Book 65
§1 αὐτὸς δὲ δείξασ? π?ά?λ?ι?ν? τ? ὑπηρέτῃ εἶτʼ ἐντὸς εἰσέρχεται τῆς κ?ιγκλ?ίδος. δὲ ὑπηρέτης δίδωσιν αὐτῷ βακτηρίαν ὁμόχρων τῷ δικαστηρίῳ, οὗ τὸ αὐτὸ γράμμα ἐστὶν ὅπερ ἐν τῇ βαλάνῳ, ἵνα ἀναγκαῖον αὐτῷ εἰσελθεῖν εἰς εἴληχε? δικαστήριον· ἐὰν γὰρ εἰς ἕτερον εἰσίῃ, ἐξελέγχεται ὑπὸ τοῦ χρώματος τῆς βακτηρίας.
§2 τοῖς γὰρ δικαστηρίοις χρῶματα ἐπιγέγραπται ἑκάστῳ ἐπὶ τῷ σφηκίσκῳ τῆς εἰσόδου. δὲ λαβὼν τὴν βακτηρίαν βαδίζει εἰς τὸ δικαστήριον τὸ ὁμόχρων μὲν τῇ βακτηρίᾳ, ἔχον δὲ τὸ αὐτὸ γράμμα ὅπερ ἐν τῇ βαλάνῳ. ἐπειδὰν δʼ εἰσέλθῃ, παραλαμβάνει σύμβολον δημοσίᾳ παρὰ τοῦ εἰληχότος ταύτην τὴν ἀρχήν.
§3 εἶτα τήν τε βάλανον καὶ τὴν βακτηρίαν ἀποτιθέασιν ἐν τῷ δικαστηρίῳ τοῦτον τὸν τρόπον εἰσεληλυθότες. τοῖς δʼ ἀπολαγχάνουσιν ἀποδιδόασιν οἱ ἐμπῆκται τὰ πινάκια.
§4 οἱ δὲ ὑπηρέται οἱ δημόσιοι ἀπὸ τῆς φυλῆς ἑκάστης παραδιδόασιν τὰ κιβώτια, ἓν ἐπὶ τὸ δικαστήριον ἕκαστον, ἐν ἔνεστιν τὰ ὀνόματα τῆς φυλῆς τὰ ὄντα ἐν ἑκάστῳ τῶν δικαστηρίων. παραδιδόασι δὲ τοῖς εἰληχόσι ταῦτα ἀποδιδόναι τοῖς δικασταῖς ἐν ἑκάστῳ [τῷ] δικαστηρίῳ ἀριθμῷ τὰ πινάκια, ὅπως ἐκ τούτων καλοῦντες ἀποδιδῶσι τὸν μισθόν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up