§240–258
§240 Καὶ τὰ περὶ τῆς δεινότητος δὲ δῆλα ἂν εἴη λοιπὸν ἐκ τῶν προειρημένων, ὅτι καὶ αὐτὴ γένοιτἂν ἐν τρισίν, ἐν οἷσπερ οἱ πρὸ αὐτῆς χαρακτῆρες· καὶ γὰρ πράγματά τινα ἐξ ἑαυτῶν ἐστι δεινά, ὥστε τοὺς λέγοντας αὐτὰ δεινοὺς δοκεῖν, κἂν μὴ δεινῶς λέγωσιν, καθάπερ Θεόπομπος τὰς ἐν τῷ Πειραιεῖ αὐλητρίας καὶ τὰ πορνεῖα καὶ τοὺς αὐλοῦντας καὶ ᾅδοντας καὶ ὀρχουμένους, ταῦτα πάντα δεινὰ ὀνόματα ὄντα καίτοι ἀσθενῶς εἰπὼν δεινὸς δοκεῖ.
§241 Κατὰ δὲ τὴν σύνθεσιν χαρακτὴρ οὗτος γίνοιτ̓ ἂν πρῶτον μὲν εἰ κόμματα ἔχοι ἀντὶ κώλων· τὸ γὰρ μῆκος ἐκλύει τὴν σφοδρότητα, τὸ δὲ ἐν ὀλίγῳ πολὺ ἐμφαινόμενον δεινότερον· παράδειγμα τὸ Λακεδαιμονίων πρὸς Φίλιππον, Διονύσιος ἐν Κορίνθῳ· εἰ δὲ ἐξέτειναν αὐτό, Διονύσιος ἐκπεσὼν τῆς ἀρχῆς πτωχεύει ἐν Κορίνθῳ διδάσκων γράμματα, διήγημα σχεδὸν ἂν ἦν μᾶλλον ἀντὶ λοιδορίας.
§242 Κἀν τοῖς ἄλλοις δὲ φύσει ἐβραχυλόγουν οἱ Λάκωνες· δεινότερον γὰρ τὸ βραχὺ καὶ ἐπιτακτικόν, τὸ μακρηγορεῖν δὲ τῷ ἱκετεύειν πρέπει καὶ αἰτεῖν.
§243 Διὸ καὶ τὰ σύμβολα ἔχει δεινότητας, ὅτι ἐμφερῆ ταῖς βραχυλογίαις· καὶ γὰρ ἐκ τοῦ βραχέως ῥηθέντος ὑπονοῆσαι τὰ πλεῖστα δεῖ, καθάπερ ἐκ τῶν συμβόλων· οὕτως καὶ τὸ χαμόθεν οἱ τέττιγες ὑμῖν ᾅσονται δεινότερον ἀλληγορικῶς ῥηθέν, εἴπερ ἁπλῶς ἐρρήθη, τὰ δένδρα ὑμῶν ἐκκοπήσεται.
§244 Τάς γε μὴν περιόδους ἐσφίγχθαι μάλα δεῖ κατὰ τὸ τέλος· γὰρ περιαγωγὴ δεινόν, δὲ λύσις ἁπλούστερον καὶ χρηστοηθείας σημεῖον, καθάπερ ἀρχαία πᾶσα ἑρμηνεία· ἁπλοϊκοὶ γὰρ οἱ ἀρχαῖοι.
§245 Ὥστε ἐν δεινότητι φεύγειν δεῖ τὸ ἀρχαιοειδὲς καὶ τοῦ ἤθους καὶ τοῦ ῥυθμοῦ, καὶ καταφεύγειν μάλιστα ἐπὶ τὴν νῦν κατέχουσαν δεινότητα. τῶν οὖν κώλων αἱ τοιαῦται ἀποθέσεις, ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε , συνερεῖν, ἔχονται μάλιστα οὗ εἴρηκα ῥυθμοῦ.
§246 Ποιεῖ δέ τινα καὶ βία κατὰ τὴν σύνθεσιν δεινότητα· δεινὸν γὰρ πολλαχοῦ καὶ τὸ δύσφθογγον, ὥσπερ αἱ ἀνώμαλοι ὁδοί. παράδειγμα τὸ Δημοσθενικὸν τὸ ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι.
§247 Τὰ δὲ ἀντίθετα καὶ παρόμοια ἐν ταῖς περιόδοις φευκτέον· ὄγκον γὰρ ποιοῦσιν, οὐ δεινότητα, πολλαχοῦ δὲ καὶ ψυχρότητα ἀντὶ δεινότητος, οἷον ὡς Θεόπομπος κατὰ τῶν ἑταίρων τῶν Φιλίππου λέγων ἔλυσεν τῇ ἀντιθέσει τὴν δεινότητα, ἀνδροφόνοι δὲ τὴν φύσιν ὄντες, λέγων, ἀνδροπόρνοι τὸν τρόπον ἦσαν· τῇ γὰρ περισσοτεχνίᾳ, μᾶλλον δὲ κακοτεχνίᾳ, προσέχων ἀκροατὴς ἔξω γίνεται θυμοῦ παντός.
