Περὶ τῶν κατὰ τὰς κινήσεις προσταγμάτων
§1
τοσούτων δὲ ὄντων καὶ τοιούτων σχηματισμῶν ἑπόμενον ἂν εἴη τοῖς περὶ αὐτῶν ἐπιέναι προστάγμασι, καθʼ ἃ σχηματίζειν τε αὐτὰ καὶ κινεῖν δυνησόμεθα καὶ ἀποκαθιστάνειν εἰς τὴν προϋπάρχουσαν τάξιν. τοῦτο γὰρ ἦν ἔτι λειπόμενον.
§2
ὅτʼ ἂν μὲν οὖν ἐπὶ δόρυ τὰ συντάγματα ἐπιστρέφειν βουλώμεθα, παραγγελοῦμεν τὸν ἐπὶ τοῦ δεξιοῦ λόχον ἡσυχίαν ἄγειν, ἕκαστον δὲ τῶν ἐν τοῖς ἄλλοις λόχοις ἐπὶ δόρυ κλῖναι, προσάγειν τε ἐπὶ τὸ δεξιόν, εἶτα εἰς ὀρθὸν ἀποδοῦναι, ἔπειτα προσάγειν τὰ ὀπίσω ζυγά, καὶ ταύτης γενομένης τῆς πυκνώσεως ἐπιστρέφειν ἐπὶ δόρυ, καὶ ἔσται τὸ σύνταγμα ἐπεστραμμένον.
§3
ἐὰν δὲ ἐπὶ τὴν ἐξ ἀρχῆς θέσιν ἀποκαταστῆσαι βουλώμεθα, ἐπʼ ἀσπίδα μεταβάλλεσθαι παραγγελοῦμεν —ἡ δὲ μεταβολὴ τί σημαίνει πρότερον εἴρηται—, εἶτʼ ἀναστρέφειν ὅλον τὸ σύνταγμα, ἔπειτα ἐξ ἀρχῆς τῶν λοχαγῶν ἠρεμούντων οἱ λοιποὶ κατὰ ζυγὰ προαγέτωσαν, ἔπειτα μεταβαλλέσθωσαν, ἐφʼ ἃ ἐξ ἀρχῆς ἔνευον· ἔπειτα ὁ δεξιὸς ἠρεμείτω λόχος, οἱ δὲ λοιποὶ ἐπʼ ἀσπίδα κλινέτωσαν καὶ προάγοντες ἀποκαθιστάθωσαν. οὕτω γὰρ τὴν τάξιν, ἣν πρότερον εἶχεν, ἕκαστος ἀπολήψεται.
§4
εἰ δʼ ἐπʼ ἀσπίδα βουλοίμεθα ἐπιστρέφειν, παραγγελοῦμεν ἑκάστου συντάγματος τὸν λαιὸν λόχον ἠρεμεῖν, τῶν δὲ ἄλλων ἕκαστον ἐπʼ ἀσπίδα κλῖναι καὶ προσάγειν εἰς τὰ λαιά, εἶτα εἰς ὀρθὸν ἀποδοῦναι, ἔπειτα προσάγειν τὰ ὀπίσω ζυγά, καὶ γενομένης τῆς πυκνώσεως ἐπʼ ἀσπίδα ἐπιστρέφειν περὶ τὸν λαιὸν λοχαγόν, καὶ γέγονε τὸ παραγγελθέν.
§5
ἀποκαταστῆσαι δὲ βουλόμενοι ἕκαστον μεταβαλοῦμεν, εἶτα σύνταγμα ἀναστρεψάτω, εἶτα οἱ λοχαγοὶ ἠρεμείτωσαν, οἱ δὲ λοιποὶ κατὰ ζυγὰ προαγέτωσαν, ἔπειτα μεταβαλλέσθωσαν ἐφʼ ἃ ἐξ ἀρχῆς ἔνευον, ἔπειτα ὁ λαιὸς λόχος ἠρεμείτω, οἱ δὲ λοιποὶ ἐπὶ δόρυ κλίναντες προαγέτωσαν, ἕως ἂν ἀποκαταστῇ τὰ διαστήματα, εἶτα εἰς ὀρθὸν ἀποδότωσαν, καὶ πάντες ἕξουσι τὴν τάξιν ἣν πρότερον εἶχον.
