§1–42
§1
Ὅσα μὲν ἀπορητικῶς εἴωθε λέγεσθαι παρὰ τοῖς σκεπτικοῖς εἰς ἀναίρεσιν τοῦ κριτηρίου τῆς ἀληθείας, διὰ τοῦ προανυσθέντος ἡμῖν ὑπομνήματος ἐπεληλύθαμεν· συναποδόντες δὲ αὐτοῖς καὶ τὴν ἄνωθεν ἀπὸ τῶν φυσικῶν μέχρι τῶν νεωτέρων καταγομένην ἱστορίαν (Ι46—260), τοὐπὶ πᾶσιν ὑπεσχόμεθα καὶ περὶ αὐτοῦ κατ’ ἰδίαν ἐρεῖν τοῦ ἀληθοῦς. ὅθεν νῦν τὴν ὑπόσχεσιν πληροῦντες ἐν πρώτοις σκεπτώμεθα εἰ ἔστι τι ἀληθές.
§2
Ὅτι μὲν μηδενὸς ὄντος σαφοῦς κριτηρίου κατ’ ἀνάγκην συναδηλεῖται καὶ τὸ ἀληθές, πᾶσιν ἤδη φανερόν ἐστιν· ὅμως δὲ καὶ ἐξ ἐπιμέτρου παρέσται διδάσκειν, ὅτι κἂν μηδὲν ἄντικρυς πρὸς τὸ κριτήριον λέγωμεν, ἡ περὶ αὐτοῦ τοῦ ἀληθοῦς διάστασις ἱκανή ἐστιν εἰς ἐποχὴν ἡμᾶς καταστήσασθαι, καὶ ὃν τρόπον μηδενὸς ὄντος ἐν τῇ
§3
φύσει τῶν πραγμάτων εὐθέος καὶ στρεβλοῦ οὐδὲ κανὼν ἔστι δοκιμαστικὸς τούτων, καὶ μηδενὸς ὄντος βαρέος καὶ κούφου σώματος συναναιρεῖται <καὶ> ἡ τοῦ ζυγοῦ κατασκευή, οὕτω μη- δενὸς ὄντος ἀληθοῦς οἴχεται καὶ τὸ τῆς ἀληθείας κριτήριον. τὸ δ’ ὅτι οὐδέν ἐστιν ἀληθὲς ἢ ψεῦδος ὅσον ἐπὶ τοῖς τῶν δογματικῶν λόγοις, μάθοιμεν ἂν τὴν γεγονυῖαν αὐτοῖς περὶ τούτου διάστασιν προτάξαντες.
§4
τῶν γὰρ σκεψαμένων περὶ <τοῦ> ἀληθοῦς οἱ μὲν οὐδὲν εἶναί φασιν ἀληθὲς οἱ δὲ καὶ τῶν εἷναι φαμένων οἱ μὲν μόνα ἔλεξαν ἀληθῆ εἶναι τὰ νοητά, οἱ δὲ μόνα τὰ αἰσθητὰ, οἱ δὲ κοινῶς τὰ αἰσθητά τε καὶ νοητά.
§5
Ξενιάδης μὲν οὖν ὁ Κορίνθιος, ὡς ἀνώπερον ὑπεδείκνυμεν (I 53), μηθὲν εἶναί φησιν ἀληθές· τάχα δὲ καὶ Μόνιμος ὁ κύων, τῦφον εἰπὼν τὰ πάντα, ὅπερ οἴησίς ἐστι τῶν οὐκ ὄντων ὧς ὄντων.
§6
οἱ δὲ περὶ τὸν Πλάτωνα καὶ Δημόκριτον μόνα τὰ νοητὰ ὑπενόησαν ἀληθῆ εἶναι, ἀλλ’ ὁ μὲν Δημόκριτος διὰ τὸ μηδὲν ὑποκεῖσθαι φύσει αἰσθητόν. τῶν τὰ πάντα συγκρινουσῶν ἀτόμων πάσης αἰσθητῆς ποιότητος ἔρημον ἐχουσῶν φύσιν,
§7
ὁ δὲ Πλάτων’ διὰ τὸ γίγνεσθαι μὲν ἀεὶ τὰ αἰσθητά, μηδέποτε δὲ εἶναι, ποταμοῦ δίκην ῥεούσης τῆς οὐσίας, ὥστε ταὐτὸ μὴ δύο τοὺς ἐλαχίστους χρόνους ὑπομένειν, μηδὲ ἐπιδέχεσθαι, καθάπερ ἔλεγε καὶ ὁ Ἀσκληπιάδης, δύο δείξεις διὰ τὴν ὀξύτητα τῆς ῥοῆς.
