Prologue
Χορός
τί ποθἡσυχία πρόσθεν μελάθρων;
τί σεσίγηται δόμος Ἀδμήτου;
ἀλλοὐδὲ φίλων πέλας οὐδείς,
80 ὅστις ἂν εἴποι πότερον φθιμένην
βασίλεαν πενθεῖν χρή μʼ, ζῶσἔτι
φῶς τόδε λεύσσει Πελίου παῖς
Ἄλκηστις, ἐμοὶ πᾶσί τἀρίστη
δόξασα γυνὴ
85 πόσιν εἰς αὑτῆς γεγενῆσθαι.
κλύει τις στεναγμὸν
χειρῶν κτύπον κατὰ στέγας
γόον ὡς πεπραγμένων;
οὐ μὰν οὐδέ τις ἀμφιπόλων στα-
90 τίζεται ἀμφὶ πύλας. εἰ
γὰρ μετακύμιος ἄτας,
Παιάν, φανείης.
οὔ τἂν φθιμένης γἐσιώπων.
νέκυς ἤδη.
οὐ δὴ φροῦδός γἐξ οἴκων.
95 πόθεν; οὐκ αὐχῶ. τί σε θαρσύνει;
πῶς ἂν ἔρημον τάφον Ἄδμητος
κεδνῆς ἂν ἔπραξε γυναικός;
πυλῶν πάροιθε δοὐχ ὁρῶ
πηγαῖον ὡς νομίζεται
100 χέρνιβἐπὶ φθιτῶν πύλαις.
χαίτα τοὔτις ἐπὶ προθύροις το-
μαῖος, δὴ νεκύων πέν-
θει πίτνει· οὐ νεολαία
δουπεῖ χεὶρ γυναικῶν.
105 καὶ μὴν τόδε κύριον ἦμαρ . . .
τί τόδαὐδᾷς;
χρή σφε μολεῖν κατὰ γαίας.
ἔθιγες ψυχᾶς, ἔθιγες δὲ φρενῶν.
χρὴ τῶν ἀγαθῶν διακναιομένων
110 πενθεῖν ὅστις
χρηστὸς ἀπἀρχῆς νενόμισται.
ἀλλοὐδὲ ναυκληρίαν
ἔσθὅποι τις αἴας
στείλας, Λυκίαν
115 εἴτἐπὶ τὰς ἀνύδρους
Ἀμμωνιάδας ἕδρας,
δυστάνου παραλύσαι
ψυχάν· μόρος γὰρ ἀπότομος
πλάθει· θεῶν δἐπἐσχάραις
120 οὐκ ἔχω ἐπὶ τίνα
μηλοθύταν πορευθῶ.
μόνος δἄν, εἰ φῶς τόδἦν
ὄμμασιν δεδορκὼς
Φοίβου παῖς, προλιποῦσ
125 ἦλθεν ἕδρας σκοτίους
Ἅιδα τε πύλας·
δμαθέντας γὰρ ἀνίστη,
πρὶν αὐτὸν εἷλε διόβολον
πλῆκτρον πυρὸς κεραυνίου.
130 νῦν δὲ τίνἔτι βίου
ἐλπίδα προσδέχωμαι;
πάντα γὰρ ἤδη τετέλεσται βασιλεῦσι,
πάντων δὲ θεῶν ἐπὶ βωμοῖς
αἱμόρραντοι θυσίαι πλήρεις·
135 οὐδἔστι κακῶν ἄκος οὐδέν.
Tap any Greek word to look it up
An open-access project
Murray 1902
OCT
Murray, OCT, 1902 · 1902
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up