§6
ἐὰν δὲ ἐπὶ δόρυ περισπᾶν βουλώμεθα, δύο ἐπιστροφὰς ἐπὶ τὸ αὐτὸ ποιῆσαι παραγγελοῦμεν· ἀποκαταστῆσαι δὲ βουλόμενοι παραγγελοῦμεν ἔτι ἐπὶ δόρυ περισπᾶν—ἐκ τεσσάρων γὰρ ἐπιστροφῶν εἰς τὸ αὐτὸ πάλιν ἀποκαθίσταται—, τούτων δὲ γενομένων ἔτι παραγγελοῦμεν τοὺς λοχαγοὺς ἠρεμεῖν, τοὺς δὲ λοιποὺς μεταβάλλεσθαι καὶ ἀπιέναι τὰ ὀπίσω ζυγά, εἶτα πάλιν μεταβάλλεσθαι, τὸν δεξιὸν δὲ λόχον ἠρεμεῖν καὶ τοὺς λοιποὺς ἐπʼ ἀσπίδα κλίναντες προάγειν καὶ ἀποκαθιστάνειν εἰς τὸ ἐξ ἀρχῆς διάστημα, εἶτα εἰς ὀρθὸν ἀποδοῦναι, καὶ οὕτως ἔσται εἰς τὸ ἐξ ἀρχῆς καθεστῶτα.
§7
εἰ δὲ ἐπʼ ἀσπίδα βουλόμεθα περισπᾶν, τοῖς ἐναντίοις παραγγελοῦμεν ἐπʼ ἀσπίδα δὶς ἐπιστρέφειν, ἀλλὰ μὴ ἐπὶ δόρυ, καὶ ταῖς ὁμοίαις ἀγωγαῖς χρήσασθαι. ὁμοίως δὲ καὶ ἐκπερισπάσαι βουλόμενοι τρὶς ἐπιστρέψομεν τὰ συντάγματα.
§8
ἐὰν δὲ κατὰ κέρας τὴν φάλαγγα πυκνῶσαι δέῃ, παραγγελοῦμεν ἐπὶ τοῦ δεξιοῦ τὸν δεξιὸν λόχον ἠρεμεῖν, τοὺς δὲ λοιποὺς ἐπὶ δόρυ κλίναντας προσάγειν ἐπὶ τὸ δεξιόν, ἔπειτα εἰς ὀρθὸν ἀποδιδόναι, καὶ προσάγειν τὰ ὀπίσω ζυγά. ἀποκαταστῆσαι δὲ προαιρούμενοι παραγγελοῦμεν τὸ μὲν λοχαγοῦν ζυγὸν ἠρεμεῖν, τὰ δʼ ὀπίσω ζυγὰ μεταβαλλόμενα ἀνιέναι, εἶτα πάλιν μεταβάλλεσθαι, ἔπειτα τοῦ δεξιοῦ λόχου ἠρεμοῦντος οἱ λοιποὶ ἐπʼ ἀσπίδα κλίναντες προαγέτωσαν, ἕως ἂν τὰ ἐξ ἀρχῆς διαστήματα συντηρήσαντες εἰς ὀρθὸν ἀποδῶσιν.
§9.1
εἰ δὲ τὸ λαιὸν κέρας πυκνῶσαι δέῃ, τἀναντία παραγγελοῦμεν, εἰ δὲ τὸ μέσον τῆς φάλαγγος, τὴν δεξιὰν ἀποτομὴν ἐπʼ ἀσπίδα κλίναντες, τὴν δὲ λαιὰν ἐπὶ δόρυ, εἶτα προσάγειν κελεύοντες ἐπὶ τὸν ὀμφαλὸν τῆς φάλαγγος, ἔπειτα εἰς ὀρθὸν ἀποδοῦναι καὶ προσάγειν τὰ ὀπίσω ζυγά, ἕξομεν ὃ προαιρούμεθα. ἀποκαταστῆσαι δὲ βουλόμενοι μεταβάλλεσθαι παραγγελοῦμεν καὶ προάγειν κατὰ ζυγὰ χωρὶς τοῦ πρώτου, ἔπειτα πάλιν μεταβάλλεσθαι, καὶ τὴν μὲν δεξιὰν διφαλαγγίαν ἐπὶ δόρυ, τὴν δὲ λαιὰν ἐπʼ ἀσπίδα κλῖναι, εἶτα κατὰ λόχους ἀκολουθεῖν τοῖς ἡγουμένοις, ἄχρις ἂν τὰ ἐξ ἀρχῆς λάβωσι διαστήματα, εἶτα εἰς ὀρθὸν ἀποδοῦναι.
§9.2
δεῖ δὲ ἄνω τὰ δόρατα εἶναι ἐν ταῖς πυκνώσεσι πρὸς τὸ μὴ ἐμποδὼν ταῖς κλίσεσι γίνεσθαι.