§248 Πολλὰ μέντοι ὑπαὐτῶν τῶν πραγμάτων ὥσπερ ἀναγκασθησόμεθα συνθεῖναι στρογγύλως καὶ δεινῶς, οἷον τὸ Δημοσθενικὸν τὸ τοιοῦτον, ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω, σὺ τάδοὐκ ἂν ἔγραψας· οὕτως ἂν σὺ νῦν ἁλῷς, ἄλλος οὐ γράψει· αὐτὸ γὰρ τὸ πρᾶγμα καὶ τάξις αὐτοῦ συμπεφυκυῖαν σαφῶς ἔσχεν τὴν σύνθεσιν, καὶ οὐδὲ βιασάμενος ἄν τις ῥᾳδίως ἑτέρως συνέθηκεν αὐτό. ἐν γὰρ πολλοῖς πράγμασι συντίθεμεν, ὥσπερ οἱ τὰς καταβάσεις τρέχοντες, ὑπαὐτῶν ἑλκόμενοι τῶν πραγμάτων.
§249 Ποιητικὸν δὲ δεινότητός ἐστι καὶ τὸ ἐπὶ τέλει τιθέναι τὸ δεινότατον· περιλαμβανόμενον γὰρ ἐν μέσῳ ἀμβλύνεται, καθάπερ τὸ Ἀντισθένους, σχεδὸν γὰρ ὀδυνήσει ἄνθρωπος ἐκ φρυγάνων ἀναστάς· εἰ γὰρ μετασυνθείη τις οὕτως αὐτό, σχεδὸν γὰρ ἐκ φρυγάνων ἀναστὰς ἄνθρωπος ὀδυνήσει, καίτοι ταὐτὸν εἰπὼν οὐ ταὐτὸν ἔτι νομισθήσεται λέγειν.
§250 δὲ ἀντίθεσις, ἣν ἐπὶ τοῦ Θεοπόμπου ἔφην, οὐδὲ ἐν τοῖς Δημοσθενικοῖς ἥρμοσεν, ἔνθα φησίν, ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐδίδασκες, ἐγὼ δὲ ἐφοίτων· ἐτριταγωνίστεις, ἐγὼ δὲ ἐθεώμην· ἐξέπιπτες, ἐγὼ δὲ ἐσύριττον· κακοτεχνοῦντι γὰρ ἔοικεν διὰ τὴν ἀνταπόδοσιν, μᾶλλον δὲ παίζοντι, οὐκ ἀγανακτοῦντι.
§251 Πρέπει δὲ τῇ δεινότητι καὶ τῶν περιόδων πυκνότης, καίτοι ἐν τοῖς λοιποῖς χαρακτῆρσιν οὐκ ἐπιτηδεία οὖσα· συνεχῶς γὰρ τιθεμένη μέτρῳ εἰκασθήσεται λεγομένῳ ἐφεξῆς, καὶ τοῦτο δεινῷ μέτρῳ, ὥσπερ οἱ χωλίαμβοι.
§252 Ἅμα μέντοι πυκναὶ ἔστωσαν καὶ σύντομοι, λέγω δὲ δίκωλοί τινες, ἐπεί τοι πολύκωλοί γε οὖσαι κάλλος μᾶλλον παρέξουσιν, οὐ δεινότητα.
§253 Οὕτω δ συντομία τῷ χαρακτῆρι χρήσιμον, ὥστε καὶ ἀποσιωπῆσαι πολλαχοῦ δεινότερον, καθάπερ Δημοσθένης· ἀλλἐγὼ μέν, οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν, οὗτος δὲ ἐκ περιουσίας κατηγορεῖ. σχεδὸν σιωπήσας ἐνταῦθα δεινότερος παντὸς τοῦ εἰπόντος ἄν.
§254 Καὶ νὴ τοὺς θεοὺς σχεδὸν ἂν καὶ ἀσάφεια πολλαχοῦ δεινότης ἐστί· δεινότερον γὰρ τὸ ὑπονοούμενον, τὸ δἐξαπλωθὲν καταφρονεῖται.
§255 Ἔστι δὅπη κακοφωνία δεινότητα ποιεῖ, καὶ μάλιστα, ἐὰν τὸ ὑποκείμενον πρᾶγμα δέῃ τοιαύτης, ὥσπερ τὸ Ὁμηρικόν, τὸ  Τρῶες δἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν· ἦν μὲν γὰρ καὶ εὐφωνοτέρως εἰπόντα σῶσαι τὸ μέτρον, Τρῶες δἐρρίγησαν, ὅπως ὄφιν αἰόλον εἶδον· ἀλλοὔτἂν λέγων δεινὸς οὕτως ἔδοξεν, οὔτε ὄφις αὐτός.
§256 Τούτῳ οὖν ἑπόμενοι τῷ παραδείγματι καὶ τὰ ἄλλα προσστοχασόμεθα τὰ ὅμοια, οἷον ἀντὶ μὲν τοῦ πάντα ἂν ἔγραψεν ἔγραψεν ἄν, ἀντὶ δὲ τοῦ οὐ παρεγένετο παρεγένετο οὐχί.
§257 Ἀπολήγοντες δέ ποτε καὶ εἰς συνδέσμους τὸν δὲ τὸν τέ· καίτοι παραγγέλλεται φυγεῖν τὴν ἀπόληξιν τὴν τοιαύτην· ἀλλὰ πολλαχοῦ χρήσιμος τοιαύτη ἂν γένοιτο, οἷον οὐκ εὐφήμησε μέν, ἄξιον ὄντα, ἠτίμασε δέ, ὡς τὸ Σχοῖνόν τε Σκῶλόν τε, ἀλλἐν μὲν τοῖς Ὁμηρικοῖς μέγεθος ἐποίησεν εἰς τοὺς συνδέσμους τελευτή.
