§190 Ἐπὶ δὲ τοῦ ἰσχνοῦ χαρακτῆρος ἔχοιμεν ἂν καὶ πράγματα ἴσως τινὰ μικρὰ καὶ τῷ χαρακτῆρι πρόσφορα, οἷον τὸ παρὰ Λυσίᾳ, οἰκίδιον ἔστι μοι διπλοῦν, ἴσα ἔχον τὰ ἄνω τοῖς κάτω. τὴν δὲ λέξιν εἶναι πᾶσαν χρὴ κυρίαν καὶ συνήθη· μικρότερον γὰρ τὸ συνηθέστερον πάντων, τὸ δὲ ἀσύνηθες καὶ μετενηνεγμένον μεγαλοπρεπές.
§191 Καὶ μηδὲ διπλᾶ ὀνόματα τιθέναι· τοῦ γὰρ ἐναντίου χαρακτῆρος καὶ ταῦτα, μηδὲ μὴν πεποιημένα, μηδὅσα ἄλλα μεγαλοπρέπειαν ποιεῖ, μάλιστα δὲ σαφῆ χρὴ τὴν λέξιν εἶναι. τὸ δὲ σαφὲς ἐν πλείοσιν.
§192 Πρῶτα μὲν ἐν τοῖς κυρίοις, ἔπειτα ἐν τοῖς συνδεδεμένοις. τὸ δὲ ἀσύνδετον καὶ διαλελυμένον ὅλον ἀσαφὲς πᾶν· ἄδηλος γὰρ ἑκάστου κώλου ἀρχὴ διὰ τὴν λύσιν, ὥσπερ τὰ Ἡρακλείτου· καὶ γὰρ ταῦτα σκοτεινὰ ποιεῖ τὸ πλεῖστον λύσις.
§193 Ἐναγώνιος μὲν οὖν ἴσως μᾶλλον διαλελυμένη λέξις, δαὐτὴ καὶ ὑποκριτικὴ καλεῖται· κινεῖ γὰρ ὑπόκρισιν λύσις. γραφικὴ δὲ λέξις εὐανάγνωστος. αὕτη δἐστιν συνηρτημένη καὶ οἷον ἠσφαλισμένη τοῖς συνδέσμοις. διὰ τοῦτο δὲ καὶ Μένανδρον ὑποκρίνονται λελυμένον ἐν τοῖς πλείστοις, Φιλήμονα δὲ ἀναγινώσκουσιν.
§194 Ὅτι δὲ ὑποκριτικὸν λύσις, παράδειγμα ἐγκείσθω τόδε, ἐδεξάμην, ἔτικτον, ἐκτρέφω, φίλε. οὕτως γὰρ λελυμένον ἀναγκάσει καὶ τὸν μὴ θέλοντα ὑποκρίνεσθαι διὰ τὴν λύσιν· εἰ δὲ συνδήσας εἴποις, ἐδεξάμην καὶ ἔτικτον καὶ ἐκτρέφω, πολλὴν ἀπάθειαν τοῖς συνδέσμοις συνεμβαλεῖς. πάνυ δὲ τὸ ἀπαθὲς ἀνυπόκριτον.
§195 Ἔστι δὲ καὶ ἄλλα θεωρήματα ὑποκριτικά, οἷον καὶ παρὰ τῷ Εὐριπίδει Ἴων τόξα ἁρπάζων καὶ τῷ κύκνῳ ἀπειλῶν τῷ ὄρνιθι, ἀποπατοῦντι κατὰ τῶν ἀγαλμάτων· καὶ γὰρ κινήσεις πολλὰς παρέχει τῷ ὑποκριτῇ ἐπὶ τὰ τόξα δρόμος καὶ πρὸς τὸν ἀέρα ἀνάβλεψις τοῦ προσώπου διαλεγομένου τῷ κύκνῳ, καὶ λοιπὴ πᾶσα διαμόρφωσις πρὸς τὸν ὑποκριτὴν πεποιημένη. ἀλλοὐ περὶ ὑποκρίσεως ἡμῖν τὰ νῦν λόγος.
