§128 γλαφυρὸς λόγος χαριεντισμὸς καὶ ἱλαρὸς λόγος ἐστί. τῶν δὲ χαρίτων αἱ μέν εἰσι μείζονες καὶ σεμνότεραι, αἱ τῶν ποιητῶν, αἱ δὲ εὐτελεῖς μᾶλλον καὶ κωμικώτεραι, σκώμμασιν ἐοικυῖαι, οἷον αἱ Ἀριστοτέλους χάριτες καὶ Σώφρονος καὶ Λυσίου· τὸ γὰρ ἧς ῥᾷον ἄν τις ἀριθμήσειεν τοὺς ὀδόντας τοὺς δακτύλους, τὸ ἐπὶ τῆς πρεσβύτιδος, καὶ τὸ ὅσας ἄξιος ἦν λαβεῖν πληγάς, τοσαύτας εἴληφεν δραχμάς, οἱ τοιοῦτοι ἀστεϊσμοὶ οὐδὲν διαφέρουσιν σκωμμάτων, οὐδὲ πόρρω γελωτοποιΐας εἰσί.
§129 Τὸ δὲ τῇ δέ θἅμα Νύμφαι παίζουσι· γέγηθε δέ τε φρένα Λητώ· καὶ ῥεῖα δἀριγνώτη πέλεται· καλαὶ δέ τε πᾶσαι· καὶ αὗταί εἰσιν αἱ λεγόμεναι σεμναὶ χάριτες καὶ μεγάλαι.
§130 Χρῆται δὲ αὐταῖς Ὅμηρος καὶ πρὸς δείνωσιν ἐνίοτε καὶ ἔμφασιν, καὶ παίζων φοβερώτερός ἐστι, πρῶτός τε εὑρηκέναι δοκεῖ φοβερὰς χάριτας, ὥσπερ τὸ ἐπὶ τοῦ ἀχαριτωτάτου προσώπου, τὸ ἐπὶ τοῦ Κύκλωπος, τὸ οὖν Οὖτιν ἐγὼ πύματον ἔδομαι, τοὺς δὲ λοιποὺς πρώτους, τὸ τοῦ Κύκλωπος ξένιον· οὐ γὰρ οὕτως αὐτὸν ἐνέφηνεν δεινὸν ἐκ τῶν ἄλλων, ὅταν δύο δειπνῇ ἑταίρους, οὐδἀπὸ τοῦ θυρεοῦ ἐκ τοῦ ῥοπάλου, ὡς ἐκ τούτου τοῦ ἀστεϊσμοῦ.
§131 Χρῆται δὲ τῷ τοιούτῳ εἴδει καὶ Ξενοφῶν, καὶ αὐτὸς δεινότητας εἰσάγει ἐκ χαρίτων, οἷον ἐπὶ τῆς ἐνόπλου ὀρχηστρίδος, ἐρωτηθεὶς ὑπὸ τοῦ Παφλαγόνος, εἰ καὶ αἱ γυναῖκες αὐτοῖς συνεπολέμουν, ἔφη· αὗται γὰρ καὶ ἔτρεψαν τὸν βασιλέα. διττὴ γὰρ ἐμφαίνεται δεινότης ἐκ τῆς χάριτος, μὲν ὅτι οὐ γυναῖκες αὐτοῖς εἵποντο, ἀλλἈμαζόνες, δὲ κατὰ βασιλέως, εἰ οὕτως ἦν ἀσθενής, ὡς ὑπὸ γυναικῶν φυγεῖν.
§132 Τὰ μὲν οὖν εἴδη τῶν χαρίτων τοσάδε καὶ τοιάδε. εἰσὶν δὲ αἱ μὲν ἐν τοῖς πράγμασι χάριτες, οἷον νυμφαῖοι κῆποι, ὑμέναιοι, ἔρωτες, ὅλη Σαπφοῦς ποίησις. τὰ γὰρ τοιαῦτα, κἂν ὑπὸ Ἱππώνακτος λέγηται, χαρίεντά ἐστι, καὶ αὐτὸ ἱλαρὸν τὸ πρᾶγμα ἐξ ἑαυτοῦ· οὐδεὶς γὰρ ἂν ὑμέναιον ᾅδοι ὀργιζόμενος, οὐδὲ τὸν Ἔρωτα Ἐρινὺν ποιήσειεν τῇ ἑρμηνείᾳ γίγαντα, οὐδὲ τὸ γελᾶν κλαίειν.
§133 Ὥστε μέν τις ἐν πράγμασι χάρις ἐστί, τὰ δὲ καὶ λέξις ποιεῖ ἐπιχαριτώτερα, οἷον ὡς δὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών, καλὸν ἀείδῃσιν, ἔαρος νέον ἱσταμένοιο· ἐνταῦθα γὰρ καὶ ἀηδὼν χάριεν ὀρνίθιον, καὶ τὸ ἔαρ φύσει χάριεν, πολὺ δὲ ἐπικεκόσμηται τῇ ἑρμηνείᾳ, καὶ ἔστι χαριέστερα τῷ τε χλωρηῒς καὶ τῷ Πανδαρέου κούρη εἰπεῖν ἐπὶ ὄρνιθος, ἅπερ τοῦ ποιητοῦ ἴδιά ἐστι.
