Lichas and Iole
Χορός
205 ἀνολολυξάτω δόμοις ἐφεστίοις
ἀλαλαγαῖς μελλόνυμφος, ἐν δὲ
κοινὸς ἀρσένων ἴτω
κλαγγὰ τὸν εὐφαρέτραν
Ἀπόλλω προστάταν· ὁμοῦ δὲ
210 παιᾶνα παιᾶνʼ ἀνάγετʼ, παρθένοι,
βοᾶτε τὰν ὁμόσπορον
Ἄρτεμιν Ὀρτυγίαν
ἐλαφαβόλον ἀμφίπυρον,
γείτονάς τε Νύμφας.
215 ἀείρομαι οὐδʼ ἀπώσομαι
τὸν αὐλόν, τύραννε τᾶς ἐμᾶς φρενός.
ἰδού μʼ ἀναταράσσει,
εὐοῖ μʼ,
κισσὸς ἄρτι βακχίαν
220 ὑποστρέφων ἅμιλλαν. ἰὼ ἰὼ Παιάν.
ἴδʼ, φίλα γύναι,
τάδʼ ἀντίπρῳρα δή σοι
βλέπειν πάρεστʼ ἐναργῆ.
Δηιάνειρα
225 ὁρῶ, φίλαι γυναῖκες, οὐδέ μʼ ὄμματος
φρουρὰν παρῆλθε, τόνδε μὴ λεύσσειν στόλον·
χαίρειν δὲ τὸν κήρυκα προυννέπω, χρόνῳ
πολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις.
Λίχας
ἀλλʼ εὖ μὲν ἵγμεθʼ, εὖ δὲ προσφωνούμεθα,
230 γύναι, κατʼ ἔργου κτῆσιν· ἄνδρα γὰρ καλῶς
πράσσοντʼ ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη.
Δηιάνειρα
φίλτατʼ ἀνδρῶν, πρῶθʼ πρῶτα βούλομαι
δίδαξον, εἰ ζῶνθʼ Ἡρακλῆ προσδέξομαι.
Λίχας
ἔγωγέ τοι σφʼ ἔλειπον ἰσχύοντά τε
235 καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν.
Δηιάνειρα
ποῦ γῆς; πατρῴας εἴτε βαρβάρου; λέγε.
Λίχας
ἀκτή τις ἔστʼ Εὐβοιίς, ἔνθʼ ὁρίζεται
βωμοὺς τέλη τʼ ἔγκαρπα Κηναίῳ Διί.
Δηιάνειρα
εὐκταῖα φαίνων ἀπὸ μαντείας τινός;
Λίχας
240 εὐχαῖς ὅθʼ ᾕρει τῶνδʼ ἀνάστατον δορὶ
χώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν.
Δηιάνειρα
αὗται δέ, πρὸς θεῶν, τοῦ ποτʼ εἰσὶ καὶ τίνες;
οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με.
Λίχας
ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλιν
245 ἐξείλεθʼ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν.
Δηιάνειρα
κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπον
χρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον;
Λίχας
οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνον
κατείχεθʼ, ὥς φησʼ αὐτός, οὐκ ἐλεύθερος,
250 ἀλλʼ ἐμποληθείς· τοῦ λόγου δʼ οὐ χρὴ φθόνον,
γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ.
κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳ
ἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει.
χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼν
255 ὥσθʼ ὅρκον αὑτῷ προσβαλὼν διώμοσεν,
μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους
ξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι.
