Χορός
κλύουσʼ ἔφριξα τάσδε συμφοράς, φίλαι,
1045
ἄνακτος, οἵαις οἷος ὢν ἐλαύνεται.
Ἡρακλῆς
ὦ πολλὰ δὴ καὶ θερμὰ κοὐ λόγῳ κακὰ
καὶ χερσὶ καὶ νώτοισι μοχθήσας ἐγώ·
κοὔπω τοιοῦτον οὔτʼ ἄκοιτις ἡ Διὸς
προύθηκεν οὔθʼ ὁ στυγνὸς Εὐρυσθεὺς ἐμοί,
1050
οἷον τόδʼ ἡ δολῶπις Οἰνέως κόρη
καθῆψεν ὤμοις τοῖς ἐμοῖς Ἐρινύων
ὑφαντὸν ἀμφίβληστρον, ᾧ διόλλυμαι.
πλευραῖσι γὰρ προσμαχθὲν ἐκ μὲν ἐσχάτας
βέβρωκε σάρκας, πλεύμονός τʼ ἀρτηρίας
1055
ῥοφεῖ ξυνοικοῦν, ἐκ δὲ χλωρὸν αἷμά μου
πέπωκεν ἤδη, καὶ διέφθαρμαι δέμας
τὸ πᾶν, ἀφράστῳ τῇδε χειρωθεὶς πέδῃ.
κοὐ ταῦτα λόγχη πεδιάς, οὔθʼ ὁ γηγενὴς
στρατὸς Γιγάντων οὔτε θήρειος βία,
1060
οὔθʼ Ἑλλὰς οὔτʼ ἄγλωσσος οὔθʼ ὅσην ἐγὼ
γαῖαν καθαίρων ἱκόμην, ἔδρασέ πω·
γυνὴ δέ, θῆλυς φῦσα κοὐκ ἀνδρὸς φύσιν,
μόνη με δὴ καθεῖλε φασγάνου δίχα.
ὦ παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς,
1065
καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον.
δός μοι χεροῖν σαῖν αὐτὸς ἐξ οἴκου λαβὼν
ἐς χεῖρα τὴν τεκοῦσαν, ὡς εἰδῶ σάφα
εἰ τοὐμὸν ἀλγεῖς μᾶλλον ἢ κείνης ὁρῶν
λωβητὸν εἶδος ἐν δίκῃ κακούμενον.
1070
ἴθʼ, ὦ τέκνον, τόλμησον· οἴκτιρόν τέ με
πολλοῖσιν οἰκτρόν, ὅστις ὥστε παρθένος
βέβρυχα κλαίων, καὶ τόδʼ οὐδʼ ἂν εἷς ποτε
τόνδʼ ἄνδρα φαίη πρόσθʼ ἰδεῖν δεδρακότα,
ἀλλʼ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς.
1075
νῦν δʼ ἐκ τοιούτου θῆλυς ηὕρημαι τάλας.
καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός,
σκέψαι θʼ ὁποίας ταῦτα συμφορᾶς ὕπο
πέπονθα· δείξω γὰρ τάδʼ ἐκ καλυμμάτων.
ἰδού, θεᾶσθε πάντες ἄθλιον δέμας,
1080
ὁρᾶτε τὸν δύστηνον, ὡς οἰκτρῶς ἔχω.
αἰαῖ, ἆ τάλας,
ἔθαλψεν ἄτης σπασμὸς ἀρτίως ὅδʼ αὖ,
διῇξε πλευρῶν, οὐδʼ ἀγύμναστόν μʼ ἐᾶν
ἔοικεν ἡ τάλαινα διάβορος νόσος.
