Περὶ ψιλῶν τε καὶ πελταστῶν
§1 οἱ δὲ ψιλοί τε καὶ πελτασταὶ πρὸς τὰς ἁρμοζούσας χρείας ὑπὸ τοῦ στρατηγοῦ ταγήσονται τοτὲ μὲν πρὸ τῆς φάλαγγος, τοτὲ δὲ ὑπὸ τῇ φάλαγγι, ἄλλοτε δὲ κατὰ δεξιά τε καὶ ἀριστερά· ὀνομάζεται δὲ τὸ μὲν πρόταξις, τὸ δʼ ὑπόταξις, τὸ δὲ προσένταξις· ἔστι δʼ ὅτε καὶ ἐμπλεκόμενοι τῇ φάλαγγι παρʼ ἄνδρα τάττονται· λέγεται δὲ καὶ τοῦτο παρένταξις, διʼ ὅτι ἀνομοίων ἐστὶ παρένθεσις, οἷον ψιλῶν παρʼ ὁπλίτας· τὴν γοῦν τῶν ὁμοίων παρένθεσιν, οἷον ὁπλιτῶν παρʼ ὁπλίτας ψιλῶν παρὰ ψιλούσῥηθήσεται γὰρ καὶ τούτων χρεία—, παρένταξιν μὲν οὐκέτι, παρεμβολὴν δὲ ἐπονομάζουσι.
§2 λόχους μὲν δὴ καὶ οὗτοι τέσσαρας καὶ εἴκοσι καὶ χιλίους ἕξουσιν, εἰ μέλλουσι συμπαρεκτείνεσθαι τῇ φάλαγγι τῶν ὁπλιτῶν ὑποταττόμενοι, οὐ μὴν ἀπὸ ἑξκαίδεκα ἀνδρῶνἥμισυ γὰρ αὐτῶν ἐστι τὸ πλῆθος—, ἀλλʼ ἐξ ὀκτὼ δηλονότι.
§3 ἔσται δὲ κἀπὶ τούτων τὸ μὲν ἐκ δ λόχων σύστασις ἔτι δὲ ἐκ δυεῖν συστάσεων πεντηκονταρχία, τὸ δὲ τούτου διπλάσιον ἑκατονταρχία, ἐφʼ ἧς ἔσονται οἱ ἔκτακτοι, πέντε τὸν ἀριθμόν, στρατοκῆρύξ τε καὶ σημειοφόρος καὶ σαλπιγκτής, ὑπηρέτης τε καὶ οὐραγός· τὸ δὲ τῆς ἑκατονταρχίας διπλάσιον ψιλαγία, τὸ δὲ τούτου διπλάσιον ξεναγία, ἧς τὸ διπλάσιον σύστρεμμα, τούτου δὲ τὸ διπλοῦν ἐπιξεναγία, ἧς πάλιν τὸ διπλάσιον στῖφος, οὗ δὴ συντεθέντος τῶν ψιλῶν γίνεται φάλαγξ, ἣν καὶ ἐπίταγμα καλοῦσιν ἔνιοι. ταύτης δὲ ἔκτακτοι ἄνδρες ὀκτώ, ἐπιξεναγοὶ μὲν τέσσαρες, συστρεμματάρχαι δὲ οἱ λοιποί.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up