κοὐχ ἡλίωσε τοὔπος, ἀλλʼ ὅθʼ ἁγνὸς ἦν,
στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιν
260 τὴν Εὐρυτείαν. τόνδε γὰρ μεταίτιον
μόνον βροτῶν ἔφασκε τοῦδʼ εἶναι πάθους·
ὃς αὐτὸν ἐλθόντʼ ἐς δόμους ἐφέστιον,
ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοις
ἐπερρόθησε, πολλὰ δʼ ἀτηρᾷ φρενί,
265 λέγων χεροῖν μὲν ὡς ἄφυκτʼ ἔχων βέλη
τῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν,
φωνεῖ δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρου
ῥαίοιτο· δείπνοις δʼ ἡνίκʼ ἦν ᾠνωμένος,
ἔρριψεν ἐκτὸς αὐτόν. ὧν ἔχων χόλον,
270 ὡς ἵκετʼ αὖθις Ἴφιτος Τιρυνθίαν
πρὸς κλιτύν, ἵππους νομάδας ἐξιχνοσκοπῶν,
τότʼ ἄλλοσʼ αὐτὸν ὄμμα, θατέρᾳ δὲ νοῦν
ἔχοντʼ, ἀπʼ ἄκρας ἧκε πυργώδους πλακός.
ἔργου δʼ ἕκατι τοῦδε μηνίσας ἄναξ
275 τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος
πρατόν νιν ἐξέπεμψεν οὐδʼ ἠνέσχετο,
ὁθούνεκʼ αὐτὸν μοῦνον ἀνθρώπων δόλῳ
ἔκτεινεν· εἰ γὰρ ἐμφανῶς ἠμύνατο,
Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ·
280 ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες.
κεῖνοι δʼ ὑπερχλίοντες ἐκ γλώσσης κακῆς
αὐτοὶ μὲν Ἅιδου πάντες εἴσʼ οἰκήτορες,
πόλις δὲ δούλη· τάσδε δʼ ἅσπερ εἰσορᾷς
ἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίον
285 χωροῦσι πρὸς σέ· ταῦτα γὰρ πόσις τε σὸς
ἐφεῖτʼ, ἐγὼ δὲ πιστὸς ὢν κείνῳ τελῶ.
αὐτὸν δʼ ἐκεῖνον, εὖτʼ ἂν ἁγνὰ θύματα
ῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως,
φρόνει νιν ὡς ἥξοντα· τοῦτο γὰρ λόγου
290 πολλοῦ καλῶς λεχθέντος ἥδιστον κλύειν.
Χορός
ἄνασσα, νῦν σοι τέρψις ἐμφανὴς κυρεῖ,
τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ.
Δηιάνειρα
πῶς δʼ οὐκ ἐγὼ χαίροιμʼ ἄν, ἀνδρὸς εὐτυχῆ
κλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί;
295 πολλή ʼστʼ ἀνάγκη τῇδε τοῦτο συντρέχειν.
ὅμως δʼ ἔνεστι τοῖσιν εὖ σκοπουμένοις
ταρβεῖν τὸν εὖ πράσσοντα, μὴ σφαλῇ ποτε.
ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι,
ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένης
300 χώρας ἀοίκους ἀπάτοράς τʼ ἀλωμένας,
αἳ πρὶν μὲν ἦσαν ἐξ ἐλευθέρων ἴσως
ἀνδρῶν, τανῦν δὲ δοῦλον ἴσχουσιν βίον.
Ζεῦ τροπαῖε, μή ποτʼ εἰσίδοιμί σε
πρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι,
305 μηδʼ, εἴ τι δράσεις, τῆσδέ γε ζώσης ἔτι.
οὕτως ἐγὼ δέδοικα τάσδʼ ὁρωμένη.
δυστάλαινα, τίς ποτʼ εἶ νεανίδων;
ἄνανδρος τεκνοῦσσα; πρὸς μὲν γὰρ φύσιν
πάντων ἄπειρος τῶνδε, γενναία δέ τις.
310 Λίχα, τίνος ποτʼ ἐστὶν ξένη βροτῶν;
τίς τεκοῦσα, τίς δʼ φιτύσας πατήρ;
ἔξειπʼ· ἐπεί νιν τῶνδε πλεῖστον ᾤκτισα
βλέπουσʼ, ὅσῳπερ καὶ φρονεῖν οἶδεν μόνη.
Λίχας
τί δʼ οἶδʼ ἐγώ, τί δʼ ἄν με καὶ κρίνοις; ἴσως
315 γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις.
Δηιάνειρα
μὴ τῶν τυράννων; Εὐρύτου σπορά τις ἦν;
Λίχας
οὐκ οἶδα· καὶ γὰρ οὐδʼ ἀνιστόρουν μακράν.
