§1
Ὥσπερ ἡ ποίησις διαιρεῖται τοῖς μέτροις, οἷον ἡμιμέτροις ἢ ἑξαμέτροις ἢ τοῖς ἄλλοις, οὕτω καὶ τὴν ἑρμηνείαν τὴν λογικὴν διαιρεῖ καὶ διακρίνει τὰ καλούμενα κῶλα, καθάπερ ἀναπαύοντα τὸν λέγοντά τε καὶ τὰ λεγόμενα αὐτά, καὶ ἐν πολλοῖς ὅροις ὁρίζοντα τὸν λόγον, ἐπεί τοι μακρὸς ἂν εἴη καὶ ἄπειρος καὶ ἀτεχνῶς πνίγων τὸν λέγοντα.
§2
Βούλεται μέντοι διάνοιαν ἀπαρτίζειν τὰ κῶλα ταῦτα, ποτὲ μὲν ὅλην διάνοιαν, οἷον ὡς Ἑκαταῖός φησιν ἐν τῇ ἀρχῇ τῆς ἱστορίας, Ἑκαταῖος Μιλήσιος ὧδε μυθεῖται· συνείληπται γὰρ διάνοια τῷ κώλῳ ὅλῳ ὅλη, καὶ ἄμφω συγκαταλήγουσιν. ἐνίοτε μέντοι τὸ κῶλον ὅλην μὲν οὐ συμπεραιοῖ διάνοιαν, μέρος δὲ ὅλης ὅλον· ὡς γὰρ τῆς χειρὸς οὔσης ὅλου τινὸς μέρη αὐτῆς ὅλα ὅλης ἐστίν, οἷον δάκτυλοι καὶ πῆχυς· ἰδίαν γὰρ περιγραφὴν ἔχει τούτων τῶν μερῶν ἕκαστον, καὶ ἴδια μέρη· οὕτω καὶ διανοίας τινὸς ὅλης οὔσης μεγάλης ἐμπεριλαμβάνοιτ’ ἂν μέρη τινὰ αὐτῆς ὁλόκληρα ὄντα καὶ αὐτά.
§3
Ὥσπερ ἐν τῇ ἀρχῇ τῆς Ἀναβάσεως τῆς Ξενοφῶντος τὸ τοιοῦτον, Δαρείου καὶ Παρυσάτιδος μέχρι τοῦ νεώτερος δὲ Κῦρος, συντετελεσμένη πᾶσα διάνοιά ἐστιν· τὰ δ’ ἐν αὐτῇ κῶλα δύο μέρη μὲν αὐτῆς ἑκάτερόν ἐστι, διάνοια δὲ ἐν ἑκατέρῳ πληροῦταί τις, ἴδιον ἔχουσα πέρας, οἷον Δαρείου καὶ Παρυσάτιδος γίνονται παῖδες. ἔχει γάρ τινα ὁλοκληρίαν ἡ διάνοια αὐτὴ καθ’ αὑτήν, ὅτι ἐγένοντο Δαρείῳ καὶ Παρυσάτιδι παῖδες. καὶ ὡσαύτως τὸ ἕτερον κῶλον, ὅτι πρεσβύτερος μὲν Ἀρταξέρξης, νεώτερος δὲ Κῦρος. ὥστε τὸ μὲν κῶλον, ὡς φημί, διάνοιαν περιέξει τινὰ πάντη πάντως, ἤτοι ὅλην ἢ μέρος ὅλης ὅλον.
§4
Δεῖ δὲ οὔτε πάνυ μακρὰ ποιεῖν τὰ κῶλα, ἐπεί τοι γίνεται ἄμετρος ἡ σύνθεσις ἢ δυσπαρακολούθητος· οὐδὲ γὰρ ἡ ποιητικὴ ὑπὲρ ἑξάμετρον ἦλθεν, εἰ μή που ἐν ὀλίγοις· γελοῖον γὰρ τὸ μέτρον ἄμετρον εἶναι, καὶ καταλήγοντος τοῦ μέτρου ἐπιλελῆσθαι ἡμᾶς πότε ἤρξατο. οὔτε δὴ τὸ μῆκος τῶν κώλων πρέπον τοῖς λόγοις διὰ τὴν ἀμετρίαν, οὔτε ἡ μικρότης, ἐπεί τοι γίνοιτ’ ἂν ἡ λεγομένη ξηρὰ σύνθεσις, οἷον ἡ τοιάδε ὁ βίος βραχύς, ἡ τέχνη μακρά, ὁ καιρὸς ὀξύς. κατακεκομμένη γὰρ ἔοικεν ἡ σύνθεσις καὶ κεκερματισμένη, καὶ εὐκαταφρόνητος διὰ τὸ μικρὰ σύμπαντα ἔχειν.