§196 Φευγέτω δὲ σαφὴς γραφὴ καὶ τὰς ἀμφιβολίας, σχήματι δὲ χρήσθω τῇ ἐπαναλήψει καλουμένῃ. ἐπανάληψις δέ ἐστι συνδέσμου ἐπιφορὰ τοῦ αὐτοῦ ἐν τοῖς διὰ μακροῦ ἐπιφερομένοις λόγοις, οἷον ὅσα μὲν ἔπραξε Φίλιππος, καὶ ὡς τὴν Θρᾴκην κατεστρέψατο, καὶ Χερρόνησον εἷλεν, καὶ Βυζάντιον ἐπολιόρκησεν, καὶ Ἀμφίπολιν οὐκ ἀπέδωκεν, ταῦτα μὲν παραλείψω. σχεδὸν γὰρ μὲν σύνδεσμος ἐπενεχθεὶς ἀνέμνησεν ἡμᾶς τῆς προθέσεως, καὶ ἀπεκατέστησεν ἐπὶ τὴν ἀρχήν.
§197 Σαφηνείας δὲ ἕνεκεν καὶ διλογητέον πολλάκις· ἥδιον γάρ πως τὸ συντομώτερον σαφέστερον· ὡς γὰρ οἱ παρατρέχοντες παρορῶνται ἐνίοτε, οὕτως καὶ λέξις παρακούεται διὰ τὸ τάχος.
§198 Φεύγειν δὲ καὶ τὰς πλαγιότητας· καὶ γὰρ τοῦτο ἀσαφές, ὥσπερ Φιλίστου λέξις. συντομώτερον δὲ παράδειγμα πλαγίας λέξεως καὶ διὰ τοῦτο ἀσαφοῦς τὸ παρὰ Ξενοφῶντι, οἷον καὶ ὅτι τριήρεις ἤκουεν περιπλεούσας ἀπἸωνίας εἰς Κιλικίαν Τάμον ἔχοντα τὰς Λακεδαιμονίων καὶ αὐτοῦ Κύρου. τοῦτο γὰρ ἐξ εὐθείας μὲν ὧδέ πως λέγοιτο· τριήρεις προσεδοκῶντο εἰς Κιλικίαν πολλαὶ μὲν Λάκαιναι, πολλαὶ δὲ Περσίδες, Κύρῳ ναυπηγηθεῖσαι ἐπαὐτῷ τούτῳ. ἔπλεον δἀπἸωνίας· ναύαρχος δαὐταῖς ἐπεστάτει Τάμος Αἰγύπτιος. μακρότερον μὲν οὕτως ἐγένετο ἴσως, σαφέστερον δέ.
§199 Καὶ ὅλως τῇ φυσικῇ τάξει τῶν ὀνομάτων χρηστέον, ὡς τὸ Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ ἐσπλέοντι εἰς τὸν Ἰόνιον κόλπον· πρῶτον μὲν γὰρ ὠνόμασται τὸ περὶ οὗ, δεύτερον δὲ τοῦτό ἐστιν, ὅτι πόλις, καὶ τὰ ἄλλα ἐφεξῆς.
§200 Γίγνοιτο μὲν οὖν ἂν καὶ τὸ ἔμπαλιν, ὡς τὸ Ἔστι πόλις Ἐφύρη. οὐ γὰρ πάντη ταύτην δοκιμάζομεν τὴν τάξιν, οὐδὲ τὴν ἑτέραν ἀποδοκιμάζομεν, καθὰ ἐκτιθέμεθα μόνον τὸ φυσικὸν εἶδος τῆς τάξεως.
§201 Ἐν δὲ τοῖς διηγήμασιν ἤτοι ἀπὸ τῆς ὀρθῆς ἀρκτέον, Ἐπίδαμνός ἐστι πόλις, ἀπὸ τῆς αἰτιατικῆς, ὡς τὸ λέγεται Ἐπίδαμνον τὴν πόλιν. αἱ δὲ ἄλλαι πτώσεις ἀσάφειάν τινα παρέξουσι καὶ βάσανον τῷ τε λέγοντι αὐτῷ καὶ τῷ ἀκούοντι.