§258 Ποιήσειε δἄν ποτε καὶ δεινότητα, εἴ τις ὧδε εἴποι ἀνέτρεψεν δὲ ὑπὸ τῆς ἀφροσύνης τε ὑπὸ τῆς ἀσεβείας τε τὰ ἱερά τε τὰ ὅσιά τε· ὅλως γὰρ λειότης καὶ τὸ εὐήκοον γλαφυρότητος ἴδια, οὐ δεινότητός ἐστιν, οὗτοι δοἱ χαρακτῆρες ἐναντιώτατοι δοκοῦσιν.
§259–278
§259 Καίτοι ἐστὶ πολλαχοῦ ἐκ παιδιᾶς παραμεμιγμένης δεινότης ἐμφαινομένη τις, οἷον ἐν ταῖς κωμῳδίαις, καὶ πᾶς Κυνικὸς τρόπος, ὡς τὰ Κράτητος πήρη τις γαἶ ἔστι μέσῳ ἐνὶ οἴνοπι τύφῳ.
§260 Καὶ τὸ Διογένους τὸ ἐν Ὀλυμπίᾳ, ὅτε τοῦ ὁπλίτου δραμόντος ἐπιτρέχων αὐτὸς ἐκήρυττεν ἑαυτὸν νικᾶν τὰ Ὀλύμπια πάντας ἀνθρώπους καλοκάγαθίᾳ. καὶ γὰρ γελᾶται τὸ εἰρημένον ἅμα καὶ θαυμάζεται, καὶ ἠρέμα καὶ ὑποδάκνει πως λεγόμενον.
§261 Καὶ τὸ πρὸς τὸν καλὸν ῥηθὲν αὐτῷ· προσπαλαίων γὰρ καλῷ παιδὶ Διογένης διεκινήθη πως τὸ αἰδοῖον, τοῦ δὲ παιδὸς φοβηθέντος καὶ ἀποπηδήσαντος, θάρρει, παιδίον· οὐκ εἰμὶ ταύτῃ ὅμοιος. γελοῖον γὰρ τὸ πρόχειρον τοῦ λόγου, δεινὴ δ κευθομένη ἔμφασις. καὶ ὅλως, συνελόντι φράσαι, πᾶν τὸ εἶδος τοῦ Κυνικοῦ λόγου σαίνοντι ἅμα ἔοικέ τῳ καὶ δάκνοντι.
§262 Χρήσονται δαὐτῷ καὶ οἱ ῥήτορές ποτε, καὶ ἐχρήσαντο, Λυσίας μὲν πρὸς τὸν ἐρῶντα τῆς γραὸς λέγων, ὅτι ἧς ῥᾷον ἦν ἀριθμῆσαι τοὺς ὀδόντας τοὺς δακτύλους· καὶ γὰρ δεινότατα ἅμα καὶ γελοιότατα ἐνέφηνεν τὴν γραῦν· Ὅμηρος δὲ τὸ Οὖτιν ἐγὼ πύματον ἔδομαι, ὡς προγέγραπται.
§263 Ὡς δἂν καὶ ἐκ σχημάτων γίγνοιτο δεινότης, λέξομεν. ἐκ μὲν οὖν τῶν τῆς διανοίας σχημάτων, ἐκ μὲν τῆς παραλείψεως ὀνομαζομένης οὕτως· Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις τὰς ἐπὶ Θρᾴκης ἐῶ· ἐν γὰρ τούτοις καὶ εἴρηκεν πάντα, ὅσα ἐβούλετο, καὶ παραλιπεῖν αὐτά φησιν, ὡς δεινότερα εἰπεῖν ἔχων ἕτερα.
§264 Καὶ προειρημένη δἀποσιώπησις τοῦ αὐτοῦ ἤθους ἐχομένη δεινότερον ποιήσει τὸν λόγον.
§265 Παραλαμβάνοιτο δἂν σχῆμα διανοίας πρὸς δεινότητα προσωποποιΐα καλουμένη, οἷον δόξατε ὑμῖν τοὺς προγόνους ὀνειδίζειν καὶ λέγειν τάδε τινὰ τὴν Ἑλλάδα τὴν πατρίδα, λαβοῦσαν γυναικὸς σχῆμα.
§266 Ὥσπερ ἐν τῷ ἐπιταφίῳ Πλάτων τὸ παῖδες, ὅτι μέν ἐστε πατέρων ἀγαθῶν, καὶ οὐκ ἐκ τοῦ ἰδίου προσώπου λέγειν, ἀλλὰ ἐκ τοῦ τῶν πατέρων· πολὺ γὰρ ἐνεργέστερα καὶ δεινότερα φαίνεται ὑπὸ τῶν προσώπων, μᾶλλον δὲ δράματα ἀτεχνῶς γίνεται.
§267 Τὰ μὲν εἴδη τῆς διανοίας καὶ σχήματα λαμβάνοιτ̓ ἄν, ὡς εἴρηται· καὶ γὰρ τοσαῦτα τὰ εἰρημένα παραδείγματος ἕνεκα, τὰ δὲ τῆς λέξεως σχήματα ποικιλώτερον ἐκλέγοντά ἐστι δεινότερον ποιεῖν τὸν λόγον, ἔκ τε τῆς ἀναδιπλώσεως, ὡς Θῆβαι δέ, Θῆβαι, πόλις ἀστυγείτων, ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται· διλογηθὲν γὰρ τὸ ὄνομα δεινότητα ποιεῖ.
