Fifth Episode
Χορός
καὶ μὴν ὅδ’ ἄναξ ἤδη φοράδην
Δελφίδος ἐκ γῆς δῶμα πελάζει.
τλήμων ὁ παθών, τλήμων δέ, γέρον,
καὶ σύ· δέχῃ γὰρ τὸν Ἀχίλλειον
1170 σκύμνον ἐς οἴκους οὐχ ὡς σὺ θέλεις·
αὐτός τε κακοῖς πήμασι κύρσας
εἰς ἓν μοίρας συνέκυρσας.
ὤμοι ἐγώ, κακὸν οἷον ὁρῶ τόδε
καὶ δέχομαι χερὶ δώμασί τ’ ἀμοῖς.
1175 ἰώ μοί μοι, αἰαῖ,
ὦ πόλι Θεσσαλία, διολώλαμεν,
οἰχόμεθ’· οὐκέτι μοι γένος, οὐκέτι μοι τέκνα
λείπεται οἴκοις·
ὦ σχέτλιος παθέων ἐγώ· εἰς τίνα
1180 δὴ φίλον αὐγὰς βάλλων τέρψομαι;
ὦ φίλιον στόμα καὶ γένυ καὶ χέρες,
εἴθε σ’ ὑπ’ Ἰλίῳ ἤναρε δαίμων
Σιμοεντίδα παρ’ ἀκτάν.
οὗτός τ’ ἂν ὡς ἐκ τῶνδ’ ἐτιμᾶτ’ ἄν, γέρον,
1185 θανών, τὸ σὸν δ’ ἦν ὧδ’ ἂν εὐτυχέστερον.
ὦ γάμος, ὦ γάμος, ὃς τάδε δώματα
καὶ πόλιν ἀμὰν ὤλεσας· αἰαῖ,
ἒ ἔ· ὦ παῖ,
μήποτε σῶν λεχέων τὸ δυσώνυμον
1190 ὤφελ’ ἐμὸν γένος εἰς τέκνα καὶ δόμον
ἀμφιβαλέσθαι
Ἑρμιόνας Ἀίδαν ἐπὶ σοί, τέκνον,
ἀλλὰ κεραυνῷ πρόσθεν ὀλέσθαι·
μηδ’ ἐπὶ τοξοσύνᾳ φονίῳ πατρὸς
1195 αἷμα τὸ διογενές ποτε Φοίβου
βροτὸς εἰς θεὸν ἀνάψαι.
ὀττοτοτοτοῖ, θανόντα δεσπόταν γόοις
νόμῳ τῷ
νερτέρων κατάρξω.
1200 ὀττοτοτοτοῖ, διάδοχα δ’ ὦ τάλας ἐγὼ
γέρων καὶ
δυστυχὴς δακρύω.
θεοῦ γὰρ αἶσα, θεὸς ἔκρανε συμφοράν.
ὦ φίλος,
1205 δόμον ἔλιπες ἔρημον,
ὤμοι μοι, ταλαίπωρον ἐμὲ
γέροντ’ ἄπαιδα νοσφίσας.
θανεῖν θανεῖν σε, πρέσβυ, χρῆν πάρος τέκνων.
οὐ σπαράξομαι κόμαν,
1210 οὐκ ἐμῷ ’πιθήσομαι
κάρᾳ κτύπημα χειρὸς ὀλοόν; ὦ πόλις,
διπλῶν τέκνων
μ’ ἐστέρησ’ ὁ Φοῖβος.
ὦ κακὰ παθὼν ἰδών τε δυστυχὴς γέρον,
τίν’ αἰῶν’
1215 εἰς τὸ λοιπὸν ἕξεις;
ἄτεκνος ἔρημος, οὐκ ἔχων πέρας κακῶν
διαντλή-
σω πόνους ἐς Ἅιδαν.
μάτην δέ σ’ ἐν γάμοισιν ὤλβισαν θεοί.
ἀμπτάμενα
φροῦδα πάντα, κεῖται
1220 κόμπων μεταρσίων πρόσω.
μόνος μόνοισιν ἐν δόμοις ἀναστρέφῃ.
οὐκέτ’ εἶ, πόλις, πόλις,
σκῆπτρά τ’ ἐρρέτω τάδε ἐπὶ γαῖαν,
σύ τ’, ὦ κατ’ ἄντρα νύχια Νηρέως κόρη,
πανώλεθρόν
1225 μ’ ὄψεαι πίτνοντα πρὸς γᾶν.
Tap any Greek word to look it up
An open-access project
Murray 1902
OCT
Murray, OCT, 1902 · 1902
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

—

Tap any Greek word to look it up