§202 Πειρᾶσθαι δὲ μὴ εἰς μῆκος ἐκτείνειν τὰς περιαγωγάς· γὰρ Ἀχελῷος ῥέων ἐκ Πίνδου ὄρους ἄνωθεν μὲν παρὰ Στράτον πόλιν ἐπὶ θάλασσαν διέξεισιν· ἀλλ̓ αὐτόθεν ἀπολήγειν καὶ ἀναπαύειν τὸν ἀκούοντα οὕτως· γὰρ Ἀχελῷος ῥεῖ μὲν ἐκ Πίνδου ὄρους, ἔξεισιν δὲ εἰς θάλασσαν· πολὺ γὰρ οὕτως σαφέστερον, ὥσπερ ἂν αἱ πολλὰ σημεῖα ἔχουσαι ὁδοὶ καὶ πολλὰς ἀναπαύλας· ἡγεμόσι γὰρ τὰ σημεῖα ἔοικεν, δὲ ἀσημείωτος καὶ μονοειδής, κἂν μικρὰ , ἄδηλος δοκεῖ.
§203 Περὶ μὲν δὴ σαφηνείας τοσαῦτα, ὡς ὀλίγα ἐκ πολλῶν, καὶ μάλιστα ἐν τοῖς ἰσχνοῖς αὐτῇ λόγοις χρηστέον.
§204 Φεύγειν δὲ ἐν τῇ συνθέσει τοῦ χαρακτῆρος τούτου πρῶτον μὲν τὰ μήκη τῶν κώλων· μεγαλοπρεπὲς γὰρ πᾶν μῆκος, ὥσπερ καὶ ἐπὶ τῶν ἡρωϊκῶν μέτρων τὸ ἑξάμετρον ἡρωϊκὸν ὂν καλεῖται ὑπὸ μεγέθους καὶ πρέπον ἥρωσιν, κωμῳδία δὲ συνέσταλται εἰς τὸ τρίμετρον νέα.
§205 Τὰ πολλὰ οὖν κώλοις τριμέτροις χρησόμεθα καὶ ἐνίοτε κόμμασιν, ὥσπερ μὲν Πλάτων φησί, κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος· πυκναὶ γὰρ αἱ ἀνάπαυλαι καὶ ἀποθέσεις. Αἰσχίνης δὲ ἐκαθήμεθα μέν, φησίν, ἐπὶ τῶν θάκων ἐν Λυκείῳ, οὗ οἱ ἀθλοθέται τὸν ἀγῶνα διατιθέασιν.
§206 Ἐχέτω δὲ καὶ ἕδραν ἀσφαλῆ τῶν κώλων τὰ τέλη καὶ βάσιν, ὡς τὰ εἰρημένα· αἱ γὰρ κατὰ τὰ τελευταῖα ἐκτάσεις μεγαλοπρεπεῖς, ὡς τὰ Θουκυδίδου, Ἀχελῷος ποταμὸς ῥέων ἐκ Πίνδου ὄρους καὶ τὰ ἑξῆς.
§207 Φευκτέον οὖν καὶ τὰς τῶν μακρῶν στοιχείων συμπλήξεις ἐν τῷ χαρακτῆρι τούτῳ καὶ τῶν διφθόγγων· ὀγκηρὸν γὰρ πᾶσα ἔκτασις. καὶ εἴ που βραχέα συγκρουστέον βραχέσιν, ὡς πάντα μὲν τὰ νέα καλά ἐστιν, βραχέα μακροῖς, ὡς ἠέλιος, ἁμῶς γέ πως διὰ βραχέων· καὶ ὅλως ἐμφαίνεται εὐκαταφρόνητος τοιοῦτος τρόπος τῆς λέξεως καὶ ἰδιωτικός, κἀπαὐτὰ ταῦτα πεποιημένος. 
§208 Φευγέτω δὴ καὶ τὰ σημειώδη σχήματα· πᾶν γὰρ τὸ παράσημον ἀσύνηθες καὶ οὐκ ἰδιωτικόν. τὴν δὲ ἐνάργειαν καὶ τὸ πιθανὸν μάλιστα χαρακτὴρ οὗτος ἐπιδέξεται. περὶ ἐναργείας οὖν καὶ περὶ πιθανότητος λεκτέον.
§209 Πρῶτον δὲ περὶ ἐναργείας· γίνεται δ ἐνάργεια πρῶτα μὲν ἐξ ἀκριβολογίας καὶ τοῦ παραλείπειν μηδὲν μηδἐκτέμνειν, οἷον ὡς δὅτἀνὴρ ὀχετηγὸς καὶ πᾶσα αὕτη παραβολή· τὸ γὰρ ἐναργὲς ἔχει ἐκ τοῦ πάντα εἰρῆσθαι τὰ συμβαίνοντα, καὶ μὴ παραλελεῖφθαι μηδέν.