§268 Καὶ ἐκ τῆς ἀναφορᾶς καλουμένης, ὡς τὸ ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς· τὸ δὲ σχῆμα τὸ εἰρημένον τοῦτο τριπλοῦν· καὶ γὰρ ἐπαναφορά ἐστιν, ὡς εἴρηται, διὰ τὸ τὴν αὐτὴν λέξιν ἐπαναφέρεσθαι ἐπὶ τὴν αὐτὴν ἀρχήν, καὶ ἀσύνδετον· δίχα γὰρ συνδέσμων λέλεκται, καὶ ὁμοιοτέλευτον διὰ τὴν ἀπόληξιν τοῦ καλεῖς πολλάκις. καὶ δεινότης ἤθροισται ἐκ τῶν τριῶν, εἰ δεἴποι τις οὕτως, ἐπὶ σαυτὸν καὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν καλεῖς, ἅμα τοῖς σχήμασιν ἐξαιρήσει καὶ τὴν δεινότητα.
§269 Μάλιστα δὲ πάντων ἰστέον τὴν διάλυσιν δεινότητος ἐργάτιν, οἷον πορεύεται διὰ τῆς ἀγορᾶς τὰς γνάθους φυσῶν, τὰς ὀφρῦς ἐπηρκώς, ἴσα βαίνων Πυθοκλεῖ· εἰ γὰρ συναφθῇ ταῦτα συνδέσμοις, πρᾳότερα ἔσται.
§270 Λαμβάνοιτἂν καὶ κλῖμαξ καλουμένη, ὥσπερ Δημοσθένει τὸ οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ· οὐδἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ· οὐδἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους· σχεδὸν γὰρ ἐπαναβαίνοντι λόγος ἔοικεν ἐπὶ μειζόνων μείζονα· εἰ δὲ οὕτως εἴποι τις ταῦτα, εἰπὼν ἐγὼ καὶ γράψας ἐπρέσβευσά τε καὶ ἔπεισα Θηβαίους, διήγημα ἐρεῖ μόνον, δεινὸν δὲ οὐδέν.
§271 Καθόλου δὲ τῆς λέξεως τὰ σχήματα καὶ ὑπόκρισιν καὶ ἀγῶνα παρέχει τῷ λέγοντι, μάλιστα τὸ διαλελυμένον, τοῦτἔστι δεινότητα. καὶ περὶ μὲν τῶν σχημάτων ἀμφοτέρων τοσαῦτα.
§272 Λέξις δὲ λαμβανέσθω πᾶσα, ὅση καὶ ἐν τῷ μεγαλοπρεπεῖ χαρακτῆρι, πλὴν οὐκ ἐπὶ τὸ αὐτὸ τέλος· καὶ γὰρ μεταφέροντά ἐστι δεινὰ ποιεῖν, ὡς τὸ τῷ Πύθωνι θρασυνομένῳ καὶ πολλῷ ῥέοντι καθὑμῶν.
§273 Καὶ εἰκασίας λέγοντα, ὡς τὸ Δημοσθένους, τοῦτο τὸ ψήφισμα τὸν τότἐπιόντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίησεν, ὥσπερ νέφος.
§274 Αἱ παραβολαὶ δὲ τῇ δεινότητι οὐκ ἐπιτήδειαι διὰ τὸ μῆκος, οἷον τὸ ὥσπερ δὲ κύων γενναῖος, ἄπειρος, ἀπρονοήτως ἐπὶ κάπρον φέρεται· κάλλος γὰρ καὶ ἀκρίβειά τις ἐν τούτοις ἐμφαίνεται, δὲ δεινότης σφοδρόν τι βούλεται καὶ σύντομον, καὶ ἐγγύθεν πλήττουσιν ἔοικεν.
§275 Γίνεται δὲ καὶ ἐκ συνθέτου ὀνόματος δεινότης, ὥσπερ καὶ συνήθεια συντίθησιν δεινῶς πολλά, τὴν χαμαιτύπην καὶ τὸν παραπλῆγα καὶ εἴ τι ἄλλο τοιοῦτον· καὶ παρὰ τοῖς ῥήτορσι δὲ πολλὰ ἄν τις εὕροι τοιαῦτα.
§276 Πειρᾶσθαι δὲ τὰ ὀνόματα πρεπόντως λέγειν τοῖς πράγμασιν, οἷον ἐπὶ μὲν τοῦ βίᾳ καὶ πανουργίᾳ δράσαντος διεβιάσατο, ἐπὶ δὲ τοῦ βίᾳ καὶ φανερῶς καὶ μετὰ ἀπονοίας ἐξέκοψεν, ἐξεῖλεν, ἐπὶ δὲ τοῦ δολίως καὶ λαθραίως ἐτρύπησεν διέφυγεν, εἴ τι τοιοῦτον πρόσφορον τοῖς πράγμασιν ὄνομα.
§277 Τὸ δὲ ἐξαίρεσθαί πως λαμβανόμενον οὐ μέγεθος ποιεῖ μόνον, ἀλλὰ καὶ δεινότητα, ὡς τὸ οὐ λέγειν εἴσω τὴν χεῖρα ἔχοντα δεῖ, Αἰσχίνη, ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρα ἔχοντα.
§278 Καὶ τὸ ἀλλ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος· οὐ γὰρ ὑπὲρ τοῦ μέγαν ποιῆσαι τὸν λόγον ἐπανάστασις, ἀλλὑπὲρ τοῦ δεινόν. γίνεται δὲ τοῦτο ἐπὰν μεταξὺ ἐξαρθέντες κατηγορῶμέν τινος· ὥσπερ γὰρ Αἰσχίνου κατηγορία, τὸ δὲ Φιλίππου ἐστίν.
