§1
τὰ δὲ κιβώτια τὰ δέκα κεῖται ἐν τ?ῷ ἔμπροσθεν τ?ῆς εἰσόδου καθʼ ἑκάστην τὴν φυλήν. ἐπιγέγραπται δʼ ἐπʼ αὐτῶν τὰ στ?ο?ιχεῖα μέχρι τοῦ κ. ἐπειδὰν δʼ ἐμβάλωσιν οἱ δικασταὶ τὰ πινάκια εἰς τὸ κιβώτιον, ἐφʼ οὗ ἂν ᾖ ἐπιγεγραμμένον τὸ γράμμα τὸ αὐτὸ ὅπερ ἐπὶ τῷ πινακίῳ ἐστὶν αὐτῷ τῶν στοιχείων, διασείσαντος τοῦ ὑπηρέτου ἕλκει ὁ θεσμοθέτης ἐξ ἑκάστου τοῦ κιβωτίου πινάκιον ἕν.
§2
οὗτος δὲ καλεῖται ἐμπήκτης, καὶ ἐμπήγνυσι τὰ πινάκια τὰ ἐκ τοῦ κιβωτίου εἰς τὴν κανονίδα, ἐφʼ ἧς τὸ αὐτὸ γράμμα ἔπεστιν ὅπερ ἐπὶ τοῦ κιβωτίου. κ?ληροῦται δʼ οὗτος, ἵνα μὴ ἀεὶ ὁ αὐτὸς ἐμπηγνύων κακουργῇ. εἰσὶ δὲ κανονίδες πέντε ἐν ἑκάστῳ τῶν κληρωτηρίων.
§3
ὅταν δὲ ἐμβάλῃ τοὺς κύβους, ὁ ἄρχων τὴν φυλὴν κληροῖ κατὰ κληρωτήριον. εἰσὶ δὲ κύβοι χα?λκοῖ, μέλανες καὶ λευκοί. ὅσους δʼ ἂν δέῃ λαχεῖν δικαστάς, τοσοῦτοι ἐμβάλλονται λευκοί, κατὰ πέντε πινάκια εἷς, οἱ δὲ μέλανες τὸν αὐτὸν τρόπον. ἐπειδὰν δʼ ἐξαιρῇ τοὺς κύβους, καλεῖ τοὺς εἰληχότας ὁ κήρυξ. ὑπάρχει δὲ καὶ ὁ ἐμπήκτης εἰς τὸν ἀριθμόν.
§4
ὁ δὲ κληθεὶς καὶ ὑπακούσας ἕλκει βάλανον ἐκ τῆς ὑδρίας, καὶ ὀρέξας αὐτήν, ἀνέχων τὸ γράμμα, δείκνυσιν πρῶτον μὲν τῷ ἄρχοντι τῷ ἐφεστηκότι. ὁ δὲ ἄρχων ἐπειδὰν ἴδῃ, ἐμβάλλει τὸ πινάκιον αὐτοῦ εἰς τὸ κιβώτιον, ὅπου ἂν ᾖ ἐπιγεγραμμένον τὸ αὐτὸ στοιχεῖον ὅπερ ἐν τῇ βαλάνῳ, ἵνʼ εἰς οἷον ἂν λάχῃ εἰσίῃ καὶ μὴ εἰς οἷον ἂν βούληται, μηδὲ ᾖ συναγαγεῖν εἰς δικαστήριον οὓς ἂν βούληταί τις.
§5
παράκειται δὲ τῷ ἄρχοντι κιβώτια, ὅσαπερ ἂν μέλλῃ τὰ δικαστήρια πληρωθήσεσθαι, ἔχοντα στοιχεῖον ἕκαστον, ὅπερ ἂν ᾖ τὸ τοῦ δικαστηρίου ἑκάστου εἰληχός.
Tap any Greek word to look it up