Second Stasimon
Χορός
καὶ μὴν ἐσορῶ
495 τόδε σύγκρατον ζεῦγος πρὸ δόμων
ψήφῳ θανάτου κατακεκριμένον.
δύστηνε γύναι, τλῆμον δὲ σὺ παῖ,
μητρὸς λεχέων ὃς ὑπερθνῄσκεις
οὐδὲν μετέχων
500 οὐδ’ αἴτιος ὢν βασιλεῦσιν.
Ἀνδρομάχη
ἅδ’ ἐγὼ χέρας αἱματη-
ρὰς βρόχοισι κεκλῃμένα
πέμπομαι κατὰ γαίας.
Παῖς
μᾶτερ μᾶτερ, ἐγὼ δὲ σᾷ
505 πτέρυγι συγκαταβαίνω.
Ἀνδρομάχη
θῦμα δάιον, ὦ χθονὸς
Φθίας κράντορες.
ὦ πάτερ,
Παῖς
μόλε φίλοις ἐπίκουρος.
Ἀνδρομάχη
510 κείσῃ δή, τέκνον ὦ φίλος,
μαστοῖς ματέρος ἀμφὶ σᾶς
νεκρὸς ὑπὸ χθονί, σὺν νεκρῷ τ’
Παῖς
ὤμοι μοι, τί πάθω; τάλας
δῆτ’ ἐγὼ σύ τε, μᾶτερ.
Μενέλαος
515 ἴθ’ ὑποχθόνιοι· καὶ γὰρ ἀπ’ ἐχθρῶν
ἥκετε πύργων· δύο δ’ ἐκ δισσαῖν
θνῄσκετ’ ἀνάγκαιν· σὲ μὲν ἡμετέρα
ψῆφος ἀναιρεῖ, παῖδα δ’ ἐμὴ παῖς
τόνδ’ Ἑρμιόνη· καὶ γὰρ ἀνοία
520 μεγάλη λείπειν ἐχθροὺς ἐχθρῶν,
ἐξὸν κτείνειν
καὶ φόβον οἴκων ἀφελέσθαι.
Ἀνδρομάχη
ὦ πόσις πόσις, εἴθε σὰν
χεῖρα καὶ δόρυ σύμμαχον
525 κτησαίμαν, Πριάμου παῖ.
Παῖς
δύστανος, τί δ’ ἐγὼ μόρου
παράτροπον μέλος εὕρω;
Ἀνδρομάχη
λίσσου, γούνασι δεσπότου
530 χρίμπτων, ὦ τέκνον.
530 ὦ φίλος,
Παῖς
φίλος, ἄνες θάνατόν μοι.
Ἀνδρομάχη
λείβομαι δάκρυσιν κόρας,
στάζω λισσάδος ὡς πέτρας
λιβὰς ἀνήλιος, ἁ τάλαιν’ 
Παῖς
535 ὤμοι μοι, τί δ’ ἐγὼ κακῶν
μῆχος ἐξανύσωμαι;
Μενέλαος
τί με προσπίτνεις, ἁλίαν πέτραν
ἢ κῦμα λιταῖς ὣς ἱκετεύων;
τοῖς γὰρ ἐμοῖσιν γέγον’ ὠφελία,
540 σοὶ δ’ οὐδὲν ἔχω φίλτρον, ἐπεί τοι
μέγ’ ἀναλώσας ψυχῆς μόριον
Τροίαν εἷλον καὶ μητέρα σήν·
ἧς ἀπολαύων
Ἅιδην χθόνιον καταβήσῃ.
Χορός
545 καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλας,
σπουδῇ τιθέντα δεῦρο γηραιὸν πόδα.
Πηλεύς
ὑμᾶς ἐρωτῶ τόν τ’ ἐφεστῶτα σφαγῇ,
τί ταῦτα; πῶς ταῦτ’; ἐκ τίνος λόγου νοσεῖ
δόμος; τί πράσσετ’ ἄκριτα μηχανώμενοι;
550 Μενέλα’, ἐπίσχες· μὴ τάχυν’ ἄνευ δίκης
ἡγοῦ σὺ θᾶσσον, οὐ γὰρ ὡς ἔοικέ μοι
σχολῆς τόδ’ ἔργον· ἀλλ’ ἀνηβητηρίαν
ῥώμην μ’ ἐπαινῶ λαμβάνειν, εἴπερ ποτέ
πρῶτον μὲν οὖν κατ’ οὖρον ὥσπερ ἱστίοις
555 ἐμπνεύσομαι τῇδ’· εἰπέ, τίνι δίκῃ χέρας
βρόχοισιν ἐκδήσαντες οἵδ’ ἄγουσί σε
καὶ παῖδ’; ὕπαρνος γάρ τις οἶς ἀπόλλυσαι,
ἡμῶν ἀπόντων τοῦ τε κυρίου σέθεν.
