§36–55
§36
Εἰσὶ δὲ τέτταρες οἱ ἁπλοῖ χαρακτῆρες, ἰσχνός, μεγαλοπρεπής, γλαφυρός, δεινός, καὶ λοιπὸν οἱ ἐκ τούτων μιγνύμενοι. μίγνυνται δὲ οὐ πᾶς παντί, ἀλλ’ ὁ γλαφυρὸς μὲν καὶ τῷ ἰσχνῷ καὶ τῷ μεγαλοπρεπεῖ, καὶ ὁ δεινὸς δὲ ὁμοίως ἀμφοτέροις· μόνος δὲ ὁ μεγαλοπρεπὴς τῷ ἰσχνῷ οὐ μίγνυται, ἀλλ’ ὥσπερ ἀνθέστατον καὶ ἀντίκεισθον ἐναντιωτάτω. διὸ δὴ καὶ μόνους δύο χαρακτῆράς τινες ἀξιοῦσιν εἶναι τούτους, τοὺς δὲ λοιποὺς δύο μεταξὺ τούτων, τὸν μὲν γλαφυρὸν τῷ ἰσχνῷ προσνέμοντες μᾶλλον, τῷ δὲ μεγαλοπρεπεῖ τὸν δεινόν, ὡς τοῦ γλαφυροῦ μὲν μικρότητά τινα καὶ κομψείαν ἔχοντος, τοῦ δεινοῦ δὲ ὄγκον καὶ μέγεθος.
§37
Γελοῖος δ’ ὁ τοιοῦτος λόγος. ὁρῶμεν γὰρ πλὴν τῶν εἰρημένων χαρακτήρων ἐναντίων, πάντας μιγνυμένους πᾶσιν, οἷον τὰ Ὁμήρου τε ἔπη καὶ τοὺς Πλάτωνος λόγους καὶ Ξενοφῶντος καὶ Ἡροδότου καὶ ἄλλων πολλῶν πολλὴν μὲν μεγαλοπρέπειαν καταμεμιγμένην ἔχοντας, πολλὴν δὲ δεινότητά τε καὶ χάριν, ὥστε τὸ μὲν πλῆθος τῶν χαρακτήρων τοσοῦτον ἂν εἴη, ὅσον λέλεκται. ἑρμηνεία δ᾽ ἑκάστῳ πρέπουσα γένοιτ’ ἂν τοιάδε τις.
§38
Ἄρξομαι δὲ ἀπὸ τοῦ μεγαλοπρεποῦς, ὅνπερ νῦν λόγιον ὀνομάζουσιν. ἐν τρισὶ δὴ τὸ μεγαλοπρεπές, διανοίᾳ, λέξει, τῷ συγκεῖσθαι προσφόρως. σύνθεσις δὲ μεγαλοπρεπής, ὥς φησιν Ἀριστοτέλης, ἡ παιωνική. παίωνος δὲ εἴδη δύο, τὸ μὲν προκαταρκτικόν, οὗ ἄρχει μὲν μακρά, λήγουσι δὲ τρεῖς βραχεῖαι, οἷον τὸ τοιόνδε, ηρξατο δε, τὸ δὲ καταληκτικὸν θατέρῳ ἀντίστροφον, οὗ τρεῖς μὲν βραχεῖαι ἄρχουσιν, λήγει δὲ μία μακρά, ὥσπερ τὸ Ἀραβια.
§39
Δεῖ δὲ ἐν τοῖς κώλοις τοῦ μεγαλοπρεποῦς λόγου τὸν προκαταρκτικὸν μὲν παίωνα ἄρχειν τῶν κώλων, τὸν καταληκτικὸν δὲ ἕπεσθαι. παράδειγμα δ’ αὐτῶν τὸ Θουκυδίδειον τόδε, ηρξατο δε το κακον εξ Αιθιοπιας. τί ποτ̓ οὖν Ἀριστοτέλης οὕτω διετάξατο; ὅτι δεῖ καὶ τὴν ἐμβολὴν τοῦ κώλου καὶ ἀρχὴν μεγαλοπρεπῆ εὐθὺς εἶναι καὶ τέλος, τοῦτο δ’ ἔσται, ἐὰν ἀπὸ μακρᾶς ἀρχώμεθα καὶ εἰς μακρὰν λήγωμεν. φύσει γὰρ μεγαλεῖον ἡ μακρά, καὶ προλεγομένη τε πλήσσει εὐθὺς καὶ ἀπολήγουσα ἐν μεγάλῳ τινὶ καταλείπει τὸν ἀκούοντα. πάντες γοῦν ἰδίως τῶν τε πρώτων μνημονεύομεν καὶ τῶν ὑστάτων, καὶ ὑπὸ τούτων κινούμεθα, ὑπὸ δὲ τῶν μεταξὺ ἔλαττον ὥσπερ ἐγκρυπτομένων ἢ ἐναφανιζομένων.
§40
Δῆλον δὲ τοῦτο ἐν τοῖς Θουκυδίδου· σχεδὸν γὰρ ὅλως τὸ μεγαλοπρεπὲς ἐν πᾶσιν αὐτῷ ποιεῖ ἡ τοῦ ῥυθμοῦ μακρότης, καὶ κινδυνεύει τῷ ἀνδρὶ τούτῳ παντοδαποῦ ὄντος τοῦ μεγαλοπρεποῦς αὕτη ἡ σύνθεσις μόνη ἢ μάλιστα περιποιεῖν τὸ μέγιστον.
§41
Δεῖ μέντοι λογίζεσθαι, ὅτι κἂν μὴ ἀκριβῶς δυνώμεθα τοῖς κώλοις περιτιθέναι τοὺς παίωνας ἔνθεν καὶ ἔνθεν ἀμφοτέρους, παιωνικήν γε πάντως ποιησόμεθα τὴν σύνθεσιν, οἷον ἐκ μακρῶν ἀρχόμενοι καὶ εἰς μακρὰς καταλήγοντες. τοῦτο γὰρ καὶ Ἀριστοτέλης παραγγέλλειν ἔοικεν, ἄλλως δὲ τὸ διττὸν τοῦ παίωνος τετεχνολογηκέναι ἀκριβείας ἕνεκα. διόπερ Θεόφραστος παράδειγμα ἐκτέθειται μεγαλοπρεπείας τὸ τοιοῦτον κῶλον, τῶν μὲν περὶ τὰ μηδενὸς ἄξια φιλοσοφούντων· οὐ γὰρ ἐκ παιώνων ἀκριβῶς, ἀλλὰ παιωνικόν τί ἐστι. παραλαβεῖν μέντοι τὸν παίωνα εἰς τοὺς λόγους, ἐπειδὴ μικτός τίς ἐστι καὶ ἀσφαλέστερος, τὸ μεγαλοπρεπὲς μὲν ἐκ τῆς μακρᾶς λαμβάνων, τὸ λογικὸν δὲ ἐκ τῶν βραχειῶν.
§42
Οἱ δ’ ἄλλοι, ὁ μὲν ἡρῷος σεμνὸς καὶ οὐ λογικός, ἀλλ’ ἠχώδης· οὐδὲ εὔρυθμος, ἀλλ’ ἄρυθμος. ὥσπερ ὁ τοιόσδε, ἥκων ἡμῶν εἰς τὴν χώραν. ἡ γὰρ πυκνότης τῶν μακρῶν ὑπερπίπτει τοῦ λογικοῦ μέτρου.
§43
Ὁ δὲ ἴαμβος εὐτελὴς καὶ τῇ τῶν πολλῶν λέξει ὅμοιος. πολλοὶ γοῦν μέτρα ἰαμβικὰ λαλοῦσιν οὐκ εἰδότες. ὁ δὲ παίων ἀμφοῖν μέσος καὶ μέτριος, καὶ ὁποῖος συγκεκραμένος. ἡ μὲν δὴ παιωνικὴ ἐν τοῖς μεγαλοπρεπέσι σύνθεσις ὧδ’ ἄν πως λαμβάνοιτο.
§44
Ποιεῖ δὲ καὶ τὰ μήκη τῶν κώλων μέγεθος, οἷον Θουκυδίδης Ἀθηναῖος ξυνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων, καὶ Ἡροδότου Ἁλικαρνασέως ἱστορίης ἀπόδειξις ἥδε. τὸ γὰρ ταχέως ἀποσιωπᾶν εἰς κῶλον βραχὺ κατασμικρύνει τὴν τοῦ λόγου σεμνότητα, κἂν ἡ ὑποκειμένη διάνοια μεγαλοπρεπὴς ᾖ, κἂν τὰ ὀνόματα.