§8
οἱ δὲ περὶ τὸν Αἰνησίδημον καθ’ κατενεχθέντες καὶ τὸν Ἐπίκουρον ἐπὶ τὰ αἰσθητὰ κοινῶς κατενεχθέντες ἐν εἴδει διέστησαν. οἱ μὲν γὰρ περὶ τὸν Αἰνησίδημον λέγουσί τινα τῶν φαινομένων διαφοράν, καὶ φασὶ τούτων τὰ μὲν κοινῶς <πᾶσι> φαίνεσθαι τὰ δὲ ἰδίως τινί, ὧν ἀληθῆ εἶναι τά κοινῶς πᾶσι φαινόμενα, ψευδῆ δὲ τὰ μὴ τοιαῦτα· ὅθεν καὶ ἀληθὲς φερωνύμως εἰρῆσθαι τὸ μὴ λῆθον τὴν κοινὴν γνώμην.
§9
ὁ δὲ Ἐπίκουρος (fr. 244 Us.) τὰ μὲν αἰσθητὰ πάντα ἔλεγεν ἀληθῆ καὶ ὄντα. οὐ διήνεγκε γὰρ ἀληθὲς εἶναί τι λέγειν ἢ ὑπάρχον· ἔνθεν καὶ ὑπογράφων τἀληθὲς καὶ ψεῦδος “ἔστι” φησὶν “ἀληθὲς τὸ οὕτως ἔχον ὡς λέγεται ἔχειν”, ”, καὶ “ψεῦδός ψεῦδός ἐστι” οὐχ οὕτως ἔχον ὡς λέγεται ἔχειν”. τήν τε αἴσθησιν ἀντιληπτικὴν οὖσαν τῶν ὑποπιπτόντων αὐτῇ, καὶ μήτε ἀφαιροῦσάν τι μήτε προστιθεῖσαν μήτε μετατιθεῖσαν τῷ ἄλογον εἶναι, διὰ παντός τε ἀληθεύειν καὶ οὕτω τὸ ὂν λαμβάνειν ὡς εἶχε φύσεως αὐτὸ ἐκεῖνο. πάντων δὲ τῶν αἰσθητῶν ἀληθῶν ὄντων, τὰ δοξαστὰ διαφέρειν, καὶ τὰ μὲν αὐτῶν εἶναι ἀληθῆ τὰ δὲ ψευδῆ, καθὼς πρότερον ἐδείξαμεν.
§10
οἱ δὲ ἀπὸ τῆς Στοᾶς λέγουσι μὲν τῶν τε αἰσθητῶν τινὰ καὶ τῶν νοητῶν ἀληθῆ, οὐκ ἐξ εὐθείας δὲ τὰ αἰσθητά, ἀλλὰ κατ’ ἀναφορὰν τὴν ὡς ἐπὶ τὰ παρακείμενα τούτοις νοητά. ἀληθὲς γάρ ἐστι κατ’ αὐτοὺς τὸ ὑπάρχον καὶ ἀντικείμενόν τινι, καὶ ψεῦδος τὸ μὴ ὑπάρχον καὶ [μὴ] ἀντικείμενόν τινι· ὅπερ ἀσώματον ἀξίωμα καθεστὼς νοητὸν εἶναι.