Ἀνδρομάχη
οἵδ’, ὦ γεραιέ, σὺν τέκνῳ θανουμένην
560 ἄγουσί μ’ οὕτως ὡς ὁρᾷς. τί σοι λέγω;
οὐ γὰρ μιᾶς σε κληδόνος προθυμίᾳ
μετῆλθον, ἀλλὰ μυρίων ὑπ’ ἀγγέλων.
ἔριν δὲ τὴν κατ’ οἶκον οἶσθά που κλύων
τῆς τοῦδε θυγατρός, ὧν τ’ ἀπόλλυμαι χάριν.
565 καὶ νῦν με βωμοῦ Θέτιδος, ἣ τὸν εὐγενῆ
ἔτικτέ σοι παῖδ’, ἣν σὺ θαυμαστὴν σέβεις,
ἄγουσ’ ἀποσπάσαντες, οὔτε τῳ δίκῃ
κρίναντες οὔτε τοὺς ἀπόντας ἐκ δόμων
μείναντες, ἀλλὰ τὴν ἐμὴν ἐρημίαν
570 γνόντες τέκνου τε τοῦδ’, ὃν οὐδὲν αἴτιον
μέλλουσι σὺν ἐμοὶ τῇ ταλαιπώρῳ κτενεῖν.
ἀλλ’ ἀντιάζω σ’, ὦ γέρον, τῶν σῶν πάρος
πίτνουσα γονάτων—χειρὶ δ’ οὐκ ἔξεστί μοι
τῆς σῆς λαβέσθαι φιλτάτης γενειάδος—
575 ῥῦσαί με πρὸς θεῶν· εἰ δὲ μή, θανούμεθα
αἰσχρῶς μὲν ὑμῖν, δυστυχῶς δ’ ἐμοί, γέρον.
Πηλεύς
χαλᾶν κελεύω δεσμὰ πρὶν κλαίειν τινά,
καὶ τῆσδε χεῖρας διπτύχους ἀνιέναι.
Μενέλαος
ἐγὼ δ’ ἀπαυδῶ γ’ ἄλλος οὐχ ἥσσων σέθεν
580 καὶ τῆσδε πολλῷ κυριώτερος γεγώς.
Πηλεύς
πῶς; ἦ τὸν ἀμὸν οἶκον οἰκήσεις μολὼν
δεῦρ’; οὐχ ἅλις σοι τῶν κατὰ Σπάρτην κρατεῖν;
Μενέλαος
εἷλόν νιν αἰχμάλωτον ἐκ Τροίας ἐγώ.
Πηλεύς
οὑμὸς δέ γ’ αὐτὴν ἔλαβε παῖς παιδὸς γέρας.
Μενέλαος
585 οὔκουν ἐκείνου τἀμὰ τἀκείνου τ’ ἐμά;
Πηλεύς
ναί,
δρᾶν εὖ, κακῶς δ’ οὔ, μηδ’ ἀποκτείνειν βίᾳ.
Μενέλαος
ὡς τήνδ’ ἀπάξεις οὔποτ’ ἐξ ἐμῆς χερός.
Πηλεύς
σκήπτρῳ δὲ τῷδε σὸν καθαιμάξω κάρα;
Μενέλαος
ψαῦσόν γ’, ἵν’ εἰδῇς, καὶ πέλας πρόσελθέ μου.