§45
Μεγαλοπρεπὲς δὲ καὶ τὸ ἐκ περιαγωγῆς τῇ συνθέσει λέγειν, οἷον ὡς Θουκυδίδης· ὁ γὰρ Ἀχελῷος ποταμὸς ῥέων ἐκ Πίνδου ὄρους διὰ Δολοπίας καὶ Ἀγριανῶν καὶ Ἀμφιλόχων, ἄνωθεν παρὰ Στράτον πόλιν ἐς θάλασσαν διεξιεὶς παρ’ Οἰνιάδας, καὶ τὴν πόλιν αὐτοῖς περιλιμνάζων ἄπορον ποιεῖ ὑπὸ τοῦ ὕδατος ἐν χειμῶνι στρατεύεσθαι. σύμπασα γὰρ ἡ τοιαύτη μεγαλοπρέπεια ἐκ τῆς περιαγωγῆς γέγονεν, καὶ ἐκ τοῦ μόγις ἀναπαῦσαι αὐτόν τε καὶ τὸν ἀκούοντα.
§46
Εἰ δ’ οὕτω διαλύσας αὐτὸ εἴποι τις· ὁ γὰρ Ἀχελῷος ποταμὸς ῥεῖ μὲν ἐκ Πίνδου ὄρους, ἐκβάλλει δὲ παρ’ Οἰνιάδας ἐς θάλασσαν· πρὸ δὲ τῆς ἐκβολῆς τὸ Οἰνιαδῶν πεδίον λίμνην ποιεῖ, ὥστ’ αὐτοῖς πρὸς τὰς χειμερινὰς ἐφόδους τῶν πολεμίων ἔρυμα καὶ πρόβλημα γίνεσθαι τὸ ὕδωρ· εἰ δή τις οὕτω μεταβαλὼν ἑρμηνεύσειεν αὐτό, πολλὰς μὲν ἀναπαύλας παρέξει τῷ λόγῳ, τὸ μέγεθος δ’ ἀφαιρήσεται.
§47
Καθάπερ γὰρ τὰς μακρὰς ὁδοὺς αἱ συνεχεῖς καταγωγαὶ μικρὰς ποιοῦσιν, αἱ δ’ ἐρημίαι κἀν ταῖς μικραῖς ὁδοῖς ἔμφασίν τινα ἔχουσι μήκους, ταὐτὸ δὴ κἀπὶ τῶν κώλων ἂν γίγνοιτο.
§48
Ποιεῖ δὲ καὶ δυσφωνία συνθέσεως ἐν πολλοῖς μέγεθος, οἷον τὸ Αἴας δ’ ὁ μέγας αἰὲν ἐφ’ Ἕκτορι χαλκοκορυστῇ. ἄλλως μὲν γὰρ ἴσως δυσήκοος ἡ τῶν γραμμάτων σύμπληξις, ὑπερβολὴ δ’ ἐμφαίνουσα τὸ μέγεθος τοῦ ἥρωος· λειότης γὰρ καὶ τὸ εὐήκοον οὐ πάνυ ἐν μεγαλοπρεπείᾳ χώραν ἔχουσιν, εἰ μή που ἐν ὀλίγοις. καὶ ὁ Θουκυδίδης δὲ πανταχοῦ σχεδὸν φεύγει τὸ λεῖον καὶ ὁμαλὲς τῆς συνθέσεως, καὶ ἀεὶ μᾶλλόν τι προσκρούοντι ἔοικεν, ὥσπερ οἱ τὰς τραχείας ὁδοὺς πορευόμενοι, ἐπὰν λέγῃ, ὅτι τὸ μὲν δὴ ἔτος, ὡς ὡμολόγητο, ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας ἐτύγχανεν ὄν. ῥᾷον μὲν γὰρ καὶ ἥδιον ὧδ’ ἄν τις εἶπεν, ὅτι ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας ὂν ἐτύγχανεν, ἀφῄρητο δ’ αὐτοῦ τὴν μεγαλοπρέπειαν.
§49
Ὥσπερ γὰρ ὄνομα τραχὺ μέγεθος ἐργάζεται, οὕτω σύνθεσις. ὀνόματα δὲ τραχέα τό τε κεκραγὼς ἀντὶ τοῦ βοῶν, καὶ τὸ ῥηγνύμενον ἀντὶ τοῦ φερόμενον, οἵοις πᾶσιν ὁ Θουκυδίδης χρῆται, ὅμοια λαμβάνων τά τε ὀνόματα τῇ συνθέσει, τοῖς τε ὀνόμασι τὴν σύνθεσιν.
§50
Τάσσειν δὲ τὰ ὀνόματα χρὴ τόνδε τὸν τρόπον. πρῶτα μὲν τιθέναι τὰ μὴ μάλα ἐναργῆ, δεύτερα δὲ καὶ ὕστατα τὰ ἐναργέστερα. οὕτω γὰρ καὶ τοῦ πρώτου ἀκουσόμεθα ὡς ἐναργοῦς, καὶ τοῦ μετ’ αὐτὸ ὡς ἐναργεστέρου. εἰ δὲ μή, δόξομεν ἐξησθενηκέναι, καὶ οἷον καταπεπτωκέναι ἀπὸ ἰσχυροτέρου ἐπὶ ἀσθενές.
§51
Παράδειγμα δὲ τὸ παρὰ τῷ Πλάτωνι λεγόμενον, ὅτι ἐπὰν μέν τις μουσικῇ παρέχῃ καταυλεῖν καὶ καταχεῖν διὰ τῶν ὤτων· πολὺ γὰρ τὸ δεύτερον ἐναργέστερον τοῦ προτέρου. καὶ πάλιν προϊών φησιν, ὅταν δὲ καταχέων μὴ ἀνῇ, ἀλλὰ κηλῇ, τὸ δὴ μετὰ τοῦτο ἤδη τήκει καὶ λείβει. τὸ γὰρ λείβει τοῦ τήκει ἐμφατικώτερον καὶ ἐγγυτέρω ποιήματος. εἰ δὲ προεξήνεγκεν αὐτό, ἀσθενέστερον ἂν τὸ τήκει ἐπιφερόμενον ἐφάνη.
§52
Καὶ Ὅμηρος δὲ ἐπὶ τοῦ Κύκλωπος ἀεὶ ἐπαύξει τὴν ὑπερβολήν, καὶ ἐπανιόντι ἐπ’ αὐτῆς ἔοικεν, οἷον οὐ γὰρ ἐῴκει ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι, καὶ προσέτι ὑψηλοῦ ὄρους καὶ ὑπερφαινομένου τῶν ἄλλων ὀρῶν. ἀεὶ γὰρ καίτοι μεγάλα ὄντα τὰ πρότερον ἥττονα φαίνεται, μειζόνων αὐτοῖς τῶν μετὰ ταῦτα ἐπιφερομένων.
§53
Χρὴ δὲ καὶ τοὺς συνδέσμους μὴ μάλα ἀνταποδίδοσθαι ἀκριβῶς, οἷον τῷ μὲν συνδέσμῳ τὸν δέ· μικροπρεπὲς γὰρ ἡ ἀκρίβεια· ἀλλὰ καὶ ἀτακτοτέρως πως χρῆσθαι, καθάπερ που ὁ Ἀντιφῶν λέγει· ἡ μὲν γὰρ νῆσος ἣν ἔχομεν, δήλη μὲν καὶ πόρρωθέν ἐστιν, ὑψηλὴ καὶ τραχεῖα· καὶ τὰ μὲν χρήσιμα καὶ ἐργάσιμα μικρὰ αὐτῆς ἐστι, τὰ δὲ ἀργὰ πολλὰ σμικρᾶς αὐτῆς οὔσης. τρισὶ γὰρ τοῖς μὲν συνδέσμοις εἷς ὁ δὲ ἀνταποδίδοται.
§54
Πολλάκις μέντοι τεθέντες πως ἐφεξῆς σύνδεσμοι καὶ τὰ μικρὰ μεγάλα ποιοῦσιν, ὡς παρ’ Ὁμήρῳ τῶν Βοιωτιακῶν πόλεων τὰ ὀνόματα εὐτελῆ ὄντα καὶ μικρὰ ὄγκον τινὰ ἔχει καὶ μέγεθος διὰ τοὺς συνδέσμους ἐφεξῆς τοσούτους τεθέντας, οἷον ἐν τῷ Σχοῖνόν τε Σκῶλόν τε, πολύκνημόν τ’ Ἐτεωνόν.
