Περὶ πορειῶν
§1 παραγωγὴ καλεῖται τῆς φάλαγγος ἤτοι καθʼ ὅλην κατὰ μέρη καί, εἰ καθʼ ὅλην, πλαγία λέγεται, ὅτʼ ἂν κατὰ τὴν πλαγίαν θέσιν βαδίζῃ, ὀρθία, ὅτʼ ἂν κατὰ τὴν ὀρθίαν· καὶ εἰ πλαγία πορεύοιτο, ἤτοι κατʼ ὀρθόν, ὅτʼ ἂν κατὰ τοὺς λοχαγούς, ἐπʼ οὐράν, ὅτʼ ἂν κατὰ τοὺς οὐραγούς· ὀρθία δὲ εἰ φέροιτο καὶ τὸ λοχαγοῦν ζυγόν, δὴ καὶ στόμα λέγεται, δεξιὸν ἔχει, δεξιὰ καλεῖται, εἰ δὲ λαιόν, ἀριστερά· λοξὴ δὲ ὡς αὔτως λαιά τε καὶ δεξιὰ τὸ προὖχον ἔχουσα κέρας ὁμώνυμον, κυρτὴ δὲ καὶ κοίλη καὶ ἐπικάμπιος εἰς τοὐπίσω καὶ πρόσω τὸ στόμα κοῖλον κυρτὸν εἰς τοὐπίσω καὶ πρόσω ἐπικεκαμμένον ἔχουσα, ὡς ἔχει τὰ ὑπογεγραμμένα.
§2 τὸ δʼ ὄρθιον τοῦτο καὶ πλάγιον οὐ μόνον ἐπὶ τῆς ὅλης φάλαγγος ἐκδέχεσθαι δεῖ, ἀλλὰ γὰρ καὶ ἐπὶ τῶν μερῶν· εἰ γὰρ κατὰ κέρατα βαδίζοι φάλαγξ, κατʼ ὄρθια πλάγια, καί, εἴτε κατʼ ὄρθια εἴτε πλάγια, κατʼ ἐπαγωγὴν ἤτοι σύζευξιν· ἔστι δὲ κατʼ ἐπαγωγὴν μέν, ὅτʼ ἂν τὸ δεύτερον ἕπηται τῷ προτέρῳ, κατὰ σύζευξιν δέ, ὅτʼ ἂν μηδʼ ἕτερον θἀτέρου προηγῆται.
§3 τοῦ δʼ ὀρθίου κατὰ σύζευξιν εἴδη τέσσαρα· γὰρ δεξιά ἐστιν ἄμφω τὰ στόματα λαιὰ καὶ καλεῖται φάλαγξ ὁμοιόστομος, μὲν δεξιά, δὲ λαιά, ἐναντίως ἔχει τὰ στόματα, καὶ εἰ μὲν κατὰ ταῦτα συνάπτοιεν ἀλλήλοις, ἀντίστομος ἐπονομάζεται, εἰ δὲ κατὰ τοὺς οὐραγούς, ἀμφίστομος.
§4 τῶν δὲ κατʼ ἐπαγωγὴν πορευομένων ποιεῖν ἔστιν ὄρθια ἑτεροστόμως μόνον, ὥστε τὸ μὲν ἔχει δεξιόν, τὸ δὲ λαιὸν στόμα· οὐ γὰρ οἷόν τε ἐπὶ τὰ αὐτὰ ἔχειν ἄμφω, οὐδὲν γὰρ διοίσει τῆς ὅλης τὰ κέρατα, διʼ καὶ τὰ πλάγια οὕτως μόνον συζευχθήσονται· κατʼ ἐπαγωγὴν γὰρ τὰ πλάγια ὁμοιοστόμως συντεθήσονται ἀμφιστόμως· τοῖς γὰρ οὐραγοῖς τοῦ ἡγουμένου τοτὲ μὲν οἱ λοχαγοί, τοτὲ δὲ οἱ οὐραγοὶ τοῦ ἑπομένου μεταταγήσονται.
§5 καὶ τὰ λοξὰ δὲ συντιθέμενα διττὰς ἔχουσι διαφοράς· γὰρ λαιὸν ἐν λαιῷ τάττεται μέρει καὶ δεξιὸν ἐνδεξιῷ καὶ καλεῖται ὅλη κοιλέμβολος, ἀνάπαλιν καὶ λέγεται ἔμβολος, ὡς τὰ ὑποτεταγμένα σχήματα.
§6 ἔστι δʼ ὅτε καὶ τετραμερίᾳ πορεύονται κατὰ ἀποτομὰς παντοχόθεν φυλαττόμενοι τοὺς πολεμίους καὶ γίνεται τετράπλευρον περίστομον τοτὲ μὲν ἑτερόμηκες, τοτὲ δὲ τετράγωνον, πανταχόθεν ἔχον στόματα ὡς τὸ ὑπογεγραμμένον.
§7 ὅτʼ ἂν δὲ κατὰ πλείω μέρη πορεύωνται, ἐσπαρμένα συντάγματα πορεύσεται πεπλεγμένα· πεπλεγμένα δέ ἐστιν ὅτʼ ἂν λοξὰ πορεύηται ὐοειδῆ τὴν ὅλην ποιοῦντα φάλαγγα· ἐσπαρμένα δὲ ὁπότʼ ἂν κατὰ παραλληλόγραμμα μόναις ταῖς γωνίαις συνάπτοντα ἀλλήλοις, ταῖς δὲ πλευραῖς ἐπὶ τὸ πρόσω βλέποντα. καὶ τούτων δὲ τύπος ἐκ τῆς ὑπογραφῆς ἔσται φανερός· γένοιτο δʼ ἂν κατὰ τὸ εἰκὸς καὶ ἕτερα σχήματα πρὸς τὰς ἀνακυπτούσας ἁρμόζοντα χρείας.
§8 ἀναγκαιοτάτη δʼ οὖσα καὶ τῶν σκευοφόρων ἀγωγὴ ἡγεμόνος δεομένη κατὰ τρόπους γίνεται πέντε· γὰρ προάγειν δεῖ τῆς φάλαγγος, ὅτʼ ἂν ἐκ πολεμίων ἀπίῃ, ἐπακολουθεῖν, ὅτʼ ἂν εἰς πολεμίους ἐμβάλλῃ, παρὰ τὴν φάλαγγα κατὰ λαιὰ δεξιὰ εἶναι, ὁπότʼ ἂν φοβῆται τἀναντία μέρη, τό γε λειπόμενον ἀγόμενα ἐντὸς κοίλῃ τῇ φάλαγγι περιέχεσθαι πανταχόθεν ὄντος τοῦ δέους.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up