§210 Καὶ ἱπποδρομία δὲ ἐπὶ Πατρόκλῳ, ἐν οἷς λέγει, πνοιῇ δΕὐμήλοιο μετάφρενον, καὶ αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην. πάντα ταῦτα ἐναργῆ ἐστιν ἐκ τοῦ μηδὲν παραλελεῖφθαι τῶν τε συμβαινόντων καὶ συμβάντων.
§211 Ὥστε πολλάκις καὶ διλογία ἐνάργειαν ποιεῖ μᾶλλον, τὸ ἅπαξ λέγειν, ὥσπερ τὸ σὺ δαὐτὸν καὶ ζῶντα ἔλεγες κακῶς, καὶ νῦν ἀποθανόντα γράφεις κακῶς. δὶς γὰρ κείμενον τὸ κακῶς ἐναργεστέραν σημαίνει τὴν βλασφημίαν.
§212 Ὅπερ δὲ τῷ Κτησίᾳ ἐγκαλοῦσιν ὡς ἀδολεσχοτέρῳ διὰ τὰς διλογίας, πολλαχῆ μὲν ἴσως ἐγκαλοῦσιν ὀρθῶς, πολλαχῆ δὲ οὐκ αἰσθάνονται τῆς ἐναργείας τοῦ ἀνδρός· τίθεται γὰρ ταὐτὸ διὰ τὸ πολλάκις ποιεῖν ἔμφασιν πλείονα.
§213 Οἷα τὰ τοιάδε, Στρυαγγαῖός τις, ἀνὴρ Μῆδος, γυναῖκα Σακίδα καταβαλὼν ἀπὸ τοῦ ἵππου· μάχονται γὰρ δὴ αἱ γυναῖκες ἐν Σάκαις ὥσπερ αἱ Ἀμαζόνες· θεασάμενος δὴ τὴν Σακίδα εὐπρεπῆ καὶ ὡραίαν μεθῆκεν ἀποσώζεσθαι. μετὰ δὲ τοῦτο σπονδῶν γενομένων, ἐρασθεὶς τῆς γυναικὸς ἀπετύγχανεν· ἐδέδοκτο μὲν αὐτῷ ἀποκαρτερεῖν· γράφει δὲ πρότερον ἐπιστολὴν τῇ γυναικὶ μεμφόμενος τοιάνδε· Ἐγὼ μὲν σὲ ἔσωσα, καὶ σὺ μὲν δι᾽ ἐμὲ ἐσώθης· ἐγὼ δὲ διὰ σὲ ἀπωλόμην.
§214 Ἐνταῦθα ἐπιτιμήσειεν ἂν ἴσως τις βραχυλόγος οἰόμενος εἶναι, ὅτι δὶς ἐτέθη πρὸς οὐδὲν τὸ ἔσωσα καὶ διἐμὲ ἐσώθης. ταὐτὸν γὰρ σημαίνει ἀμφότερα. ἀλλ̓ εἰ ἀφέλοις θάτερον, συναφαιρήσεις καὶ τὴν ἐνάργειαν καὶ τὸ ἐκ τῆς ἐναργείας πάθος. καὶ τὸ ἐπιφερόμενον δέ, τὸ ἀπωλόμην ἀντὶ τοῦ ἀπόλλυμαι, ἐναργέστερον αὐτῇ τῇ συντελείᾳ ἐστί· τὸ γὰρ δὴ γεγονὸς δεινότερον τοῦ μέλλοντος γινομένου ἔτι.
§215 Καὶ ὅλως δὲ ποιητὴς οὗτος ποιητὴν γὰρ αὐτὸν καλοίη τις εἰκότως ἐναργείας δημιουργός ἐστιν ἐν τῇ γραφῇ συμπάσῃ.