§55
Τοῖς δὲ παραπληρωματικοῖς συνδέσμοις χρηστέον, οὐχ ὡς προσθήκαις κεναῖς καὶ οἷον προσφύμασιν ἢ παραξύσμασιν, ὥσπερ τινὲς τῷ δὴ χρῶνται πρὸς οὐδὲν καὶ τῷ νυ καὶ τῷ πρότερον, ἀλλ’ ἂν συμβάλλωνταί τι τῷ μεγέθει τοῦ λόγου,
§56–77
§56
καθάπερ παρὰ Πλάτωνι, ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεύς· καὶ παρ’ Ὁμήρῳ, ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο. ἀρκτικὸς γὰρ τεθεὶς ὁ σύνδεσμος καὶ ἀποσπάσας τῶν προτέρων τὰ ἐχόμενα μεγαλεῖόν τι εἰργάσατο. αἱ γὰρ πολλαὶ ἀρχαὶ σεμνότητα ἐργάζονται. εἰ δ’ ὧδε εἶπεν, ἀλλ’ ὅτε ἐπὶ τὸν πόρον ἀφίκοντο τοῦ ποταμοῦ, μικρολογοῦντι ἐῴκει καὶ ἔτι ὡς περὶ ἑνὸς πράγματος λέγοντι.
§57
Λαμβάνεται δὲ καὶ παθητικῶς πολλάκις ὁ σύνδεσμος οὗτος, ὥσπερ ἐπὶ τῆς Καλυψοῦς πρὸς τὸν Ὀδυσσέα, Διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ, οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν; εἰ γοῦν τὸν σύνδεσμον ἐξέλοις, συνεξαιρήσεις καὶ τὸ πάθος. καθόλου γάρ, ὥσπερ ὁ Πραξιφάνης φησίν, ἀντὶ μυγμῶν παρελαμβάνοντο οἱ τοιοῦτοι σύνδεσμοι καὶ στεναγμῶν, ὥσπερ τὸ αἲ αἴ, καὶ τὸ φεῦ, καὶ ποῖόν τί ἐστιν; ὡς αὐτός φησι, τὸ καί νύ κ’ ὀδυρομένοισιν ἔπρεψεν, ἔμφασίν τινα ἔχον οἰκτροῦ ὀνόματος.
§58
Οἱ δὲ πρὸς οὐδὲν ἀναπληροῦντες, φησί, τὸν σύνδεσμον ἐοίκασιν τοῖς ὑποκριταῖς τοῖς τὸ καὶ τὸ πρὸς οὐδὲν ἔπος λέγουσιν, οἷον εἴ τις ὧδε λέγοι, Καλυδὼν μὲν ἥδε γαῖα Πελοπείας χθονός, φεῦ. ἐν ἀντιπόρθμοις πεδἴ ἔχουσ᾽ εὐδαίμονα, αἴ, αἴ. ὡς γὰρ παρέλκει τὸ αἲ αἲ καὶ τὸ φεῦ ἐνθάδε, οὕτω καὶ ὁ πανταχοῦ μάτην ἐμβαλλόμενος σύνδεσμος.
§59
Οἱ μὲν δὴ σύνδεσμοι τὴν σύνθεσιν μεγαλοπρεπῆ ποιοῦσιν, ὡς εἴρηται, τὰ δὲ σχήματα τῆς λέξεώς ἐστι μὲν καὶ αὐτὰ συνθέσεώς τι εἶδος· τὸ γὰρ δὴ τὰ αὐτὰ λέγειν δὶς διπλοῦντα ἢ ἐπαναφέροντα ἢ ἀνθυπαλλάσσοντα διαταττομένῳ καὶ μετασυντιθέντι ἔοικεν. διατακτέον δὲ τὰ πρόσφορα αὐτῶν χαρακτῆρι ἑκάστῳ, οἷον τῷ μεγαλοπρεπεῖ μὲν περὶ οὗ πρόκειται, ταῦτα·
§60
πρῶτον μὲν τὴν ἀνθυπαλλαγήν, ὡς Ὅμηρος, οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει· πολὺ γὰρ οὕτω μεγαλειότερον ἐναλλαγείσης πτώσεως, ἢ εἴπερ οὕτως ἔφη, τῶν δὲ δύο σκοπέλων ὁ μὲν οὐρανὸν εὐρύν· συνήθως γὰρ ἐλέγετο. πᾶν δὲ τὸ σύνηθες μικροπρεπές, διὸ καὶ ἀθαύμαστον.
§61
Τὸν δὲ Νιρέα, αὐτόν τε ὄντα μικρὸν καὶ τὰ πράγματα αὐτοῦ μικρότερα, τρεῖς ναῦς καὶ ὀλίγους ἄνδρας, μέγαν καὶ μεγάλα ἐποίησεν καὶ πολλὰ ἀντ’ ὀλίγων, τῷ σχήματι διπλῷ καὶ μικτῷ χρησάμενος ἐξ ἐπαναφορᾶς τε καὶ διαλύσεως. Νιρεὺς γάρ, φησι, τρεῖς νῆας ἄγεν, Νιρεὺς Ἀγλαΐης υἱός, Νιρεύς, ὃς κάλλιστος ἀνήρ· ἥ τε γὰρ ἐπαναφορὰ τῆς λέξεως ἐπὶ τὸ αὐτὸ ὄνομα τὸν Νιρέα, καὶ ἡ διάλυσις, πλῆθός τι ἐμφαίνει πραγμάτων, καίτοι δύο ἢ τριῶν ὄντων.
§62
Καὶ σχεδὸν ἅπαξ τοῦ Νιρέως ὀνομασθέντος ἐν τῷ δράματι μεμνήμεθα οὐδὲν ἧττον ἢ τοῦ Ἀχιλλέως καὶ τοῦ Ὀδυσσέως, καίτοι κατ’ ἔπος ἕκαστον λαλουμένων σχεδόν. αἰτία δ’ ἡ τοῦ σχήματος δύναμις· εἰ δ’ οὕτως εἶπεν, Νιρεὺς ὁ Ἀγλαΐας υἱὸς ἐκ Σύμης τρεῖς νῆας ἦγεν, παρασεσιωπηκότι ἐῴκει τὸν Νιρέα· ὥσπερ γὰρ ἐν ταῖς ἑστιάσεσι τὰ ὀλίγα διαταχθέντα πως πολλὰ φαίνεται, οὕτω κἀν τοῖς λόγοις.
§63
Πολλαχοῦ μέντοι τὸ ἐναντίον τῇ λύσει, ἡ συνάφεια, μεγέθους αἴτιον γίνεται μᾶλλον, οἷον ὅτι ἐστρατεύοντο Ἕλληνές τε καὶ Κᾶρες καὶ Λύκιοι καὶ Πάμφυλοι καὶ Φρύγες. ἡ γὰρ τοῦ αὐτοῦ συνδέσμου θέσις ἐμφαίνει τι ἄπειρον πλῆθος.
§64
Τὸ δὲ τοιοῦτο κυρτά, φαληριόωντα, τῇ ἐξαιρέσει τοῦ καὶ συνδέσμου μεγαλειότερον ἀπέβη μᾶλλον, ἢ εἰ εἶπεν, κυρτὰ καὶ φαληριόωντα.
§65
Τὸ μεγαλεῖον μέντοι ἐν τοῖς σχήμασιν τὸ μηδὲ ἐπὶ τῆς αὐτῆς μένειν πτώσεως, ὡς Θουκυδίδης, καὶ πρῶτος ἀποβαίνων ἐπὶ τὴν ἀποβάθραν ἐλειποψύχησέ τε, καὶ πεσόντος αὐτοῦ ἐς τὴν παρεξειρεσίαν· πολὺ γὰρ οὕτως μεγαλειότερον, ἢ εἴπερ ἐπὶ τῆς αὐτῆς πτώσεως οὕτως ἔφη, ὅτι ἔπεσεν ἐς τὴν παρεξειρεσίαν καὶ ἀπέβαλε τὴν ἀσπίδα.
§66
Καὶ ἀναδίπλωσις δ’ ἔπους εἰργάσατο μέγεθος, ὡς Ἡρόδοτος δράκοντες δέ που, φησίν, ἦσαν ἐν τῷ Καυκάσῳ μέγεθος, καὶ μέγεθος καὶ πλῆθος. δὶς ῥηθὲν τὸ μέγεθος ὄγκον τινὰ τῇ ἑρμηνείᾳ παρέσχεν.
