Act 0
Θάνατος
·
τί σὺ πρὸς μελάθροις; τί σὺ τῇδε πολεῖς,
30 Φοῖβʼ; ἀδικεῖς αὖ τιμὰς ἐνέρων
ἀφοριζόμενος καὶ καταπαύων;
οὐκ ἤρκεσέ σοι μόρον Ἀδμήτου
διακωλῦσαι, Μοίρας δολίῳ
σφήλαντι τέχνῃ; νῦν δἐπὶ τῇδαὖ
35 χέρα τοξήρη φρουρεῖς ὁπλίσας,
τόδὑπέστη πόσιν ἐκλύσασ
αὐτὴ προθανεῖν Πελίου παῖς.
Ἀπόλλων
θάρσει· δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω.
Θάνατος
τί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις;
Ἀπόλλων
40 σύνηθες αἰεὶ ταῦτα βαστάζειν ἐμοί.
Θάνατος
καὶ τοῖσδέ γοἴκοις ἐκδίκως προσωφελεῖν.
Ἀπόλλων
φίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι.
Θάνατος
καὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ;
Ἀπόλλων
ἀλλοὐδἐκεῖνον πρὸς βίαν σἀφειλόμην.
Θάνατος
45 πῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός;
Ἀπόλλων
δάμαρτἀμείψας, ἣν σὺ νῦν ἥκεις μέτα.
Θάνατος
κἀπάξομαί γε νερτέρων ὑπὸ χθόνα.
Ἀπόλλων
λαβὼν ἴθʼ· οὐ γὰρ οἶδἂν εἰ πείσαιμί σε.
Θάνατος
κτείνειν γὃν ἂν χρῇ; τοῦτο γὰρ τετάγμεθα.
Ἀπόλλων
50 οὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἐμβαλεῖν.
Θάνατος
ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν.
Ἀπόλλων
ἔστοὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι;
Θάνατος
οὐκ ἔστι· τιμαῖς κἀμὲ τέρπεσθαι δόκει.
Ἀπόλλων
οὔτοι πλέον γἂν μίαν ψυχὴν λάβοις.
Θάνατος
55 νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας.
Ἀπόλλων
κἂν γραῦς ὄληται, πλουσίως ταφήσεται.
Θάνατος
πρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης.
Ἀπόλλων
πῶς εἶπας; ἀλλ καὶ σοφὸς λέληθας ὤν;
Θάνατος
ὠνοῖντἂν οἷς πάρεστι γηραιοὺς θανεῖν.
Ἀπόλλων
60 οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν;
Θάνατος
οὐ δῆτʼ· ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους.
Ἀπόλλων
ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους.
Θάνατος
οὐκ ἂν δύναιο πάντἔχειν μή σε δεῖ.
Ἀπόλλων
μὴν σὺ παύσῃ καίπερ ὠμὸς ὢν ἄγαν·
65 τοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνήρ,
Εὐρυσθέως πέμψαντος ἵππειον μέτα
ὄχημα Θρῄκης ἐκ τόπων δυσχειμέρων,
ὃς δὴ ξενωθεὶς τοῖσδἐν Ἀδμήτου δόμοις
βίᾳ γυναῖκα τήνδε σἐξαιρήσεται.
70 κοὔθ παρἡμῶν σοι γενήσεται χάρις
δράσεις θὁμοίως ταῦτʼ, ἀπεχθήσῃ τἐμοί.
Θάνατος
πόλλἂν σὺ λέξας οὐδὲν ἂν πλέον λάβοις·
δοὖν γυνὴ κάτεισιν εἰς Ἅιδου δόμους.
στείχω δἐπαὐτήν, ὡς κατάρξωμαι ξίφει·
75 ἱερὸς γὰρ οὗτος τῶν κατὰ χθονὸς θεῶν
ὅτου τόδἔγχος κρατὸς ἁγνίσῃ τρίχα.
Tap any Greek word to look it up
An open-access project
Murray 1902
OCT
Murray, OCT, 1902 · 1902
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up