§279–292
§279 Δεινὸν δὲ καὶ τὸ ἐρωτῶντα τοὺς ἀκούοντας ἔνια λέγειν, καὶ μὴ ἀποφαινόμενον, ἀλλ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν, πότερον ταῦτα ποιῶν ἠδίκει, καὶ ἔλυεν τὴν εἰρήνην, οὔ; καθάπερ γὰρ εἰς ἀπορίαν ἄγει τὸν ἀκούοντα ἐξελεγχομένῳ ἐοικότα καὶ μηδὲν ἀποκρίνασθαι ἔχοντι· εἰ δὲ ὧδε μεταβαλὼν ἔφη τις, ἠδίκει καὶ ἔλυε τὴν εἰρήνην, σαφῶς διδάσκοντι ἐῴκει καὶ οὐκ ἐλέγχοντι.
§280 δὲ καλουμένη ἐπιμονὴ ἐστὶ μὲν ἑρμηνεία πλείων τοῦ πράγματος, μέγιστα δὲ συμβάλοιτἂν εἰς δεινότητα· παράδειγμα δὲ αὐτῆς τὸ Δημοσθένους, νόσημα γάρ, ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα· οὐκ ἂν οὕτως ἦν δεινόν.
§281 Τάχα δὲ καὶ εὐφημισμὸς καλούμενος μετέχοι τῆς δεινότητος, καὶ τὰ δύσφημα εὔφημα ποιῶν, καὶ τὰ ἀσεβήματα εὐσεβήματα, οἷον ὡς τὰς Νίκας τὰς χρυσᾶς χωνεύειν κελεύων καὶ καταχρῆσθαι τοῖς χρήμασιν εἰς τὸν πόλεμον οὐχ οὕτως εἶπεν προχείρως, ὅτι κατακόψωμεν τὰς Νίκας εἰς τὸν πόλεμον· δύσφημον γὰρ ἂν οὕτως καὶ λοιδοροῦντι ἐοικὸς ἦν τὰς θεάς, ἀλλεὐφημότερον, ὅτι συγχρησόμεθα ταῖς Νίκαις εἰς τὸν πόλεμον· οὐ γὰρ κατακόπτοντι τὰς Νίκας ἔοικεν οὕτως ῥηθέν, ἀλλὰ συμμάχους μεταποιοῦντι. 
§282 Δεινὰ δὲ καὶ τὰ Δημάδεια, καίτοι ἴδιον καὶ ἄτοπον τρόπον ἔχειν δοκοῦντα, ἔστι δὲ αὐτῶν δεινότης ἔκ τε τῶν ἐμφάσεων γινομένη, καὶ ἐξ ἀλληγορικοῦ τινος παραλαμβανομένου, καὶ τρίτον ἐξ ὑπερβολῆς.
§283 Οἷόν ἐστι τὸ οὐ τέθνηκεν Ἀλέξανδρος, ἄνδρες Ἀθηναῖοι· ὦζεν γὰρ ἂν οἰκουμένη τοῦ νεκροῦ. τὸ μὲν γὰρ ὦζεν ἀντὶ τοῦ ᾐσθάνετο ἀλληγορικὸν καὶ ὑπερβολικὸν ἅμα, τὸ δὲ τὴν οἰκουμένην αἰσθάνεσθαι ἐμφαντικὸν τῆς δυνάμεως τῆς Ἀλεξάνδρου, καὶ ἅμα δέ τι ἐκπληκτικὸν ἔχει λόγος ἠθροισμένον ἐκ τῶν τριῶν· πᾶσα δὲ ἔκπληξις δεινόν, ἐπειδὴ φοβερόν.
§284 Τοῦ δὲ αὐτοῦ εἴδους καὶ τὸ ὅτι τοῦτο τὸ ψήφισμα οὐκ ἐγὼ ἔγραψα, ἀλλ πόλεμος τῷ Ἀλεξάνδρου δόρατι γράφων, καὶ τὸ ἔοικε γὰρ Μακεδονικὴ δύναμις, ἀπολωλεκυῖα τὸν Ἀλέξανδρον, τῷ Κύκλωπι τετυφλωμένῳ.
§285 Καὶ ἀλλαχοῦ που, πόλιν, οὐ τὴν ἐπὶ προγόνων τὴν ναύμαχον, ἀλλὰ γραῦν, σανδάλια ὑποδεδεμένην καὶ πτισάνην ῥοφῶσαν· τὸ μὲν γὰρ γραῦν ἀλληγοροῦν ἀντὶ τοῦ ἀσθενῆ καὶ ἐξίτηλον ἤδη, καὶ ἅμα ἐμφαῖνον τὴν ἀδρανίαν αὐτῆς ὑπερβολικῶς· τὸ δὲ πτισάνην ῥοφῶσαν, ἐπεὶ ἐν κρεανομίαις τότε καὶ πανδαισίαις διάγουσαν ἀπολλύειν τὰ στρατιωτικὰ χρήματα.
§286 Περὶ μὲν οὖν τῆς Δημαδείου δεινότητος ἀρκεῖ τοσαῦτα, καίτοι ἐχούσης τι ἐπισφαλὲς καὶ οὐκ εὐμίμητον μάλα· ἔνεστι γάρ τι καὶ ποιητικὸν τῷ εἴδει, εἴ γε ποιητικὸν ἀλληγορία καὶ ὑπερβολὴ καὶ ἔμφασις, ποιητικὸν δὲ μικτὸν κωμῳδίας.