§134 Πολλάκις δὲ καὶ τὰ μὲν πράγματα ἀτερπῆ ἐστι φύσει καὶ στυγνά, ὑπὸ δὲ τοῦ λέγοντος γίνεται ἱλαρά. τοῦτο δὲ παρὰ Ξενοφῶντι δοκεῖ πρώτῳ εὑρῆσθαι· λαβὼν γὰρ ἀγέλαστον πρόσωπον καὶ στυγνόν, τὸν Ἀγλαϊτάδαν, τὸν Πέρσην, γέλωτα εὗρεν ἐξ αὐτοῦ χαρίεντα, ὅτι ῥᾷόν ἐστι πῦρ ἐκτρῖψαι ἀπὸ σοῦ γέλωτα.
§135 Αὕτη δέ ἐστι καὶ δυνατωτάτη χάρις, καὶ μάλιστα ἐν τῷ λέγοντι. τὸ μὲν γὰρ πρᾶγμα καὶ φύσει στυγνὸν ἦν καὶ πολέμιον χάριτι, ὥσπερ καὶ Ἀγλαϊτάδας. δὥσπερ ἐνδείκνυται, ὅτι καὶ ἀπὸ τῶν τοιούτων παίζειν ἔστιν, ὡσπερεὶ καὶ ὑπὸ θερμοῦ ψύχεσθαι, θερμαίνεσθαι δὲ ὑπὸ τῶν ψυχρῶν.
§136 Ἐπεὶ δὲ τὰ εἴδη τῶν χαρίτων δέδεικται, τίνα ἐστὶ καὶ ἐν τίσιν, νῦν καὶ τοὺς τόπους παραδείξομεν, ἀφ̓ ὧν αἱ χάριτες. ἦσαν δὲ ἡμῖν αἱ μὲν ἐν τῇ λέξει, αἱ δὲ ἐν τοῖς πράγμασιν. παραδείξομεν οὖν καὶ τοὺς τόπους καθ̓ ἑκάτερα· πρώτους δὲ τοὺς τῆς λέξεως.
§137 Εὐθὺς οὖν πρώτη ἐστὶ χάρις ἐκ συντομίας, ὅταν τὸ αὐτὸ μηκυνόμενον ἄχαρι γένηται, ὑπὸ δὲ τάχους χάριεν, ὥσπερ παρὰ Ξενοφῶντι, τῷ ὄντι τούτῳ οὐδὲν μέτεστι τῆς Ἑλλάδος, ἐπεὶ ἐγὼ αὐτὸν εἶδον, ὡσπερεὶ Λυδόν, ἀμφότερα τὰ ὦτα τετρυπημένον· καὶ εἶχεν οὕτως. τὸ γὰρ ἐπιλεγόμενον τὸ εἶχεν οὕτως ὑπὸ τῆς συντομίας τὴν χάριν ποιεῖ, εἰ δὲ ἐμηκύνθη διὰ πλειόνων, ὅτι ἔλεγεν ταῦτα ἀληθῆ, σαφῶς γὰρ ἐτετρύπητο, διήγημα ἂν ψιλὸν ἐγένετο ἀντὶ χάριτος. 
§138 Πολλάκις δὲ καὶ δύο φράζεται διἑνὸς πρὸς τὸ χάριεν, οἷον ἐπὶ τῆς Ἀμαζόνος καθευδούσης ἔφη τις, ὅτι τὸ τόξον ἐντεταμένον ἔκειτο, καὶ φαρέτρα πλήρης, τὸ γέρρον ἐπὶ τῇ κεφαλῇ· τοὺς δὲ ζωστῆρας οὐ λύονται. ἐν γὰρ τούτῳ καὶ νόμος εἴρηται περὶ τοῦ ζωστῆρος, καὶ ὅτι οὐκ ἔλυσε τὸν ζωστῆρα, τὰ δύο πράγματα διὰ μιᾶς ἑρμηνείας. καὶ ἀπὸ τῆς συντομίας ταύτης γλαφυρόν τί ἐστι.
§139 Δεύτερος δὲ τόπος ἐστὶν ἀπὸ τῆς τάξεως. τὸ γὰρ αὐτὸ πρῶτον μὲν τεθὲν μέσον ἄχαρι γίνεται· ἐπὶ δὲ τοῦ τέλους χάριεν, οἷον ὡς Ξενοφῶν φησιν ἐπὶ τοῦ Κύρου, δίδωσι δὲ αὐτῷ καὶ δῶρα, ἵππον καὶ στολὴν καὶ στρεπτόν, καὶ τὴν χώραν μηκέτι ἁρπάζεσθαι. ἐν γὰρ τούτοις τὸ μὲν τελευταῖόν ἐστι τὸ τὴν χάριν ποιοῦν τὸ τὴν χώραν μηκέτι ἁρπάζεσθαι διὰ τὸ ξένον τοῦ δώρου καὶ τὴν ἰδιότητα. αἴτιος δὲ τόπος τῆς χάριτος. εἰ γοῦν πρῶτον ἐτάχθη, ἀχαριτώτερον ἦν, οἷον ὅτι δίδωσιν αὐτῷ δῶρα, τήν τε χώραν μηκέτι ἁρπάζεσθαι, καὶ ἵππον καὶ στολὴν καὶ στρεπτόν. νῦν δὲ προειπὼν τὰ εἰθισμένα δῶρα, τελευταῖον ἐπήνεγκεν τὸ ξένον καὶ ἄηθες, ἐξ ὧν ἁπάντων συνῆκται χάρις.