§11
Ἀλλ᾿ ἡ μὲν πρώτη περὶ τἀληθοῦς διαφωνία τοιαύτη τις ὑπῆρχεν· ἦν δὲ καὶ ἄλλη τις παρὰ τούτοις διάστασις, καθ’ ἣν οἱ μὲν περὶ τῷ σημαινομένῳ τὸ ἀληθές τε καὶ ψεῦδος ὑπεστήσαντο, οἱ δὲ περὶ τῇ φωνῇ, οἱ δὲ περὶ τῇ κινήσει τῆς διανοίας. καὶ δὴ τῆς μὲν πρώτης δόξης προεστήκασιν οἱ ἀπὸ τῆς Στοᾶς (ΙΙ 166 Arn.), τρία φάμενοι συζυγεῖν ἀλλήλοις τό τε σημαινόμενον καὶ τὸ σημαῖνον καὶ τὸ τυγχάνον, ὧν σημαῖνον μὲν εἶναι τὴν φωνήν,
§12
οἶον τὴν Δίων, σημαινόμενον δὲ αὐτὸ τὸ πρᾶγμα τὸ ὑπ’ αὐτῆς δηλούμενον καὶ οὗ ἡμεῖς μὲν ἀντιλαμβανόμεθα τῇ ἡμετέρᾳ παρυφισταμένου διανοίᾳ, οἱ δὲ βάρβαροι οὐκ ἐπαίουσικαίπερ τῆς φωνῆς ἀκούοντες, τυγχάνον δὲ τὸ ἐκτὸς ὑποκείμενον, ὥσπερ αὐτὸς ὁ Δίων. τούτων δὲ δύο μὲν εἶναι σώματα, καθάπερ τὴν φωνὴν καὶ τὸ τυγχάνον, ἱὲν δὲ ἀσώματον, ὥσπερ τὸ σημαινόμενον πρᾶγμα, καὶ λεκτόν, ὅπερ ἀληθές τε γίνεται ἢ ψεῦδος. καὶ τοῦτο οὐ κοινῶς πᾶν, ἀλλὰ τὸ μὲν ἐλλιπές, τὸ δὲ αὐτοτελές καὶ τοῦ αὐτοτελοῦς τὸ καλούμενον ἀξίωμα, ὅπερ καὶ ὑπογράφοντές φασιν ἀξίωμά ἐστιν ὅ ἐστιν ἀληθὲς ἢ ψεῦδος”.
§13
οἱ δὲ περὶ τὸν Ἐπίκουρον καὶ Στράτωνα τὸν φυσικὸν δύο μόνον ἀπολείποντες, σημαῖνόν τε καὶ τυγχάνον, φαίνονται τῆς δευτέρας ἔχεσθαι στάσεως καὶ περὶ τῇ φωνῇ τὸ ἀληθὲς καὶ ψεῦδος ἀπολείπειν. ἡ μὲν γὰρ ὑστάτη δόξα (λέγω δὲ τὴν τῷ κινήματι τῆς διανοίας τἀληθὲς ὑποτιθεμένην) σχολικῶς ἔοικε πλάττεσθαι.
§14
Διόπερ καὶ τῆς κατὰ τοῦτον τὸν τόπον ἱστορίας ὡς ἐν κεφαλαίοις ἀποδοθείσης χωρῶμεν ἐπὶ τὰς κατὰ μέρος ἀπορίας, ὧν αἱ μὲν κοινότερον χειρισθήσονται πρὸς πάσας τὰς ἐκκειμένας στάσεις, αἱ δ’ ἰδιαίτερον πρὸς ἑκάστην.
§15
τάξει δὲ λέγωμεν πρῶτον περὶ τῶν κοινῶν. ὁ τοίνυν λέγων εἶναί τι ἀληθὲς ἤτοι ἀποφαίνεται μόνον τὸ εἶναί τι ἀληθὲς ἢ ἀποδείκνυσιν. καὶ εἰ μὲν ψιλῶς ἀποφαίνεται, ψιλῇ φάσει τοὐναντίον ἀκούσεται, ὅτι οὐδέν ἐστιν ἀληθές. εἰ δὲ ἀποδείκνυσιν εἶναί τι ἀληθές, ἤτοι ἀληθεῖ ἀποδείξει τοῦτο ἀποδείκνυσιν ἢ οὐκ ἀληθεῖ. ἀλλ’ οὐκ ἀληθεῖ μὲν οὐκ ἂν εἴπειεν· ἄπιστον γάρ ἐστι τὸ τοιοῦτον. εἰ δὲ ἀληθεῖ, πόθεν ὅτι ἀληθές ἐστι τὸ ἀποδεικνύον τὸ εἶναί τι ἀληθές; εἰ μὲν αὐτόθεν, ἔσται καὶ αὐτόθεν αὐτὸ λέγειν μὴ εἶναι ἀληθές· εἰ δὲ ἐξ
§16
ἀποδείξεως, ζητηθήσεται πάλιν πῶς ὅτι καὶ τοῦτο ἀληθές ἐστι, καὶ οὕτως εἰς ἄπειρον. ἐπεὶ οὖν ἵνα μάθωμεν ὅτι ἔστι τι ἀληθές, δεῖ ἄπειρα προληφθῆναι, ἀδύνατον δ’ ἔστιν ἄπειρα ληφθῆναι, ἀδύνατον γίνεται τὸ βεβαίως γνῶναι ὅτι ἔστι τι ἀληθές.