§5
Γίνεται μὲν οὖν ποτε καὶ μακροῦ κώλου καιρός, οἷον ἐν τοῖς μεγέθεσιν, ὡς ὁ Πλάτων φησί, τὸ γὰρ δὴ πᾶν τόδε τοτὲ μὲν αὐτὸς ὁ θεὸς πορευόμενον συμποδηγεῖ καὶ συγκυκλεῖ. σχεδὸν γὰρ τῷ μεγέθει τοῦ κώλου συνεξῆρται καὶ ὁ λόγος. διὰ τοῦτο καὶ ἑξάμετρον ἡρῷόν τε ὀνομάζεται ὑπὸ τοῦ μήκους καὶ πρέπον ἥρωσιν, καὶ οὐκ ἂν τὴν Ὁμήρου Ἰλιάδα πρεπόντως τις γράψειεν τοῖς Ἀρχιλόχου βραχέσιν, οἷον ἀχνυμένη σκυτάλη καὶ τίς σὰς παρήειρε φρένας; οὐδὲ τοῖς Ἀνακρέοντος, ὡς τὸ φέρ’ ὕδωρ, φέρ’ οἶνον, ὦ παῖ· μεθύοντος γὰρ ὁ ῥυθμὸς ἀτεχνῶς γέροντος, οὐ μαχομένου ἥρωος.
§6
Μακροῦ μὲν δὴ κώλου καιρὸς γίνοιτ’ ἄν ποτε διὰ ταῦτα· γίνοιτο δ’ ἄν ποτε καὶ βραχέος, οἷον ἤτοι μικρόν τι ἡμῶν λεγόντων, ὡς ὁ Ξενοφῶν φησιν, ὅτι ἀφίκοντο οἱ Ἕλληνες ἐπὶ τὸν Τηλεβόαν ποταμόν· οὗτος δὲ ἦν μέγας μὲν οὔ, καλὸς δέ. τῇ γὰρ μικρότητι καὶ ἀποκοπῇ τοῦ ῥυθμοῦ συνανεφάνη καὶ ἡ μικρότης τοῦ ποταμοῦ καὶ χάρις· εἰ δὲ οὕτως ἐκτείνας αὐτὸ εἶπεν, οὗτος δὲ μεγέθει μὲν ἦν ἐλάττων τῶν πολλῶν, κάλλει δὲ ὑπερεβάλλετο πάντας, τοῦ πρέποντος ἀπετύγχανεν ἄν, καὶ ἐγίγνετο ὁ λεγόμενος ψυχρός· ἀλλὰ περὶ ψυχρότητος μὲν ὕστερον λεκτέον.
§7
Τῶν δὲ μικρῶν κώλων κἀν δεινότητι χρῆσίς ἐστι· δεινότερον γὰρ τὸ ἐν ὀλίγῳ πολὺ ἐμφαινόμενον καὶ σφοδρότερον, διὸ καὶ οἱ Λάκωνες βραχυλόγοι ὑπὸ δεινότητος· καὶ τὸ μὲν ἐπιτάσσειν σύντομον καὶ βραχύ, καὶ πᾶς δεσπότης δούλῳ μονοσύλλαβος, τὸ δὲ ἱκετεύειν μακρὸν καὶ τὸ ὀδύρεσθαι. αἱ Λιταὶ καθ’ Ὅμηρον καὶ χωλαὶ καὶ ῥυσαὶ ὑπὸ βραδυτῆτος, τουτέστιν ὑπὸ μακρολογίας, καὶ οἱ γέροντες μακρολόγοι διὰ τὴν ἀσθένειαν.