1085
ὦναξ Ἀίδη, δέξαι μʼ,
ὦ Διὸς ἀκτίς, παῖσον,
ἔνσεισον, ὦναξ, ἐγκατάσκηψον βέλος,
πάτερ, κεραυνοῦ· δαίνυται γὰρ αὖ πάλιν,
ἤνθηκεν, ἐξωρμήκεν. ὦ χέρες χέρες,
1090
ὦ νῶτα καὶ στέρνʼ, ὦ φίλοι βραχίονες,
ὑμεῖς δὲ κεῖνοι δὴ καθέσταθʼ, οἵ ποτε
Νεμέας ἔνοικον, βουκόλων ἀλάστορα
λέοντʼ, ἄπλατον θρέμμα κἀπροσήγορον,
βίᾳ κατειργάσασθε, Λερναίαν θʼ ὕδραν,
1095
διφυῆ τʼ ἄμικτον ἱπποβάμονα στρατὸν
θηρῶν, ὑβριστὴν ἄνομον, ὑπέροχον βίαν,
Ἐρυμάνθιόν τε θῆρα, τόν θʼ ὑπὸ χθονὸς
Ἅιδου τρίκρανον σκύλακʼ, ἀπρόσμαχον τέρας,
δεινῆς Ἐχίδνης θρέμμα, τόν τε χρυσέων
1100
δράκοντα μήλων φύλακʼ ἐπʼ ἐσχάτοις τόποις.
ἄλλων τε μόχθων μυρίων ἐγευσάμην,
κοὐδεὶς τροπαῖʼ ἔστησε τῶν ἐμῶν χερῶν.
νῦν δʼ ὧδʼ ἄναρθρος καὶ κατερρακωμένος
τυφλῆς ὑπʼ ἄτης ἐκπεπόρθημαι τάλας,
1105
ὁ τῆς ἀρίστης μητρὸς ὠνομασμένος,
ὁ τοῦ κατʼ ἄστρα Ζηνὸς αὐδηθεὶς γόνος.
ἀλλʼ εὖ γέ τοι τόδʼ ἴστε, κἂν τὸ μηδὲν ὦ
κἂν μηδὲν ἕρπω, τήν γε δράσασαν τάδε
χειρώσομαι κἀκ τῶνδε· προσμόλοι μόνον,
1110
ἵνʼ ἐκδιδαχθῇ πᾶσιν ἀγγέλλειν ὅτι
καὶ ζῶν κακούς γε καὶ θανὼν ἐτισάμην.
Χορός
ὦ τλῆμον Ἑλλάς, πένθος οἷον εἰσορῶ
ἕξουσαν, ἀνδρὸς τοῦδέ γʼ εἰ σφαλήσεται.
Ὕλλος
ἐπεὶ παρέσχες ἀντιφωνῆσαι, πάτερ,
1115
σιγὴν παρασχὼν κλῦθί μου, νοσῶν ὅμως·
αἰτήσομαι γάρ σʼ ὧν δίκαια τυγχάνειν.
δός μοι σεαυτόν, μὴ τοσοῦτον ὡς δάκνει
θυμῷ δύσοργος· οὐ γὰρ ἂν γνοίης ἐν οἷς
χαίρειν προθυμεῖ κἀν ὅτοις ἀλγεῖς μάτην.
Ἡρακλῆς
1120
εἰπὼν ὃ χρῄζεις λῆξον· ὡς ἐγὼ νοσῶν
οὐδὲν ξυνίημʼ ὧν σὺ ποικίλλεις πάλαι.
Ὕλλος
τῆς μητρὸς ἥκω τῆς ἐμῆς φράσων ἐν οἷς
νῦν ἐστιν ὥς θʼ ἥμαρτεν οὐχ ἑκουσία.
Ἡρακλῆς
ὦ παγκάκιστε, καὶ παρεμνήσω γὰρ αὖ
1125
τῆς πατροφόντου μητρός, ὡς κλύειν ἐμέ;
Ὕλλος
ἔχει γὰρ οὕτως ὥστε μὴ σιγᾶν πρέπειν.
Ἡρακλῆς
οὐ δῆτα τοῖς γε πρόσθεν ἡμαρτημένοις.
Ὕλλος
ἀλλʼ οὐδὲ μὲν δὴ τοῖς γʼ ἐφʼ ἡμέραν ἐρεῖς.