§216 Οἷον καὶ ἐν τοῖς τοιοῖσδε· δεῖ τὰ γενόμενα οὐκ εὐθὺς λέγειν, ὅτι ἐγένετο, ἀλλὰ κατὰ μικρόν, κρεμνῶντα τὸν ἀκροατὴν καὶ ἀναγκάζοντα συναγωνιᾶν. τοῦτο Κτησίας ἐν τῇ ἀγγελίᾳ τῇ περὶ Κύρου τεθνεῶτος ποιεῖ. ἐλθὼν γὰρ ἄγγελος οὐκ εὐθὺς λέγει ὅτι ἀπέθανεν Κῦρος παρὰ τὴν Παρυσάτιν· τοῦτο γὰρ λεγομένη ἀπὸ Σκυθῶν ῥῆσίς ἐστιν· ἀλλὰ πρῶτον μὲν ἤγγειλεν, ὅτι νικᾷ, δὲ ἥσθη καὶ ἠγωνίασεν· μετὰ δὲ τοῦτο ἐρωτᾷ, βασιλεὺς δὲ πῶς πράττει; δὲ πέφευγέ φησι· καὶ ὑπολαβοῦσα· Τισσαφέρνης γὰρ αὐτῷ τούτων αἴτιος· καὶ πάλιν ἐπανερωτᾷ· Κῦρος δὲ ποῦ νῦν; δὲ ἄγγελος ἀμείβεται· ἔνθα χρὴ τοὺς ἀγαθοὺς ἄνδρας αὐλίζεσθαι. κατὰ μικρὸν καὶ κατὰ βραχὺ προϊὼν μόλις, τὸ δὴ λεγόμενον, ἀπέρρηξεν αὐτό, μάλα ἠθικῶς καὶ ἐναργῶς τόν τε ἄγγελον ἐμφήνας ἀκουσίως ἀγγελοῦντα τὴν συμφοράν, καὶ τὴν μητέρα εἰς ἀγωνίαν ἐμβαλὼν καὶ τὸν ἀκούοντα.
§217 Γίνεται δὲ καὶ ἐκ τοῦ τὰ παρεπόμενα τοῖς πράγμασι λέγειν ἐνάργεια, οἷον ὡς ἐπὶ τοῦ ἀγροίκου βαδίζοντος ἔφη τις, ὅτι πρόσωθεν ἤκουστο αὐτοῦ τῶν ποδῶν κτύπος προσιόντος, ὡς οὐδὲ βαδίζοντος, ἀλλ̓ οἷόν γε λακτίζοντος τὴν γῆν.
§218 Ὅπερ δὲ Πλάτων φησὶν ἐπὶ τοῦ Ἱπποκράτους, ἐρυθριάσας ἤδη τῇ νυκτὶ ἤδη γὰρ ὑπέφηνέν τι ἡμέρας, εἰς τὸ καταφανῆ αὐτὸν γενέσθαι, ὅτι μὲν ἐναργέστατόν ἐστι, παντὶ δῆλον· δἐνάργεια γέγονεν ἐκ τῆς φροντίδος τῆς περὶ τὸν λόγον καὶ τοῦ ἀπομνημονεῦσαι, ὅτι νύκτωρ πρὸς αὐτὸν εἰσῆλθεν Ἱπποκράτης.
§219 Κακοφωνία δὲ πολλάκις, ὡς τὸ κόπτ̓, ἐκ δ᾽ ἐγκέφαλος, καὶ πολλὰ δἄναντα, κάταντα· μεμίμηται γὰρ τῇ κακοφωνίᾳ τὴν ἀνωμαλίαν· πᾶσα δὲ μίμησις ἐναργές τι ἔχει.
§220 Καὶ τὰ πεποιημένα δὲ ὀνόματα ἐνάργειαν ποιεῖ διὰ τὸ κατὰ μίμησιν ἐξενηνέχθαι, ὥσπερ τὸ λάπτοντες. εἰ δὲ πίνοντες εἶπεν, οὔτἐμιμεῖτο πίνοντας τοὺς κύνας, οὔτε ἐνάργεια ἄν τις ἐγίνετο. καὶ τὸ γλώσσῃσι δὲ τῷ λάπτοντες προσκείμενον ἔτι ἐναργέστερον ποιεῖ τὸν λόγον. καὶ περὶ ἐναργείας μὲν ὡς ἐν τύπῳ εἰπεῖν τοσαῦτα.
§221 Τὸ πιθανὸν δὲ ἐν δυοῖν, ἐν τε τῷ σαφεῖ καὶ συνήθει· τὸ γὰρ ἀσαφὲς καὶ ἀσύνηθες ἀπίθανον· λέξιν τε οὖν οὐ τὴν περιττὴν οὐδὲ ὑπέρογκον διωκτέον ἐν τῇ πιθανότητι, καὶ ὡσαύτως σύνθεσιν βεβαιοῦσαν καὶ μηδὲν ἔχουσαν ῥυθμοειδές.