§140 Αἱ δὲ ἀπὸ τῶν σχημάτων χάριτες δῆλαί εἰσιν καὶ πλεῖσται παρὰ Σαπφοῖ, οἷον ἐκ τῆς ἀναδιπλώσεως, ὅπου νύμφη πρὸς τὴν παρθενίαν φησί, παρθενία, παρθενία, ποῖ με λιποῦσα οἴχῃ; δὲ ἀποκρίνεται πρὸς αὐτὴν τῷ αὐτῷ σχήματι, οὐκέτι ἥξω πρὸς σέ, οὐκέτι ἥξω· πλείων γὰρ χάρις ἐμφαίνεται, εἴπερ ἅπαξ ἐλέχθη καὶ ἄνευ τοῦ σχήματος. καίτοι ἀναδίπλωσις πρὸς δεινότητας μᾶλλον δοκεῖ εὑρῆσθαι, δὲ καὶ τοῖς δεινοτάτοις καταχρῆται ἐπιχαρίτως.
§141 Χαριεντίζεται δέ ποτε καὶ ἐξ ἀναφορᾶς, ὡς ἐπὶ τοῦ Ἑσπέρου, Ἕσπερε, πάντα φέρεις, φησί, φέρεις ὄϊν, φέρεις αἶγα, φέρεις ματέρι παῖδα. καὶ γὰρ ἐνταῦθα χάρις ἐστὶν ἐκ τῆς λέξεως τῆς φέρεις ἐπὶ τὸ αὐτὸ ἀναφερομένης.
§142 Πολλὰς δἄν τις καὶ ἄλλας ἐκφέροι χάριτας. γίγνονται δὲ καὶ ἀπὸ λέξεως χάριτες ἐκ μεταφορᾶς, ὡς ἐπὶ τοῦ τέττιγος, πτερύγων δὑποκακχέει λιγυρὰν ἀοιδάν, τι ποτἂν φλόγιον καθέταν ἐπιπτάμενον καταυλεῖ·
§143 ἐκ συνθέτου τοῦ ὀνόματος καὶ διθυραμβικοῦ, δέσποτα Πλούτων μελανοπτερύγων, τουτὶ δεινὸν πρὸ πτερύγων αὐτὸ ποίησον. μάλιστα δὴ κωμῳδικὰ παίγνιά ἐστι καὶ σατυρικά.
§144 Καὶ ἐξ ἰδιωτικοῦ δὲ ὀνόματος γίγνεται, ὡς Ἀριστοτέλης, ὅσῳ γάρ, φησί, μονώτης εἰμί, φιλομυθότερος γέγονα. καὶ ἐκ πεποιημένου, ὡς αὐτὸς ἐν τῷ αὐτῷ, ὅσῳ γὰρ αὐτίτης καὶ μονώτης εἰμί, φιλομυθότερος γέγονα. τὸ μὲν γὰρ μονώτης ἰδιωτικωτέρου ἔθους ἤδη ἐστί, τὸ δὲ αὐτίτης πεποιημένον ἐκ τοῦ αὐτός.
§145 Πολλὰ δὲ ὀνόματα καὶ παρὰ τὴν θέσιν τὴν ἐπί τινος χαρίεντά ἐστιν, οἷον γὰρ ὄρνις οὗτος κόλαξ ἐστὶ καὶ κόβαλος. ἐνταῦθα χάρις ἀπὸ τοῦ σκῶψαι τὸν ὄρνιν καθάπερ ἄνθρωπον, καὶ ὅτι τὰ μὴ συνήθη ἔθετο ὀνόματα τῷ ὄρνιθι. αἱ μὲν οὖν τοιαῦται χάριτες παῤ αὐτὰς τὰς λέξεις.
§146 Ἐκ δὲ παραβολῆς καὶ ἐπὶ τοῦ ἐξέχοντος ἀνδρὸς Σαπφώ φησι, πέρροχος ὡς ὅτἀοιδὸς Λέσβιος ἀλλοδαποῖσιν. ἐνταῦθα γὰρ χάριν ἐποίησεν παραβολὴ μᾶλλον μέγεθος, καίτοι ἐξῆν εἰπεῖν πέρροχος ὥσπερ σελήνη τῶν ἄλλων ἄστρων, ἥλιος λαμπρότερος, ὅσα ἄλλα ἐστὶ ποιητικώτερα.
§147 Σώφρων δὲ καὶ αὐτὸς ἐπὶ τοῦ ὁμοίου εἴδους φησί, θᾶσαι, ὅσα φύλλα καὶ κάρφεα τοὶ παῖδες τοὺς ἄνδρας βαλλίζοντι, οἷόν περ φαντί, φίλα, τοὺς Τρῶας τὸν Αἴαντα τῷ παλῷ. καὶ γὰρ ἐνταῦθα ἐπίχαρις παραβολή ἐστι, καὶ τοὺς Τρῶας διαπαίζουσα ὥσπερ παῖδας.
