Δηιάνειρα
γυναῖκες, ὡς δέδοικα μὴ περαιτέρω
πεπραγμένʼ ᾖ μοι πάνθʼ ὅσʼ ἀρτίως ἔδρων.
Χορός
665
τί δʼ ἔστι, Δῃάνειρα, τέκνον Οἰνέως;
Δηιάνειρα
οὐκ οἶδʼ· ἀθυμῶ δʼ, εἰ φανήσομαι τάχα
κακὸν μέγʼ ἐκπράξασʼ ἀπʼ ἐλπίδος καλῆς.
Χορός
οὐ δή τι τῶν σῶν Ἡρακλεῖ δωρημάτων;
Δηιάνειρα
μάλιστά γʼ, ὥστε μήποτʼ ἂν προθυμίαν
670
ἄδηλον ἔργου τῳ παραινέσαι λαβεῖν.
Χορός
δίδαξον, εἰ διδακτόν, ἐξ ὅτου φοβεῖ.
Δηιάνειρα
τοιοῦτον ἐκβέβηκεν οἷον, ἢν φράσω,
γυναῖκες, ὑμᾶς θαῦμʼ ἀνέλπιστον μαθεῖν.
ᾧ γὰρ τὸν ἐνδυτῆρα πέπλον ἀρτίως
675
ἔχριον, ἀργὴς οἰὸς εὐέρου πόκος,
τοῦτʼ ἠφάνισται διάβορον πρὸς οὐδενὸς
τῶν ἔνδον, ἀλλʼ ἐδεστὸν ἐξ αὑτοῦ φθίνει,
καὶ ψῇ κατʼ ἄκρας σπιλάδος· ὡς δʼ εἰδῇς ἅπαν,
ᾗ τοῦτʼ ἐπράχθη, μείζονʼ ἐκτενῶ λόγον.
680
ἐγὼ γὰρ ὧν ὁ θήρ με Κένταυρος, πονῶν
πλευρὰν πικρᾷ γλωχῖνι, προυδιδάξατο
παρῆκα θεσμῶν οὐδέν, ἀλλʼ ἐσῳζόμην
χαλκῆς ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν.
καί μοι τάδʼ ἦν πρόρρητα καὶ τοιαῦτʼ ἔδρων·
685
τὸ φάρμακον τοῦτʼ ἄπυρον ἀκτῖνός τʼ ἀεὶ
θερμῆς ἄθικτον ἐν μυχοῖς σῴζειν ἐμέ,
ἕως νιν ἀρτίχριστον ἁρμόσαιμί που.
κἄδρων τοιαῦτα. νῦν δʼ, ὅτʼ ἦν ἐργαστέον,
ἔχρισα μὲν κατʼ οἶκον ἐν δόμοις κρυφῇ
690
μαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην,
κἄθηκα συμπτύξασʼ ἀλαμπὲς ἡλίου
κοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε.
εἴσω δʼ ἀποστείχουσα δέρκομαι φάτιν
ἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν.
695
τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πως
τῆς οἰός, ᾧ προύχριον, ἐς μέσην φλόγα,
ἀκτῖνʼ ἐς ἡλιῶτιν· ὡς δʼ ἐθάλπετο,
ῥεῖ πᾶν ἄδηλον καὶ κατέψηκται χθονί,
μορφῇ μάλιστʼ εἰκαστὸν ὥστε πρίονος
700
ἐκβρώματʼ ἂν βλέψειας ἐν τομῇ ξύλου.
τοιόνδε κεῖται προπετές· ἐκ δὲ γῆς, ὅθεν
προύκειτʼ, ἀναζέουσι θρομβώδεις ἀφροί,
γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦ
χυθέντος εἰς γῆν Βακχίας ἀπʼ ἀμπέλου.
705
ὥστʼ οὐκ ἔχω τάλαινα ποῖ γνώμης πέσω·
ὁρῶ δέ μʼ ἔργον δεινὸν ἐξειργασμένην.
πόθεν γὰρ ἄν ποτʼ, ἀντὶ τοῦ θνῄσκων ὁ θὴρ
ἐμοὶ παρέσχʼ εὔνοιαν, ἧς ἔθνῃσχʼ ὕπερ;
οὐκ ἔστιν, ἀλλὰ τὸν βαλόντʼ ἀποφθίσαι
710
χρῄζων ἔθελγέ μʼ· ὧν ἐγὼ μεθύστερον,
ὅτʼ οὐκέτʼ ἀρκεῖ, τὴν μάθησιν ἄρνυμαι.
μόνη γὰρ αὐτόν, εἴ τι μὴ ψευσθήσομαι
γνώμης, ἐγὼ δύστηνος ἐξαποφθερῶ·
τὸν γὰρ βαλόντʼ ἄτρακτον οἶδα καὶ θεὸν
715
Χείρωνα πημήναντα, χὦνπερ ἂν θίγῃ,
φθείρει τὰ πάντα κνώδαλʼ· ἐκ δὲ τοῦδʼ ὅδε
σφαγῶν διελθὼν ἰὸς αἵματος μέλας
πῶς οὐκ ὀλεῖ καὶ τόνδε; δόξῃ γοῦν ἐμῇ.