Πηλεύς
590 σὺ γὰρ μετ’ ἀνδρῶν, ὦ κάκιστε κἀκ κακῶν;
σοὶ ποῦ μέτεστιν ὡς ἐν ἀνδράσιν λόγου;
ὅστις πρὸς ἀνδρὸς Φρυγὸς ἀπηλλάγης λέχος,
ἄκλῃστ’ ἄδουλα δώμαθ’ ἑστίας λιπών,
ὡς δὴ γυναῖκα σώφρον’ ἐν δόμοις ἔχων
595 πασῶν κακίστην. οὐδ’ ἂν εἰ βούλοιτό τις
σώφρων γένοιτο Σπαρτιατίδων κόρη,
αἳ ξὺν νέοισιν ἐξερημοῦσαι δόμους
γυμνοῖσι μηροῖς καὶ πέπλοις ἀνειμένοις
δρόμους παλαίστρας τ’ οὐκ ἀνασχετοὺς ἐμοὶ
600 κοινὰς ἔχουσι. κᾆτα θαυμάζειν χρεὼν
εἰ μὴ γυναῖκας σώφρονας παιδεύετε;
Ἑλένην ἐρέσθαι χρῆν τάδ’, ἥτις ἐκ δόμων
τὸν σὸν λιποῦσα Φίλιον ἐξεκώμασε
νεανίου μετ’ ἀνδρὸς εἰς ἄλλην χθόνα.
605 κἄπειτ’ ἐκείνης οὕνεχ’ Ἑλλήνων ὄχλον
τοσόνδ’ ἀθροίσας ἤγαγες πρὸς Ἴλιον;
ἣν χρῆν σ’ ἀποπτύσαντα μὴ κινεῖν δόρυ,
κακὴν ἐφευρόντ’, ἀλλ’ ἐᾶν αὐτοῦ μένειν
μισθόν τε δόντα μήποτ’ εἰς οἴκους λαβεῖν.
610 ἀλλ’ οὔτι ταύτῃ σὸν φρόνημ’ ἐπούρισας,
ψυχὰς δὲ πολλὰς κἀγαθὰς ἀπώλεσας,
παίδων τ’ ἄπαιδας γραῦς ἔθηκας ἐν δόμοις,
πολιούς τ’ ἀφείλου πατέρας εὐγενῆ τέκνα.
ὧν εἷς ἐγὼ δύστηνος· αὐθέντην δὲ σὲ
615 μιάστορ’ ὥς τιν’ εἰσδέδορκ’ Ἀχιλλέως.
ὃς οὐδὲ τρωθεὶς ἦλθες ἐκ Τροίας μόνος,
κάλλιστα τεύχη δ’ ἐν καλοῖσι σάγμασιν
ὅμοι’ ἐκεῖσε δεῦρό τ’ ἤγαγες πάλιν.
κἀγὼ μὲν ηὔδων τῷ γαμοῦντι μήτε σοὶ
620 κῆδος ξυνάψαι μήτε δώμασιν λαβεῖν
κακῆς γυναικὸς πῶλον· ἐκφέρουσι γὰρ
μητρῷ’ ὀνείδη. τοῦτο καὶ σκοπεῖτέ μοι,
μνηστῆρες, ἐσθλῆς θυγατέρ’ ἐκ μητρὸς λαβεῖν.
πρὸς τοῖσδε δ’ εἰς ἀδελφὸν οἷ’ ἐφύβρισας,
625 σφάξαι κελεύσας θυγατέρ’ εὐηθέστατα;
οὕτως ἔδεισας μὴ οὐ κακὴν δάμαρτ’ ἔχῃς.
ἑλὼν δὲ Τροίαν—εἶμι γὰρ κἀνταῦθά σοι—
οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών,
ἀλλ’, ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος
630 φίλημ’ ἐδέξω, προδότιν αἰκάλλων κύνα,
ἥσσων πεφυκὼς Κύπριδος, ὦ κάκιστε σύ.
κἄπειτ’ ἐς οἴκους τῶν ἐμῶν ἐλθὼν τέκνων
πορθεῖς ἀπόντων, καὶ γυναῖκα δυστυχῆ
κτείνεις ἀτίμως παῖδά θ’, ὃς κλαίοντά σε
635 καὶ τὴν ἐν οἴκοις σὴν καταστήσει κόρην,
κεἰ τρὶς νόθος πέφυκε. πολλάκις δέ τοι
ξηρὰ βαθεῖαν γῆν ἐνίκησε σπορᾷ,
νόθοι τε πολλοὶ γνησίων ἀμείνονες.