§67
Χρῆσθαι μέντοι τοῖς σχήμασι μὴ πυκνοῖς· ἀπειρόκαλον γὰρ καὶ παρεμφαῖνόν τινα τοῦ λόγου ἀνωμαλίαν. οἱ γοῦν ἀρχαῖοι πολλὰ σχήματα ἐν τοῖς λόγοις τιθέντες συνηθέστεροι τῶν ἀσχηματίστων εἰσίν, διὰ τὸ ἐντέχνως τιθέναι.
§68
Περὶ δὲ συγκρούσεως φωνηέντων ὑπέλαβον ἄλλοι ἄλλως. Ἰσοκράτης μὲν γὰρ ἐφυλάττετο συμπλήσσειν αὐτά, καὶ οἱ ἀπ’ αὐτοῦ, ἄλλοι δέ τινες ὡς ἔτυχε συνέκρουσαν καὶ παντάπασι· δεῖ δὲ οὔτε ἠχώδη ποιεῖν τὴν σύνθεσιν, ἀτέχνως αὐτὰ συμπλήσσοντα καὶ ὡς ἔτυχε· διασπασμῷ γὰρ τοῦ λόγου τὸ τοιοῦτον καὶ διαρρίψει ἔοικεν· οὔτε μὴν παντελῶς φυλάσσεσθαι τὴν συνέχειαν τῶν γραμμάτων· λειοτέρα μὲν γὰρ οὕτως ἔσται ἴσως ἡ σύνθεσις, ἀμουσοτέρα δὲ καὶ κωφὴ ἀτεχνῶς, πολλὴν εὐφωνίαν ἀφαιρεθεῖσα τὴν γινομένην ἐκ τῆς συγκρούσεως.
§69
Σκεπτέον δὲ πρῶτον μέν, ὅτι καὶ ἡ συνήθεια αὐτὴ συμπλήττει τὰ γράμματα ταῦτα τοῖς ὀνόμασιν, καίτοι στοχαζομένη μάλιστα εὐφωνίας, οἷον ἐν τῷ Αἰακὸς καὶ χιών. πολλὰ δὲ καὶ διὰ μόνων τῶν φωνηέντων συντίθησιν ὀνόματα, οἷον Αἰαίη καὶ Εὔιος, οὐδέν τε δυσφωνότερα τῶν ἄλλων ἐστὶ ταῦτα, ἀλλ’ ἴσως καὶ μουσικώτερα.
§70
Τά γε μὴν ποιητικά, οἷον τὸ ἠέλιος, διῃρημένον καὶ συγκρουόμενον ἐπίτηδες, εὐφωνότερόν ἐστι τοῦ ἥλιος καὶ τὸ ὀρέων τοῦ ὀρῶν. ἔχει γάρ τινα ἡ λύσις καὶ ἡ σύγκρουσις οἷον ᾠδὴν ἐπιγινομένην. πολλὰ δὲ καὶ ἄλλα ἐν συναλοιφῇ μὲν λεγόμενα δύσφορα ἦν, διαιρεθέντα δὲ καὶ συγκρουσθέντα εὐφωνότερα, ὡς τὸ πάντα μὲν τὰ νέα καὶ καλά ἐστιν. εἰ δὲ συναλείψας εἴποις καλά ʼστιν, δυσφωνότερον ἔσται τὸ λεγόμενον καὶ εὐτελέστερον.
§71
Ἐν Αἰγύπτῳ δὲ καὶ τοὺς θεοὺς ὑμνοῦσι διὰ τῶν ἑπτὰ φωνηέντων οἱ ἱερεῖς, ἐφεξῆς ἠχοῦντες αὐτά, καὶ ἀντὶ αὐλοῦ καὶ ἀντὶ κιθάρας τῶν γραμμάτων τούτων ὁ ἦχος ἀκούεται ὑπ’ εὐφωνίας, ὥστε ὁ ἐξαιρῶν τὴν σύγκρουσιν οὐδὲν ἄλλο ἢ μέλος ἀτεχνῶς ἐξαιρεῖ τοῦ λόγου καὶ μοῦσαν. ἀλλὰ περὶ τούτων μὲν οὐ καιρὸς μηκύνειν ἴσως.
§72
Ἐν δὲ τῷ μεγαλοπρεπεῖ χαρακτῆρι σύγκρουσις παραλαμβάνοιτ’ ἂν πρέπουσα ἤτοι διὰ μακρῶν, ὡς τὸ λᾶαν ἄνω ὤθεσκε· καὶ γὰρ ὁ στίχος μῆκός τι ἔσχεν ἐκ τῆς συγκρούσεως, καὶ μεμίμηται τοῦ λίθου τὴν ἀναφορὰν καὶ βίαν. ὡσαύτως καὶ τὸ μὴ ἤπειρος εἶναι τὸ Θουκυδίδειον. συγκρούονται καὶ δίφθογγοι διφθόγγοις, ταύτην κατῴκησαν μὲν Κερκυραῖοι· οἰκιστὴς δὲ ἐγένετο.
§73
Ποιεῖ μὲν οὖν καὶ τὰ αὐτὰ μακρὰ συγκρουόμενα μέγεθος, καὶ αἱ αὐταὶ δίφθογγοι. αἱ δὲ ἐκ διαφερόντων συγκρούσεις ὁμοῦ καὶ μέγεθος ποιοῦσιν καὶ ποικιλίαν ἐκ τῆς πολυηχίας, οἷον ἠώς, ἐν δὲ τῷ οἵην οὐ μόνον διαφέροντα τὰ γράμματα ἐστιν, ἀλλὰ καὶ οἱ ἦχοι ὁ μὲν δασύς, ὁ δὲ ψιλός, ὥστε πολλὰ ἀνόμοια εἶναι.
§74
Καὶ ἐν ᾠδαῖς δὲ τὰ μελίσματα ἐπὶ τοῦ ἑνὸς γίνεται τοῦ αὐτοῦ μακροῦ γράμματος, οἷον ᾠδῶν ἐπεμβαλλομένων ᾠδαῖς, ὥστε ἡ τῶν ὁμοίων σύγκρουσις μικρὸν ἔσται τι ᾠδῆς μέρος καὶ μέλισμα. περὶ μὲν δὴ συγκρούσεως, καὶ ὡς γίνοιτ’ ἂν μεγαλοπρεπὴς σύνθεσις, λελέχθω τοσαῦτα.
§75
Ἔστι δὲ καὶ ἐν πράγμασι τὸ μεγαλοπρεπές, ἂν μεγάλη καὶ διαπρεπὴς πεζομαχία ἢ ναυμαχία, ἢ περὶ οὐρανοῦ ἢ περὶ γῆς λόγος· ὁ γὰρ τοῦ μεγάλου ἀκούων πράγματος εὐθὺς καὶ τὸν λέγοντα οἴεται μεγάλως λέγειν πλανώμενος· δεῖ γὰρ οὐ τὰ λεγόμενα σκοπεῖν, ἀλλὰ πῶς λέγεται· ἔστι γὰρ καὶ μεγάλα μικρῶς λέγοντα ἀπρεπὲς ποιεῖν τῷ πράγματι. διὸ καὶ δεινούς τινάς φασιν, ὥσπερ καὶ Θεόπομπον, δεινὰ οὐ δεινῶς λέγοντας.
§76
Νικίας δ’ ὁ ζωγράφος καὶ τοῦτο εὐθὺς ἔλεγεν εἶναι τῆς γραφικῆς τέχνης οὐ μικρὸν μέρος τὸ λαβόντα ὕλην εὐμεγέθη γράφειν, καὶ μὴ κατακερματίζειν τὴν τέχνην εἰς μικρά, οἷον ὀρνίθια ἢ ἄνθη, ἀλλ’ ἱππομαχίας καὶ ναυμαχίας, ἔνθα πολλὰ μὲν σχήματα δείξειεν ἄν τις ἵππων τῶν μὲν θεόντων, τῶν δὲ ἀνθισταμένων ὀρθῶν, ἄλλων δὲ ὀκλαζόντων, πολλοὺς δ’ ἀκοντίζοντας, πολλοὺς δὲ καταπίπτοντας τῶν ἱππέων· ᾤετο γὰρ καὶ τὴν ὑπόθεσιν αὐτὴν μέρος εἶναι τῆς ζωγραφικῆς τέχνης, ὥσπερ τοὺς μύθους τῶν ποιητῶν. οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ ἐν τοῖς λόγοις καὶ ἐκ πραγμάτων μεγάλων μεγαλοπρέπεια γένηται.
§77
Τὴν δὲ λέξιν ἐν τῷ χαρακτῆρι τούτῳ περιττὴν εἶναι δεῖ καὶ ἐξηλλαγμένην καὶ ἀσυνήθη μᾶλλον· οὕτω γὰρ ἕξει τὸν ὄγκον, ἡ δὲ κυρία καὶ συνήθης σαφὴς μέν, λειτὴ δὲ καὶ εὐκαταφρόνητος.