Δηιάνειρα
οὐδʼ ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις;
Λίχας
ἥκιστα· σιγῇ τοὐμὸν ἔργον ἤνυτον.
Δηιάνειρα
320 εἴπʼ, τάλαινʼ, ἀλλʼ ἡμὶν ἐκ σαυτῆς, ἐπεὶ
καὶ ξυμφορά τοι μὴ εἰδέναι σέ γʼ ἥτις εἶ.
Λίχας
οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου
χρόνῳ διήσει γλῶσσαν, ἥτις οὐδαμὰ
προύφηνεν οὔτε μείζονʼ οὔτʼ ἐλάσσονα,
325 ἀλλʼ αἰὲν ὠδίνουσα συμφορᾶς βάρος
δακρυρροεῖ δύστηνος, ἐξ ὅτου πάτραν
διήνεμον λέλοιπεν· δέ τοι τύχη
κακὴ μὲν αὐτῇ γʼ, ἀλλὰ συγγνώμην ἔχει.
Δηιάνειρα
δʼ οὖν ἐάσθω, καὶ πορευέσθω στέγας
330 οὕτως ὅπως ἥδιστα, μηδὲ πρὸς κακοῖς
τοῖς οὖσιν ἄλλην πρός γʼ ἐμοῦ λύπην λάβῃ·
ἅλις γὰρ παροῦσα. πρὸς δὲ δώματα
χωρῶμεν ἤδη πάντες, ὡς σύ θʼ οἷ θέλεις
σπεύδῃς, ἐγώ τε τἄνδον ἐξαρκῆ τιθῶ.
Ἄγγελος
335 αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνασʼ, ὅπως
μάθῃς ἄνευ τῶνδʼ, οὕστινάς τʼ ἄγεις ἔσω,
ὧν τʼ οὐδὲν εἰσήκουσας ἐκμάθῃς δεῖ·
τούτων ἔχω γὰρ πάντʼ ἐπιστήμην ἐγώ.
Δηιάνειρα
τί δʼ ἐστί; τοῦ με τήνδʼ ἐφίστασαι βάσιν;
Ἄγγελος
340 σταθεῖσʼ ἄκουσον· καὶ γὰρ οὐδὲ τὸν πάρος
μῦθον μάτην ἤκουσας, οὐδὲ νῦν δοκῶ.
Δηιάνειρα
πότερον ἐκείνους δῆτα δεῦρʼ αὖθις πάλιν
καλῶμεν, ʼμοὶ ταῖσδέ τʼ ἐξειπεῖν θέλεις;
Ἄγγελος
σοὶ ταῖσδέ τʼ οὐδὲν εἴργεται, τούτους δʼ ἔα.
Δηιάνειρα
345 καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω.
Ἄγγελος
ἁνὴρ ὅδʼ οὐδὲν ὧν ἔλεξεν ἀρτίως
φωνεῖ δίκης ἐς ὀρθόν, ἀλλʼ νῦν κακὸς
πρόσθεν οὐ δίκαιος ἄγγελος παρῆν.
Δηιάνειρα
τί φής; σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς.
350 μὲν γὰρ ἐξείρηκας ἀγνοία μʼ ἔχει.
Ἄγγελος
τούτου λέγοντος τἀνδρὸς εἰσήκουσʼ ἐγώ,
πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης
ταύτης ἕκατι κεῖνος Εὔρυτόν θʼ ἕλοι
τήν θʼ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νιν
355 μόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε,
οὐ τἀπὶ Λυδοῖς οὐδʼ ὑπʼ Ὀμφάλῃ πόνων
λατρεύματʼ οὐδʼ ῥιπτὸς Ἰφίτου μόρος·
ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει.
