Περὶ μερῶν τῆς φάλαγγος τῶν ὁπλιτῶν τῆς τε ὀνομασίας αὐτῶν καὶ τοῦ ἀριθμοῦ
§1 ἀναγκαῖον δὲ πρῶτον τὴν φάλαγγα καταλοχίσαι· τοῦτο δέ ἐστι καταμερίσαι εἰς λόχους. δὲ λόχος ἐστὶν ἀριθμὸς ἀνδρῶν εἰς σύμμετρα διαιρῶν τὴν φάλαγγα· σύμμετρα δέ ἐστι τὰ τιθέμενα μέρη, μηδὲν τὴν φάλαγγα πρὸς τὴν μάχην λυμαίνεται· διʼ τὸν ἀριθμὸν τοῦ λόχου οἱ μὲν ὀκτώ, οἱ δὲ δέκα, οἱ δὲ δυοκαίδεκα ἀνδρῶν πεποιήκασιν, ἕτεροι δὲ ἑξκαίδεκα πρὸς τὸ συμμέτρως ἔχειν τὴν φάλαγγα εἴς τε τὸ διπλασιάσαι πρὸς τὰς ῥηθησομένας χρείας ἐπὶ δύο καὶ τριάκοντα ἄνδρας καὶ εἰς τὸ συναιρεῖσθαι εἰς ἥμισυ ἐπʼ ἄνδρας ὀκτώ· οὐδὲν γὰρ ἔμποδον ἔσται τοῖς ὄπισθεν μαχομένοις ψιλοῖς ἀκοντίζουσιν σφενδονῶσιν καὶ τοξεύουσιν· ὑπερβήσονται γὰρ τὸ τῆς φάλαγγος βάθος.
§2 ἐκαλεῖτο δὲ λόχος πάλαι καὶ στίχος καὶ συνωμοτία καὶ δεκανία, καὶ μὲν ἄριστος καὶ ἡγεμὼν τοῦ στίχου λοχαγός, δὲ ἔσχατος οὐραγός· ὕστερον δὲ μεταταχθεὶς στίχος διαφόρους ἔσχεν τῶν μερῶν ἐπωνυμίας· τό τε γὰρ ἥμισυ ἡμιλόχιον ὠνόμασται καὶ διμοιρία, τὸ μὲν ὡς πρὸς τὸ τῶν δεκαὲξ ἀνδρῶν πλῆθος, τὸ δὲ ὡς πρὸς τὸ τῶν δώδεκα, καὶ ἡγεμὼν ἡμιλοχίτης καὶ διμοιρίτης, καὶ τὸ τέταρτον ἐνωμοτία καὶ ἐνωμοτάρχης ἡγούμενος.
§3 δὲ ἡγούμενος ὠνόμασται καὶ πρωτοστάτης, ἐπιστάτης δὲ ἑπόμενος, ὥστε καθʼ ὅλον τὸν στίχον εἶναι πρῶτον πρωτοστάτην, εἶτα ἐπιστάτην, εἶθʼ ἑξῆς πρωτοστάτην, εἶτα ἐπιστάτην, καὶ τοῦτο παρʼ ἕνα μέχρις οὐραγοῦ, καθʼ ὑπογέγραπται· πρωτοστάτης λοχαγός παραστάται ἐπιστάτης παραστάται πρωτοστάτης παραστάται ἐπιστάτης παραστάται πρωτοστάτης παραστάται ἐπιστάτης οὐραγός παραστάται Ὅτʼ ἂν δὲ λόχῳ λόχος παρατεθῇ,
§4 ὥστε λοχαγὸν λοχαγῷ καὶ οὐραγὸν οὐραγῷ καὶ τοὺς μεταξὺ τοῖς ὁμοζύγοις παρίστασθαι, συλλοχισμὸς ἔσται τὸ τοιοῦτον, οἱ δὲ ὁμόζυγοι τῶν λόχων πρωτοστάται ἐπιστάται διὰ τὸ παραλλήλους ἵστασθαι παραστάται κεκλήσονται.
§5 δὲ ἐκ πάντων συλλοχισμὸς φάλαγξ, ἧς τὸ τῶν λοχαγῶν τάγμα μέτωπον καὶ μῆκος καὶ πρόσωπον καὶ στόμα καὶ παράταξις καὶ πρωτολοχία καλεῖται καὶ πρῶτον ζυγόν· δὲ κατόπιν κείμενος μετὰ τοῦτον στίχος τῶν ἐπιστατῶν κατὰ μῆκος τῆς φάλαγγος δεύτερον ζυγόν, καὶ τούτῳ παράλληλος ὑπʼ αὐτὸν τρίτον, καὶ τέταρτόν ἐστι τὸ ὑπὸ τοῦτον ζυγὸν καὶ πέμπτον ὡς αὔτως καὶ ἕκτον καὶ ἑξῆς μέχρις οὐραγοῦ· κοινῶς δὲ πᾶν τὸ μετὰ τὸ μέτωπον τῆς φάλαγγος βάθος ἐπονομάζεται καὶ ἀπὸ λοχαγοῦ ἐπʼ οὐραγὸν στίχος κατὰ βάθος.
§6 καὶ οἱ μὲν τούτῳ ἐπʼ εὐθείας κείμενοι στοιχεῖν λέγονται, οἱ δὲ τῷ κατὰ μῆκος στίχῳ ζυγεῖν· διαιρεθείσης δὲ τῆς φάλαγγος δίχα κατὰ τὸ μῆκος τὸ μὲν ἥμισυ κέρας προσαγορεύεται δεξιόν τε καὶ λαιόν, αὕτη δὲ διχοτομία ὀμφαλός τε καὶ ἀραρός.