§148 Ἔστι δέ τις ἰδίως χάρις Σαπφικὴ ἐκ μεταβολῆς, ὅταν τι εἰποῦσα μεταβάλληται καὶ ὥσπερ μετανοήσῃ, οἷον ὕψου δή, φησί, τὸ μέλαθρον ἀέρατε τέκτονες· γαμβρὸς εἰσέρχεται ἶσος Ἄρηϊ, ἀνδρὸς μεγάλου πολλῷ μείζων, ὥσπερ ἐπιλαμβανομένη ἑαυτῆς, ὅτι ἀδυνάτῳ ἐχρήσατο ὑπερβολῇ, καὶ ὅτι οὐδεὶς τῷ Ἄρηϊ ἴσος ἐστίν.
§149 Τοῦ δὲ αὐτοῦ εἴδους καὶ τὸ παρὰ Τηλεμάχῳ, ὅτι δύο κύνες δεδέατο πρὸ τῆς αὐλῆς, καὶ δύναμαι καὶ τὰ ὀνόματα εἰπεῖν τῶν κυνῶν. ἀλλὰ τί ἄν μοι βούλοιτο τὰ ὀνόματα ταῦτα; καὶ γὰρ οὗτος μεταβαλλόμενος μεταξὺ ἠστεΐσατο καὶ ἀποσιγήσας τὰ ὀνόματα.
§150 Καὶ ἀπὸ στίχου δὲ ἀλλοτρίου γίνεται χάρις, ὡς Ἀριστοφάνης σκώπτων που τὸν Δία, ὅτι οὐ κεραυνοῖ τοὺς πονηρούς, φησίν, ἀλλὰ τὸν ἑαυτοῦ νεὼ βάλλει, καὶ Σούνιον ἄκρον Ἀθηνῶν. ὥσπερ γοῦν οὐκέτι Ζεὺς κωμῳδεῖσθαι δοκεῖ, ἀλλ᾽ Ὅμηρος καὶ στίχος Ὁμηρικός, καὶ ἀπὸ τούτου πλείων ἐστὶν χάρις.
§151 Ἔχουσι δέ τι στωμύλον καὶ ἀλληγορίαι τινές, ὥσπερ τό, Δελφοί, παιδίον ὑμῶν κύων φέρει. καὶ τὰ Σώφρονος δὲ τὰ ἐπὶ τῶν γερόντων, ἐνθάδε ὦν κἠγὼ παρὕμμε τοὺς ὁμότριχας ἐξορμίζομαι, πλόον δοκάζων πόντιον· ἀρτέαι γὰρ ἤδη τοῖς ταλικοῖσδε ταὶ ἄγκυραι· ὅσα τε ἐπὶ τῶν γυναικῶν ἀλληγορεῖ, οἷον ἐπἰχθύων, σωλῆνες, γλυκύκρεον κογχύλιον, χηρᾶν γυναικῶν λίχνευμα. καὶ μιμικώτερα τὰ τοιαῦτά ἐστι καὶ αἰσχρά.
§152 Ἔστι δέ τις καὶ παρὰ τὴν προσδοκίαν χάρις, ὡς τοῦ Κύκλωπος, ὅτι ὕστατον ἔδομαι Οὖτιν. οὐ γὰρ προσεδόκα τοιοῦτο ξένιον οὔτε Ὀδυσσεὺς οὔτε ἀναγινώσκων. καὶ Ἀριστοφάνης ἐπὶ τοῦ Σωκράτους, κηρὸν διατήξας, φησίν, εἶτα διαβήτην λαβών, ἐκ τῆς παλαίστρας ἱμάτιον ὑφείλετο.
§153 Ἤδη μέντοι ἐκ δύο τόπων ἐνταῦθα ἐγένετο χάρις. οὐ γὰρ παρὰ προσδοκίαν μόνον ἐπηνέχθη, ἀλλ̓ οὐδἠκολούθει τοῖς προτέροις· δὲ τοιαύτη ἀνακολουθία καλεῖται γρῖφος, ὥσπερ παρὰ Σώφρονι ῥητορεύων Βουλίας. οὐδὲν γὰρ ἀκόλουθον αὑτῷ λέγει· καὶ παρὰ Μενάνδρῳ δὲ πρόλογος τῆς Μεσσηνίας.
§154 Πολλάκις δὲ καὶ κῶλα ὅμοια ἐποίησεν χάριν, ὡς Ἀριστοτέλης, ἐκ μὲν Ἀθηνῶν, φησίν, ἐγὼ εἰς Στάγειρα ἦλθον διὰ τὸν βασιλέα τὸν μέγαν· ἐκ δὲ Σταγείρων εἰς Ἀθήνας διὰ τὸν χειμῶνα τὸν μέγαν. καταλήξας γὰρ ἐν ἀμφοτέροις τοῖς κώλοις εἰς τὸ αὐτὸ ὄνομα ἐποίησεν τὴν χάριν. ἐὰν δοὖν ἀποκόψῃς τοῦ ἑτέρου κώλου τὸ μέγαν, συναφαιρεῖται καὶ χάρις.
§155 Καὶ κατηγορίαι δὲ ἀποκεκρυμμέναι ἐνίοτε ὁμοιοῦνται χάρισιν, ὥσπερ παρὰ Ξενοφῶντι Ἡρακλείδης παρὰ τῷ Σεύθει προσιὼν τῶν συνδείπνων ἑκάστῳ, καὶ πείθων δωρεῖσθαι Σεύθει τι ἔχοι· ταῦτα γὰρ καὶ χάριν τινὰ ἐμφαίνει, καὶ κατηγορίαι εἰσὶν ἀποκεκρυμμέναι.