§17
Καὶ μὴν εἰ ἔστι τι ἀληθές. ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον ἢ κατὰ μέν τι φαινόμενον, κατὰ δέ τι ἄδηλον. οὔτε δὲ φαινόμενόν ἐστιν, ὧς παραστήσομεν, οὔτε ἄδηλον, ὡς δείξομεν, οὔτε κατὰ μέν τι φαινόμενον κατὰ δέ τι ἄδηλον, ὡς παραμυθησόμεθα· οὐκ ἄρα ἔστι <τι> ἀληθές.
§18
εἰ γὰρ φαινόμενόν ἐστιν, ἤτοι πᾶν φαινόμενον ἀληθές ἐστιν ἤ τι φαινόμενον ἀληθές ἐστιν. ἀλλὰ πᾶν μὲν φαινόμενον οὐκ ἔστιν ἀληθές· οὐδὲ γὰρ τὸ καθ’ ὕπνους ἢ τὸ κατὰ μανίαν προσπῖπτον ἐστὶν ἀληθές, ἐπεὶ δεήσει, τῶν φαινομένων πολλὴν ἐχόντων μάχην, ὁμολογεῖν τὰ μαχόμενα συνυπάρχειν καὶ ἐπ’ ἴσης ἀληθῆ καθεστάναι· ὅπερ ἐστὶν ἄτοπον. τοίνυν οὐ πᾶν φαινόμενόν ἐστιν ἀληθές.
§19
εἰ δὲ τὶ μὲν φαινόμενον ἀληθές ἐστι, τὶ δὲ ψεῦδος, ὀφείλομεν ἔχειν κριτήριον εἰς διάγνωσιν τοῦ τί ἐστιν ἀληθὲς φαινόμενον καὶ τί ψεῦδος. τοῦτ᾿ οὖν τὸ κριτήριον ἤτοι πᾶσι φαινόμενόν ἐστιν ἢ ἄδηλον. καὶ εἰ μὲν φαινόμενόν ἐστιν, ἐπεὶ οὐ πᾶν φαινόμενον ἀληθές ἐστι, δεήσει καὶ τοῦτο φαινόμενον καθεστὼς ἐξ ἄλλου φαινομένου δοκιμάζεσθαι, κἀκεῖνο ἐκ διαφέροντος, καὶ οὕτως εἰς ἄπειρον ἐκπίπτειν].
§20
εἰ δὲ ἄδηλον, οὐκ ἔσται μόνα τὰ φαινόμενα ἀληθῆ, ἀλλὰ καὶ τὰ ἄδηλα. εἰ γὰρ τὸ εἰς τὴν τοῦ φαινομένου πίστιν παραλαμβανόμενον ἄδηλον λαμβάνομεν, τὶ ἄδηλον ὀφείλει ἀληθὲς εἶναι· οὐ γὰρ δή γε ψεύδει κρίνεται τἀληθές.
§21
εἰ δέ ἐστί τι ἄδηλον ἀληθές, οὐ μόνον τὸ φαινόμενόν ἐστιν ἀληθές, ὧς ἀρχῆθεν ὑπέκειτο. εἶτα πόθεν ὅτι καὶ τὸ ἄδηλον τοῦτο ἀληθές ἐστιν; εἰ μὲν γὰρ αὐτόθεν, ἔσται καὶ πάντα τὰ ἄδηλα τῶν πραγμάτων αὐτόθεν ἀληθῆ. εἰ δ’ ὡς ἀποδειχθέν, πάντως ἢ ἐξ ἀδήλου ἢ ἐκ φαινομένου ἀποδειχθὲν ἔσται ἀληθές. καὶ εἰ μὲν ἐξ ἀδήλου, ἐκεῖνο πάλιν ἐξ ἄλλου τινὸς δεήσει κεκρίσθαι, καὶ τὸ τρίτον ἐκ τετάρτου, καὶ οὕτως εἰς ἄπειρον·
§22
εἰ δὲ ἐκ φαινομένου εἰς εἰς τὸν δι’ ἀλλήλων ἐκπεσούμεθα τρόπον, τὸ μὲν φαινόμενον ἐξ ἀδήλου πιστούμενοι, τὸ δὲ ἄδηλον ἀναστρόφως πάλιν ἐκ τοῦ φαινομένου βεβαιοῦντες.
