Deianira's Death
,
1005 ἐᾶτέ μʼ, ἐᾶτέ με δύσμορον ὕστατον,
ἐᾶθʼ ὕστατον εὐνᾶσθαι.
πᾷ πᾷ μου ψαύεις; ποῖ κλίνεις;
ἀπολεῖς μʼ, ἀπολεῖς.
ἀνατέτροφας τι καὶ μύσῃ.
1010 ἧπταί μου, τοτοτοῖ, ἥδʼ αὖθʼ ἕρπει. πόθεν ἔστʼ,
πάντων Ἑλλάνων ἀδικώτατοι ἀνέρες, οὓς δὴ
πολλὰ μὲν ἐν πόντῳ κατά τε δρία πάντα καθαίρων
ὠλεκόμαν τάλας, καὶ νῦν ἐπὶ τῷδε νοσοῦντι
οὐ πῦρ, οὐκ ἔγχος τις ὀνήσιμον οὐκ ἐπιτρέψει;
1015 ,
1015 οὐδʼ ἀπαράξαι κρᾶτα βίᾳ θέλει
μολὼν τοῦ στυγεροῦ; φεῦ φεῦ.
παῖ τοῦδʼ ἀνδρός, τοὔργον τόδε μεῖζον ἀνήκει
κατʼ ἐμὰν ῥώμαν· σὺ δὲ σύλλαβε. σοὶ γὰρ ἑτοίμα
ἐς πλέον διʼ ἐμοῦ σῴζειν.
1020 ψαύω μὲν ἔγωγε,
λαθίπονον δʼ ὀδυνᾶν οὔτʼ ἔνδοθεν οὔτε θύραθεν
ἔστι μοι ἐξανύσαι βίοτον· τοιαῦτα νέμει Ζεύς.
παῖ, ποῦ ποτʼ εἶ; τᾷδέ με τᾷδέ με
1025 πρόσλαβε κουφίσας. , ἰὼ δαῖμον.
θρῴσκει δʼ αὖ, θρῴσκει δειλαία
διολοῦσʼ ἡμᾶς
1030 ἀποτίβατος ἀγρία νόσος.
Παλλὰς Παλλάς, τόδε μʼ αὖ λωβᾶται. ἰὼ παῖ,
τὸν φύτορʼ οἰκτίρας, ἀνεπίφθονον εἴρυσον ἔγχος,
1035 παῖσον ἐμᾶς ὑπὸ κλῇδος· ἀκοῦ δʼ ἄχος, μʼ ἐχόλωσεν
σὰ μάτηρ ἄθεος, τὰν ὧδʼ ἐπίδοιμι πεσοῦσαν
1040 αὔτως, ὧδʼ αὔτως ὥς μʼ ὤλεσεν. γλυκὺς Ἅιδας,
Διὸς αὐθαίμων, εὔνασον εὔνασον μʼ
ὠκυπέτᾳ μόρῳ τὸν μέλεον φθίσας.
Tap any Greek word to look it up
An open-access project
Jebb 1913
Loeb
Jebb, Cambridge, 1913 · 1913
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up