§156 Αἱ μὲν οὖν κατὰ τὴν ἑρμηνείαν χάριτες τοσαῦται καὶ οἱ τόποι, ἐν δὲ τοῖς πράγμασι λαμβάνονται χάριτες ἐκ παροιμίας. φύσει γὰρ χάριεν πρᾶγμά ἐστι παροιμία, ὡς Σώφρων μέν, Ἠπιόλης, ἔφη, τὸν πατέρα πνίγων. καὶ ἀλλαχόθι πού φησιν, ἐκ τοῦ ὄνυχος γὰρ τὸν λέοντα ἔγραψεν· τορύναν ἔξεσεν· κύμινον ἔπρισεν. καὶ γὰρ δυσὶ παροιμίαις καὶ τρισὶν ἐπαλλήλοις χρῆται, ὡς ἐπιπληθύωνται αὐτῷ αἱ χάριτες· σχεδόν τε πάσας ἐκ τῶν δραμάτων αὐτοῦ τὰς παροιμίας ἐκλέξαι ἐστίν.
§157 Καὶ μῦθος δὲ λαμβανόμενος καιρίως εὔχαρίς ἐστιν, ἤτοι κείμενος, ὡς Ἀριστοτέλης ἐπὶ τοῦ ἀετοῦ φησιν, ὅτι λιμῷ θνήσκει ἐπικάμπτων τὸ ῥάμφος· πάσχει δὲ αὐτό, ὅτι ἄνθρωπος ὤν ποτε ἠδίκησεν ξένον. μὲν οὖν τῷ κειμένῳ μύθῳ κέχρηται καὶ κοινῷ. 
§158 Πολλοὺς δὲ καὶ προσπλάσσομεν προσφόρους καὶ οἰκείους τοῖς πράγμασιν, ὥσπερ τις περὶ αἰλούρου λέγων, ὅτι συμφθίνει τῇ σελήνῃ καὶ αἴλουρος καὶ συμπαχύνεται, προσέπλασεν, ὅτι ἔνθεν καὶ μῦθός ἐστιν, ὡς σελήνη ἔτεκεν τὸν αἴλουρον· οὐ γὰρ μόνον καταὐτὴν τὴν πλάσιν ἔσται χάρις, ἀλλὰ καὶ μῦθος ἐμφαίνει χάριέν τι, αἴλουρον ποιῶν σελήνης παῖδα.
§159 Πολλάκις δὲ καὶ ἐκ φόβου ἀλλασσομένου γίνεται χάρις, ὅταν διακενῆς τις φοβηθῇ, οἷον τὸν ἱμάντα ὡς ὄφιν τὸν κρίβανον ὡς χάσμα τῆς γῆς, ἅπερ καὶ αὐτὰ κωμῳδικώτερά ἐστιν.
§160 Καὶ εἰκασίαι δεἰσὶν εὐχάριτες, ἂν τὸν ἀλεκτρυόνα Μήδῳ εἰκάσῃς, ὅτι τὴν κυρβασίαν ὀρθὴν φέρει· βασιλεῖ δέ, ὅτι πορφύρεός ἐστιν, ὅτι βοήσαντος ἀλεκτρυόνος ἀναπηδῶμεν, ὥσπερ καὶ βασιλέως βοήσαντος, καὶ φοβούμεθα.
§161 Ἐκ δὲ ὑπερβολῶν χάριτες μάλιστα αἱ ἐν ταῖς κωμῳδίαις, πᾶσα δὲ ὑπερβολὴ ἀδύνατος, ὡς Ἀριστοφάνης ἐπὶ τῆς ἀπληστίας τῶν Περσῶν φησιν, ὅτι ὤπτουν βοῦς κριβανίτας ἀντὶ ἄρτων. ἐπὶ δὲ τῶν Θρᾳκῶν ἕτερος, ὅτι Μηδόκης βασιλεὺς βοῦν ἔφερεν ὅλον ἐν γνάθῳ.
§162 Τοῦ δὲ αὐτοῦ εἴδους καὶ τὰ τοιαῦτά ἐστιν, ὑγιέστερος κολοκύντης, καὶ φαλακρότερος εὐδίας, καὶ τὰ Σαπφικὰ πολὺ πακτίδος ἁδυμελεστέρα, χρυσοῦ χρυσοτέρα. πᾶσαι γὰρ αἱ τοιαῦται χάριτες ἐκ τῶν ὑπερβολῶν εὕρηνται. καί τι διαφέρουσι
§163 Διαφέρουσι δὲ τὸ γελοῖον καὶ εὔχαρι πρῶτα μὲν τῇ ὕλῃ· χαρίτων μὲν γὰρ ὕλη νυμφαῖοι κῆποι, ἔρωτες, ἅπερ οὐ γελᾶται· γέλωτος δὲ Ἶρος καὶ Θερσίτης. τοσοῦτον οὖν διοίσουσιν, ὅσον Θερσίτης τοῦ Ἔρωτος.
§164 Διαφέρουσι δὲ καὶ τῇ λέξει αὐτῇ. τὸ μὲν γὰρ εὔχαρι μετὰ κόσμου ἐκφέρεται καὶ διὀνομάτων καλῶν, μάλιστα ποιεῖ τὰς χάριτας, οἷον τὸ ποικίλλεται μὲν γαῖα πολυστέφανος καὶ τὸ χλωρηῒς ἀηδών· τὸ δὲ γελοῖον καὶ ὀνομάτων ἐστὶν εὐτελῶν καὶ κοινοτέρων, ὥσπερ ἔχει· ὅσον γὰρ αὐτίτης καὶ μονώτης εἰμί, φιλομυθότερος γέγονα.