§23
ἀλλ’ εἰ μήτε πᾶν φαινόμενόν ἐστιν ἀληθὲς μήτε τὶ φαινόμενον, οὐδὲν φαινόμενόν ἐστιν ἀληθές. καὶ μὴν οὐδὲ ἄδηλον.
§24
πάλιν γὰρ εἰ ἄδηλόν ἐστι τἀληθές, ἤτοι πᾶν ἄδηλόν ἐστιν ἀληθὲς ἢ οὐ πᾶν· οὔτε δὲ πᾶν ἄδηλόν ἐστιν ἀληθὲς οὔτε τὶ ἄδηλον, ὧς παραστήσομεν· οὐκ ἄρα οὐδὲ ἄδηλόν ἐστι τἀληθές. εἰ γὰρ πᾶν ἄδηλόν ἐστιν ἀληθές, πρῶτον μὲν ἐχρῆν μὴ στασιάζειν τοὺς δογματικούς, οἷον τοὺς μὲν ‘ὲν εἶναι λέγοντας στοιχεῖον τοὺς δὲ δύο, καὶ τοὺς μὲν ἀριθμητὰ τοὺς δὲ ἄπειρα, οὐδὲ τὰς ἀλλήλων ψευδοποιεῖν δόξας.
§25
παντός τε ἀδήλου ἀληθοῦς ὄντος ἔσται τὰ μαχόμενα ἀληθῆ, καθάπερ τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας καὶ τὸ περισσούς· ἐπ’ ἴσης γάρ ἐστιν ἄδηλα, καὶ πάντα τὰ ἄδηλα ἔσται ἀληθῆ. οὐχὶ δέ γε τὰ μαχόμενα δύναται εἶναι ἀληθῆ· οὐκ ἄρα πάντα τὰ ἄδηλά ἐστιν ἀληθῆ.
§26
καὶ μὴν οὐδὲ τινὰ τῶν ἀδήλων ἐστὶν ἀληθῆ. τὸ γὰρ τουτὶ μὲν τὸ ἄδηλον ἀληθὲς εἶναι, τουτὶ δὲ ψεῦδος, ἤτοι αὐτόθεν λέγεται καὶ χωρὶς κριτηρίου ἢ σὺν κριτηρίῳ. καὶ εἰ μὲν ἐξ ἑτοίμου λέγεται, οὐδὲν ἕξομεν λέγειν πρὸς τὸν τοὐναντίον ἀληθὲς ἀποφαινόμενον.
§27
εἰ δὲ σὺν κριτηρίῳ, πάντως τοῦτο τὸ κριτήριον ἢ φαινόμενόν ἐστιν ἢ ἄδηλον. καὶ εἰ μὲν φαινόμενόν ἐστι, ψεῦδος ἔσται τὸ ἀρχῆθεν ὑποκείμενον, τὸ μόνον ἀληθὲς εἶναι τὸ ἄδηλον.
§28
εἶτα καὶ αὐτὸ ᾧ κρίνομεν τὸ φαινόμενον, πόθεν ὅτι ἀληθές ἐστιν; εἰ μὲν αὐτόθεν, καὶ τὸ ὅτι οὐκ ἔστιν ἀληθὲς αὐτόθεν λεγόμενον ἔσται πιστόν· εἰ δὲ ἐκ φαινομένου, κἀκεῖνο τὸ φαινόμενον ἐξ ἄλλου ληφθήσεται φαινομένου, καὶ μέχρις ἀπείρου·
§29
εἰ δὲ ἐξ ἀδήλου, ὁ δι’ ἀλλήλων συστήσεται τρόπος, μήτε τὸ φαινόμενον δυναμένων ἡμῶν ἔχειν πιστὸν δίχα τοῦ ἀδήλου μήτε τὸ ἄδηλον βέβαιον χωρὶς τοῦ φαινομένου. τοίνυν οὐδὲ τὸ ἄδηλον δύναται εἶναι ἀληθές.