§8
Παράδειγμα δὲ βραχείας συνθέσεως τὸ Λακεδαίμόνιοι Φιλίππῳ· Διονύσιος ἐν Κορίνθῳ. πολὺ γὰρ δεινότερον φαίνεται ῥηθὲν οὕτω βραχέως, ἢ εἴπερ αὐτὸ μακρῶς ἐκτείναντες εἶπον, ὅτι ὁ Διονύσιός ποτε μέγας ὢν τύραννος ὥσπερ σὺ ὅμως νῦν ἰδιωτεύων οἰκεῖ Κόρινθον. οὐ γὰρ ἔτι διὰ πολλῶν ῥηθὲν ἐπιπλήξει ἐῴκει, ἀλλὰ διηγήματι, καὶ μᾶλλόν τινι διδάσκοντι, οὐκ ἐκφοβοῦντι· οὕτως ἐκτεινόμενον ἐκλύεται τοῦ λόγου τὸ θυμικὸν καὶ σφοδρόν. ὥσπερ τὰ θηρία συστρέψαντα ἑαυτὰ μάχεται, τοιαύτη τις ἂν εἴη συστροφὴ καὶ λόγου καθάπερ ἐσπειραμένου πρὸς δεινότητα.
§9
Ἡ δὲ τοιαύτη βραχύτης κατὰ τὴν σύνθεσιν κόμμα ὀνομάζεται. ὁρίζονται δ’ αὐτὸ ὧδε, κόμμα ἐστὶν τὸ κώλου ἔλαττον, οἷον τὸ προειρημένον, τό τε Διονύσιος ἐν Κορίνθῳ, καὶ τὸ γνῶθι σεαυτόν, καὶ τὸ ἕπου θεῷ, τὰ τῶν σοφῶν. ἔστι γὰρ καὶ ἀποφθεγματικὸν ἡ βραχύτης καὶ γνωμολογικόν, καὶ σοφώτερον τὸ ἐν ὀλίγῳ πολλὴν διάνοιαν ἠθροῖσθαι, καθάπερ ἐν τοῖς σπέρμασιν δένδρων ὅλων δυνάμεις· εἰ δ’ ἐκτείνοιτό τις τὴν γνώμην ἐν μακροῖς, διδασκαλία γίνεταί τις καὶ ῥητορεία ἀντὶ γνώμης.
§10
Τῶν μέντοι κώλων καὶ κομμάτων τοιούτων συντιθεμένων πρὸς ἄλληλα συνίστανται αἱ περίοδοι ὀνομαζόμεναι. ἔστιν γὰρ ἡ περίοδος σύστημα ἐκ κώλων ἢ κομμάτων εὐκαταστρόφως εἰς τὴν διάνοιαν τὴν ὑποκειμένην ἀπηρτισμένον, οἷον μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν τῇ πόλει λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου, ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν· αὕτη γὰρ ἡ περίοδος ἐκ τριῶν κώλων οὖσα καμπήν τέ τινα καὶ συστροφὴν ἔχει κατὰ τὸ τέλος.
§11
Ἀριστοτέλης δὲ ὁρίζεται τὴν περίοδον οὕτως, περίοδός ἐστι λέξις ἀρχὴν ἔχουσα καὶ τελευτήν, μάλα καλῶς καὶ πρεπόντως ὁρισάμενος· εὐθὺς γὰρ ὁ τὴν περίοδον λέγων ἐμφαίνει, ὅτι ἦρκταί ποθεν καὶ ἀποτελευτήσει ποι καὶ ἐπείγεται εἴς τι τέλος, ὥσπερ οἱ δρομεῖς ἀφεθέντες· καὶ γὰρ ἐκείνων συνεμφαίνεται τῇ ἀρχῇ τοῦ δρόμου τὸ τέλος. ἔνθεν καὶ περίοδος ὠνομάσθη, ἀπεικασθεῖσα ταῖς ὁδοῖς ταῖς κυκλοειδέσι καὶ περιωδευμέναις. καθόλου οὐδὲν ἡ περίοδός ἐστι πλὴν ποιὰ σύνθεσις. εἰ γοῦν λυθείη αὐτῆς τὸ περιωδευμένον καὶ μετασυντεθείη, τὰ μὲν πράγματα μένει τὰ αὐτά, περίοδος δὲ οὐκ ἔσται, οἷον εἰ τὴν προειρημένην τις τοῦ Δημοσθένους περίοδον ἀναστρέψας εἴποι ὧδέ πως, συνερῶ τούτοις, ὦ ἄνδρες Ἀθηναῖοι· φίλος γάρ μοί ἐστιν ὁ υἱὸς Χαβρίου, πολὺ δὲ μᾶλλον τούτου ἡ πόλις, ᾗ συνειπεῖν με δίκαιόν ἐστιν. οὐ γὰρ ἔτι οὐδαμοῦ ἡ περίοδος εὑρίσκεται.