ἀλλʼ ἡνίκʼ οὐκ ἔπειθε τὸν φυτοσπόρον
360 τὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος,
ἔγκλημα μικρὸν αἰτίαν θʼ ἑτοιμάσας
ἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν
τὸν Εὔρυτον τόνδʼ εἶπε δεσπόζειν θρόνων,
κτείνει τʼ ἄνακτα πατέρα τῆσδε καὶ πόλιν
365 ἔπερσε. καὶ νῦν, ὡς ὁρᾷς, ἥκει δόμους
ὡς τούσδε πέμπων οὐκ ἀφροντίστως, γύναι,
οὐδʼ ὥστε δούλην· μηδὲ προσδόκα τόδε·
οὐδʼ εἰκός, εἴπερ ἐντεθέρμανται πόθῳ.
ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν,
370 δέσποινʼ, τοῦδε τυγχάνω μαθὼν πάρα.
καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων
ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί,
ὥστʼ ἐξελέγχειν· εἰ δὲ μὴ λέγω φίλα,
οὐχ ἥδομαι, τὸ δʼ ὀρθὸν ἐξείρηχʼ ὅμως.
Δηιάνειρα
375 οἴμοι τάλαινα, ποῦ ποτʼ εἰμὶ πράγματος;
τίνʼ εἰσδέδεγμαι πημονὴν ὑπόστεγον
λαθραῖον; δύστηνος· ἆρʼ ἀνώνυμος
πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο;
Ἄγγελος
κάρτα λαμπρὰ καὶ κατʼ ὄνομα καὶ φύσιν,
380 πατρὸς μὲν οὖσα γένεσιν Εὐρύτου ποτὲ
Ἰόλη ʼκαλεῖτο, τῆς ἐκεῖνος οὐδαμὰ
βλάστας ἐφώνει, δῆθεν οὐδὲν ἱστορῶν.
Χορός
ὄλοιντομή τι πάντες οἱ κακοί, τὰ δὲ
λαθραῖʼ ὃς ἀσκεῖ μὴ πρέποντʼ αὐτῷ κακά.
Δηιάνειρα
385 τί χρὴ ποεῖν, γυναῖκες; ὡς ἐγὼ λόγοις
τοῖς νῦν παροῦσιν ἐκπεπληγμένη κυρῶ.
Χορός
πεύθου μολοῦσα τἀνδρός, ὡς τάχʼ ἂν σαφῆ
λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις.
Δηιάνειρα
ἀλλʼ εἶμι· καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις.
Ἄγγελος
390 ἡμεῖς δὲ προσμένωμεν; τί χρὴ ποεῖν;
Δηιάνειρα
μίμνʼ, ὡς ὅδʼ ἀνὴρ οὐκ ἐμῶν ὑπʼ ἀγγέλων,
ἀλλʼ αὐτόκλητος ἐκ δόμων πορεύεται.
Λίχας
τί χρή, γύναι, μολόντα μʼ Ἡρακλεῖ λέγειν;
δίδαξον, ὡς ἕρποντος, ὡς ὁρᾷς, ἐμοῦ.
Δηιάνειρα
395 ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν
ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους.
Λίχας
ἀλλʼ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμʼ ἐγώ.
Δηιάνειρα
καὶ τὸ πιστὸν τῆς ἀληθείας νέμεις;
Λίχας
ἴστω μέγας Ζεύς, ὧν γʼ ἂν ἐξειδὼς κυρῶ.
Δηιάνειρα
400 τίς γυνὴ δῆτʼ ἐστὶν ἣν ἥκεις ἄγων;
Λίχας
Εὐβοιίς· ὧν δʼ ἔβλαστεν οὐκ ἔχω λέγειν.
Ἄγγελος
οὗτος, βλέφʼ ὧδε· πρὸς τίνʼ ἐννέπειν δοκεῖς;
Λίχας
σὺ δʼ εἰς τί δή με τοῦτʼ ἐρωτήσας ἔχεις;
Ἄγγελος
τόλμησον εἰπεῖν, εἰ φρονεῖς, σʼ ἱστορῶ.
Λίχας
405 πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέως
κόρην δάμαρτά θʼ Ἡρακλέους, εἰ μὴ κυρῶ
λεύσσων μάταια, δεσπότιν τε τὴν ἐμήν.