§30
λείπεται ἄρα λέγειν τὸ κατὰ μέν τι φαινόμενον κατὰ δέ τι ἄδηλον ἀληθές <. . . . . .>. εἰ γὰρ τὸ φαινόμενον, καθὸ φαινόμενόν ἐστι, τοῦτο ὑποτιθέμεθα ἀληθές, ἤτοι καθὸ πᾶν φαινόμενόν ἐστιν ἀληθὲς ὑποτιθέμεθα αὐτὸ ἀληθές, ἢ καθὸ οὐ πᾶν· καὶ εἰ τὸ ἄδηλον, καθὸ ἄδηλόν ἐστιν, ὑπόκειται ἀληθές, ἤτ’ οἱ καθὸ πᾶν ἄδηλον ἀληθές ἐστιν ὑπόκειται ἀληθές, ἢ καθὸ οὐ πᾶν. καὶ λοιπὸν τἀς αὐτὰς ἀπορίας ἐπισυνθήσομεν.
§31
ὅθεν εἰ μήτε τὸ φαινόμενόν ἐστιν ἀληθὲς μήτε τὸ ἄδηλον μήτε τὸ κατὰ μέν τι φαινόμενον κατὰ δέ τι ἄδηλον, ἄλλο δὲ παρὰ ταῦτα οὐδὲν ἔστιν, ἐξ ἀνάγκης οὐδέν ἐστιν ἀληθές.
§32
Τινὲς δὲ καὶ τὴν ἀπὸ τοῦ γενικωτάτου τοῦ ὄντος ἐπάγουσιν ἀπορίαν. τουτὶ γὰρ πάντων μέν ἐστιν ἐπαναβεβηκὸς γένος, αὐτὸ δὲ οὐδενὶ ἑτέρῳ ὑπέσταλκεν. ἤτοι οὖν ἀληθές ἐστι τοῦτο ἢ ψεῦδος ἢ ἀληθὲς ἄμα καὶ ψεῦδος ἢ οὔτε ἀληθὲς οὔτε ψεῦδος.
§33
καὶ εἰ μὲν ἀληθές ἐστι, πάντα γενήσεται ἀληθῆ, παρόσον ἐστὶν αὐτοῦ εἴδη· καὶ ὃν τρόπον ἐπεὶ τὸ γένος τῶν ἀνθρώπων ἄνθρωπός ἐστι, καὶ οἱ ἐπ’ εἴδους εἰσὶν ἄνθρωποι, καὶ ἐπεὶ λογικός, πάντες οἱ ἐπὶ μέρους εἰσὶ λογικοί, καὶ ἐπεὶ θνητός, ὡσαύτως θνητοί, οὕτως εἰ τὸ τῶν πάντων γένος ἐστὶν ἀληθές, ἀνάγκη καὶ πάντα τὰ ὄντα εἶναι ἀληθῆ.
§34
πάντων δὲ ὄντων ἀληθῶν οὐδὲν ἔσται ψεῦδος, ψεύδους δὲ μὴ ὄντος οὐδὲ ἀληθές τι γενήσεται, ὧς πρότερον ὑπεμνήσαμεν (Ι 394 sqq.), δεικνύντες ἑκάτερον τούτων κατὰ τὴν ὧς πρὸς θάτερον σύμβλησιν νοούμενον. καὶ ἄλλως, πάντων ὄντων ἀληθῶν θήσομεν τὰ μαχόμενα ἀληθῆ, τοῦτο δέ ἐστιν ἄτοπον.
§35
οὐ τοίνυν ἀληθές ἐστι τὸ γενικώτατον. καὶ μὴν οὐδὲ ψεῦδος διὰ τἀς ὁμοίας ἀπορίας. εἰ γὰρ ψεῦδός ἐστι, πάντα ἔσται τὰ μετέχοντα αὐτοῦ ψευδῆ· πάντα δὲ αὐτοῦ μετέχει τά τε σώματα καὶ τὰ ἀσώματα· πάντα ἄρα γενήσεται ψευδῆ. τῷ δὲ πάντα εἶναι ψευδῆ αἱ ἀνάλογον ἀπορίαι ἀκολουθήσουσιν.
