Book 44
§1 ἔστι δʼ ἐπιστάτης τῶν πρυτάνεων εἷς λαχών. οὗτος δʼ ἐπιστατεῖ νύκτα καὶ ἡμέραν, καὶ οὐκ ἔστιν οὔτε πλείω χρόνον οὔτε δὶς τὸν αὐτὸν γενέσθαι. τηρεῖ δʼ οὗτος τάς τε κλεῖς τὰς τῶν ἱερῶν, ἐν οἷς τὰ χρήματʼ ἐστὶν καὶ τὰ γράμματα τῇ πόλει, καὶ τὴν δημοσίαν σφραγῖδα, καὶ μένειν ἀναγκαῖον ἐν τῇ θόλῳ τοῦτόν ἐστιν καὶ τριττὺν τῶν πρυτάνεων ἣν ἂν οὗτος κελεύῃ.
§2 καὶ ἐπειδὰν συναγάγωσιν οἱ πρυτάνεις τὴν βουλὴν τὸν δῆμον, οὗτος κληροῖ προέδρους ἐννέα, ἕνα ἐκ τῆς φυλῆς ἑκάστης πλὴν τῆς πρυτανευούσης, καὶ πάλιν ἐκ τούτων ἐπιστάτην ἕνα, καὶ παραδίδωσι τὸ πρόγραμμα αὐτοῖς·
§3 οἱ δὲ παραλαβόντες τῆς τʼ εὐκοσμίας ἐπιμελοῦνται, καὶ ὑπὲρ ὧν δεῖ χρηματίζειν προτιθέασιν, καὶ τὰς χειροτονίας κρίνουσιν, καὶ τὰ ἄλλα πάντα διοικοῦσιν, καὶ τοῦ τʼ ἀφεῖναι κύριοί εἰσιν. καὶ ἐπιστατῆσαι μὲν οὐκ ἔξεστιν πλέον ἅπαξ ἐν τῷ ἐνιαυτῷ, προεδρεύειν δʼ ἔξεστιν ἅπαξ ἐπὶ τῆς πρυτανείας ἑκάστης.
§4 ποιοῦσι δὲ καὶ ἀρχαιρεσίας στρατηγῶν καὶ ἱππάρχων καὶ τῶν ἄλλων τῶν πρὸς τὸν πόλεμον ἀρχῶν ἐν τῇ ἐκκλησίᾳ, καθʼ τι ἂν τῷ δήμῳ δοκῇ· ποιοῦσι δʼ οἱ μετὰ τὴν ς πρυτανεύοντες, ἐφʼ ὧν ἂν εὐσημία γένηται. δεῖ δὲ προβούλευμα γενέσθαι καὶ περὶ τούτων.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up