§78–104
§78
Πρῶτα μὲν οὖν μεταφοραῖς χρηστέον· αὗται γὰρ μάλιστα καὶ ἡδονὴν συμβάλλονται τοῖς λόγοις καὶ μέγεθος, μὴ μέντοι πυκναῖς, ἐπεί τοι διθύραμβον ἀντὶ λόγου γράφομεν· μήτε μὴν πόρρωθεν μετενηνεγμέναις, ἀλλ̓ αὐτόθεν καὶ ἐκ τοῦ ὁμοίου, οἷον ἔοικεν ἀλλήλοις στρατηγός, κυβερνήτης, ἡνίοχος· πάντες γὰρ οὗτοι ἄρχοντές εἰσιν. ἀσφαλῶς οὖν ἐρεῖ καὶ ὁ τὸν στρατηγὸν κυβερνήτην λέγων τῆς πόλεως, καὶ ἀνάπαλιν ὁ τὸν κυβερνήτην ἄρχοντα τῆς νηός.
§79
Οὐ πᾶσαι μέντοι ἀνταποδίδονται, ὥσπερ αἱ προειρημέναι, ἐπεὶ τὴν ὑπώρειαν μὲν τῆς Ἴδης πόδα ἐξῆν εἰπεῖν τὸν ποιητήν, τὸν δὲ τοῦ ἀνθρώπου πόδα οὐκέτι ὑπώρειαν εἰπεῖν.
§80
Ἐπὰν μέντοι κινδυνώδης ἡ μεταφορὰ δοκῇ, μεταλαμβανέσθω εἰς εἰκασίαν· οὕτω γὰρ ἀσφαλεστέρα γίγνοιτ̓ ἄν. εἰκασία δ’ ἐστὶ μεταφορὰ πλεονάζουσα, οἷον εἴ τις τῷ τότε τῷ Πύθωνι τῷ ῥήτορι ῥέοντι καθ’ ὑμῶν προσθεὶς εἴποι, ὥσπερ ῥέοντι καθ’ ὑμῶν. οὕτω μὲν γὰρ εἰκασία γέγονεν καὶ ἀσφαλέστερος ὁ λόγος, ἐκείνως δὲ μεταφορὰ καὶ κινδυνωδέστερος. διὸ καὶ Πλάτων ἐπισφαλές τι δοκεῖ ποιεῖν μεταφοραῖς μᾶλλον χρώμενος ἢ εἰκασίαις, ὁ μέντοι Ξενοφῶν εἰκασίαις μᾶλλον.
§81
Ἀρίστη δὲ δοκεῖ μεταφορὰ τῷ Ἀριστοτέλει ἡ κατὰ ἐνέργειαν καλουμένη, ὅταν τὰ ἄψυχα ἐνεργοῦντα εἰσάγηται καθάπερ ἔμψυχα, ὡς τὸ ἐπὶ τοῦ βέλους· ὀξυβελὴς καθ’ ὅμιλον ἐπιπτέσθαι μενεαίνων, καὶ τὸ κυρτὰ φαληριόωντα. πάντα γὰρ ταῦτα, τὸ φαληριόωντα καὶ τὸ μενεαίνων, ζωτικαῖς ἐνεργείαις ἔοικεν.
§82
Ἔνια μέντοι σαφέστερον ἐν ταῖς μεταφοραῖς λέγεται καὶ κυριώτερον, ἤπερ ἐν αὐτοῖς τοῖς κυρίοις, ὡς τὸ ἔφριξεν δὲ μάχη. οὐ γὰρ ἄν τις αὐτὸ μεταβαλὼν διὰ κυρίων οὔτ’ ἀληθέστερον εἴποι οὔτε σαφέστερον. τὸν γὰρ ἐκ τῶν δοράτων κλόνον καὶ τὸν γινόμενον τούτοις ἠρέμα ἦχον συνεχῶς φρίσσουσαν μάχην προσηγόρευσεν, καὶ ἅμα ἐπείληπταί πως τῆς κατ’ ἐνέργειαν μεταφορᾶς τῆς προειρημένης, τὴν μάχην φρίσσειν εἰπὼν ὥσπερ ζῶον.
§83
Δεῖ μέντοι μὴ λανθάνειν, ὅτι ἔνιαι μεταφοραὶ μικροπρέπειαν ποιοῦσι μᾶλλον ἢ μέγεθος, καίτοι τῆς μεταφορᾶς πρὸς ὄγκον λαμβανομένης, ὡς τὸ ἀμφὶ δ’ ἐσάλπιγξεν μέγας οὐρανός· οὐρανὸν γὰρ ὅλον ἠχοῦντα οὐκ ἐχρῆν προσεικάσαι ἠχούσῃ σάλπιγγι, πλὴν εἰ μή τις ἄρα ἀπολογοῖτο ὑπὲρ τοῦ Ὁμήρου λέγων, ὡς οὕτως ἤχησεν μέγας οὐρανός, ὡς ἂν ἠχήσειεν σαλπίζων ὅλος οὐρανός.
§84
Ἑτέραν οὖν ἐπινοήσωμεν μεταφορὰν μικρότητος αἰτίαν γινομένην μᾶλλον ἢ μεγέθους· δεῖ γὰρ ἐκ τῶν μειζόνων μεταφέρειν εἰς τὰ μικρά, οὐ τὸ ἐναντίον, οἷον ὡς ὁ Ξενοφῶν φησιν, ἐπεὶ δὲ πορευομένων ἐξεκύμηνέ τι τῆς φάλαγγος. τὴν γὰρ τῆς τάξεως παρεκτροπὴν ἐκκυμαινούσῃ θαλάσσῃ εἴκασεν καὶ προσωνόμασεν. εἰ δέ τις μεταβαλὼν εἴποι ἐκφαλαγγίσασαν τὴν θάλασσαν, τάχα μὲν οὐδὲ οἰκείως μετοίσει, πάντη δὲ πάντως μικροπρεπῶς.
§85
Ἔνιοι δὲ καὶ ἀσφαλίζονται τὰς μεταφορὰς ἐπιθέτοις ἐπιφερομένοις, ὅταν αὐτοῖς κινδυνώδεις δοκῶσιν, ὡς ὁ Θέογνις παρατίθεται τῷ τόξῳ φόρμιγγα ἄχορδον ἐπὶ τοῦ τῷ τόξῳ βάλλοντος· ἡ μὲν γὰρ φόρμιγξ κινδυνῶδες ἐπὶ τοῦ τόξου, τῷ δὲ ἀχόρδῳ ἠσφάλισται.
§86
Πάντων δὲ καὶ τῶν ἄλλων ἡ συνήθεια καὶ μάλιστα μεταφορῶν διδάσκαλος· μικροῦ γὰρ σχεδὸν πάντα μεταφέρουσα λανθάνει διὰ τὸ ἀσφαλῶς μεταφέρειν, λευκήν τε φωνὴν λέγουσα καὶ ὀξὺν ἄνθρωπον καὶ τραχὺ ἦθος καὶ μακρὸν ῥήτορα καὶ τἄλλα, ὅσα οὕτω μεταφέρεται μουσικῶς, ὥστε ὅμοια δοκεῖν τοῖς κυρίοις.
§87
Τοῦτον ἐγὼ κανόνα τίθεμαι τῆς ἐν λόγοις μεταφορᾶς, τὴν τῆς συνηθείας τέχνην εἴτε φύσιν. οὕτω γοῦν ἔνια μετήνεγκεν ἡ συνήθεια καλῶς, ὥστε οὐδὲ κυρίων ἔτι ἐδεήθημεν, ἀλλὰ μεμένηκεν ἡ μεταφορὰ κατέχουσα τὸν τοῦ κυρίου τόπον, ὡς ὁ τῆς ἀμπέλου ὀφθαλμὸς καὶ εἴ τι ἕτερον τοιοῦτον.
§88
Σφόνδυλος μέντοι καὶ κλεὶς τὰ ἐπὶ τοῦ σώματος, καὶ κτένες, οὐ κατὰ μεταφορὰν ὠνόμασται, ἀλλὰ καθ̓ ὁμοιότητα διὰ τὸ ἐοικέναι τὸ μὲν κτενὶ μέρος, τὸ δὲ κλειδί, τὸ δὲ σφονδύλῳ.