§10.1
ταῖς δʼ αὐταῖς ἀγωγαῖς χρησίμαις οὔσαις πρὸς τὰς τῶν πολεμίων αἰφνιδίους ἐπιφανείας καὶ τοὺς ψιλοὺς ἀσκήσομεν.
§10.2
τὰ μὲν φωνῇ, τὰ δὲ διὰ σημείων ὁρατῶν, ἔνια δὲ καὶ διὰ τῆς σάλπιγγος. σαφέστατα μὲν γάρ ἐστι τὰ διὰ φωνῆς δηλούμενα—οὐ μὴν πάντοτε δυνατὸν διὰ κτύπον τῶν ὅπλων ἢ διὰ πνευμάτων σφοδρῶν ἐμβολάς, ἀθορυβώτερα δὲ τὰ διὰ τῶν σημείων· ἀλλʼ ἐνίοτε καὶ τούτοις ἐπιπροσθοίη ἢ ἡλιου ἀνταύγεια ἢ παχύτης ἀέρος καὶ κονιορτοῦ ἢ καὶ ὄμβρου πλῆθος, διʼ ὃ οὐ ῥᾴδιον πρὸς πάσας τὰς ἀνακυπτούσας χρείας εὐπορῆσαι σημείων, οἷς προσήθισται ἡ φάλαγξ, ἀλλʼ ἐνίοτε πρὸς τοὺς καιροὺς ἀνάγκη καινὰ προσευρίσκειν, πλὴν ἀδύνατον ἅπαντα συμπεσεῖν, ὥστʼ ἄδηλον εἶναι καὶ σάλπιγγι καὶ φωνῇ καὶ σημείῳ τὸ παράγγελμα.
§11.1
τὰ μέντοι διὰ φωνῆς σύντομά τε εἶναι δεῖ καὶ ἀναμφίβολα. τοῦτο ἂν γένοιτο, εἰ τὰ ἰδικὰ τῶν γενῶν τε καὶ κοινῶν προτάττοιμεν· ἀμφίβολα γὰρ τὰ κοινά· οἷον οὐκ ἂν φήσαιμεν κλῖναι ἐπὶ δόρυ, ἀλλʼ ἐπὶ δόρυ κλῖναι, ἵνα μὴ διὰ τὴν προθυμίαν οἱ μὲν ἐπʼ ἄλλο, οἱ δὲ ἐπʼ ἄλλο τῆς κλίσεως προειρημένης νεύσωσιν, ἀλλʼ ὁμοῦ τὸ αὐτὸ ποιήσωσιν· ὡς δὲ οὐδὲ μεταβάλλου ἐπὶ δόρυ, ἀλλʼ ἐπὶ δόρυ μεταβάλλου φήσαιμεν, οὐδʼ ἐξέλισσε τὸν Λάκωνα, ἀλλʼ ἀνάπαλιν τὸν Λάκωνα ἐξέλισσε καὶ
§11.2
παράστηθι ἐπὶ τὰ ὅπλα. ὁ σκευοφόρος ἀποχωρείτω τῆς φάλαγγος. ἡσυχία δὲ ἔστω καὶ προσέχετε τῷ παραγγέλματι. ὑπόλαβε τὴν σκευήν· ἀνάλαβε. διάστηθι. ἀνάλαβε τὸ δόρυ. στοίχει, ζύγει, παρόρα ἐπὶ τὸν ἡγούμενον. ὁ οὐραγὸς ἀπευθυνέτω τὸν ἴδιον λόχον. συντήρει τὰ ἐξ ἀρχῆς διαστήματα. ἐπὶ δόρυ κλῖνον, πρόαγε, ἔχου οὕτως. τὸ βάθος διπλασίαζε, ἀποκατάστησον. τὸ βάθος ἡμισίαζε, ἀποκατάστησον. τὸ μῆκος διπλασίαζε, ἀποκατάστησον. τὸν Λάκωνα ἐξέλισσε, ἀποκατάστησον. ἐπίστρεφε, ἀποκατάστησον. ἐπὶ δόρυ περίσπα, ἀποκατάστησον ἢ ἐπικατάστησον, κατὰ τὰ αὐτὰ καὶ ἐπʼ ἀσπίδα.
§11.3
αὗται διὰ βραχέων αἱ τοῦ τακτικοῦ καθηγήσεις, τοῖς μὲν χρωμένοις σωτηρίαν πορίζουσαι, τοῖς δʼ ἐναντίοις κινδύνους ἐπάγουσαι.
Tap any Greek word to look it up