§287 Τὸ δὲ καλούμενον ἐσχηματισμένον ἐν λόγῳ οἱ νῦν ῥήτορες γελοίως ποιοῦσιν καὶ μετὰ ἐμφάσεως ἀγεννοῦς ἅμα καὶ οἷον ἀναμνηστικῆς, ἀληθινὸν δὲ σχῆμά ἐστι λόγου μετὰ δυοῖν τούτοιν λεγόμενον, εὐπρεπείας καὶ ἀσφαλείας.
§288 Εὐπρεπείας μέν, οἷον ὡς Πλάτων Ἀρίστιππον καὶ Κλεόμβροτον λοιδορῆσαι θελήσας, ἐν Αἰγίνῃ ὀψοφαγοῦντας δεδεμένου Σωκράτους Ἀθήνησιν ἐπὶ πολλὰς ἡμέρας, καὶ μὴ διαπλεύσαντας ὡς τὸν ἑταῖρον καὶ διδάσκαλον, καίτοι οὐχ ὅλους ἀπέχοντας διακοσίους σταδίους τῶν Ἀθηνῶν. ταῦτα πάντα διαρρήδην μὲν οὐκ εἶπεν· λοιδορία γὰρ ἦν λόγος· εὐπρεπῶς δέ πως τόνδε τὸν τρόπον. ἐρωτηθεὶς γὰρ Φαίδων τοὺς παρόντας Σωκράτῃ, καὶ καταλέξας ἕκαστον, ἐπανερωτηθείς, εἰ καὶ Ἀρίστιππος καὶ Κλεόμβροτος παρῆσαν, οὔ, φησίν, ἐν Αἰγίνῃ γὰρ ἦσαν· πάντα γὰρ τὰ προειρημένα ἐμφαίνεται τῷ ἐν Αἰγίνῃ ἦσαν· καὶ πολὺ δεινότερος λόγος δοκεῖ τοῦ πράγματος αὐτοῦ ἐμφαίνοντος τὸ δεινόν, οὐχὶ τοῦ λέγοντος. τοὺς μὲν οὖν ἀμφὶ τὸν Ἀρίστιππον καὶ λοιδορῆσαι ἴσως ἀκινδύνου ὄντος ἐν σχήματι Πλάτων ἐλοιδόρησεν.
§289 Πολλάκις δὲ πρὸς τύραννον ἄλλως βίαιόν τινα διαλεγόμενοι καὶ ὀνειδίσαι ὁρμῶντες χρῄζομεν ἐξ ἀνάγκης σχήματος λόγου, ὡς Δημήτριος Φαληρεὺς πρὸς Κρατερὸν τὸν Μακεδόνα ἐπὶ χρυσῆς κλίνης καθεζόμενον μετέωρον, καὶ ἐν πορφυρᾷ χλανίδι, καὶ ὑπερηφάνως ἀποδεχόμενον τὰς πρεσβείας τῶν Ἑλλήνων, σχηματίσας εἶπεν ὀνειδιστικῶς, ὅτι ὑπεδεξάμεθά ποτε πρεσβεύοντας ἡμεῖς τούσδε καὶ Κρατερὸν τοῦτον· ἐν γὰρ τῷ δεικτικῷ τῷ τοῦτον ἐμφαίνεται ὑπερηφανία τοῦ Κρατεροῦ πᾶσα ὠνειδισμένη ἐν σχήματι.
§290 Τοῦ αὐτοῦ εἴδους ἐστὶ καὶ τὸ Πλάτωνος πρὸς Διονύσιον ψευσάμενον καὶ ἀρνησάμενον, ὅτι ἐγώ σοι Πλάτων οὐδὲν ὡμολόγησα, σὺ μέντοι, νὴ τοὺς θεούς. καὶ γὰρ ἐλήλεγκται ἐψευσμένος, καὶ ἔχει τι λόγος σχῆμα μεγαλεῖον ἅμα καὶ ἀσφαλές.
§291 Πολλαχῆ μέντοι καὶ ἐπαμφοτερίζουσιν· οἷς ἐοικέναι εἴ τις ἐθέλοι καὶ ψόγους εἰκαιοψόγους εἶναι θέλοι τις, παράδειγμα τὸ τοῦ Αἰσχίνου ἐπὶ τοῦ Τηλαυγοῦς· πᾶσα γὰρ σχεδὸν περὶ τὸν Τηλαυγῆ διήγησις ἀπορίαν παρέχοι, εἴτε θαυμασμὸς εἴτε χλευασμός ἐστι. τὸ δὲ τοιοῦτον εἶδος ἀμφίβολον, καίτοι εἰρωνεία οὐκ ὂν ἔχει τινὰ ὅμως καὶ εἰρωνείας ἔμφασιν.