§89
Ἐπὰν μέντοι εἰκασίαν ποιῶμεν τὴν μεταφοράν, ὡς προλέλεκται, στοχαστέον τοῦ συντόμου, καὶ τοῦ μηδὲν πλέον τοῦ ὥσπερ προτιθέναι, ἐπεί τοι ἀντ’ εἰκασίας παραβολὴ ἔσται ποιητική, οἷον τὸ τοῦ Ξενοφῶντος, ὥσπερ δὲ κύων γενναῖος ἀπρονοήτως ἐπὶ κάπρον φέρεται, καὶ ὥσπερ ἵππος λυθεὶς διὰ πεδίου γαυριῶν καὶ ἀπολακτίζων· ταῦτα γὰρ οὐκ εἰκασίαις ἔτι ἔοικεν, ἀλλὰ παραβολαῖς ποιητικαῖς.
§90
Τὰς δὲ παραβολὰς ταύτας οὔτε ῥᾳδίως ἐν τοῖς πεζοῖς λόγοις τιθέναι δεῖ, οὔτε ἄνευ πλείστης φυλακῆς. καὶ περὶ μεταφορᾶς μὲν τοσαῦτα ὡς τύπῳ εἰπεῖν.
§91
Ληπτέον δὲ καὶ σύνθετα ὀνόματα, οὐ τὰ διθυραμβικῶς συγκείμενα, οἷον θεοτεράτους πλάνας, οὐδὲ ἄστρων δορύπυρον στρατόν, ἀλλ’ ἐοικότα τοῖς ὑπὸ τῆς συνηθείας συγκειμένοις· καθόλου γὰρ ταύτην κανόνα ποιοῦμαι πάσης ὀνομασίας, νομοθέτας λέγουσαν καὶ ἀρχιτέκτονας, καὶ τοιάδε πολλὰ ἕτερα ἀσφαλῶς συντιθεῖσαν.
§92
Ἕξει μέντοι τὸ σύνθετον ὄνομα ὁμοῦ καὶ ποικιλίαν τινὰ ἐκ τῆς συνθέσεως καὶ μέγεθος, καὶ ἅμα καὶ συντομίαν τινά. ὄνομα γὰρ τεθήσεται ἀντὶ ὅλου τοῦ λόγου, οἷον ἂν τὴν τοῦ σίτου κομιδὴν σιτοπομπίαν λέγῃς· πολὺ γὰρ οὕτω μεῖζον. τάχα δ’ ἂν καὶ λυθέντος ὀνόματος εἰς λόγον ἕτερον τρόπον μεῖζον γένοιτο, οἷον σίτου πομπὴ ἀντὶ σιτοπομπίας.
§93
Ὄνομα δ’ ἀντὶ λόγου τίθεται, οἷον ὡς ὁ Ξενοφῶν φησιν ὅτι οὐκ ἦν λαβεῖν ὄνον ἄγριον, εἰ μὴ οἱ ἱππεῖς διαστάντες θηρῷεν διαδεχόμενοι· ὀνόματι, οἷον ὅτι οἱ μὲν ὄπισθεν ἐδίωκον, οἱ δ’ ἀπήντων ὑπελαύνοντες πρόσω, ὥστε τὸν ὄνον ἐν μέσῳ ἀπολαμβάνεσθαι. φυλάττεσθαι μέντοι διπλᾶ τιθέναι τὰ διπλᾶ ὀνόματα· τοῦτο γὰρ ἔξεισι λόγου πεζοῦ τὸ εἶδος.
§94
Τὰ δὲ πεποιημένα ὀνόματα ὁρίζονται μὲν τὰ κατὰ μίμησιν ἐκφερόμενα πάθους ἢ πράγματος, οἷον ὡς τὸ σίζε καὶ τὸ λάπτοντες,
§95
ποιεῖ δὲ μάλιστα μεγαλοπρέπειαν διὰ τὸ οἷον ψόφοις ἐοικέναι, καὶ μάλιστα τῷ ξένῳ· οὐ γὰρ ὄντα ὀνόματα λέγει, ἀλλὰ τότε γινόμενα, καὶ ἅμα σοφόν τι φαίνεται ὀνόματος καινοῦ γένεσις, οἷον συνηθείας· ἔοικεν γοῦν ὀνοματουργῶν τοῖς πρώτοις θεμένοις τὰ ὀνόματα.
§96
Στοχαστέον πρῶτον μὲν τοῦ σαφοῦς ἐν τῷ ποιουμένῳ ὀνόματι καὶ συνήθους, ἔπειτα τῆς ὁμοιότητος πρὸς τὰ κείμενα ὀνόματα, ὡς μὴ φρυγίζειν ἢ σκυθίζειν τις δόξει μεταξὺ Ἑλληνικῶν ὀνομάτων.
§97
Ποιητέον μέντοι ἤτοι τὰ μὴ ὠνομασμένα, οἷον ὁ τὰ τύμπανα καὶ τἄλλα τῶν μαλθακῶν ὄργανα κιναιδίας εἰπὼν καὶ Ἀριστοτέλης τὸν ἐλεφαντιστήν· ἢ παρὰ τὰ κείμενα παρονομάζοντα αὐτόν, οἷον ὡς τὸν σκαφίτην τις ἔφη τὸν τὴν σκάφην ἐρέσσοντα, καὶ Ἀριστοτέλης τὸν αὐτίτην οἷον τὸν μόνον αὐτὸν ὄντα.
§98
Ξενοφῶν δὲ ἠλέλιξέ φησιν ὁ στρατός, τὴν τοῦ ἐλελεῦ ἀναβόησιν ἣν ἀνεβόα ὁ στρατὸς συνεχῶς παραποιήσας ὀνόματι. ἐπισφαλὲς μέντοι τοὖργον, ὡς ἔφην, καὶ αὐτοῖς τοῖς ποιηταῖς. καὶ τὸ διπλοῦν μέντοι ὄνομα εἶδος ἂν εἴη πεποιημένου ὀνόματος· πᾶν γὰρ τὸ συντιθέμενον ἔκ τινων γέγονεν δηλονότι.
§99
Μεγαλεῖον δέ τί ἐστι καὶ ἡ ἀλληγορία, καὶ μάλιστα ἐν ταῖς ἀπειλαῖς, οἷον ὡς ὁ Διονύσιος, ὅτι οἱ τέττιγες αὐτοῖς ᾅσονται χαμόθεν.
§100
Εἰ δ’ οὕτως ἁπλῶς εἶπεν, ὅτι τεμεῖ τὴν Λοκρίδα χώραν, καὶ ὀργιλώτερος ἂν ἐφάνη καὶ εὐτελέστερος. νῦν δὲ ὥσπερ συγκαλύμματι τοῦ λόγου τῇ ἀλληγορίᾳ κέχρηται· πᾶν γὰρ τὸ ὑπονοούμενον φοβερώτερον, καὶ ἄλλος εἰκάζει ἄλλο τι· ὃ δὲ σαφὲς καὶ φανερόν, καταφρονεῖσθαι εἰκός, ὥσπερ τοὺς ἀποδεδυμένους.
§101
Διὸ καὶ τὰ μυστήρια ἐν ἀλληγορίαις λέγεται πρὸς ἔκπληξιν καὶ φρίκην, ὥσπερ ἐν σκότῳ καὶ νυκτί. ἔοικε δὲ καὶ ἡ ἀλληγορία τῷ σκότῳ καὶ τῇ νυκτί.
§102
Φυλάττεσθαι μέντοι κἀπὶ ταύτης τὸ συνεχές, ὡς μὴ αἴνιγμα ὁ λόγος ἡμῖν γένηται, οἷον τὸ ἐπὶ τῆς σικύας τῆς ἰατρικῆς· ἄνδρ’ εἶδον πυρὶ χαλκὸν ἐπ’ ἀνέρι κολλήσαντα. καὶ οἱ Λάκωνες πολλὰ ἐν ἀλληγορίαις ἔλεγον ἐκφοβοῦντες, οἷον τὸ Διονύσιος ἐν Κορίνθῳ πρὸς Φίλιππον, καὶ ἄλλα τοιαῦτα οὐκ ὀλίγα.
§103
Ἡ συντομία δὲ πῆ μὲν μεγαλοπρεπής, καὶ μάλιστα ἡ ἀποσιώπησις· ἔνια γὰρ μὴ ῥηθέντα μείζονα φαίνεται καὶ ὑπονοηθέντα μᾶλλον· πῆ δὲ μικροπρεπής. καὶ γὰρ ἐν διλογίαις γίνεται μέγεθος, οἷον ὡς Ξενοφῶν, τὰ δὲ ἅρματα ἐφέρετο, φησί, τὰ μὲν δι’ αὐτῶν τῶν φιλίων, τὰ δὲ καὶ δι’ αὐτῶν τῶν πολεμίων. πολὺ γὰρ οὕτω μεῖζον, ἢ εἴπερ ὧδ’ εἶπεν, καὶ διὰ τῶν φιλίων, καὶ διὰ τῶν πολεμίων αὐτῶν.