§222 Ἐν τούτοις τε οὖν τὸ πιθανόν, καὶ ἐν Θεόφραστός φησιν, ὅτι οὐ πάντα ἐπἀκριβείας δεῖ μακρηγορεῖν, ἀλλἔνια καταλιπεῖν καὶ τῷ ἀκροατῇ συνιέναι, καὶ λογίζεσθαι ἐξ αὑτοῦ· συνεὶς γὰρ τὸ ἐλλειφθὲν ὑπὸ σοῦ οὐκ ἀκροατὴς μόνον, ἀλλὰ καὶ μάρτυς σου γίνεται, καὶ ἅμα εὐμενέστερος. συνετὸς γὰρ ἑαυτῷ δοκεῖ διὰ σὲ τὸν ἀφορμὴν παρεσχηκότα αὐτῷ τοῦ συνιέναι, τὸ δὲ πάντα ὡς ἀνοήτῳ λέγειν καταγινώσκοντι ἔοικεν τοῦ ἀκροατοῦ.
§223 Ἐπεὶ δὲ καὶ ἐπιστολικὸς χαρακτὴρ δεῖται ἰσχνότητος, καὶ περὶ αὐτοῦ λέξομεν. Ἀρτέμων μὲν οὖν τὰς Ἀριστοτέλους ἀναγράψας ἐπιστολάς φησιν, ὅτι δεῖ ἐν τῷ αὐτῷ τρόπῳ διάλογόν τε γράφειν καὶ ἐπιστολάς· εἶναι γὰρ τὴν ἐπιστολὴν οἷον τὸ ἕτερον μέρος τοῦ διαλόγου.
§224 Καὶ λέγει μέν τι ἴσως, οὐ μὴν ἅπαν· δεῖ γὰρ ὑποκατεσκευάσθαι πως μᾶλλον τοῦ διαλόγου τὴν ἐπιστολήν· μὲν γὰρ μιμεῖται αὐτοσχεδιάζοντα, δὲ γράφεται καὶ δῶρον πέμπεται τρόπον τινά.
§225 Τίς γοῦν οὕτως ἂν διαλεχθείη πρὸς φίλον, ὥσπερ Ἀριστοτέλης πρὸς Ἀντίπατρον ὑπὲρ τοῦ φυγάδος γράφων τοῦ γέροντός φησιν· εἰ δὲ πρὸς ἁπάσας οἴχεται γᾶς φυγὰς οὗτος, ὥστε μὴ κατάγειν, δῆλον ὡς τοῖσγε εἰς Ἅιδου κατελθεῖν βουλομένοις οὐδεὶς φθόνος· γὰρ οὕτως διαλεγόμενος ἐπιδεικνυμένῳ ἔοικεν μᾶλλον, οὐ λαλοῦντι.
§226 Καὶ λύσεις συχναὶ ὁποῖαι οὐ πρέπουσιν ἐπιστολαῖς· ἀσαφὲς γὰρ ἐν γραφῇ λύσις, καὶ τὸ μιμητικὸν οὐ γραφῆς οὕτως οἰκεῖον, ὡς ἀγῶνος, οἷον ὡς ἐν τῷ Εὐθυδήμῳ· τίς ἦν, Σώκρατες, χθὲς ἐν Λυκείῳ διελέγου; πολὺς ὑμᾶς ὄχλος περιειστήκει· καὶ μικρὸν προελθὼν ἐπιφέρει, ἀλλά μοι ξένος τις φαίνεται εἶναι, διελέγου· τίς ἦν; γὰρ τοιαύτη πᾶσα ἑρμηνεία καὶ μίμησις ὑποκριτῇ πρέποι μᾶλλον, οὐ γραφομέναις ἐπιστολαῖς.
§227 Πλεῖστον δὲ ἐχέτω τὸ ἠθικὸν ἐπιστολή, ὥσπερ καὶ διάλογος· σχεδὸν γὰρ εἰκόνα ἕκαστος τῆς ἑαυτοῦ ψυχῆς γράφει τὴν ἐπιστολήν. καὶ ἔστι μὲν καὶ ἐξ ἄλλου λόγου παντὸς ἰδεῖν τὸ ἦθος τοῦ γράφοντος, ἐξ οὐδενὸς δὲ οὕτως, ὡς ἐπιστολῆς.