§165 Ἔπειτα ἀφανίζεται ὑπὸ τοῦ κόσμου τῆς ἑρμηνείας, καὶ ἀντὶ γελοίου θαῦμα γίνεται. αἱ μέντοι χάριτές εἰσι μετὰ σωφροσύνης, τὸ δὲ ἐκφράζειν τὰ γέλοια ὅμοιόν ἐστι καὶ καλλωπίζειν πίθηκον.
§166 Διὸ καὶ Σαπφὼ περὶ μὲν κάλλους ᾅδουσα καλλιεπής ἐστι καὶ ἡδεῖα, καὶ περὶ ἐρώτων δὲ καὶ ἔαρος καὶ περὶ ἁλκυόνος, καὶ ἅπαν καλὸν ὄνομα ἐνύφανται αὐτῆς τῇ ποιήσει, τὰ δὲ καὶ αὐτὴ εἰργάσατο.
§167 Ἄλλως δὲ σκώπτει τὸν ἄγροικον νυμφίον, καὶ τὸν θυρωρὸν τὸν ἐν τοῖς γάμοις, εὐτελέστατα καὶ ἐν πεζοῖς ὀνόμασι μᾶλλον ἐν ποιητικοῖς, ὥστε αὐτῆς μᾶλλόν ἐστι τὰ ποιήματα ταῦτα διαλέγεσθαι ᾅδειν, οὐδἂν ἁρμόσαι πρὸς τὸν χορὸν πρὸς τὴν λύραν, εἰ μή τις εἴη χορὸς διαλεκτικός.
§168 Μάλιστα δὲ διαφέρουσι καὶ ἐκ τῆς προαιρέσεως· οὐ γὰρ ὅμοια προαιρεῖται εὐχάριστος καὶ γελωτοποιῶν, ἀλλ μὲν εὐφραίνειν, δὲ γελασθῆναι. καὶ ἀπὸ τῶν ἐπακολουθούντων δέ· τοῖς μὲν γὰρ γέλως, τοῖς δὲ ἔπαινος.
§169 Καὶ ἐκ τόπου. ἔνθα μὲν γὰρ γέλωτος τέχναι καὶ χαρίτων, ἐν σατύρῳ καὶ ἐν κωμῳδίαις. τραγῳδία δὲ χάριτας μὲν παραλαμβάνει ἐν πολλοῖς, δὲ γέλως ἐχθρὸς τραγῳδίας· οὐδὲ γὰρ ἐπινοήσειεν ἄν τις τραγῳδίαν παίζουσαν, ἐπεὶ σάτυρον γράψει ἀντὶ τραγῳδίας.
§170 Χρήσονται δέ ποτε καὶ οἱ φρόνιμοι γελοίοις πρός τε τοὺς καιρούς, οἷον ἐν ἑορταῖς καὶ ἐν συμποσίοις, καὶ ἐν ἐπιπλήξεσιν δὲ πρὸς τοὺς τρυφερωτέρους, ὡς τηλαυγὴς θύλακος, καὶ Κράτητος ποιητική, καὶ φακῆς ἐγκώμιον ἂν ἀναγνῷ τις ἐν τοῖς ἀσώτοις· τοιοῦτος δὲ ὡς τὸ πλέον καὶ Κυνικὸς τρόπος· τὰ γὰρ τοιαῦτα γελοῖα χρείας λαμβάνει τάξιν καὶ γνώμης.
§171 Ἔστι δὲ καὶ τοῦ ἤθους τις ἔμφασις ἐκ τῶν γελοίων καὶ παιγνίας ἀκολασίας, ὡς καὶ τὸν οἶνον τὸν προχυθέντα ἐπισχών τις Πηλέα ἀντὶ Οἰνέως. γὰρ ἀντίθεσις περὶ τὰ ὀνόματα καὶ φροντὶς ἐμφαίνει τινὰ ψυχρότητα ἤθους καὶ ἀναγωγίαν.
§172 Περὶ δὲ σκωμμάτων μέν, οἷον εἰκασία τις ἐστιν· γὰρ ἀντίθεσις εὐτράπελος. χρήσονταί τε ταῖς τοιαύταις εἰκασίαις, ὡς Αἰγυπτία κληματίς, μακρὸν καὶ μέλανα, καὶ τὸ θαλάσσιον πρόβατον, τὸν μῶρον τὸν ἐν τῇ θαλάσσῃ. τοῖς μὲν τοιούτοις χρήσονται· εἰ δὲ μή, φευξόμεθα τὰ σκώμματα ὥσπερ λοιδορίας.
§173 Ποιεῖ δὲ εὔχαριν τὴν ἑρμηνείαν καὶ τὰ λεγόμενα καλὰ ὀνόματα. ὡρίσατο δαὐτὰ Θεόφραστος οὕτως, κάλλος ὀνόματός ἐστι τὸ πρὸς τὴν ἀκοὴν πρὸς τὴν ὄψιν ἡδύ, τὸ τῇ διανοίᾳ ἔντιμον.