§104
Πολλαχοῦ δὲ καὶ τὸ πλάγιον μεῖζον τοῦ εὐθέος, οἷον ἡ δὲ γνώμη ἦν, ὡς εἰς τὰς τάξεις τῶν Ἑλλήνων ἐλώντων καὶ διακοψόντων ἀντὶ τοῦ διενοοῦντο ἐλάσαι καὶ διακόψαι.
§105–127
§105
Συμβέβληται δὲ καὶ ἡ ὁμοιότης τῶν ὀνομάτων καὶ ἡ δυσφωνία ἡ φαινομένη· καὶ γὰρ τὸ δύσφωνον πολλαχοῦ ὀγκηρόν, ὥσπερ Αἴας δ’ ὁ μέγας αἰὲν ἐφ’ Ἕκτορι. πολὺ γὰρ μᾶλλον τὸν Αἴαντα μέγαν ἐνέφηνεν ἡ τῶν δύο σύμπληξις τῆς ἑπταβοείου ἀσπίδος.
§106
Τὸ δὲ ἐπιφώνημα καλούμενον ὁρίζοιτο μὲν ἄν τις λέξιν ἐπικοσμοῦσαν, ἔστι δὲ τὸ μεγαλοπρεπέστατον ἐν τοῖς λόγοις. τῆς γὰρ λέξεως ἡ μὲν ὑπηρετεῖ, ἡ δὲ ἐπικοσμεῖ. ὑπηρετεῖ μὲν ἡ τοιάδε, οἵαν τὰν ὑάκινθον ἐν οὔρεσι ποιμένες ἄνδρες ποσσὶ καταστείβουσιν, ἐπικοσμεῖ δὲ τὸ ἐπιφερόμενον τὸ χαμαὶ δέ τε πορφύρον ἄνθος· ἐπενήνεκται γὰρ τοῦτο τοῖς προενηνεγμένοις κόσμος σαφῶς καὶ κάλλος.
§107
Μεστὴ δὲ τούτων καὶ ἡ Ὁμήρου ποίησις, οἷον ἐκ καπνοῦ κατέθηκ̓, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει, οἷς τὸ πάρος Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς. πρὸς δ’ ἔτι καὶ τόδε μεῖζον ἐπὶ φρεσὶν ἔμβαλε δαίμων, μήπως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν, ἀλλήλους τρώσητε. εἶτα ἐπιφωνεῖ, αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
§108
Καὶ καθόλου τὸ ἐπιφώνημα τοῖς τῶν πλουσίων ἔοικεν ἐπιδείγμασιν, γείσοις λέγω καὶ τριγλύφοις καὶ πορφύραις πλατείαις· οἷον γάρ τι καὶ αὐτὸ τοῦ ἐν λόγοις πλούτου σημεῖόν ἐστιν.
§109
Δόξειεν δ’ ἂν καὶ τὸ ἐνθύμημα ἐπιφωνήματος εἶδός τι εἶναι, οὐκ ὂν μέν· οὐ γὰρ κόσμου ἕνεκεν, ἀλλὰ ἀποδείξεως παραλαμβάνεται, πλὴν ἐπιλεγόμενόν γε ἐπιφωνηματικῶς.
§110
Ὡσαύτως δὲ καὶ ἡ γνώμη ἐπιφωνουμένῳ τινὶ ἔοικεν ἐπὶ προειρημένοις, ἀλλ’ οὐδ’ αὕτη ἐπιφώνημά ἐστι· καὶ γὰρ προλέγεται πολλάκις, λαμβάνει μέντοι χώραν ποτὲ ἐπιφωνήματος.
§111
Τὸ δέ, νήπιος οὐδ’ ἄρ’ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξειν, οὐδ’ αὐτὸ ἐπιφώνημα ἂν εἴη· οὐ γὰρ ἐπιλέγεται οὐδὲ ἐπικοσμεῖ, οὐδ’ ὅλως ἐπιφωνήματι ἔοικεν, ἀλλὰ προσφωνήματι ἢ ἐπικερτομήματι.
§112
Τὸ δὲ ποιητικὸν ἐν λόγοις ὅτι μὲν μεγαλοπρεπές, καὶ τυφλῷ δῆλόν φασι, πλὴν οἱ μὲν γυμνῇ πάνυ χρῶνται τῇ μιμήσει τῶν ποιητῶν, μᾶλλον δὲ οὐ μιμήσει, ἀλλὰ μεταθέσει, καθάπερ Ἡρόδοτος.
§113
Θουκυδίδης μέντοι κἂν λάβῃ παρὰ ποιητοῦ τι, ἰδίως αὐτῷ χρώμενος ἴδιον τὸ ληφθὲν ποιεῖ, οἷον ὁ μὲν ποιητὴς ἐπὶ τῆς Κρήτης ἔφη, Κρήτη τις γαἶ ἔστι μέσῳ ἐνὶ οἴνοπι πόντῳ, καλὴ καὶ πίειρα, περίρρυτος. ὁ μὲν δὴ ἐπὶ τοῦ μεγέθους ἐχρήσατο τῷ περίρρυτος, ὁ δὲ Θουκυδίδης ὁμονοεῖν τοὺς Σικελιώτας καλὸν οἴεται εἶναι, γῆς ὄντας μιᾶς καὶ περιρρύτου, καὶ ταὐτὰ πάντα εἰπών, γῆν τε ἀντὶ νήσου καὶ περίρρυτον ὡσαύτως, ὅμως ἕτερα λέγειν δοκεῖ, διότι οὐχ ὡς πρὸς μέγεθος, ἀλλὰ πρὸς ὁμόνοιαν αὐτοῖς ἐχρήσατο. περὶ μὲν δὴ μεγαλοπρεπείας τοσαῦτα.
§114
Ὥσπερ δὲ παράκειται φαῦλά τινα ἀστείοις τισίν, οἷον θάρρει μὲν τὸ θράσος, ἡ δ’ αἰσχύνη τῇ αἰδοῖ, τὸν αὐτὸν τρόπον καὶ τῆς ἑρμηνείας τοῖς χαρακτῆρσιν παράκεινται διημαρτημένοι τινές. πρῶτα δὲ περὶ τοῦ γειτνιῶντος τῷ μεγαλοπρεπεῖ λέξομεν. ὄνομα μὲν οὖν αὐτῷ ψυχρόν, ὁρίζεται δὲ τὸ ψυχρὸν Θεόφραστος οὕτως, ψυχρόν ἐστι τὸ ὑπερβάλλον τὴν οἰκείαν ἀπαγγελίαν, οἷον ἀπυνδάκωτος οὐ τραπεζοῦται κύλιξ, ἀντὶ τοῦ ἀπύθμενος ἐπὶ τραπέζης κύλιξ οὐ τίθεται. τὸ γὰρ πρᾶγμα σμικρὸν ὂν οὐ δέχεται ὄγκον τοσοῦτον λέξεως.
§115
Γίνεται μέντοι καὶ τὸ ψυχρὸν ἐν τρισίν, ὥσπερ καὶ τὸ μεγαλοπρεπές. ἢ γὰρ ἐν διανοίᾳ, καθάπερ ἐπὶ τοῦ Κύκλωπος λιθοβολοῦντος τὴν ναῦν τοῦ Ὀδυσσέως ἔφη τις, φερομένου τοῦ λίθου αἶγες ἐνέμοντο ἐν αὐτῷ. ἐκ γὰρ τοῦ ὑπερβεβλημένου τῆς διανοίας καὶ ἀδυνάτου ἡ ψυχρότης.
§116
Ἐν δὲ λέξει ὁ Ἀριστοτέλης φησὶ γίνεσθαι τετραχῶς, ὡς Ἀλκιδάμας ὑγρὸν ἱδρῶτα. ἢ ἐν συνθέτῳ, ὅταν διθυραμβώδης συντεθῇ ἡ δίπλωσις τοῦ ὀνόματος, ὡς τὸ ἐρημόπλανος ἔφη τις, καὶ εἴ τι ἄλλο οὕτως ὑπέρογκον. γίνεται δὲ καὶ ἐν μεταφορᾷ τὸ ψυχρόν, τρέμοντα καὶ ὠχρὰ τὰ πράγματα. τετραχῶς μὲν οὖν κατὰ τὴν λέξιν οὕτως ἂν γίγνοιτο.