§228 Τὸ δὲ μέγεθος συνεστάλθω τῆς ἐπιστολῆς, ὥσπερ καὶ λέξις. αἱ δὲ ἄγαν μακραί, καὶ προσέτι κατὰ τὴν ἑρμηνείαν ὀγκωδέστεραι, οὐ μὰ τὴν ἀλήθειαν ἐπιστολαὶ γένοιντο ἄν, ἀλλὰ συγγράμματα, τὸ χαίρειν ἔχοντα προσγεγραμμένον, καθάπερ τοῦ Πλάτωνος πολλαὶ καὶ Θουκυδίδου.
§229 Καὶ τῇ συντάξει μέντοι λελύσθω μᾶλλον· γελοῖον γὰρ περιοδεύειν, ὥσπερ οὐκ ἐπιστολήν, ἀλλὰ δίκην γράφοντα· καὶ οὐδὲ γελοῖον μόνον, ἀλλοὐδὲ φιλικὸν τὸ γὰρ δὴ κατὰ τὴν παροιμίαν τὰ σῦκα σῦκα λεγόμενον ἐπιστολαῖς ταῦτα ἐπιτηδεύειν.
§230 Εἰδέναι δὲ χρή, ὅτι οὐχ ἑρμηνεία μόνον, ἀλλὰ καὶ πράγματά τινα ἐπιστολικά ἐστιν. Ἀριστοτέλης γοῦν ὃς μάλιστα ἐπιτετευχέναι δοκεῖ τοῦ αὐτοῦ ἐπιστολικοῦ, τοῦτο δὲ οὐ γράφω σοί, φησίν· οὐ γὰρ ἦν ἐπιστολικόν.
§231 Εἰ γάρ τις ἐν ἐπιστολῇ σοφίσματα γράφοι καὶ  φυσιολογίας, γράφει μέν, οὐ μὴν ἐπιστολὴν γράφει. φιλοφρόνησις γάρ τις βούλεται εἶναι ἐπιστολὴ σύντομος, καὶ περὶ ἁπλοῦ πράγματος ἔκθεσις καὶ ἐν ὀνόμασιν ἁπλοῖς.
§232 Κάλλος μέντοι αὐτῆς αἵ τε φιλικαὶ φιλοφρονήσεις καὶ πυκναὶ παροιμίαι ἐνοῦσαι· καὶ τοῦτο γὰρ μόνον ἐνέστω αὐτῇ σοφόν, διότι δημοτικόν τί ἐστιν παροιμία καὶ κοινόν, δὲ γνωμολογῶν καὶ προτρεπόμενος οὐ διἐπιστολῆς ἔτι λαλοῦντι ἔοικεν, ἀλλὰ μηχανῆς.
§233 Ἀριστοτέλης μέντοι καὶ ἀποδείξεσί που χρῆται ἐπιστολικῶς, οἷον διδάξαι βουλόμενος, ὅτι ὁμοίως χρὴ εὐεργετεῖν τὰς μεγάλας πόλεις καὶ τὰς μικράς, φησίν, οἱ γὰρ θεοὶ ἐν ἀμφοτέραις ἴσοι, ὥστἐπεὶ αἱ χάριτες θεαί, ἴσαι ἀποκείσονταί σοι παρἀμφοτέραις. καὶ γὰρ τὸ ἀποδεικνύμενον αὐτῷ ἐπιστολικὸν καὶ ἀπόδειξις αὐτή.
§234 Ἐπεὶ δὲ καὶ πόλεσίν ποτε καὶ βασιλεῦσιν γράφομεν, ἔστωσαν τοιαῦται αἱ ἐπιστολαὶ μικρὸν ἐξηρμέναι πως. στοχαστέον γὰρ καὶ τοῦ προσώπου γράφεται· ἐξηρμένη μέντοι καὶ οὐχ ὥστε σύγγραμμα εἶναι ἀντἐπιστολῆς, ὥσπερ αἱ Ἀριστοτέλους πρὸς Ἀλέξανδρον, καὶ πρὸς τοὺς Δίωνος οἰκείους Πλάτωνος.