§12
Γένεσις δ’ αὐτῆς ἥδε. τῆς ἑρμηνείας ἡ μὲν ὀνομάζεται κατεστραμμένη, οἷον ἡ κατὰ περιόδους ἔχουσα, ὡς ἡ τῶν Ἰσοκρατείων ῥητορειῶν καὶ Γοργίου καὶ Ἀλκιδάμαντος· ὅλαι γὰρ διὰ περιόδων εἰσὶν συνεχῶν οὐδέν τι ἔλαττον ἤπερ ἡ Ὁμήρου ποίησις δι’ ἑξαμέτρων· ἡ δέ τις διῃρημένη ἑρμηνεία καλεῖται, ἡ εἰς κῶλα λελυμένη οὐ μάλα ἀλλήλοις συνηρτημένα, ὡς ἡ Ἑκαταίου, καὶ τὰ πλεῖστα τῶν Ἡροδότου, καὶ ὅλως ἡ ἀρχαία πᾶσα. παράδειγμα αὐτῆς, Ἑκαταῖος Μιλήσιος ὧδε μυθεῖται· τάδε γράφω, ὥς μοι δοκεῖ ἀληθέα εἶναι· οἱ γὰρ Ἑλλήνων λόγοι πολλοί τε καὶ γελοῖοι, ὡς ἐμοὶ φαίνονται, εἰσίν. ὥσπερ γὰρ σεσωρευμένοις ἐπ’ ἀλλήλοις τὰ κῶλα ἔοικεν καὶ ἐπερριμμένοις καὶ οὐκ ἔχουσιν σύνδεσιν οὐδ’ ἀντέρεισιν, οὐδὲ βοηθοῦντα ἀλλήλοις ὥσπερ ἐν ταῖς περιόδοις.
§13
Ἔοικε γοῦν τὰ μὲν περιοδικὰ κῶλα τοῖς λίθοις τοῖς ἀντερείδουσι τὰς περιφερεῖς στέγας καὶ συνέχουσι, τὰ δὲ τῆς διαλελυμένης ἑρμηνείας διερριμμένοις πλησίον λίθοις μόνον καὶ οὐ συγκειμένοις.
§14
Διὸ καὶ περιεξεσμένον ἔχει τι ἡ ἑρμηνεία ἡ πρὶν καὶ εὐσταλές, ὥσπερ καὶ τὰ ἀρχαῖα ἀγάλματα, ὧν τέχνη ἐδόκει ἡ συστολὴ καὶ ἰσχνότης, ἡ δὲ τῶν μετὰ ταῦτα ἑρμηνεία τοῖς Φειδίου ἔργοις ἤδη ἔοικεν ἔχουσά τι καὶ μεγαλεῖον καὶ ἀκριβὲς ἅμα.
§15
Δοκιμάζω γὰρ δὴ ἔγωγε μήτε περιόδοις ὅλον τὸν λόγον συνείρεσθαι, ὡς ὁ Γοργίου, μήτε διαλελύσθαι ὅλον, ὡς τὰ ἀρχαῖα, ἀλλὰ μεμῖχθαι μᾶλλον δι’ ἀμφοτέρων· οὕτω γὰρ καὶ ἐγκατάσκευος ἔσται καὶ ἁπλοῦς ἅμα, καὶ ἐξ ἀμφοῖν ἡδύς, καὶ οὔτε μάλα ἰδιωτικός, οὔτε μάλα σοφιστικός. τῶν δὲ τὰς πυκνὰς περιόδους λεγόντων οὐδ᾽ αἱ κεφαλαὶ ῥᾳδίως ἑστᾶσιν, ὡς ἐπὶ τῶν οἰνωμένων, οἵ τε ἀκούοντες ναυτιῶσι διὰ τὸ ἀπίθανον, τοτὲ δὲ καὶ ἐκφωνοῦσι τὰ τέλη τῶν περιόδων προειδότες καὶ προαναβοῶσι.
§16
Τῶν δὲ περιόδων αἱ μικρότεραι μὲν ἐκ δυοῖν κώλοιν συντίθενται, αἱ μέγισται δὲ ἐκ τεττάρων· τὸ δ᾽ ὑπὲρ τέτταρα οὐκέτ’ ἂν ἐντὸς εἴη περιοδικῆς συμμετρίας.