§292 Δύναιτο δἄν τις καὶ ἑτέρως σχηματίζειν, οἷον οὕτως· ἐπειδὴ ἀηδῶς ἀκούουσιν οἱ δυνάσται καὶ δυνάστιδες τὰ αὑτῶν ἁμαρτήματα, παραινοῦντες αὐτοῖς μὴ ἁμαρτάνειν οὐκ ἐξ εὐθείας ἐροῦμεν, ἀλλἤτοι ἑτέρους ψέξομέν τινας τὰ ὅμοια πεποιηκότας, οἷον πρὸς Διονύσιον τὸν τύραννον κατὰ Φαλάριδος τοῦ τυράννου ἐροῦμεν καὶ τῆς Φαλάριδος ἀποτομίας· ἐπαινεσόμεθά τινας Διονυσίῳ τὰ ἐναντία πεποιηκότας, οἷον Γέλωνα Ἱέρωνα, ὅτι πατράσιν ἐῴκεσαν τῆς Σικελίας καὶ διδασκάλοις· καὶ γὰρ νουθετεῖται ἀκούων ἅμα καὶ οὐ λοιδορεῖται καὶ ζηλοτυπεῖ τῷ Γέλωνι ἐπαινουμένῳ καὶ ἐπαίνου ὀρέγεται καὶ οὗτος.
§293–304
§293 Πολλὰ δὲ τοιαῦτα παρὰ τοῖς τυράννοις, οἷον Φίλιππος μὲν διὰ τὸ ἑτερόφθαλμος εἶναι ὠργίζετο, εἴ τις ὀνομάσειεν ἐπαὐτοῦ Κύκλωπα ὀφθαλμὸν ὅλως· Ἑρμείας δ τοῦ Ἀταρνέως ἄρξας, καίτοι τἄλλα πρᾷος, ὡς λέγεται, οὐκ ἂν ἠνέσχετο ῥᾳδίως τινὸς μαχαίριον ὀνομάζοντος τομὴν ἐκτομὴν διὰ τὸ εὐνοῦχος εἶναι. ταῦτα δεἴρηκα ἐμφῆναι βουλόμενος μάλιστα τὸ ἦθος τὸ δυναστευτικόν, ὡς μάλιστα χρῇζον λόγου ἀσφαλοῦς, ὃς καλεῖται ἐσχηματισμένος.
§294 Καίτοι πολλάκις καὶ οἱ δῆμοι οἱ μεγάλοι καὶ ἰσχυροὶ δέονται τοιούτου εἴδους τῶν λόγων, ὥσπερ οἱ τύραννοι, καθάπερ Ἀθηναίων δῆμος, ἄρχων τῆς Ἑλλάδος καὶ κόλακας τρέφων Κλέωνας καὶ Κλεοφῶντας. τὸ μὲν οὖν κολακεύειν αἰσχρόν, τὸ δὲ ἐπιτιμᾶν ἐπισφαλές, ἄριστον δὲ τὸ μεταξύ, τοῦτἔστι τὸ ἐσχηματισμένον.
§295 Καί ποτε αὐτὸν τὸν ἁμαρτάνοντα ἐπαινέσομεν, οὐκ ἐφοἷς ἥμαρτεν, ἀλλἐφοἷς οὐχ ἡμάρτηκεν, οἷον τὸν ὀργιζόμενον, ὅτι χθὲς ἐπῃνεῖτο πρᾷος φανεὶς ἐπὶ τοῖς τοῦ δεῖνος ἁμαρτήμασιν, καὶ ὅτι ζηλωτὸς τοῖς πολίταις σύνεστιν· ἡδέως γὰρ δὴ ἕκαστος μιμεῖται ἑαυτὸν καὶ συνάψαι βούλεται ἐπαίνῳ ἔπαινον, μᾶλλον δἕνα ὁμαλῆ ἔπαινον ποιῆσαι.
§296 Καθόλου δὲ ὥσπερ τὸν αὐτὸν κηρὸν μέν τις κύνα ἔπλασεν, δὲ βοῦν, δὲ ἵππον, οὕτω καὶ πρᾶγμα ταὐτὸν μέν τις ἀποφαινόμενος καὶ κατηγορῶν φησιν, ὅτι οἱ ἄνθρωποι χρήματα μὲν ἀπολείπουσι τοῖς παισίν, ἐπιστήμην δὲ οὐ συναπολείπουσιν, τὴν χρησομένην τοῖς ἀπολειφθεῖσιν· τοῦτο δὲ τὸ εἶδος τοῦ λόγου Ἀριστίππειον λέγεται· ἕτερος δὲ ταὐτὸν ὑποθετικῶς προοίσεται, καθάπερ Ξενοφῶντος τὰ πολλά, οἷον ὅτι δεῖ γὰρ οὐ χρήματα μόνον ἀπολιπεῖν τοῖς ἑαυτῶν παισίν, ἀλλὰ καὶ ἐπιστήμην τὴν χρησομένην αὐτοῖς.
§297 Τὸ δὲ ἰδίως καλούμενον εἶδος Σωκρατικόν, μάλιστα δοκοῦσιν ζηλῶσαι Αἰσχίνης καὶ Πλάτων, μεταρυθμίσειεν ἂν τοῦτο τὸ πρᾶγμα τὸ προειρημένον εἰς ἐρώτησιν, ὧδέ πως, οἷον παῖ, πόσα σοι χρήματα ἀπέλιπεν πατήρ; πολλά τινα καὶ οὐκ εὐαρίθμητα; πολλά, Σώκρατες. ἆρα οὖν καὶ ἐπιστήμην ἀπέλιπέν σοι τὴν χρησομένην αὐτοῖς; ἅμα γὰρ καὶ εἰς ἀπορίαν ἔβαλεν τὸν παῖδα λεληθότως, καὶ ἠνέμνησεν ὅτι ἀνεπιστήμων ἐστί, καὶ παιδεύεσθαι προετρέψατο· ταῦτα πάντα ἠθικῶς καὶ ἐμμελῶς, καὶ οὐχὶ δὴ τὸ λεγόμενον τοῦτο ἀπὸ Σκυθῶν.