ἀλλ’ ἐκκομίζου παῖδα. κύδιον βροτοῖς
640 πένητα χρηστὸν ἢ κακὸν καὶ πλούσιον
γαμβρὸν πεπᾶσθαι καὶ φίλον· σὺ δ’ οὐδὲν εἶ.
Χορός
σμικρᾶς ἀπ’ ἀρχῆς νεῖκος ἀνθρώποις μέγα
γλῶσσ’ ἐκπορίζει· τοῦτο δ’ οἱ σοφοὶ βροτῶν
ἐξευλαβοῦνται, μὴ φίλοις τεύχειν ἔριν.
Μενέλαος
645 τί δῆτ’ ἂν εἴποις τοὺς γέροντας, ὡς σοφοί,
καὶ τοὺς φρονεῖν δοκοῦντας Ἕλλησίν ποτε;
ὅτ’ ὢν σὺ Πηλεὺς καὶ πατρὸς κλεινοῦ γεγώς,
κῆδος συνάψας, αἰσχρὰ μὲν σαυτῷ λέγεις
ἡμῖν δ’ ὀνείδη διὰ γυναῖκα βάρβαρον,
650 ἣν χρῆν σ’ ἐλαύνειν τήνδ’ ὑπὲρ Νείλου ῥοὰς
ὑπέρ τε Φᾶσιν, κἀμὲ παρακαλεῖν ἀεί
οὖσαν μὲν ἠπειρῶτιν, οὗ πεσήματα
πλεῖσθ’ Ἑλλάδος πέπτωκε δοριπετῆ νεκρῶν,
τοῦ σοῦ δὲ παιδὸς αἵματος κοινουμένην.
655 Πάρις γάρ, ὃς σὸν παῖδ’ ἔπεφν’ Ἀχιλλέα,
Ἕκτορος ἀδελφὸς ἦν, δάμαρ δ’ ἥδ’ Ἕκτορος.
καὶ τῇδέ γ’ εἰσέρχῃ σὺ ταὐτὸν εἰς στέγος
καὶ ξυντράπεζον ἀξιοῖς ἔχειν βίον,
τίκτειν δ’ ἐν οἴκοις παῖδας ἐχθίστους ἐᾷς.
660 ἁγὼ προνοίᾳ τῇ τε σῇ κἀμῇ, γέρον,
κτανεῖν θέλων τήνδ’ ἐκ χερῶν ἁρπάζομαι.
καίτοι φέρ’· ἅψασθαι γὰρ οὐκ αἰσχρὸν λόγου·
ἢν παῖς μὲν ἡμὴ μὴ τέκῃ, ταύτης δ’ ἄπο
βλάστωσι παῖδες, τῆσδε γῆς Φθιώτιδος
665 στήσεις τυράννους, βάρβαροι δ’ ὄντες γένος
Ἕλλησιν ἄρξουσ’; εἶτ’ ἐγὼ μὲν οὐ φρονῶ
μισῶν τὰ μὴ δίκαια, σοὶ δ’ ἔνεστι νοῦς;
κἀκεῖνο νῦν ἄθρησον· εἰ σὺ παῖδα σὴν
δούς τῳ πολιτῶν, εἶτ’ ἔπασχε τοιάδε,
670 σιγῇ καθῆσ’ ἄν; οὐ δοκῶ· ξένης δ’ ὕπερ
τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους;
καὶ μὴν ἴσον γ’ ἀνήρ τε καὶ γυνὴ στένει
ἀδικουμένη πρὸς ἀνδρός· ὡς δ’ αὔτως ἀνὴρ
γυναῖκα μωραίνουσαν ἐν δόμοις ἔχων.
675 καὶ τῷ μὲν ἔστιν ἐν χεροῖν μέγα σθένος,
τῇ δ’ ἐν γονεῦσι καὶ φίλοις τὰ πράγματα.
οὔκουν δίκαιον τοῖς γ’ ἐμοῖς ἐπωφελεῖν;
γέρων γέρων εἶ. τὴν δ’ ἐμὴν στρατηγίαν
λέγων ἔμ’ ὠφελοῖς ἂν ἢ σιγῶν πλέον.