§17
Γίνονται δὲ καὶ τρίκωλοί τινες· καὶ μονόκωλοι δέ, ἃς καλοῦσιν ἁπλᾶς περιόδους. ὅταν γὰρ τὸ κῶλον μῆκός τε ἔχῃ καὶ καμπὴν κατὰ τὸ τέλος, τότε μονόκωλος περίοδος γίνεται, καθάπερ ἡ τοιάδε, Ἡροδότου Ἁλικαρνασῆος ἱστορίης ἀπόδεξις ἥδε. καὶ πάλιν, ἡ γὰρ σαφὴς φράσις πολὺ φῶς παρέχεται ταῖς τῶν ἀκουόντων διανοίαις. ὑπ’ ἀμφοῖν μέντοι συνίσταται ἡ ἁπλῆ περίοδος, καὶ ὑπὸ τοῦ μήκους καὶ ὑπὸ τῆς καμπῆς τῆς περὶ τὸ τέλος, ὑπὸ δὲ θατέρου οὐδέ ποτε.
§18
Ἐν δὲ ταῖς συνθέτοις περιόδοις τὸ τελευταῖον κῶλον μακρότερον χρὴ εἶναι, καὶ ὥσπερ περιέχον καὶ περιειληφὸς τἄλλα. οὕτω γὰρ μεγαλοπρεπὴς ἔσται καὶ σεμνὴ περίοδος, εἰς σεμνὸν καὶ μακρὸν λήγουσα κῶλον· εἰ δὲ μή, ἀποκεκομμένη καὶ χωλῇ ὁμοία. παράδειγμα δ᾽ αὐτῆς τὸ τοιοῦτον, οὐ γὰρ τὸ εἰπεῖν καλῶς καλόν, ἀλλὰ τὸ εἰπόντα δρᾶσαι τὰ εἰρημένα.
§19
Τρία δὲ γένη περιόδων ἐστίν, ἱστορική, διαλογική, ῥητορική. ἱστορικὴ μὲν ἡ μήτε περιηγμένη, μήτ̓ ἀνειμένη σφόδρα, ἀλλὰ μεταξὺ ἀμφοῖν, ὡς μήτε ῥητορικὴ δόξειεν καὶ ἀπίθανος διὰ τὴν περιαγωγήν, τὸ σεμνόν τε ἔχουσα καὶ ἱστορικὸν ἐκ τῆς ἁπλότητος, οἷον ἡ τοιάδε, Δαρείου καὶ Παρυσάτιδος γίγνονται μέχρι τοῦ νεώτερος δὲ Κῦρος. ἑδραίᾳ γάρ τινι καὶ ἀσφαλεῖ καταλήξει ἔοικεν αὐτῆς ἡ ἀπόθεσις.
§20
Τῆς δὲ ῥητορικῆς περιόδου συνεστραμμένον τὸ εἶδος καὶ κυκλικὸν καὶ δεόμενον στρογγύλου στόματος καὶ χειρὸς συμπεριαγομένης τῷ ῥυθμῷ, οἷον τῆς μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν τῇ πόλει λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου, ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν. σχεδὸν γὰρ εὐθὺς ἐκ τῆς ἀρχῆς ἡ περίοδος ἡ τοιάδε συνεστραμμένον τι ἔχει καὶ ἐμφαῖνον, ὅτι οὐκ ἂν ἀπολήξειεν εἰς ἁπλοῦν τέλος.
§21
Διαλογικὴ δέ ἐστι περίοδος ἡ ἔτι ἀνειμένη καὶ ἁπλουστέρα τῆς ἱστορικῆς, καὶ μόλις ἐμφαίνουσα, ὅτι περίοδός ἐστιν, ὥσπερ ἡ τοιάδε, κατέβην χθὲς εἰς τὸν Πειραιᾶ μέχρι τοῦ ἅτε νῦν πρῶτον ἄγοντες. ἐπέρριπται γὰρ ἀλλήλοις τὰ κῶλα ἐφ’ ἑτέρῳ ἕτερον, ὥσπερ ἐν τοῖς διαλελυμένοις λόγοις, καὶ ἀπολήξαντες μόλις ἂν ἐννοηθεῖμεν κατὰ τὸ τέλος, ὅτι τὸ λεγόμενον περίοδος ἦν. δεῖ γὰρ μεταξὺ διῃρημένης τε καὶ κατεστραμμένης λέξεως τὴν διαλογικὴν περίοδον γράφεσθαι, καὶ μεμιγμένην ὁμοίαν ἀμφοτέροις. περιόδων μὲν εἴδη τοσάδε.