Ἡρακλῆς
λέγʼ, εὐλαβοῦ δὲ μὴ φανῇς κακὸς γεγώς.
Ὕλλος
1130
λέγω· τέθνηκεν ἀρτίως νεοσφαγής.
Ἡρακλῆς
πρὸς τοῦ; τέρας τοι διὰ κακῶν ἐθέσπισας.
Ὕλλος
αὐτὴ πρὸς αὑτῆς, οὐδενὸς πρὸς ἐκτόπου.
Ἡρακλῆς
οἴμοι· πρὶν ὡς χρῆν σφʼ ἐξ ἐμῆς θανεῖν χερός;
Ὕλλος
κἂν σοῦ στραφείη θυμός, εἰ τὸ πᾶν μάθοις.
Ἡρακλῆς
1135
δεινοῦ λόγου κατῆρξας· εἰπὲ δʼ ᾗ νοεῖς.
Ὕλλος
ἅπαν τὸ χρῆμʼ, ἥμαρτε χρηστὰ μωμένη.
Ἡρακλῆς
χρήστʼ, ὦ κάκιστε, πατέρα σὸν κτείνασα δρᾷ;
Ὕλλος
στέργημα γὰρ δοκοῦσα προσβαλεῖν σέθεν
ἀπήμπλαχʼ, ὡς προσεῖδε τοὺς ἔνδον γάμους.
Ἡρακλῆς
1140
καὶ τίς τοσοῦτος φαρμακεὺς Τραχινίων;
Ὕλλος
Νέσσος πάλαι Κένταυρος ἐξέπεισέ νιν
τοιῷδε φίλτρῳ τὸν σὸν ἐκμῆναι πόθον.
Ἡρακλῆς
ἰοὺ ἰοὺ δύστηνος, οἴχομαι τάλας·
ὄλωλʼ ὄλωλα, φέγγος οὐκέτʼ ἔστι μοι.
1145
οἴμοι, φρονῶ δὴ ξυμφορᾶς ἵνʼ ἕσταμεν.
ἴθʼ, ὦ τέκνον, πατὴρ γὰρ οὐκέτʼ ἔστι σοι·
κάλει τὸ πᾶν μοι σπέρμα σῶν ὁμαιμόνων,
κάλει δὲ τὴν τάλαιναν Ἀλκμήνην, Διὸς
μάτην ἄκοιτιν, ὡς τελευταίαν ἐμοῦ
1150
φήμην πύθησθε θεσφάτων ὅσʼ οἶδʼ ἐγώ.
Ὕλλος
ἀλλʼ οὔτε μήτηρ ἐνθάδʼ, ἀλλʼ ἐπακτίᾳ
Τίρυνθι συμβέβηκεν ὥστʼ ἔχειν ἕδραν.
παίδων δὲ τοὺς μὲν ξυλλαβοῦσʼ αὐτὴ τρέφει,
τοὺς δʼ ἂν τὸ Θήβης ἄστυ ναίοντας μάθοις·
1155
ἡμεῖς δʼ ὅσοι πάρεσμεν, εἴ τι χρή, πάτερ,
πράσσειν, κλύοντες ἐξυπηρετήσομεν.
Ἡρακλῆς
σὺ δʼ οὖν ἄκουε τοὔργον· ἐξήκεις δʼ ἵνα
φανεῖς ὁποῖος ὢν ἀνὴρ ἐμὸς καλεῖ.
ἐμοὶ γὰρ ἦν πρόφαντον ἐκ πατρὸς πάλαι,
1160
τῶν ἐμπνεόντων μηδενὸς θανεῖν ὕπο,
ἀλλʼ ὅστις Ἅιδου φθίμενος οἰκήτωρ πέλοι.
ὅδʼ οὖν ὁ θὴρ Κένταυρος, ὡς τὸ θεῖον ἦν
πρόφαντον, οὕτω ζῶντά μʼ ἔκτεινεν θανών.