§36
λείπεται οὖν ἀληθὲς ἅμα καὶ ψεῦδος λέγειν αὐτὸ εἶναι, ἢ οὔτε ἀληθὲς οὔτε ψεῦδος. ὃ χεῖρόν ἐστι τῶν πρότερον ὑποδεδειγμένων διὰ τὸ ἀκολουθεῖν τούτῳ τὸ πάντα τὰ ἐπὶ μέρους ἀληθῆ ἅμα καὶ ψευδῆ ἢ οὔτε ἀληθῆ οὔτε ψευδῆ γίνεσθαι· ὅπερ ἐστὶν ἄτοπον. οὐ τοίνυν ἔστι τι ἀληθές.
§37
Καὶ μὴν τὸ ἀληθὲς ἤτοι τῶν κατὰ διαφορὰν καὶ φύσει ἐστὶν ἢ τῶν πρός τι· οὐδὲν δὲ τούτων ἐστίν, ὧς παραστήσομεν· οὐκ ἄρα ἔστι τἀληθές. κατὰ διαφορὰν μὲν οὖν καὶ φύσει οὐκ ἔστι τἀληθές, παρόσον τὸ κατὰ διαφορὰν καὶ φύσει ὑποκείμενον ὡσαύτως τοὺς ὁμοίως διακειμένους κινεῖ, οἶον τὸ θερμὸν οὐ πρὸς ἄλλον μέν ἐστι θερμὸν πρὸς ἄλλον δὲ ψυχρόν, ἀλλὰ πρὸς πάντας τούς ὡσαύτως διακειμένους θερμόν.
§38
τὸ δὲ ἀληθὲς οὐχ ὁμοίως πάντας κινεῖ, ἀλλὰ ταὐτὸν ὧς μὲν πρὸς τόνδε ἀληθὲς εἶναι φαίνεται, ὧς δὲ πρὸς ἕτερον ψεῦδος. οὐκ ἄρα τῶν κατὰ διαφορὰν καὶ φύσει ὑποκειμένων ἐστὶ τὸ ἀληθές. εἰ δὲ τῶν πρός τι ἔστιν, ἐπεὶ τὰ πρός τι νοεῖται μόνον, οὐχὶ δὲ καὶ ὑπάρχει, πάντως καὶ τἀληθὲς ἐπινοητὸν ἔσται μόνον, οὐχ ὑπάρξει δέ.
§39
καὶ ἄλλως, εἰ τῶν πρός τι ἔστι τὸ ἀληθές, ἔσται τὸ αὐτὸ ἀληθὲς ἅμα καὶ ψεῦδος· ὡς γὰρ τὸ αὐτὸ δεξιόν τε καὶ ἀριστερόν ἐστι, πρὸς τῷδε μὲν δεξιὸν πρὸς τῷδε δὲ ἀριστερόν, καὶ ὃν τρόπον τὸ αὐτὸ ἄνω καὶ κάτω λέγεται, ἄνω μὲν ὧς πρὸς τὸ ὑποκείμενον, κάτω δὲ ὧς πρὸς τὸ ὑπερκείμενον, οὕτω ταὐτὸ ἀληθὲς ἅμα καὶ ψεῦδος ἐροῦμεν. καὶ εἰ τοῦτο, οὐ μᾶλλον ἀληθὲς γενήσεται ἢ ψεῦδος, οὐ μὴν ἀληθές.
§40
Δυνάμει δὲ καὶ ὁ Αἰνησίδημος τὰς ὁμοιοτρόπους κατὰ τὸν τόπον ἀπορίας τίθησιν. εἰ γὰρ ἔστι τι ἀληθές, ἤτοι αἰσθητόν ἐστιν ἢ νοητόν ἐστιν, ἢ καὶ νοητόν ἐστι καὶ αἰσθητόν ἐστιν. [ἢ] οὔτε δὲ αἰσθητόν ἐστιν οὔτε νοητόν ἐστιν, οὔτε τὸ συναμφότερον, ὧς παρασταθήσεται· οὐκ ἄρα ἔστι τι ἀληθές.
§41
ὅτι μὲν οὖν οὐκ ἔστιν αἰσθητόν, οὕτως ἐπιλογιούμεθα. τῶν αἰσθητῶν τὰ μέν ἐστι γένη τὰ δὲ εἴδη, καὶ γένη μὲν αἱ ἐνδιήκουσαι ἐν τοῖς κατὰ μέρος κοινότητες, ὡς ἄνθρωπος ὁ διὰ τῶν κατὰ μέρος ἀνθρώπων πεφοιτηκὼς καὶ ἵππος ὁ διὰ τῶν κατὰ μέρος ἵππων, εἴδη δὲ αἱ καθ’ ἕκαστον ἰδιότητες, ὧς Δίωνος, Θέωνος, τῶν ἄλλων.
