Book 1
§chap_heads.1 α. Περὶ τῆς φαλάγγων διαφορᾶς.
§1.1 τῆς τελείας παρασκευῆς πρὸς πόλεμον διττῆς οὔσης, χερσαίας τε καὶ ναυτικῆς, περὶ τῆς χερσαίας τὰ νῦν λεκτέον. ταύτης τοίνυν τὸ μέν ἐστι μάχιμον, τὸ δʼ εἰς τὴν τούτου χρείαν ὑπηρετοῦν, οἷον ἰατρῶν καὶ σκευοφόρων καὶ τῶν ὁμοίων.
§chap_heads.2 β. Περὶ τοῦ ἀριθμοῦ καὶ τῆς ὀνομασίας τῶν μερῶν τῆς φάλαγγος τῶν ὁπλιτῶν.
§1.2 τοῦ δὲ μαχίμου τὸ μέν ἐστι πεζόν, τὸ δʼ ὀχηματικόν· τὸ μὲν γὰρ ποσὶ χρῆται πρὸς τὴν μάχην, τὸ δʼ ἐπί τινος ὀχεῖται.
§chap_heads.3 γ. Περὶ διατάξεως τῶν ἀνδρῶν τῆς τε καθʼ ὅλην τὴν φάλαγγα καὶ τῆς κατὰ μέρη.
§2 τοῦ δὲ δὴ πεζοῦ τὸ μέν ἐστιν ὁπλιτῶν σύστημα, τὸ δὲ πελταστῶν, τὸ δὲ τῶν καλουμένων ψιλῶν. τὸ μὲν οὖν τῶν ὁπλιτῶν ἅτε ἐγγύθεν μαχόμενον βαρυτάτῃ κέχρηται σκευῇἀσπίσι τε γὰρ μεγίσταις καὶ θώραξι καὶ ταῖς κνημῖσι σκέπεταικαὶ δόρασι μακροῖς κατὰ τὸν ῥηθησόμενον Μακεδόνιον τρόπον· τὸ δὲ τῶν ψιλῶν τούτοις ἀπʼ ἐναντίας κουφοτάτῃ κέχρηται τῇ σκευῇ διὰ τὸ πόρρωθεν βάλλειν, οὔτε προκνημῖσιν οὔτε θώραξι κεκοσμημένον, ἀκοντίοις δὲ καὶ σφενδόναις καὶ ὅλως τοῖς ἐξ ἀποστήματος λεγομένοις τοξεύμασιν. τούτων δʼ ἐν μέσῳ πώς ἐστι τὸ πελταστικὸν σύστημα· τε γὰρ πέλτη μικρά τίς ἐστιν ἀσπιδίσκη καὶ κούφη, τά τε δόρατα πολὺ τῶν ὁπλιτῶν μεγέθει λειπόμενα.
§chap_heads.4 δ. Περὶ διαστημάτων αὐτῶν.
§3 κατὰ τὰ αὐτὰ δὴ καὶ τῆς ὀχηματικῆς δυνάμεως τρεῖς εἰσι διαφοραί· μὲν γάρ ἐστιν ἱππική, δὲ διʼ ἁρμάτων ἐπιτελεῖται, τρίτη δὲ διʼ ἐλεφάντων· ἀλλʼ ἁρμάτων τε πέρι καὶ ἐλεφάντων ὡς οὐκ εὐφυῶν εἰς μάχην λόγος εἰς ὕστερον ἀναβεβλήσθω· τὴν δὲ ἱππικὴν ὡς πολλὴν καὶ παρὰ πολλοῖς καιροῖς χρησιμωτέραν ταῖς μάχαις νῦν διελοῦμεν· ἔστι γὰρ αὐτῆς εἴδη τρία, τὸ μὲν τὸ ἐγγύθεν μαχόμενον, τὸ δὲ πόρρωθεν, τὸ δὲ μέσον. καὶ τὸ μὲν ἐγγύθεν ὁμοίως βαρυτάτῃ κέχρηται σκευῇ, τούς τε ἵππους καὶ τοὺς ἄνδρας πανταχόθεν θώραξι περισκέπον, μακροῖς μέντοι χρώμενον καὶ αὐτὸ τοῖς δόρασιν, διʼ καὶ δορατοφόρον τοῦτο καὶ ξυστοφόρον προσαγορεύεται, καὶ θυρεοφόρον, ὅτʼ ἂν καὶ ἀσπίδας ἔνιοι φορῶσι παραμήκεις διὰ τὸ συνεπισκέπεσθαι καὶ τὸν ἵππον. τὸ δὲ πόρρωθεν μαχόμενον τοξοτῶν τε καὶ Σκυθῶν λέγεται· μέσον δὲ τὸ τῶν καλουμένων ἀκροβολιστῶν, οἳ δὴ τοῖς ἄκροις ἐπικοινωνοῦντες οἱ μὲν τόξοις, οἱ δὲ ἀκοντίοις μάχονται, καὶ τῇ ἄλλῃ χρώμενοι σκευῇ οἱ μὲν οὕτως, οἱ δὲ ἐκείνως· ὧν μὲν ἔνιοι μετὰ τὴν ἀκόντισιν ἐγγύθεν μάχονται, οὓς ἰδίως ἐλαφροὺς ὀνομάζουσιν· ὅτʼ ἂν δὲ πόρρωθεν ἀκοντίζωσι μόνον, Ταραντίνους.
§chap_heads.5 ε. Περὶ τῶν ὅπλων τῆς τε συμμετρίας καὶ τοῦ εἴδους.
§4 εἰσὶν οὖν αἱ πᾶσαι τῶν τάξεων διαφοραὶ αἵδε, ὧν ἑκάστη φάλαγξ προσαγορεύεται περιέχουσα συστήματα κατὰ ἀριθμὸν ἐπιτήδειον καὶ ἡγεμόνας αὐτῶν πρὸς τὸ ῥᾳδίως ποιεῖν τὰ παρακελευόμενα πρὸς τὴν ἐφήμερον γυμνασίαν τε καὶ ἄσκησιν τῆς πορείας καὶ στρατοπεδεύσεως καὶ παρατάξεως καὶ πρὸς τοὺς ἐπʼ ἀληθείας ἀγῶνας.
§chap_heads.6 ς. Περὶ τῆς τῶν ψιλῶν τε καὶ πελταστῶν φάλαγγος καὶ τῆς τῶν μερῶν τάξεώς τε καὶ ὀνομασίας.
§chap_heads.7 ζ. Περὶ τῆς τῶν ἱππέων φάλαγγος καὶ τῶν ὀνομασιῶν τῆς τε ὅλης καὶ τῶν μερῶν.
§chap_heads.8 η. Περὶ ἁρμάτων.
§chap_heads.9 θ. Περὶ ἐλεφάντων.
§chap_heads.10 ι. Περὶ τῶν κοινῇ κατὰ τὴν κίνησιν ὀνομασιῶν.
§chap_heads.11 ια. Περὶ τῶν ἐν ταῖς πορείαις σχηματισμῶν τῶν κατὰ συντάγματα.
§chap_heads.12 ιβ. Περὶ τῶν κατὰ τὴν κίνησιν αὐτῶν προσταγμάτων.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up