Second Stasimon
κλεινὰ Σαλαμίς, σὺ μέν που
ναίεις ἁλίπλακτος, εὐδαίμων,
πᾶσιν περίφαντος ἀεί·
600 ἐγὼ δʼ τλάμων παλαιὸς ἀφʼ οὗ χρόνος
Ἰδαῖα μίμνων λειμώνιʼ ἔπαυλα μηνῶν
ἀνήριθμος αἰὲν εὐνῶμαι
605 χρόνῳ τρυχόμενος,
κακὰν ἐλπίδʼ ἔχων
ἔτι μέ ποτʼ ἀνύσειν
τὸν ἀπότροπον ἀΐδηλον Ἅιδαν.
καί μοι δυσθεράπευτος Αἴας
610 ξύνεστιν ἔφεδρος, ὤμοι μοι,
θείᾳ μανίᾳ ξύναυλος·
ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ
κρατοῦντʼ ἐν Ἄρει· νῦν δʼ αὖ φρενὸς οἰοβώτας
615 φίλοις μέγα πένθος ηὕρηται.
τὰ πρὶν δʼ ἔργα χεροῖν
μεγίστας ἀρετᾶς
620 ἄφιλα παρʼ ἀφίλοις
ἔπεσʼ ἔπεσε μελέοις Ἀτρείδαις.
που παλαιᾷ μὲν σύντροφος ἁμέρᾳ,
625 λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα
φρενομόρως ἀκούσῃ,
αἴλινον αἴλινον
οὐδʼ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς
630 ἥσει δύσμορος, ἀλλʼ ὀξυτόνους μὲν ᾠδὰς
θρηνήσει, χερόπλακτοι δʼ
ἐν στέρνοισι πεσοῦνται
δοῦποι καὶ πολιᾶς ἄμυγμα χαίτας.
635 κρείσσων παρʼ Ἅιδᾳ κεύθων νοσῶν μάταν,
ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστος
πολυπόνων Ἀχαιῶν,
οὐκέτι συντρόφοις
640 ὀργαῖς ἔμπεδος, ἀλλʼ ἐκτὸς ὁμιλεῖ.
τλᾶμον πάτερ, οἵαν σε μένει πυθέσθαι
παιδὸς δύσφορον ἄταν,
ἃν οὔπω τις ἔθρεψεν
645 αἰὼν Αἰακιδᾶν ἄτερθε τοῦδε.
Tap any Greek word to look it up
An open-access project
Jebb 1913
Loeb
Jebb, Cambridge, 1913 · 1913
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up