680 Ἑλένη δ’ ἐμόχθησ’ οὐχ ἑκοῦσ’, ἀλλ’ ἐκ θεῶν,
καὶ τοῦτο πλεῖστον ὠφέλησεν Ἑλλάδα·
ὅπλων γὰρ ὄντες καὶ μάχης ἀίστορες
ἔβησαν εἰς τἀνδρεῖον· ἡ δ’ ὁμιλία
πάντων βροτοῖσι γίγνεται διδάσκαλος.
685 εἰ δ’ εἰς πρόσοψιν τῆς ἐμῆς ἐλθὼν ἐγὼ
γυναικὸς ἔσχον μὴ κτανεῖν, ἐσωφρόνουν.
οὐδ’ ἂν σὲ Φῶκον ἤθελον κατακτανεῖν.
ταῦτ’ εὖ φρονῶν σ’ ἐπῆλθον, οὐκ ὀργῆς χάριν·
ἢν δ’ ὀξυθυμῇς, σοὶ μὲν ἡ γλωσσαλγία
690 μείζων, ἐμοὶ δὲ κέρδος ἡ προμηθία.
Χορός
παύσασθον ἤδη· λῷστα γὰρ μακρῷ τάδε·
λόγων ματαίων, μὴ δύο σφαλῆθ’ ἅμα.
Πηλεύς
οἴμοι, καθ’ Ἑλλάδ’ ὡς κακῶς νομίζεται·
ὅταν τροπαῖα πολεμίων στήσῃ στρατός,
695 οὐ τῶν πονούντων τοὔργον ἡγοῦνται τόδε,
ἀλλ’ ὁ στρατηγὸς τὴν δόκησιν ἄρνυται,
ὃς εἷς μετ’ ἄλλων μυρίων πάλλων δόρυ,
οὐδὲν πλέον δρῶν ἑνὸς ἔχει πλείω λόγον.
σεμνοὶ δ’ ἐν ἀρχαῖς ἥμενοι κατὰ πτόλιν
700 φρονοῦσι δήμου μεῖζον, ὄντες οὐδένες·
οἱ δ’ εἰσὶν αὐτῶν μυρίῳ σοφώτεροι,
εἰ τόλμα προσγένοιτο βούλησίς θ’ ἅμα.
ὡς καὶ σὺ σός τ’ ἀδελφὸς ἐξωγκωμένοι
Τροίᾳ κάθησθε τῇ τ’ ἐκεῖ στρατηγίᾳ,
705 μόχθοισιν ἄλλων καὶ πόνοις ἐπηρμένοι.
δείξω δ’ ἐγώ σοι μὴ τὸν Ἰδαῖον Πάριν
ἥσσω νομίζειν Πηλέως ἐχθρόν ποτε,
εἰ μὴ φθερῇ τῆσδ’ ὡς τάχιστ’ ἀπὸ στέγης
καὶ παῖς ἄτεκνος, ἣν ὅ γ’ ἐξ ἡμῶν γεγὼς
710 ἐλᾷ δι’ οἴκων τῶνδ’ ἐπισπάσας κόμης·
ἣ στερρὸς οὖσα μόσχος οὐκ ἀνέξεται
τίκτοντας ἄλλους, οὐκ ἔχουσ’ αὐτὴ τέκνα.
ἀλλ’, εἰ τὸ κείνης δυστυχεῖ παίδων πέρι,
ἄπαιδας ἡμᾶς δεῖ καταστῆναι τέκνων;
715 φθείρεσθε τῆσδε, δμῶες, ὡς ἂν ἐκμάθω
εἴ τίς με λύειν τῆσδε κωλύσει χέρας.
ἔπαιρε σαυτήν· ὡς ἐγὼ καίπερ τρέμων
πλεκτὰς ἱμάντων στροφίδας ἐξανήσομαι.
ὧδ’, ὦ κάκιστε, τῆσδ’ ἐλυμήνω χέρας;
720 βοῦν ἢ λέοντ’ ἤλπιζες ἐντείνειν βρόχοις;
ἢ μὴ ξίφος λαβοῦσ’ ἀμυνάθοιτό σε
ἔδεισας; ἕρπε δεῦρ’ ὑπ’ ἀγκάλας, βρέφος,
ξύλλυε μητρὸς δεσμόν· ἐν Φθίᾳ σ’ ἐγὼ
θρέψω μέγαν τοῖσδ’ ἐχθρόν. εἰ δ’ ἀπῆν δορὸς
725 τοῖς Σπαρτιάταις δόξα καὶ μάχης ἀγών,
τἄλλ’ ὄντες ἴστε μηδενὸς βελτίονες.