Ἄγγελος
τοῦτʼ αὔτʼ ἔχρῃζον, τοῦτό σου μαθεῖν· λέγεις δέσποιναν εἶναι τήνδε σήν;
Λίχας
δίκαια γάρ.
Ἄγγελος
410 τί δῆτα; ποίαν ἀξιοῖς δοῦναι δίκην,
ἢν εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν;
Λίχας
πῶς μὴ δίκαιος; τί ποτε ποικίλας ἔχεις;
Ἄγγελος
οὐδέν· σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς.
Λίχας
ἄπειμι· μῶρος δʼ πάλαι κλύων σέθεν.
Ἄγγελος
415 οὔ, πρίν γʼ ἂν εἴπῃς ἱστορούμενος βραχύ.
Λίχας
λέγʼ, εἴ τι χρῄζεις· καὶ γὰρ οὐ σιγηλὸς εἶ.
Ἄγγελος
τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους, κάτοισθα δήπου;
Λίχας
φημί· πρὸς τί δʼ ἱστορεῖς;
Ἄγγελος
οὔκουν σὺ ταύτην, ἣν ὑπʼ ἀγνοίας ὁρᾷς,
420 Ἰόλην ἔφασκες Εὐρύτου σπορὰν ἄγειν;
Λίχας
ποίοις ἐν ἀνθρώποισι; τίς πόθεν μολὼν
σοὶ μαρτυρήσει ταῦτʼ ἐμοῦ κλύειν πάρα;
Ἄγγελος
πολλοῖσιν ἀστῶν· ἐν μέσῃ Τραχινίων
ἀγορᾷ πολύς σου ταῦτά γʼ εἰσήκουσʼ ὄχλος.
Λίχας
425 κλύειν γʼ ἔφασκον· ταὐτὸ δʼ οὐχὶ γίγνεται
δόκησιν εἰπεῖν κἀξακριβῶσαι λόγον.
Ἄγγελος
ποίαν δόκησιν; οὐκ ἐπώμοτος λέγων
δάμαρτʼ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν;
Λίχας
ἐγὼ δάμαρτα; πρὸς θεῶν, φράσον, φίλη
430 δέσποινα, τόνδε τίς ποτʼ ἐστὶν ξένος.
Ἄγγελος
ὃς σοῦ παρὼν ἤκουσεν, ὡς ταύτης πόθῳ
πόλις δαμείη πᾶσα, κοὐχ Λυδία
πέρσειεν αὐτήν, ἀλλʼ τῆσδʼ ἔρως φανείς.
Λίχας
ἅνθρωπος, δέσποινʼ, ἀποστήτω· τὸ γὰρ
435 νοσοῦντι ληρεῖν ἀνδρὸς οὐχὶ σώφρονος.
Δηιάνειρα
μή, πρός σε τοῦ κατʼ ἄκρον Οἰταῖον νάπος
Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.
οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇ
οὐδʼ ἥτις οὐ κάτοιδε τἀνθρώπων, ὅτι
440 χαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί.
Ἔρωτι μέν νυν ὅστις ἀντανίσταται
πύκτης ὅπως ἐς χεῖρας, οὐ καλῶς φρονεῖ·
οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει,
κἀμοῦ γε· πῶς δʼ οὐ χἀτέρας οἵας γʼ ἐμοῦ;
445 ὥστʼ εἴ τι τὠμῷ τʼ ἀνδρὶ τῇδε τῇ νόσῳ
ληφθέντι μεμπτός εἰμι, κάρτα μαίνομαι,
τῇδε τῇ γυναικὶ τῇ μεταιτίᾳ
τοῦ μηδὲν αἰσχροῦ μηδʼ ἐμοὶ κακοῦ τινος.
οὐκ ἔστι ταῦτʼ· ἀλλʼ εἰ μὲν ἐκ κείνου μαθὼν
450 ψεύδει, μάθησιν οὐ καλὴν ἐκμανθάνεις.
εἰ δʼ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν
θέλῃς γενέσθαι χρηστός, ὀφθήσει κακός.