§117
Σύνθεσις δὲ ψυχρὰ ἡ μὴ εὔρυθμος, ἀλλὰ ἄρυθμος οὖσα καὶ διὰ πάντων μακρὰν ἔχουσα, ὥσπερ ἡ τοιάδε, ἥκων ἡμῶν εἰς τὴν χώραν, πάσης ἡμῶν ὀρθῆς οὔσης. οὐδὲν γὰρ ἔχει λογικὸν οὐδὲ ἀσφαλὲς διὰ τὴν συνέχειαν τῶν μακρῶν συλλαβῶν.
§118
Ψυχρὸν δὲ καὶ τὸ μέτρα τιθέναι συνεχῆ, καθάπερ τινές, καὶ μὴ κλεπτόμενα ὑπὸ τῆς συνεχείας· ποιήμα γὰρ ἄκαιρον ψυχρόν, ὥσπερ καὶ τὸ ὑπέρμετρον.
§119
Καὶ καθόλου ὁποῖόν τί ἐστιν ἡ ἀλαζονεία, τοιοῦτον καὶ ἡ ψυχρότης· ὅ τε γὰρ ἀλαζὼν τὰ μὴ προσόντα αὐτῷ αὐχεῖ ὅμως ὡς προσόντα, ὅ τε μικροῖς πράγμασιν περιβάλλων ὄγκον, καὶ αὐτὸς ἐν μικροῖς ἀλαζονευομένῳ ἔοικεν. καὶ ὁποῖόν τι τὸ ἐν τῇ παροιμίᾳ κοσμούμενον ὕπερον, τοιοῦτόν τί ἐστι καὶ τὸ ἐν τῇ ἑρμηνείᾳ ἐξηρμένον ἐν μικροῖς πράγμασιν.
§120
Καίτοι τινές φασι δεῖν τὰ μικρὰ μεγάλως λέγειν, καὶ σημεῖον τοῦτο ἡγοῦνται ὑπερβαλλούσης δυνάμεως. ἐγὼ δὲ Πολυκράτει μὲν τῷ ῥήτορι συγχωρῶ ἐγκωμιάζοντι ὡς Ἀγαμέμνονα ἐν ἀντιθέτοις καὶ μεταφοραῖς καὶ πᾶσι τοῖς ἐγκωμιαστικοῖς τρόποις· ἔπαιζεν γάρ, οὐκ ἐσπούδαζεν, καὶ αὐτὸς τῆς γραφῆς ὁ ὄγκος παίγνιόν ἐστι. παίζειν μὲν δὴ ἐξέστω, ὥς φημι, τὸ δὲ πρέπον ἐν παντὶ πράγματι φυλακτέον, τοῦτ’ ἔστι προσφόρως ἑρμηνευτέον, τὰ μὲν μικρὰ μικρῶς, τὰ μεγάλα δὲ μεγάλως.
§121
Καθάπερ Ξενοφῶν ἐπὶ τοῦ Τηλεβόα ποταμοῦ μικροῦ ὄντος καὶ καλοῦ φησιν, οὗτος δὲ ποταμὸς ἦν μέγας μὲν οὔ, καλὸς δέ· τῇ γὰρ βραχύτητι τῆς συνθέσεως καὶ τῇ ἀπολήξει τῇ εἰς τὸ δὲ μόνον οὐκ ἐπέδειξεν ἡμῖν μικρὸν ποταμόν. ἕτερος δέ τις ἑρμηνεύων ὅμοιον τῷ Τηλεβόᾳ ποταμῷ ἔφη, ὡς ἀπὸ τῶν Λαυρικῶν ὀρέων ὁρμώμενος ἐκδιδοῖ ἐς θάλασσαν, καθάπερ τὸν Νεῖλον ἑρμηνεύων κατακρημνιζόμενον ἢ τὸν Ἴστρον ἐκβάλλοντα. πάντα οὖν τὰ τοιαῦτα ψυχρότης καλεῖται.
§122
Γίνεται μέντοι τὰ μικρὰ μεγάλα ἕτερον τρόπον, οὐ διὰ τοῦ ἀπρεποῦς, ἀλλ’ ἐνίοτε ὑπ’ ἀνάγκης. οἷον ὅταν μικρὰ κατορθώσαντά τινα στρατηγὸν ἐξαίρειν βουλώμεθα ὡς μεγάλα κατωρθωκότα, ἢ οἷον ὅτι ἔφορος ἐν Λακεδαίμονι τὸν περιέργως καὶ οὐκ ἐπιχωρίως σφαιρίσαντα ἐμαστίγωσεν· τούτῳ γὰρ αὐτόθεν μικρῷ ἀκουσθῆναι ὄντι ἐπιτραγῳδοῦμεν, ὡς οἱ τὰ μικρὰ πονηρὰ ἔθη ἐῶντες ὁδὸν τοῖς μείζοσι πονηροῖς ἀνοιγνύουσιν, καὶ ὅτι ἐπὶ τοῖς μικροῖς παρανομήμασιν χρὴ κολάζειν μᾶλλον, οὐκ ἐπὶ τοῖς μεγάλοις. καὶ τὴν παροιμίαν ἐποίσομεν, ἀρχὴ δέ τοι ἥμισυ παντός, ὡς ἐοικυῖαν τούτῳ τῷ σμικρῷ κακῷ, ἢ καὶ ὅτι οὐδὲν κακὸν μικρόν ἐστιν.
§123
Οὕτως μὲν δὴ ἐξέστω καὶ τὸ μικρὸν κατόρθωμα ἐξαίρειν μέγα, οὐ μὴν ὥστε ἀπρεπές τι ποιεῖν, ἀλλ̓ ὥσπερ καὶ τὸ μέγα κατασμικρύνεται χρησίμως πολλάκις, οὕτως ἂν καὶ τὸ μικρὸν ἐξαίροιτο.
§124
Μάλιστα δὲ ἡ ὑπερβολὴ ψυχρότατον πάντων. τριττὴ δέ ἐστιν· ἢ γὰρ καθ’ ὁμοιότητα ἐκφέρεται, ὡς τὸ θέειν δ’ ἀνέμοισιν ὁμοῖοι, ἢ καθ’ ὑπεροχήν, ὡς τὸ λευκότεροι χιόνος, ἢ κατὰ τὸ ἀδύνατον, ὡς τὸ οὐρανῷ ἐστήριξε κάρη.
§125
Πᾶσα μὲν οὖν ὑπερβολὴ ἀδύνατός ἐστιν· οὔτε γὰρ ἂν χιόνος λευκότερον γένοιτο, οὔτ’ ἂν ἀνέμῳ θέειν ὅμοιον. αὕτη μέντοι ἡ ὑπερβολή, ἡ εἰρημένη, ἐξαιρέτως ὀνομάζεται ἀδύνατος. διὸ δὴ καὶ μάλιστα ψυχρὰ δοκεῖ πᾶσα ὑπερβολή, διότι ἀδυνάτῳ ἔοικεν.
§126
Διὰ τοῦτο δὲ μάλιστα καὶ οἱ κωμῳδοποιοὶ χρῶνται αὐτῇ, ὅτι ἐκ τοῦ ἀδυνάτου ἐφέλκονται τὸ γελοῖον, ὥσπερ ἐπὶ τῶν Περσῶν τῆς ἀπληστίας ὑπερβαλλόμενός τις ἔφη, ὅτι πεδία ἐξέχεζον ὅλα, καὶ ὅτι βοῦς ἐν ταῖς γνάθοις ἔφερον.
§127
Τοῦ δὲ αὐτοῦ εἴδους ἐστὶ καὶ τὸ φαλακρότερος εὐδίας, καὶ τὸ κολοκύντης ὑγιέστερος. τὸ δὲ χρυσῶ χρυσοτέρα τὸ Σαπφικὸν ἐν ὑπερβολῇ λέγεται καὶ αὐτὸ καὶ ἀδυνάτως, πλὴν αὐτῷ γε τῷ ἀδυνάτῳ χάριν ἔχει, οὐ ψυχρότητα. ὃ δὴ καὶ μάλιστα θαυμάσειεν ἄν τις Σαπφοῦς τῆς θείας, ὅτι φύσει κινδυνώδει πράγματι καὶ δυσκατορθώτῳ ἐχρήσατο ἐπιχαρίτως. καὶ περὶ μὲν ψυχρότητος καὶ ὑπερβολῆς τοσαῦτα. νῦν δὲ περὶ τοῦ γλαφυροῦ χαρακτῆρος λέξομεν.
Tap any Greek word to look it up