φανῶ δʼ ἐγὼ τούτοισι συμβαίνοντʼ ἴσα
1165
μαντεῖα καινά, τοῖς πάλαι ξυνήγορα,
ἃ τῶν ὀρείων καὶ χαμαικοιτῶν ἐγὼ
Σελλῶν ἐσελθὼν ἄλσος εἰσεγραψάμην
πρὸς τῆς πατρῴας καὶ πολυγλώσσου δρυός,
ἥ μοι χρόνῳ τῷ ζῶντι καὶ παρόντι νῦν
1170
ἔφασκε μόχθων τῶν ἐφεστώτων ἐμοὶ
λύσιν τελεῖσθαι· κἀδόκουν πράξειν καλῶς.
τὸ δʼ ἦν ἄρʼ οὐδὲν ἄλλο πλὴν θανεῖν ἐμέ.
τοῖς γὰρ θανοῦσι μόχθος οὐ προσγίγνεται.
ταῦτʼ οὖν ἐπειδὴ λαμπρὰ συμβαίνει, τέκνον,
1175
δεῖ σʼ αὖ γενέσθαι τῷδε τἀνδρὶ σύμμαχον
καὶ μὴ ʼπιμεῖναι τοὐμὸν ὀξῦναι στόμα,
ἀλλʼ αὐτὸν εἰκαθόντα συμπράσσειν, νόμον
κάλλιστον ἐξευρόντα, πειθαρχεῖν πατρί.
Ὕλλος
ἀλλʼ, ὦ πάτερ, ταρβῶ μὲν εἰς λόγου στάσιν
1180
τοιάνδʼ ἐπελθών, πείσομαι δʼ ἅ σοι δοκεῖ.
Ἡρακλῆς
ἔμβαλλε χεῖρα δεξιὰν πρώτιστά μοι·
Ὕλλος
ὡς πρὸς τί πίστιν τήνδʼ ἄγαν ἐπιστρέφεις;
Ἡρακλῆς
οὐ θᾶσσον οἴσεις μηδʼ ἀπιστήσεις ἐμοί;
Ὕλλος
ἰδοὺ προτείνω, κοὐδὲν ἀντειρήσεται.
Ἡρακλῆς
1185
ὄμνυ Διός νυν τοῦ με φύσαντος κάρα,
Ὕλλος
ἦ μὴν τί δράσειν; καὶ τόδʼ ἐξειρήσεται;
Ἡρακλῆς
ἦ μὴν ἐμοὶ τὸ λεχθὲν ἔργον ἐκτελεῖν.
Ὕλλος
ὄμνυμʼ ἔγωγε, Ζῆνʼ ἔχων ἐπώμοτον.
Ἡρακλῆς
εἰ δʼ ἐκτὸς ἔλθοις, πημονὰς εὔχου λαβεῖν.
Ὕλλος
1190
οὐ μὴ λάβω· δράσω γάρ· εὔχομαι δʼ ὅμως·
Ἡρακλῆς
οἶσθʼ οὖν τὸν Οἴτης Ζηνὸς ὕψιστον πάγον;
Ὕλλος
οἶδʼ, ὡς θυτήρ γε πολλὰ δὴ σταθεὶς ἄνω.
Ἡρακλῆς
ἐνταῦθά νυν χρὴ τοὐμὸν ἐξάραντά σε
σῶμʼ αὐτόχειρα καὶ ξὺν οἷς χρῄζεις φίλων.
1195
πολλὴν μὲν ὕλην τῆς βαθυρρίζου δρυὸς
κείραντα, πολλὸν δʼ ἄρσενʼ ἐκτεμόνθʼ ὁμοῦ
ἄγριον ἔλαιον, σῶμα τοὐμὸν ἐμβαλεῖν,
καὶ πευκίνης λαβόντα λαμπάδος σέλας
πρῆσαι. γόου δὲ μηδὲν εἰσίτω δάκρυ,
1200
ἀλλʼ ἀστένακτος κἀδάκρυτος, εἴπερ εἶ
τοῦδʼ ἀνδρός, ἔρξον· εἰ δὲ μή, μενῶ σʼ ἐγὼ
καὶ νέρθεν ὢν ἀραῖος εἰσαεὶ βαρύς.