§174 Πρὸς μὲν τὴν ὄψιν ἡδέα τὰ τοιαῦτα, ῥοδόχροον, ἀνθοφόρου χρόας. ὅσα γὰρ ὁρᾶται ἡδέως, ταῦτα καὶ λεγόμενα καλά ἐστι. πρὸς δὲ τὴν ἀκοὴν Καλλίστρατος, Ἀννοῶν. τε γὰρ τῶν λάμβδα σύγκρουσις ἠχῶδές τι ἔχει, καὶ τῶν νῦ γραμμάτων.
§175 Καὶ ὅλως τὸ νῦ διεὐφωνίαν ἐφέλκονται οἱ Ἀττικοὶ Δημοσθένην λέγοντες καὶ Σωκράτην. τῇ διανοίᾳ δὲ ἔντιμα τὰ τοιαῦτά ἐστιν, οἷον τὸ ἀρχαῖοι ἀντὶ τοῦ παλαιοὶ ἐντιμότερον· οἱ γὰρ ἀρχαῖοι ἄνδρες ἐντιμότεροι.
§176 Παρὰ δὲ τοῖς μουσικοῖς λέγεταί τι ὄνομα λεῖον, καὶ ἕτερον τὸ τραχύ, καὶ ἄλλο εὐπαγές, καὶ ἄλλὀγκηρόν. λεῖον μὲν οὖν ἐστιν ὄνομα τὸ διὰ φωνηέντων πάντων διὰ πλειόνων, οἷον Αἴας, τραχὺ δὲ οἷον βέβρωκεν· καὶ αὐτὸ δὲ τοῦτο τὸ τραχὺ ὄνομα κατὰ μίμησιν ἐξενήνεκται ἑαυτοῦ. εὐπαγὲς δὲ ἐπαμφοτερίζον καὶ μεμιγμένον ἴσως τοῖς γράμμασιν.
§177 Τὸ δὲ ὀγκηρὸν ἐν τρισί, πλάτει, μήκει, πλάσματι, οἷον βροντὰ ἀντὶ τοῦ βροντή· καὶ γὰρ τραχύτητα ἐκ τῆς προτέρας συλλαβῆς ἔχει, καὶ ἐκ τῆς δευτέρας μῆκος μὲν διὰ τὴν μακράν, πλατύτητα δὲ διὰ τὸν Δωρισμόν· πλατέα λαλοῦσι γὰρ πάντα οἱ Δωριεῖς. διόπερ οὐδὲ ἐκωμῴδουν δωρίζοντες, ἀλλὰ πικρῶς ἠττίκιζον· γὰρ Ἀττικὴ γλῶσσα συνεστραμμένον τι ἔχει καὶ δημοτικὸν καὶ ταῖς τοιαύταις εὐτραπελίαις πρέπον.
§178 Ταῦτα μὲν δὴ παρατεχνολογείσθω ἄλλως. τῶν δὲ εἰρημένων ὀνομάτων τὰ λεῖα μόνα ληπτέον ὡς γλαφυρόν τι ἔχοντα.
§179 Γίνεται δὲ καὶ ἐκ συνθέσεως τὸ γλαφυρόν· ἔστι μὲν οὖν οὐ ῥᾴδιον περὶ τοῦ τρόπου τοῦ τοιοῦδε εἰπεῖν· οὐδὲ γὰρ τῶν πρὶν εἴρηταί τινι περὶ γλαφυρᾶς συνθέσεως. κατὰ τὸ δυνατὸν δὲ ὅμως πειρατέον λέγειν.
§180 Τάχα γὰρ δὴ ἔσται τις ἡδονὴ καὶ χάρις, ἐὰν ἁρμόζωμεν ἐκ μέτρων τὴν σύνθεσιν ὅλων ἡμίσεων· οὐ μὴν ὥστε φαίνεσθαι αὐτὰ μέτρα ἐν τῷ συνειρμῷ τῶν λόγων, ἀλλ̓, εἰ διαχωρίζοι τις καθἓν ἕκαστον καὶ διακρίνοι, τότε δὴ ὑφἡμῶν αὐτῶν φωρᾶσθαι μέτρα ὄντα.
§181 Κἂν μετροειδῆ δὲ , τὴν αὐτὴν ποιήσει χάριν· λανθανόντως δέ τοι παραδύεται ἐκ τῆς τοιαύτης ἡδονῆς χάρις, καὶ πλεῖστον μὲν τὸ τοιοῦτον εἶδός ἐστι παρὰ τοῖς Περιπατητικοῖς καὶ παρὰ Πλάτωνι καὶ παρὰ Ξενοφῶντι καὶ Ἡροδότῳ, τάχα δὲ καὶ παρὰ Δημοσθένει πολλαχοῦ· Θουκυδίδης μέντοι πέφευγε τὸ εἶδος.
§182 Παραδείγματα δὲ αὐτοῦ λάβοι τις ἂν τοιάδε, οἷον ὡς Δικαίαρχος· ἐν Ἐλέᾳ, φησι, τῆς Ἰταλίας πρεσβύτην ἤδη τὴν ἡλικίαν ὄντα. τῶν γὰρ κώλων ἀμφοτέρων αἱ ἀπολήξεις μετροειδές τι ἔχουσιν, ὑπὸ δὲ τοῦ εἱρμοῦ καὶ τῆς συναφείας κλέπτεται μὲν τὸ μετρικόν, ἡδονὴ δοὐκ ὀλίγη ἔπεστι.