ἀλλʼ εἰπὲ πᾶν τἀληθές· ὡς ἐλευθέρῳ
ψευδεῖ καλεῖσθαι κὴρ πρόσεστιν οὐ καλή.
455 ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται·
πολλοὶ γὰρ οἷς εἴρηκας, οἳ φράσουσʼ ἐμοί.
κεἰ μὲν δέδοικας, οὐ καλῶς ταρβεῖς, ἐπεὶ
τὸ μὴ πυθέσθαι, τοῦτό μʼ ἀλγύνειεν ἄν·
τὸ δʼ εἰδέναι τί δεινόν; οὐχὶ χἀτέρας
460 πλείστας ἀνὴρ εἷς Ἡρακλῆς ἔγημε δή;
κοὔπω τις αὐτῶν ἔκ γʼ ἐμοῦ λόγον κακὸν
ἠνέγκατʼ οὐδʼ ὄνειδος· ἥδε τʼ οὐδʼ ἂν εἰ
κάρτʼ ἐντακείη τῷ φιλεῖν, ἐπεί σφʼ ἐγὼ
ᾤκτιρα δὴ μάλιστα προσβλέψασʼ, ὅτι
465 τὸ κάλλος αὐτῆς τὸν βίον διώλεσεν,
καὶ γῆν πατρῴαν οὐχ ἑκοῦσα δύσμορος
ἔπερσε κἀδούλωσεν. ἀλλὰ ταῦτα μὲν
ῥείτω κατʼ οὖρον· σοὶ δʼ ἐγὼ φράζω κακὸν
πρὸς ἄλλον εἶναι, πρὸς δʼ ἔμʼ ἀψευδεῖν ἀεί.
Χορός
470 πείθου λεγούσῃ χρηστά, κοὐ μέμψει χρόνῳ
γυναικὶ τῇδε κἀπʼ ἐμοῦ κτήσει χάριν.
Λίχας
ἀλλʼ, φίλη δέσποινʼ, ἐπεί σε μανθάνω
θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα,
πᾶν σοι φράσω τἀληθὲς οὐδὲ κρύψομαι.
475 ἔστιν γὰρ οὕτως ὥσπερ οὗτος ἐννέπει.
ταύτης δεινὸς ἵμερός ποθʼ Ἡρακλῆ
διῆλθε, καὶ τῆσδʼ εἵνεχʼ πολύφθορος
καθῃρέθη πατρῷος Οἰχαλία δόρει.
καὶ ταῦτα, δεῖ γὰρ καὶ τὸ πρὸς κείνου λέγειν,
480 οὔτʼ εἶπε κρύπτειν οὔτʼ ἀπηρνήθη ποτέ,
ἀλλʼ αὐτός, δέσποινα, δειμαίνων τὸ σὸν
μὴ στέρνον ἀλγύνοιμι τοῖσδε τοῖς λόγοις,
ἥμαρτον, εἴ τι τήνδʼ ἁμαρτίαν νέμεις.
ἐπεί γε μὲν δὴ πάντʼ ἐπίστασαι λόγον,
485 κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν
καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους,
οὓς εἶπας ἐς τήνδʼ, ἐμπέδως εἰρηκέναι·
ὡς τἄλλʼ ἐκεῖνος πάντʼ ἀριστεύων χεροῖν
τοῦ τῆσδʼ ἔρωτος εἰς ἅπανθʼ ἥσσων ἔφυ.
Δηιάνειρα
490 ἀλλʼ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν,
κοὔτοι νόσον γʼ ἐπακτὸν ἐξαρούμεθα,
θεοῖσι δυσμαχοῦντες. ἀλλʼ εἴσω στέγης
χωρῶμεν, ὡς λόγων τʼ ἐπιστολὰς φέρῃς,
τʼ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι,
495 καὶ ταῦτʼ ἄγῃς· κενὸν γὰρ οὐ δίκαιά σε
χωρεῖν προσελθόνθʼ ὧδε σὺν πολλῷ στόλῳ.
Tap any Greek word to look it up
An open-access project
Jebb 1913
Loeb
Jebb, Cambridge, 1913 · 1913
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up