Ὕλλος
οἴμοι, πάτερ, τί δʼ εἶπας; οἷά μʼ εἴργασαι.
Ἡρακλῆς
ὁποῖα δραστέʼ ἐστίν· εἰ δὲ μή, πατρὸς
1205
ἄλλου γενοῦ του μηδʼ ἐμὸς κληθῇς ἔτι.
Ὕλλος
οἴμοι μάλʼ αὖθις, οἷά μʼ ἐκκαλεῖ, πάτερ,
φονέα γενέσθαι καὶ παλαμναῖον σέθεν.
Ἡρακλῆς
οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ ὧν ἔχω παιώνιον
καὶ μοῦνον ἰατῆρα τῶν ἐμῶν κακῶν.
Ὕλλος
1210
καὶ πῶς ὑπαίθων σῶμʼ ἂν ἰῴμην τὸ σόν;
Ἡρακλῆς
ἀλλʼ εἰ φοβεῖ πρὸς τοῦτο, τἄλλα γʼ ἔργασαι.
Ὕλλος
φορᾶς γέ τοι φθόνησις οὐ γενήσεται.
Ἡρακλῆς
ἦ καὶ πυρᾶς πλήρωμα τῆς εἰρημένης;
Ὕλλος
ὅσον γʼ ἂν αὐτὸς μὴ ποτιψαύων χεροῖν·
1215
τὰ δʼ ἄλλα πράξω κοὐ καμεῖ τοὐμὸν μέρος.
Ἡρακλῆς
ἀλλʼ ἀρκέσει καὶ ταῦτα· πρόσνειμαι δέ μοι
χάριν βραχεῖαν πρὸς μακροῖς ἄλλοις διδούς.
Ὕλλος
εἰ καὶ μακρὰ κάρτʼ ἐστίν, ἐργασθήσεται.
Ἡρακλῆς
τὴν Εὐρυτείαν οἶσθα δῆτα παρθένον;
Ὕλλος
1220
Ἰόλην ἔλεξας, ὥς γʼ ἐπεικάζειν ἐμέ.
Ἡρακλῆς
ἔγνως. τοσοῦτον δή σʼ ἐπισκήπτω, τέκνον·
ταύτην ἐμοῦ θανόντος, εἴπερ εὐσεβεῖν
βούλει, πατρῴων ὁρκίων μεμνημένος,
προσθοῦ δάμαρτα, μηδʼ ἀπιστήσῃς πατρί·
1225
μηδʼ ἄλλος ἀνδρῶν τοῖς ἐμοῖς πλευροῖς ὁμοῦ
κλιθεῖσαν αὐτὴν ἀντὶ σοῦ λάβῃ ποτέ,
ἀλλʼ αὐτός, ὦ παῖ, τοῦτο κήδευσον λέχος.
πείθου· τὸ γάρ τοι μεγάλα πιστεύσαντʼ ἐμοὶ
σμικροῖς ἀπιστεῖν τὴν πάρος συγχεῖ χάριν.
Ὕλλος
1230
οἴμοι· τὸ μὲν νοσοῦντι θυμοῦσθαι κακόν,
τὸ δʼ ὧδʼ ὁρᾶν φρονοῦντα τίς ποτʼ ἂν φέροι;
Ἡρακλῆς
ὡς ἐργασείων οὐδὲν ὧν λέγω θροεῖς.
Ὕλλος
τίς γάρ ποθʼ, ἥ μοι μητρὶ μὲν θανεῖν μόνη
μεταίτιος σοί τʼ αὖθις ὡς ἔχεις ἔχειν,
1235
τίς ταῦτʼ ἄν, ὅστις μὴ ʼξ ἀλαστόρων νοσοῖ,
ἕλοιτο; κρεῖσσον κἀμέ γʼ, ὦ πάτερ, θανεῖν
ἢ τοῖσιν ἐχθίστοισι συνναίειν ὁμοῦ.
