοῖς νοθαγενεῖς.
ἀλλ’ οὔποτ’ οὔποτ’—οὐ γὰρ εἰσάπαξ ἐρῶ—
χρὴ τούς γε νοῦν ἔχοντας, οἷς ἔστιν γυνή,
945 πρὸς τὴν ἐν οἴκοις ἄλοχον ἐσφοιτᾶν ἐᾶν
γυναῖκας· αὗται γὰρ διδάσκαλοι κακῶν·
ἣ μέν τι κερδαίνουσα συμφθείρει λέχος,
ἣ δ’ ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλει,
πολλαὶ δὲ μαργότητι κἀντεῦθεν δόμοι
950 νοσοῦσιν ἀνδρῶν. πρὸς τάδ’ εὖ φυλάσσετε
κλῄθροισι καὶ μοχλοῖσι δωμάτων πύλας·
ὑγιὲς γὰρ οὐδὲν αἱ θύραθεν εἴσοδοι
δρῶσιν γυναικῶν, ἀλλὰ πολλὰ καὶ κακά.
Χορός
ἄγαν ἐφῆκας γλῶσσαν εἰς τὸ σύμφυτον.
955 συγγνωστὰ μέν νυν σοὶ τάδ’, ἀλλ’ ὅμως χρεὼν
κοσμεῖν γυναῖκας τὰς γυναικείας νόσους.
Ὀρέστης
σοφόν τι χρῆμα τοῦ διδάξαντος βροτοὺς
λόγους ἀκούειν τῶν ἐναντίων πάρα.
ἐγὼ γὰρ εἰδὼς τῶνδε σύγχυσιν δόμων
960 ἔριν τε τὴν σὴν καὶ γυναικὸς Ἕκτορος,
φυλακὰς ἔχων ἔμιμνον, εἴτ’ αὐτοῦ μενεῖς
εἴτ’ ἐκφοβηθεῖσ’ αἰχμαλωτίδος φόνῳ
γυναικὸς οἴκων τῶνδ’ ἀπηλλάχθαι θέλεις.
ἦλθον δὲ σὰς μὲν οὐ σέβων ἐπιστολάς,
965 εἰ δ’ ἐνδιδοίης, ὥσπερ ἐνδίδως, λόγον,
πέμψων σ’ ἀπ’ οἴκων τῶνδ’. ἐμὴ γὰρ οὖσα πρὶν
σὺν τῷδε ναίεις ἀνδρὶ σοῦ πατρὸς κάκῃ,
ὃς πρὶν τὰ Τροίας εἰσβαλεῖν ὁρίσματα
γυναῖκ’ ἐμοί σε δοὺς ὑπέσχεθ’ ὕστερον
970 τῷ νῦν σ’ ἔχοντι, Τρῳάδ’ εἰ πέρσοι πόλιν.
ἐπεὶ δ’ Ἀχιλλέως δεῦρ’ ἐνόστησεν γόνος,
σῷ μὲν συνέγνων πατρί, τὸν δ’ ἐλισσόμην
γάμους ἀφεῖναι σούς, ἐμὰς λέγων τύχας
καὶ τὸν παρόντα δαίμον’, ὡς φίλων μὲν ἂν
975 γήμαιμ’ ἀπ’ ἀνδρῶν, ἔκτοθεν δ’ οὐ ῥᾳδίως,
φεύγων ἀπ’ οἴκων ἃς ἐγὼ φεύγω φυγάς.
ὃ δ’ ἦν ὑβριστὴς εἴς τ’ ἐμῆς μητρὸς φόνον
τάς θ’ αἱματωποὺς θεὰς ὀνειδίζων ἐμοί.
κἀγὼ ταπεινὸς ὢν τύχαις ταῖς οἴκοθεν
980 ἤλγουν μὲν ἤλγουν, συμφοραῖς δ’ ἠνειχόμην,
σῶν δὲ στερηθεὶς ᾠχόμην ἄκων γάμων.
νῦν οὖν, ἐπειδὴ περιπετεῖς ἔχεις τύχας
καὶ ξυμφορὰν τήνδ’ εἰσπεσοῦσ’ ἀμηχανεῖς,
ἄξω σ’ ἀπ’ οἴκων καὶ πατρὸς δώσω χερί.
985 τὸ συγγενὲς γὰρ δεινόν, ἔν τε τοῖς κακοῖς
οὐκ ἔστιν οὐδὲν κρεῖσσον οἰκείου φίλου.
Ἑρμιόνη
νυμφευμάτων μὲν τῶν ἐμῶν πατὴρ ἐμὸς
μέριμναν ἕξει, κοὐκ ἐμὸν κρίνειν τόδε.
ἀλλ’ ὡς τάχιστα τῶνδέ μ’ ἔκπεμψον δόμων,
990 μὴ φθῇ με προσβὰς δῶμα καὶ μολὼν πόσις,
ἢ πρέσβυς οἴκους μ’ ἐξερημοῦσαν μαθὼν
Πηλεὺς μετέλθῃ πωλικοῖς διώγμασιν.
Ὀρέστης
θάρσει γέροντος χεῖρα· τὸν δ’ Ἀχιλλέως
μηδὲν φοβηθῇς παῖδ’, ὅσ’ εἰς ἔμ’ ὕβρισε.
995 τοία γὰρ αὐτῷ μηχανὴ πεπλεγμένη
βρόχοις ἀκινήτοισιν ἕστηκεν φόνου
πρὸς τῆσδε χειρός· ἣν πάρος μὲν οὐκ ἐρῶ,
τελουμένων δὲ Δελφὶς εἴσεται πέτρα.
ὁ μητροφόντης δ’, ἢν δορυξένων ἐμῶν
1000 μείνωσιν ὅρκοι Πυθικὴν ἀνὰ χθόνα,
δείξει γαμεῖν σφε μηδέν’ ὧν ἐχρῆν ἐμέ.
πικρῶς δὲ πατρὸς φόνιον αἰτήσει δίκην
ἄνακτα Φοῖβον· οὐδέ νιν μετάστασις
γνώμης ὀνήσει θεῷ διδόντα νῦν δίκας,
1005 ἀλλ’ ἔκ τ’ ἐκείνου διαβολαῖς τε ταῖς ἐμαῖς
κακῶς ὀλεῖται· γνώσεται δ’ ἔχθραν ἐμήν.
ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν εἰς ἀναστροφὴν
δαίμων δίδωσι κοὐκ ἐᾷ φρονεῖν μέγα.
Tap any Greek word to look it up
An open-access project
Murray 1902
OCT
Murray, OCT, 1902 · 1902
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

—

Tap any Greek word to look it up