Χορός
ἀνειμένον τι χρῆμα πρεσβυτῶν γένος
καὶ δυσφύλακτον ὀξυθυμίας ὕπο.
Μενέλαος
ἄγαν προνωπὴς εἰς τὸ λοιδορεῖν φέρῃ·
730 ἐγὼ δὲ πρὸς βίαν μὲν εἰς Φθίαν μολὼν
οὔτ’ οὖν τι δράσω φλαῦρον οὔτε πείσομαι.
καὶ νῦν μέν—οὐ γὰρ ἄφθονον σχολὴν ἔχω—
ἄπειμ’ ἐς οἴκους· ἔστι γάρ τις οὐ πρόσω
Σπάρτης πόλις τις, ἣ πρὸ τοῦ μὲν ἦν φίλη,
735 νῦν δ’ ἐχθρὰ ποιεῖ· τήνδ’ ἐπεξελθεῖν θέλω
στρατηλατήσας χὑποχείριον λαβεῖν.
ὅταν δὲ τἀκεῖ θῶ κατὰ γνώμην ἐμήν,
ἥξω· παρὼν δὲ πρὸς παρόντας ἐμφανῶς
γαμβροὺς διδάξω καὶ διδάξομαι λόγους.
740 κἂν μὲν κολάζῃ τήνδε καὶ τὸ λοιπὸν ᾖ
σώφρων καθ’ ἡμᾶς, σώφρον’ ἀντιλήψεται·
θυμούμενος δὲ τεύξεται θυμουμένων,
ἔργοισι δ’ ἔργα διάδοχ’ ἀντιλήψεται.
τοὺς σοὺς δὲ μύθους ῥᾳδίως ἐγὼ φέρω·
745 σκιὰ γὰρ ἀντίστοιχος ὣς φωνὴν ἔχεις,
ἀδύνατος, οὐδὲν ἄλλο πλὴν λέγειν μόνον.
Πηλεύς
ἡγοῦ, τέκνον μοι, δεῦρ’ ὑπ’ ἀγκάλαις σταθείς,
σύ τ’, ὦ τάλαινα· χείματος γὰρ ἀγρίου
τυχοῦσα λιμένας ἦλθες εἰς εὐηνέμους.
Ἀνδρομάχη
750 ὦ πρέσβυ, θεοί σοι δοῖεν εὖ καὶ τοῖσι σοῖς,
σῴσαντι παῖδα κἀμὲ τὴν δυσδαίμονα.
ὅρα δὲ μὴ νῷν εἰς ἐρημίαν ὁδοῦ
πτήξαντες οἵδε πρὸς βίαν ἄγωσί με,
γέροντα μὲν σ’ ὁρῶντες, ἀσθενῆ δ’ ἐμὲ
755 καὶ παῖδα τόνδε νήπιον· σκόπει τάδε,
μὴ νῦν φυγόντες εἶθ’ ἁλῶμεν ὕστερον.
Πηλεύς
οὐ μὴ γυναικῶν δειλὸν εἰσοίσεις λόγον·
χώρει· τίς ὑμῶν ἅψεται; κλαίων ἄρα
ψαύσει. θεῶν γὰρ οὕνεχ’ ἱππικοῦ τ’ ὄχλου
760 πολλῶν θ’ ὁπλιτῶν ἄρχομεν Φθίαν κάτα·
ἡμεῖς δ’ ἔτ’ ὀρθοὶ κοὐ γέροντες, ὡς δοκεῖς,
ἀλλ’ εἴς γε τοιόνδ’ ἄνδρ’ ἀποβλέψας μόνον
τροπαῖον αὐτοῦ στήσομαι, πρέσβυς περ ὤν.
πολλῶν νέων γὰρ κἂν γέρων εὔψυχος ᾖ
765 κρείσσων· τί γὰρ δεῖ δειλὸν ὄντ’ εὐσωματεῖν;
Tap any Greek word to look it up
An open-access project
Murray 1902
OCT
Murray, OCT, 1902 · 1902
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

—

Tap any Greek word to look it up