§22
Γίνονται δὲ καὶ ἐξ ἀντικειμένων κώλων περίοδοι, ἀντικειμένων δὲ ἤτοι τοῖς πράγμασιν, οἷον πλέων μὲν διὰ τῆς ἠπείρου, πεζεύων δὲ διὰ τῆς θαλάσσης, ἤ ἀμφοτέροις, τῇ τε λέξει καὶ τοῖς πράγμασιν, ὥσπερ ἡ αὐτὴ περίοδος ὧδε ἔχει.
§23
Κατὰ δὲ τὰ ὀνόματα μόνον ἀντικείμενα κῶλα τοιάδε ἐστίν, οἷον ὡς ὁ τὴν Ἑλένην παραβαλὼν τῷ Ἡρακλεῖ φησιν, ὅτι τῷ μὲν ἐπίπονον καὶ πολυκίνδυνον τὸν βίον ἐποίησεν, τῆς δὲ περίβλεπτον καὶ περιμάχητον τὴν φύσιν κατέστησεν. ἀντίκειται γὰρ καὶ ἄρθρον ἄρθρῳ, καὶ σύνδεσμος συνδέσμῳ, ὅμοια ὁμοίοις, καὶ τἄλλα δὲ κατὰ τὸν αὐτὸν τρόπον, τῷ μὲν ἐποίησεν τὸ κατέστησεν, τῷ δὲ ἐπίπονον τὸ περίβλεπτον, τῷ δὲ πολυκίνδυνον τὸ περιμάχητον, καὶ ὅλως ἓν πρὸς ἕν, ὅμοιον παρ’ ὅμοιον, ἡ ἀνταπόδοσις.
§24
Ἔστι δὲ κῶλα, ἃ μὴ ἀντικείμενα ἐμφαίνει τινὰ ἀντίθεσιν διὰ τὸ τῷ σχήματι ἀντιθέτως γεγράφθαι, καθάπερ τὸ παρ’ Ἐπιχάρμῳ τῷ ποιητῇ πεπαιγμένον, ὅτι τόκα μὲν ἐν τήνοις ἐγὼν ἦν, τόκα δὲ παρὰ τήνοις ἐγών. τὸ αὐτὸ μὲν γὰρ εἴρηται, καὶ οὐδὲν ἐναντίον· ὁ δὲ τρόπος τῆς ἑρμηνείας μεμιμημένος ἀντίθεσίν τινα πλανῶντι ἔοικεν. ἀλλ’ οὗτος μὲν ἴσως γελωτοποιῶν οὕτως ἀντέθηκεν, καὶ ἅμα σκώπτων τοὺς ῥήτορας.
§25
Ἔστι δὲ καὶ παρόμοια κῶλα, ἅτινα παρόμοια δὴ τοῖς ἐπ’ ἀρχῆς, οἷον δωρητοί τε πέλοντο, παράρητοί τ’ ἐπέεσσιν· ἢ ὡς ἐπὶ τέλους, ὡς ἡ τοῦ Πανηγυρικοῦ ἀρχή, πολλάκις ἐθαύμασα τῶν τὰς πανηγύρεις συναγαγόντων καὶ τοὺς γυμνικοὺς ἀγῶνας καταστησάντων. εἶδος δὲ τοῦ παρομοίου τὸ ἰσόκωλον, ἐπὰν ἴσας ἔχῃ τὰ κῶλα τὰς συλλαβάς, ὥσπερ Θουκυδίδῃ, ὡς οὔτε ὧν πυνθάνονται ἀπαξιούντων τὸ ἔργον, οἷς τε ἐπιμελὲς εἴη εἰδέναι οὐκ ὀνειδιζόντων· ἰσόκωλον μὲν δὴ τοῦτο.
§26
Ὁμοιοτέλευτα δέ ἐστι τὰ εἰς ὅμοια καταλήγοντα, ἤτοι εἰς ὀνόματα ταὐτά, ὥσπερ ἔχει ἐπὶ τοῦ σὺ δ’ αὐτὸν καὶ ζῶντα ἔλεγες κακῶς, καὶ νῦν θανόντα γράφεις κακῶς· ἢ ὅταν εἰς συλλαβὴν καταλήγῃ τὴν αὐτήν, ὥσπερ τὰ ἐκ τοῦ Πανηγυρικοῦ προειρημένα.