§7 ὁπόσον δὲ δεῖ τὸ πλῆθος εἶναι τῆς φάλαγγος οὐκ εὔλογον διορίζειν· πρὸς γὰρ ἣν ἕκαστος ἔχει παρασκευὴν τοῦ πλήθους καὶ τὸν ἀριθμὸν διοριστέον, πλὴν ἐπιτήδειον ἑκάστοτε εἶναι δεῖ πρὸς τοὺς μετασχηματισμοὺς τῶν ταγμάτων, λέγω δὲ τὰς συναιρέσεις ἤτʼ αὐξήσεις· διʼ τοὺς ἀρτιάκις ἀρτίους μᾶλλον ἐκλεκτέον ὡς μέχρι μονάδος διαιρεῖσθαι δυναμένους· καὶ τούς γε πλείονας τῶν τακτικῶν εὑρήσεις πεποιηκότας τὴν φάλαγγα τῶν ὁπλιτῶν μυρίων ἑξακισχιλίων τριακοσίων ὀγδοήκοντα τεσσάρων, ὡς δίχα διαιρουμένην μέχρι μονάδος, ταύτης δὲ ἡμίσειαν τὴν τῶν ψιλῶν. ὑποκείσθω δʼ οὖν καὶ ἡμῖν τοσούτων ἀνδρῶν εἶναι τὴν φάλαγγα, τὸν δὲ λόχον ἑξκαίδεκα.
§8 ἔσονται δὴ οἱ μὲν δύο λόχοι διλοχία καὶ ἐπʼ αὐτοῖς ἄρχων διλοχίτης, οἱ δὲ τούτων διπλάσιοι τετραρχία καὶ ἐπʼ αὐτοῖς τετράρχης, οἱ δὲ ἔτι τούτων διπλάσιοι τάξις καὶ ἡγεμὼν ταξίαρχος μὲν πάλαι, νῦν δὲ καὶ ἑκατοντάρχης, οἱ δὲ τῆς τάξεως διπλάσιοι σύνταγμα καὶ ἐπὶ τούτοις συνταγματάρχης.
§9 τοὺς δὲ ἐκτάκτους τὸ μὲν παλαιὸν τάξις εἶχεν, ὡς καὶ τοὔνομα σημαίνει, διʼ ὅτι τῆς τάξεως ἐξάριθμοι ὑπῆρχον, στρατοκήρυκα, σημειοφόρον, σαλπιγκτήν, ὑπηρέτην, οὐραγόν· τὸν μέν, ὅπως τῇ φωνῇ σημαίνοι τὸ προσταττόμενον, τὸν δὲ σημείῳ, εἰ μὴ φωνῆς κατακούειν ἐνδέχοιτο διὰ θόρυβον, τὸν δὲ τῇ σάλπιγγι, ὁπότε μηδὲ σημεῖον βλέποιεν διὰ κονιορτόν, καὶ τὸν ὑπηρέτην, ὥστε τι παρακομίσαι τῶν εἰς τὴν χρείαν, τόν γε μὴν ἔκτακτον οὐραγὸν πρὸς τὸ ἐπανάγειν τὸν ἀπολειπόμενον ἐν τῇ τάξει. ὀκτὼ γὰρ ἀνδρῶν ὄντος τοῦ λόχου ὀκταλοχία τὸ τετράγωνον ἐποίει σχῆμα, ὅπερ διὰ τὴν πανταχόθεν ἰσότητα μόνον τῶν μερῶν τῆς φάλαγγος ὁμοίως κατακούειν τῶν προσταττομένων δυνάμενον εὐλόγως τάξις ἐπωνόμαστο· διπλασιασθέντος δʼ ὕστερον τοῦ λόχου συνταξιαρχία τὸ τετράγωνον ἀπετέλεσεν, διʼ εἰς ταύτην μετῆλθον οἱ ἔκτακτοι.
§10 τὸ διπλάσιον δὲ τοῦ συντάγματος πεντακοσιαρχίαν καὶ τὸν ἐπὶ τούτῳ πεντακοσιάρχην ὠνόμασαν, τὸ δὲ τούτου διπλάσιον χιλιαρχίαν καὶ τὸν ἡγεμόνα χιλιάρχην, τὰς δὲ δύο χιλιαρχίας πάλαι μὲν κέρας καὶ τέλος καὶ τελάρχην τὸν ἡγούμενον, ὕστερον δὲ μεραρχίαν καὶ μεράρχην· διʼ καὶ τὸ τούτου διπλάσιον φαλαγγαρχία καὶ νῦν ἔτι καλεῖται, πλὴν καὶ ἀποτομὴ κέρατος, καὶ ἡγεμὼν πάλαι μὲν στρατηγός, νῦν δὲ φαλαγγάρχης· τὸ δὲ τῆς φαλαγγαρχίας ἤτοι ἀποτομῆς διπλοῦν διφαλαγγία καὶ κέρας καὶ ἐπʼ αὐτῇ κεράρχης, αὐτὸ δὲ τὸ ἐκ τῶν δυεῖν κεράτων φάλαγξ, ἐφʼ στρατηγός, κέρατα ἔχουσα δύο, φαλαγγαρχίας ἤτοι ἀποτομὰς δ, μεραρχίας η, χιλιαρχίας ις, πεντακοσιαρχίας λβ, συνταξιαρχίας ξδ, ταξιαρχίας ρκη, τετραρχίας σνς, διλοχίας φιβ, λόχους ακδ. β κέρας ξδ συνταξιαρχία δ ἀποτομή ρκη τάξις η μεραρχία σνς τετραχία ις χιλιαρχία φιβ διλοχία λβ πεντακοσιαρχία ακδ λόχος
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up