§235 Καθόλου δὲ μεμίχθω ἐπιστολὴ κατὰ τὴν ἑρμηνείαν ἐκ δυοῖν χαρακτήροιν τούτοιν, τοῦ τε χαρίεντος καὶ τοῦ ἰσχνοῦ. καὶ περὶ ἐπιστολῆς μὲν τοσαῦτα, καὶ ἅμα περὶ τοῦ χαρακτῆρος τοῦ ἰσχνοῦ.
§236 Παράκειται δὲ καὶ τῷ ἰσχνῷ διημαρτημένος χαρακτήρ, ξηρὸς καλούμενος. γίνεται δὲ καὶ οὗτος ἐν τρισίν· ἐν διανοίᾳ μέν, ὥσπερ τις ἐπὶ Ξέρξου ἔφη, ὅτι κατέβαινεν Ξέρξης μετὰ πάντων τῶν ἑαυτοῦ. μάλα γὰρ ἐσμίκρυνεν τὸ πρᾶγμα, ἀντὶ τοῦ μετὰ τῆς Ἀσίας ἁπάσης εἰπεῖν μετὰ πάντων τῶν ἑαυτοῦ φήσας.
§237 Περὶ δὲ τὴν λέξιν γίνεται τὸ ξηρόν, ὅταν πρᾶγμα μέγα σμικροῖς ὀνόμασιν ἀπαγγέλλῃ, οἷον ὡς Γαδαρεὺς ἐπὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας φησί· καὶ τοῦ Φαλάριδος τοῦ τυράννου ἔφη τις, ἄττα γὰρ Φάλαρις ἠνώχλει τοῖς Ἀκραγαντίνοις. ναυμαχίαν γὰρ τοσαύτην καὶ τυράννων ὠμότητα οὐχὶ τῷ ἄττα ὀνόματι οὐδὲ τῷ ἠνώχλει ἐχρῆν λέγειν, ἀλλἐν μεγάλοις καὶ πρέπουσιν τῷ ὑποκειμένῳ πράγματι.
§238 Ἐν δὲ συνθέσει γίνεται τὸ ξηρόν, ἤτοι ὅταν πυκνὰ τὰ κόμματα, ὥσπερ ἐν τοῖς Ἀφορισμοῖς ἔχει· βίος βραχύς, δὲ τέχνη μακρά, δὲ καιρὸς ὀξύς, δὲ πεῖρα σφαλερά· ὅταν ἐν μεγάλῳ πράγματι ἀποκεκομμένον τὸ κῶλον καὶ μὴ ἔκπλεων, ὥσπερ τις Ἀριστείδου κατηγορῶν, ὅτι οὐκ ἀφίκετο εἰς τὴν ἐν Σαλαμῖνι ναυμαχίαν, ἀλλὰ αὐτόκλητος, ἔφη, ὅτι μὲν Δημήτηρ ἦλθεν καὶ συνεναυμάχει, Ἀριστείδης δὲ οὔ. γὰρ ἀποκοπὴ καὶ ἀπρεπὴς καὶ ἄκαιρος. ταῖς μὲν τοιαύταις ἀποκοπαῖς ἐν ἑτέροις χρηστέον.
§239 Πολλάκις μέντοι τὸ μὲν διανόημα αὐτὸ ψυχρόν τί ἐστι, καὶ ὡς νῦν ὀνομάζομεν κακόζηλον, σύνθεσις δἀποκεκομμένη καὶ κλέπτουσα τοῦ διανοήματος τὴν ἄδειαν, ὥσπερ ἐπὶ τοῦ νεκρᾷ τῇ γυναικὶ μιχθέντος ἔφη τις, ὅτι οὐ μίγνυται αὖ τῇ ἀνθρώπῳ· τὸ μὲν γὰρ διανόημα καὶ τυφλῷ δῆλόν φασιν, σύνθεσις δὲ συσταλεῖσα κλέπτει μέν πως τὴν ἄδειαν τοῦ πράγματος, ποιεῖ δὲ τὴν νῦν ὄνομα ἔχουσαν ξηροκακοζηλίαν συγκειμένην ἐκ δυοῖν κακῶν, ἐκ μὲν τῆς κακοζηλίας διὰ τὸ πρᾶγμα, ἐκ δὲ τοῦ ξηροῦ διὰ τὴν σύνθεσιν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up