§27
Χρῆσις δὲ τῶν τοιούτων κώλων ἐπισφαλής. οὔτε γὰρ δεινῶς λέγοντι ἐπιτήδεια· ἐκλύει γὰρ τὴν δεινότητα ἡ περὶ αὐτὰ τερθρεία καὶ φροντίς. δῆλον δ’ ἡμῖν τοῦτο ποιεῖ Θεόπομπος. κατηγορῶν γὰρ τῶν Φιλίππου φίλων φησίν, ἀνδροφόνοι δὲ τὴν φύσιν ὄντες, ἀνδροπόρνοι τὸν τρόπον ἦσαν· καὶ ἐκαλοῦντο μὲν ἑταῖροι, ἦσαν δὲ ἑταῖραι. ἡ γὰρ ὁμοιότης ἡ περὶ τὰ κῶλα καὶ ἀντίθεσις ἐκλύει τὴν δεινότητα διὰ τὴν κακοτεχνίαν. θυμὸς γὰρ τέχνης οὐ δεῖται, ἀλλὰ δεῖ τρόπον τινὰ αὐτοφυᾶ εἶναι ἐπὶ τῶν τοιούτων κατηγοριῶν καὶ ἁπλᾶ τὰ λεγόμενα.
§28
Οὔτε δῆτα ἐν δεινότητι χρήσιμα τὰ τοιαῦτα, ὡς ἔδειξα, οὔτε ἐν πάθεσι καὶ ἤθεσιν· ἁπλοῦν γὰρ εἶναι βούλεται καὶ ἀποίητον τὸ πάθος, ὁμοίως δὲ καὶ τὸ ἦθος. ἐν γοῦν τοῖς Ἀριστοτέλους περὶ δικαιοσύνης ὁ τὴν Ἀθηναίων πόλιν ὀδυρόμενος εἰ μὲν οὕτως εἴποι ὅτι ποίαν τοιαύτην πόλιν εἷλον τῶν ἐχθρῶν, οἵαν τὴν ἰδίαν πόλιν ἀπώλεσαν, ἐμπαθῶς ἂν εἰρηκὼς εἴη καὶ ὀδυρτικῶς· εἰ δὲ παρόμοιον αὐτὸ ποιήσει· ποίαν γὰρ πόλιν τῶν ἐχθρῶν τοιαύτην ἔλαβον, ὁποίαν τὴν ἰδίαν ἀπέβαλον, οὐ μὰ τὸν Δία πάθος κινήσει οὐδὲ ἔλεον, ἀλλὰ τὸν καλούμενον κλαυσιγέλωτα. τὸ γὰρ ἐν πενθοῦσι παίζειν, κατὰ τὴν παροιμίαν, τὸ τὰ τοιαῦτα ἐν τοῖς πάθεσι κακοτεχνεῖν ἐστι.
§29
Γίνεται μέντοι γε χρήσιμά ποτε, ὡς Ἀριστοτέλης φησίν, ἐγὼ ἐκ μὲν Ἀθηνῶν εἰς Στάγειρα ἦλθον διὰ τὸν βασιλέα τὸν μέγαν, ἐκ δὲ Σταγείρων εἰς Ἀθήνας διὰ τὸν χειμῶνα τὸν μέγαν· εἰ γοῦν ἀφέλοις τὸ ἕτερον μέγαν, συναφαιρήσῃ καὶ τὴν χάριν· τῇ γὰρ μεγαληγορίᾳ συνεργοῖ ἂν τὰ τοιαῦτα κῶλα, ὁποῖα τῶν Γοργίου τὰ πολλὰ ἀντίθετα καὶ τῶν Ἰσοκράτους. περὶ μὲν δὴ τῶν παρομοίων ταῦτα.
§30
Διαφέρει δὲ ἐνθύμημα περιόδου τῇδε, ὅτι ἡ μὲν περίοδος σύνθεσις τίς ἐστι περιηγμένη, ἀφ’ ἧς καὶ ὠνόμασται, τὸ δὲ ἐνθύμημα ἐν τῷ διανοήματι ἔχει τὴν δύναμιν καὶ σύστασιν· καὶ ἔστιν ἡ μὲν περίοδος κύκλος τοῦ ἐνθυμήματος, ὥσπερ καὶ τῶν ἄλλων πραγμάτων, τὸ δ’ ἐνθύμημα διάνοιά τις ἤτοι ἐκ μάχης λεγομένη ἢ ἐν ἀκολουθίας σχήματι.