καίτοι δέδοκται, κεῖνος εἰ σφαλήσεται,
720
ταύτῃ σὺν ὁρμῇ κἀμὲ συνθανεῖν ἅμα·
ζῆν γὰρ κακῶς κλύουσαν οὐκ ἀνασχετόν,
ἥτις προτιμᾷ μὴ κακὴ πεφυκέναι.
Χορός
ταρβεῖν μὲν ἔργα δείνʼ ἀναγκαίως ἔχει,
τὴν δʼ ἐλπίδʼ οὐ χρὴ τῆς τύχης κρίνειν πάρος.
Δηιάνειρα
725
οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς βουλεύμασιν
οὐδʼ ἐλπίς, ἥτις καὶ θράσος τι προξενεῖ.
Χορός
ἀλλʼ ἀμφὶ τοῖς σφαλεῖσι μὴ ʼξ ἑκουσίας
ὀργὴ πέπειρα, τῆς σε τυγχάνειν πρέπει.
Δηιάνειρα
τοιαῦτα δʼ ἂν λέξειεν οὐχ ὁ τοῦ κακοῦ
730
κοινωνός, ἀλλʼ ᾧ μηδέν ἐστʼ οἴκοι βαρύ.
Χορός
σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον,
εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς· ἐπεὶ
πάρεστι, μαστὴρ πατρὸς ὃς πρὶν ᾤχετο.
Ὕλλος
ὦ μῆτερ, ὡς ἂν ἐκ τριῶν σʼ ἓν εἱλόμην,
735
ἢ μηκέτʼ εἶναι ζῶσαν, ἢ σεσωσμένην
ἄλλου κεκλῆσθαι μητέρʼ, ἢ λῴους φρένας
τῶν νῦν παρουσῶν τῶνδʼ ἀμείψασθαί ποθεν.
Δηιάνειρα
τί δʼ ἐστίν, ὦ παῖ, πρός γʼ ἐμοῦ στυγούμενον;
Ὕλλος
τὸν ἄνδρα τὸν σὸν ἴσθι, τὸν δʼ ἐμὸν λέγω
740
πατέρα, κατακτείνασα τῇδʼ ἐν ἡμέρᾳ.
Δηιάνειρα
οἴμοι, τινʼ ἐξήνεγκας, ὦ τέκνον, λόγον;
Ὕλλος
ὃν οὐχ οἷόν τε μὴ οὐ τελεσθῆναι· τὸ γὰρ
φανθὲν τίς ἂν δύναιτʼ ἂν ἀγένητον ποεῖν;
Δηιάνειρα
πῶς εἶπας, ὦ παῖ; τοῦ παρʼ ἀνθρώπων μαθὼν
745
ἄζηλον οὕτως ἔργον εἰργάσθαι με φής;
Ὕλλος
αὐτὸς βαρεῖαν ξυμφορὰν ἐν ὄμμασιν
πατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων.
Δηιάνειρα
ποῦ δʼ ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι;
Ὕλλος
εἰ χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών.
750
ὅθʼ εἷρπε κλεινὴν Εὐρύτου πέρσας πόλιν,
νίκης ἄγων τροπαῖα κἀκροθίνια,
ἀκτή τις ἀμφίκλυστος Εὐβοίας ἄκρον
Κήναιόν ἐστιν, ἔνθα πατρῴῳ Διὶ
βωμοὺς ὁρίζει τεμενίαν τε φυλλάδα·
755
οὗ νιν τὰ πρῶτʼ ἐσεῖδον ἄσμενος πόθῳ.
μέλλοντι δʼ αὐτῷ πολυθύτους τεύχειν σφαγὰς
κῆρυξ ἀπʼ οἴκων ἵκετʼ οἰκεῖος Λίχας,
τὸ σὸν φέρων δώρημα, θανάσιμον πέπλον·
ὃν κεῖνος ἐνδύς, ὡς σὺ προυξεφίεσο,
760
ταυροκτονεῖ μὲν δώδεκʼ ἐντελεῖς ἔχων
λείας ἀπαρχὴν βοῦς· ἀτὰρ τὰ πάνθʼ ὁμοῦ
ἑκατὸν προσῆγε συμμιγῆ βοσκήματα.
καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενί,
κόσμῳ τε χαίρων καὶ στολῇ, κατηύχετο·
765
ὅπως δὲ σεμνῶν ὀργίων ἐδαίετο
φλὸξ αἱματηρὰ κἀπὸ πιείρας δρυός,
ἱδρὼς ἀνῄει χρωτί, καὶ προσπτύσσεται
πλευραῖσιν ἀρτίκολλος, ὥστε τέκτονος,
χιτὼν ἅπαν κατʼ ἄρθρον· ἦλθε δʼ ὀστέων
770
ἀδαγμὸς ἀντίσπαστος· εἶτα φοινίας
ἐχθρᾶς ἐχίδνης ἰὸς ὣς ἐδαίνυτο.
ἐνταῦθα δὴ ʼβόησε τὸν δυσδαίμονα
Λίχαν, τὸν οὐδὲν αἴτιον τοῦ σοῦ κακοῦ,
ποίαις ἐνέγκοι τόνδε μηχαναῖς πέπλον·
775
ὁ δʼ οὐδὲν εἰδὼς δύσμορος τὸ σὸν μόνης
δώρημʼ ἔλεξεν, ὥσπερ ἦν ἐσταλμένον.
κἀκεῖνος ὡς ἤκουσε καὶ διώδυνος
σπαραγμὸς αὐτοῦ πλευμόνων ἀνθήψατο,
μάρψας ποδός νιν, ἄρθρον ᾗ λυγίζεται,
780
ῥιπτεῖ πρὸς ἀμφίκλυστον ἐκ πόντου πέτραν·
κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου
κρατὸς διασπαρέντος αἵματός θʼ ὁμοῦ.
ἅπας δʼ ἀνηυφήμησεν οἰμωγῇ λεώς,
τοῦ μὲν νοσοῦντος, τοῦ δὲ διαπεπραγμένου·
785
κοὐδεὶς ἐτόλμα τἀνδρὸς ἀντίον μολεῖν.
ἐσπᾶτο γὰρ πέδονδε καὶ μετάρσιος,
βοῶν, ἰύζων· ἀμφὶ δʼ ἐκτύπουν πέτραι,
Λοκρῶν τʼ ὄρειοι πρῶνες Εὐβοίας τʼ ἄκραι.
ἐπεὶ δʼ ἀπεῖπε, πολλὰ μὲν τάλας χθονὶ
790
ῥίπτων ἑαυτόν, πολλὰ δʼ οἰμωγῇ βοῶν,
τὸ δυσπάρευνον λέκτρον ἐνδατούμενος
σοῦ τῆς ταλαίνης, καὶ τὸν Οἰνέως γάμον
οἷον κατακτήσαιτο λυμαντὴν βίου,
τότʼ ἐκ προσέδρου λιγνύος διάστροφον
795
ὀφθαλμὸν ἄρας εἶδέ μʼ ἐν πολλῷ στρατῷ
δακρυρροοῦντα, καί με προσβλέψας καλεῖ·
ὦ παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν,
μηδʼ εἴ σε χρὴ θανόντι συνθανεῖν ἐμοί·
ἀλλʼ ἆρον ἔξω, καὶ μάλιστα μέν με θὲς
800
ἐνταῦθʼ ὅπου με μή τις ὄψεται βροτῶν·
εἰ δʼ οἶκτον ἴσχεις, ἀλλά μʼ ἔκ γε τῆσδε γῆς
πόρθμευσον ὡς τάχιστα, μηδʼ αὐτοῦ θάνω.
τοσαῦτʼ ἐπισκήψαντος, ἐν μέσῳ σκάφει
θέντες σφε πρὸς γῆν τήνδʼ ἐκέλσαμεν μόλις
805
βρυχώμενον σπασμοῖσι· καί νιν αὐτίκα
ἢ ζῶντʼ ἐσόψεσθʼ ἢ τεθνηκότʼ ἀρτίως.
τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσασʼ ἐμῷ
καὶ δρῶσʼ ἐλήφθης, ὧν σε ποίνιμος Δίκη
τίσαιτʼ Ἐρινύς τʼ. εἰ θέμις δʼ, ἐπεύχομαι·
810
θέμις δʼ, ἐπεί μοι τὴν θέμιν σὺ προύβαλες,
πάντων ἄριστον ἄνδρα τῶν ἐπὶ χθονὶ
κτείνασʼ, ὁποῖον ἄλλον οὐκ ὄψει ποτέ.
Χορός
τί σῖγʼ ἀφέρπεις; οὐ κάτοισθʼ ὁθούνεκα
ξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ;
Ὕλλος
815
ἐᾶτʼ ἀφέρπειν· οὖρος ὀφθαλμῶν ἐμῶν
αὐτῇ γένοιτʼ ἄπωθεν ἑρπούσῃ καλός.
ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφειν
μητρῷον, ἥτις μηδὲν ὡς τεκοῦσα δρᾷ;
ἀλλʼ ἑρπέτω χαίρουσα· τὴν δὲ τέρψιν ἣν
820
τὠμῷ δίδωσι πατρί, τήνδʼ αὐτὴ λάβοι.
Tap any Greek word to look it up