§183 Πλάτων μέντοι ἐν πολλοῖς αὐτῷ τῷ ῥυθμῷ γλαφυρός ἐστιν ἐκτεταμένῳ πως, καὶ οὔτε ἕδραν ἔχοντι οὔτε μῆκος· τὸ μὲν γὰρ ἰσχνὸν καὶ δεινόν, τὸ δὲ μῆκος μεγαλοπρεπές. ἀλλοἷον ὀλίσθῳ τινὶ ἔοικε τὰ κῶλα, καὶ οὔτἐμμέτροις παντάπασιν οὔτἀμέτροις, οἷον ἐν τῷ περὶ μουσικῆς λόγῳ ἐπὰν φῇ νῦν δὴ ἐλέγομεν.
§184 Καὶ πάλιν, μινυρίζων τε καὶ γεγανωμένος ὑπὸ τῆς ᾠδῆς διατελεῖ τὸν βίον ὅλον. καὶ πάλιν, τὸ μὲν πρῶτον, εἴ τι θυμοειδὲς εἶχεν, ὥσπερ σίδηρον ἐμάλαξεν. οὕτως μὲν γὰρ γλαφυρὸν καὶ ᾠδικὸν σαφῶς· εἰ δἀναστρέψας εἴποις, ἐμάλαξεν ὥσπερ σίδηρον, διατελεῖ ὅλον τὸν βίον, ἐκχεῖς τοῦ λόγου τὴν χάριν ἐν αὐτῷ τῷ ῥυθμῷ οὖσαν· οὐ γὰρ δὴ ἐν τῇ διανοίᾳ, οὐδἐν ταῖς λέξεσιν.
§185 Καὶ περὶ τῶν μουσικῶν δὲ ὀργάνων πάλιν χαριέντως ἥρμοσεν, ἐν οἷς δή φησιν, λύρα δή σοι λείπεται κατὰ πόλιν· εἰ γὰρ ἀναστρέψας εἴποις κατὰ πόλιν λείπεται, μεθαρμοσαμένῳ ποιήσεις ὅμοιον. τοῦτο δὲ  ἐπιφέρει, καὶ αὖ κατἀγροὺς τοῖς ποιμέσιν σύριγξ ἄν τις εἴη· τῇ γὰρ ἐκτάσει καὶ τῷ μήκει πάνυ χαριέντως μεμίμηται τρόπον τινὰ ἦχον σύριγγος. ἔσται δὲ δῆλον, εἴ τις μετασυνθεὶς λέγοι καὶ τοῦτο.
§186 Περὶ μὲν δὴ τοῦ κατὰ σύνθεσιν γλαφυροῦ ἐπιφαινομένου τοσαῦτα, ὡς ἐν δυσκόλοις. εἴρηται δὲ καὶ περὶ τοῦ χαρακτῆρος τοῦ γλαφυροῦ, ἐν ὅσοις καὶ ὅπως γίνεται. καθάπερ δὲ τῷ μεγαλοπρεπεῖ παρέκειτο ψυχρὸς χαρακτήρ, οὕτως τῷ γλαφυρῷ παράκειταί τις διημαρτημένος. ὀνομάζω δὲ αὐτὸν τῷ κοινῷ ὀνόματι κακόζηλον. γίνοιτο δἂν καὶ οὗτος ἐν τρισίν, ὥσπερ καὶ οἱ λοιποὶ πάντες.
§187 Ἐν διανοίᾳ μέν, ὡς εἰπὼν Κένταυρος ἑαυτὸν ἱππεύων, καὶ ἐπὶ τοῦ βουλευομένου Ἀλεξάνδρου δρόμον ἀγωνίσασθαι Ὀλυμπιάσιν ἔφη τις οὕτως· Ἀλέξανδρε, δράμε σοῦ τῆς μητρὸς τὸ ὄνομα.
§188 Ἐν δὲ ὀνόμασιν γίγνοιτἂν οὕτως, οἷον ἐγέλα που ῥόδον ἡδύχροον· τε γὰρ μεταφορὰ ἐγέλα πάνυ μετάκειται ἀπρεπῶς, καὶ τὸ σύνθετον τὸ ἡδύχροον οὐδ᾽ ἐν ποιήματι θείη ἄν τις ἀκριβῶς σωφρονῶν. ὥς τις εἶπεν, ὅτι λεπταῖς ὑπεσύριζε πίτυς αὔραις. περὶ μὲν δὴ τὴν λέξιν οὕτως.
§189 Σύνθεσις δὲ ἀναπαιστικὴ καὶ μάλιστα ἐοικυῖα τοῖς κεκλασμένοις καὶ ἀσέμνοις μέτροις, οἷα μάλιστα τὰ Σωτάδεια διὰ τὸ μαλακώτερον, σκήλας καύματι κάλυψον, καὶ σείων μελίην Πηλιάδα δεξιὸν κατὦμον ἀντὶ τοῦ σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον· ὁποῖα γὰρ μεταμεμορφωμένῳ ἔοικεν στίχος, ὥσπερ οἱ μυθευόμενοι ἐξ ἀρρένων μεταβάλλειν εἰς θηλείας. τοσάδε μὲν καὶ περὶ κακοζηλίας.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up