§31
Σημεῖον δέ· εἰ γὰρ διαλύσειας τὴν σύνθεσιν τοῦ ἐνθυμήματος, τὴν μὲν περίοδον ἠφάνισας, τὸ δ’ ἐνθύμημα ταὐτὸν μένει, οἷον εἴ τις τὸ παρὰ Δημοσθένει διαλύσειεν ἐνθύμημα τὸ τοιοῦτον, ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω, σὺ τάδ’ οὐκ ἂν ἔγραψας· οὕτως ἂν σὺ νῦν ἁλῷς, ἄλλος οὐ γράψει· διαλύσειεν δὲ οὕτω· μὴ ἐπιτρέπετε τοῖς τὰ παράνομα γράφουσιν· εἰ γὰρ ἐκωλύοντο, οὐκ ἂν νῦν οὗτος ταῦτα ἔγραφεν, οὐδ’ ἕτερος ἔτι γράψει τούτου νῦν ἁλόντος· ἐνταῦθα τῆς περιόδου μὲν ὁ κύκλος ἐκλέλυται, τὸ δ’ ἐνθύμημα ἐν ταὐτῷ μένει.
§32
Καὶ καθόλου δὲ τὸ μὲν ἐνθύμημα συλλογισμός τίς ἐστι ῥητορικός, ἡ περίοδος δὲ συλλογίζεται μὲν οὐδέν, σύγκειται δὲ μόνον· καὶ περιόδους μὲν ἐν παντὶ μέρει τοῦ λόγου τίθεμεν, οἷον ἐν τοῖς προοιμίοις, ἐνθυμήματα. δὲ οὐκ ἐν παντί· καὶ τὸ μὲν ὥσπερ ἐπιλέγεται, τὸ ἐνθύμημα, ἡ περίοδος δὲ αὐτόθεν λέγεται· καὶ τὸ μὲν οἷον συλλογισμός ἐστιν ἀτελής, ἡ δὲ οὔτε ὅλον τι οὔτε ἀτελὲς συλλογίζεται.
§33
Συμβέβηκε μὲν οὖν τῷ ἐνθυμήματι καὶ περιόδῳ εἶναι, διότι περιοδικῶς σύγκειται, περίοδος δ’ οὐκ ἔστιν, ὥσπερ τῷ οἰκοδομουμένῳ συμβέβηκε μὲν καὶ λευκῷ εἶναι, ἂν λευκὸν ᾖ, τὸ οἰκοδομούμενον δ’ οὐκ ἔστι λευκόν. περὶ μὲν δὴ διαφορᾶς ἐνθυμήματος καὶ περιόδου εἴρηται.
§34
Τὸ δὲ κῶλον Ἀριστοτέλης οὕτως ὁρίζεται, κῶλόν ἐστι τὸ ἕτερον μέρος περιόδου· εἶτα ἐπιφέρει· γίνεται δὲ καὶ ἁπλῆ περίοδος. οὕτως ὁρισάμενος, τὸ ἕτερον μέρος, δίκωλον ἐβούλετο εἶναι τὴν περίοδον δηλονότι. ὁ δ’ Ἀρχέδημος, συλλαβὼν τὸν ὅρον τοῦ Ἀριστοτέλους καὶ τὸ ἐπιφερόμενον τῷ ὅρῳ, σαφέστερον καὶ τελεώτερον οὕτως ὡρίσατο, κῶλόν ἐστιν ἤτοι ἁπλῆ περίοδος, ἢ συνθέτου περιόδου μέρος.
§35
Τί μὲν οὖν ἁπλῆ περίοδος, εἴρηται· συνθέτου δὲ φήσας αὐτὸ περιόδου μέρος, οὐ δυσὶ κώλοις τὴν περίοδον ὁρίζειν ἔοικεν, ἀλλὰ καὶ τρισὶ καὶ πλείοσιν· ἡμεῖς δὲ μέτρον μὲν περιόδου ἐκτεθείμεθα, νῦν δὲ περὶ τῶν χαρακτήρων τῆς ἑρμηνείας λέγωμεν.
Tap any Greek word to look it up