§298 Εὐημέρησαν δοἱ τοιοῦτοι λόγοι τότε ἐξευρεθέντες τὸ πρῶτον, μᾶλλον δὲ ἐξέπληξαν τῷ τε μιμητικῷ καὶ τῷ ἐναργεῖ καὶ τῷ μετὰ μεγαλοφροσύνης νουθετικῷ. περὶ μὲν δὴ πλάσματος λόγου καὶ σχηματισμῶν ἀρκείτω ταῦτα.
§299 δὲ λειότης περὶ τὴν σύνθεσιν, οἵᾳ κέχρηνται μάλιστα οἱ ἀπἸσοκράτους, φυλαξάμενοι τὴν σύγκρουσιν τῶν φωνηέντων γραμμάτων, οὐ μάλα ἐπιτηδεία ἐστὶ δεινῷ λόγῳ· πολλὰ γὰρ τὰ ἐκ τῆς συμπλήξεως ἂν αὐτῆς γένοιτο δεινότερα, οἷον τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου, οὐ διἐμέ, οὐ γὰρ ἔγωγε ἐπολιτευόμην πω τότε. εἰ δὲ μεταβαλών τις καὶ συνάψας ὧδεἴποι· τοῦ πολέμου γὰρ οὐ διἐμὲ τοῦ Φωκικοῦ συστάντος· οὐ γὰρ ἐπολιτευόμην ἔγωγέ πω τότε, οὐκ ὀλίγον διεξαιρήσει τῆς δεινότητος, ἐπεὶ πολλαχοῦ καὶ τὸ ἠχῶδες τῆς συγκρούσεως ἴσως ἔσται δεινότερον.
§300 Καὶ γὰρ τὸ ἀφρόντιστον αὐτὸ καὶ τὸ ὥσπερ αὐτοφυὲς δεινότητα παραστήσει τινά, μάλιστα ἐπὰν ὀργιζομένους ἐμφαίνωμεν αὑτοὺς ἠδικημένους. δὲ περὶ τὴν λειότητα καὶ ἁρμονίαν φροντὶς οὐκ ὀργιζομένου, ἀλλὰ παίζοντός ἐστι καὶ ἐπιδεικνυμένου μᾶλλον.
§301 Καὶ ὥσπερ τὸ διαλελυμένον σχῆμα δεινότητα ποιεῖ, ὡς προλέλεκται, οὕτω ποιήσει διαλελυμένη ὅλως σύνθεσις. σημεῖον δὲ καὶ τὸ Ἱππώνακτος. λοιδορῆσαι γὰρ βουλόμενος τοὺς ἐχθροὺς ἔθραυσεν τὸ μέτρον, καὶ ἐποίησεν χωλὸν ἀντὶ εὐθέος, καὶ ἄρυθμον, τουτέστι δεινότητι πρέπον καὶ λοιδορίᾳ· τὸ γὰρ ἔρρυθμον καὶ εὐήκοον ἐγκωμίοις ἂν πρέποι μᾶλλον ψόγοις. τοσαῦτα καὶ περὶ συγκρούσεως.
§302 Παράκειται δέ τις καὶ τῷ δεινῷ χαρακτῆρι, ὡς τὸ εἰκός, διημαρτημένος καὶ αὐτός, καλεῖται δὲ ἄχαρις. γίνεται δὲ ἐν τοῖς πράγμασιν, ἐπάν τις αἰσχρὰ καὶ δύσρητα ἀναφανδὸν λέγῃ, καθάπερ τῆς Τιμάνδρας κατηγορῶν ὡς πεπορνευκυίας τὴν λεκανίδα καὶ τοὺς ὀβολοὺς καὶ τὴν ψίαθον καὶ πολλήν τινα τοιαύτην δυσφημίαν κατήρασεν τοῦ δικαστηρίου.
§303 σύνθεσις δὲ φαίνεται ἄχαρις, ἐὰν διεσπασμένῃ ἐμφερὴς , καθάπερ εἰπών, οὑτωσὶ δἔχον τὸ καὶ τό, κτεῖναι. καὶ ἐπὰν τὰ κῶλα μηδεμίαν ἔχῃ πρὸς ἄλληλα σύνδεσιν, ἀλλὅμοια διερρηγμένοις. καὶ αἱ περίοδοι δὲ αἱ συνεχεῖς καὶ μακραὶ καὶ ἀποπνίγουσαι τοὺς λέγοντας οὐ μόνον κατακορές, ἀλλὰ καὶ ἀτερπές.
§304 Τῇ δὲ ὀνομασίᾳ πολλάκις χαρίεντα πράγματα ὄντα ἀτερπέστερα φαίνεται, καθάπερ Κλείταρχος περὶ τῆς τενθρηδόνος λέγων, ζώου μελίσσῃ ἐοικότος· κατανέμεται μέν, φησί, τὴν ὀρεινήν, εἰσίπταται δὲ εἰς τὰς κοίλας δρῦς. ὥσπερ περὶ βοὸς ἀγρίου τοῦ Ἐρυμανθίου κάπρου λέγων, ἀλλοὐχὶ περὶ μελίσσης τινός, ὥστε καὶ ἄχαριν τὸν λόγον ἅμα καὶ ψυχρὸν γενέσθαι. παράκειται δέ πως ἀλλήλοις ταῦτα ἀμφότερα.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up