Ἡρακλῆς
ἁνὴρ ὅδʼ, ὡς ἔοικεν, οὐ νεμεῖν ἐμοὶ
φθίνοντι μοῖραν· ἀλλά τοι θεῶν ἀρὰ
1240
μενεῖ σʼ ἀπιστήσαντα τοῖς ἐμοῖς λόγοις.
Ὕλλος
ὤμοι, τάχʼ, ὡς ἔοικας, ὡς νοσεῖς φράσεις.
Ἡρακλῆς
σὺ γάρ μʼ ἀπʼ εὐνασθέντος ἐκκινεῖς κακοῦ.
Ὕλλος
δείλαιος, ὡς ἐς πολλὰ τἀπορεῖν ἔχω.
Ἡρακλῆς
οὐ γὰρ δικαιοῖς τοῦ φυτεύσαντος κλύειν.
Ὕλλος
1245
ἀλλʼ ἐκδιδαχθῶ δῆτα δυσσεβεῖν, πάτερ;
Ἡρακλῆς
οὐ δυσσέβεια, τοὐμὸν εἰ τέρψεις κέαρ.
Ὕλλος
πράσσειν ἄνωγας οὖν με πανδίκως τάδε;
Ἡρακλῆς
ἔγωγε· τούτων μάρτυρας καλῶ θεούς.
Ὕλλος
τοιγὰρ ποήσω κοὐκ ἀπώσομαι, τὸ σὸν
1250
θεοῖσι δεικνὺς ἔργον· οὐ γὰρ ἄν ποτε
κακὸς φανείην σοί γε πιστεύσας, πάτερ.
Ἡρακλῆς
καλῶς τελευτᾷς, κἀπὶ τοῖσδε τὴν χάριν
ταχεῖαν, ὦ παῖ, πρόσθες, ὡς πρὶν ἐμπεσεῖν
σπαραγμὸν ἤ τινʼ οἶστρον, ἐς πυράν με θῇς.
1255
ἄγʼ ἐγκονεῖτʼ, αἴρεσθε· παῦλά τοι κακῶν
αὕτη, τελευτὴ τοῦδε τἀνδρὸς ὑστάτη.
Ὕλλος
ἀλλʼ οὐδὲν εἴργει σοὶ τελειοῦσθαι τάδε,
ἐπεὶ κελεύεις κἀξαναγκάζεις, πάτερ.
Ἡρακλῆς
ἄγε νυν, πρὶν τήνδʼ ἀνακινῆσαι
1260
νόσον, ὦ ψυχὴ σκληρά, χάλυβος
λιθοκόλλητον στόμιον παρέχουσʼ,
ἀνάπαυε βοήν, ὡς ἐπίχαρτον
τελέουσʼ ἀεκούσιον ἔργον.
Ὕλλος
αἴρετʼ, ὀπαδοί, μεγάλην μὲν ἐμοὶ
1265
τούτων θέμενοι συγγνωμοσύνην,
μεγάλην δὲ θεῶν ἀγνωμοσύνην
εἰδότες ἔργων τῶν πρασσομένων,
οἳ φύσαντες καὶ κλῃζόμενοι
πατέρες τοιαῦτʼ ἐφορῶσι πάθη.
1270
τὰ μὲν οὖν μέλλοντʼ οὐδεὶς ἐφορᾷ,
τὰ δὲ νῦν ἑστῶτʼ οἰκτρὰ μὲν ἡμῖν,
αἰσχρὰ δʼ ἐκείνοις,
χαλεπώτατα δʼ οὖν ἀνδρῶν πάντων
τῷ τήνδʼ ἄτην ὑπέχοντι.
1275
λείπου μηδὲ σύ, παρθένʼ, ἀπʼ οἴκων,
μεγάλους μὲν ἰδοῦσα νέους θανάτους,
πολλὰ δὲ πήματα καὶ καινοπαθῆ,
κοὐδὲν τούτων ὅ τι μὴ Ζεύς.
Tap any Greek word to look it up