§42
εἴπερ οὖν αἰσθητόν ἐστι τὸ ἀληθές, καὶ τοῦτο πάντως κοινὸν πλειόνων <ἢ ἐν> ἰδιότητι κείμενον ἔσται αἰσθητὸν [τὸ ἀληθές]· οὔτε δὲ κοινόν ἐστιν οὔτε ἐν ἰδιότητι κείμενον· οὐκ ἄρα αἰσθητόν ἐστι τὸ ἀληθές.
§43–83
§43
ἔτι ὃν τρόπον τὸ μὲν ὁρατὸν ὁράσει ληπτόν ἐστι, τὸ δὲ ἀκουστὸν ἀκοῇ γνώριμόν ἐστι, τὸ δὲ ὀσφρητὸν ὀσφρήσει, οὕτω καὶ τὸ αἰσθητὸν κοινῶς αἰσθήσει γνωρίζεται. οὐ γνωρίζεται δὲ κοινῶς αἰσθήσει <τὸ ἀληθές>· ἡ γὰρ αἴσθησις ἄλογός ἐστιν, καὶ τὸ ἀληθὲς οὐκ ἀλόγως γνωρίζεται. οὐκ ἄρα αἰσθητὸν τὸ ἀληθές.
§44
καὶ μὴν οὐδὲ νοητόν ἐστιν, ἐπεὶ οὐδὲν ἔσται τῶν αἰσθητῶν ἀληθές· ὃ πάλιν ἄτοπον. ἤτοι γὰρ πᾶσι κοινῶς ἔσται νοητὸν ἢ τισὶν ἰδίως. οὔτε δὲ πᾶσι κοινῶς οἷόν τε εἶναι νοητὸν τὸ ἀληθὲς οὔτε τισὶν ἰδίως·
§45
τό τε γὰρ κοινῶς πᾶσι νοεῖσθαι ἀδύνατον, τό τε ἰδίως τινὶ ἢ τισὶν ἄπιστον καὶ μάχιμον. οὐδὲ νοητὸν ἄρα ἐστὶ τὸ ἀληθές. ἀλλὰ μὴν οὐδὲ αἰσθητὸν ἅμα καὶ νοητόν. ἤτοι γὰρ πᾶν αἰσθητὸν καὶ πᾶν νοητὸν ἀληθές ἐστιν ἢ τὶ αἰσθητὸν καὶ τὶ νοητόν.
§46
ἀλλὰ τὸ μὲν φάσκειν πᾶν αἰσθητὸν καὶ πᾶν νοητὸν ἀληθὲς εἶναι τῶν ἀμηχάνων· μάχε- ται γὰρ τὰ αἰσθητὰ τοῖς αἰσθητοῖς καὶ τὰ νοητὰ τοῖς νοητοῖς καὶ ἐναλλάξ τὰ αἰσθητὰ τοῖς νοητοῖς, καὶ δεήσει πάντων ἀληθῶν ὄντων τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι, ἀληθές τε ὑπάρχειν καὶ ψεῦδος. τὶ δὲ αἰσθητὸν ἀληθὲς καὶ τὶ νοητὸν ἀληθὲς ἀξιοῦν πάλιν τῶν ἀπόρων·
§47
ζητεῖται γὰρ τοῦτο. καὶ ἄλλως ἀκόλουθόν ἐστιν ἢ πάντα λέγειν ἀληθῆ ἢ πάντα λέγειν ψευδῆ τὰ αἰσθητά· ἐπ’ ἴσης γάρ ἐστιν αἰσθητά, καὶ οὐ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον, καὶ τὰ νοητὰ πάλιν ἐπ’ ἴσης ἐστὶ νοητά, καὶ οὐ τὸ μὲν μᾶλλον τὸ δὲ ἔλαττον. οὐ πάντα δὲ τὰ αἰσθητὰ λέγεται ἀληθῆ, οὐδὲ πάντα ψευδῆ· οὐκ ἄρα ἔστι τι ἀληθές.
§48
Ναί, ἀλλ’ οὐ καθὸ φαίνεται ἡ ἀλήθεια, κατ’ ἄλλην δὲ αἰτίαν λαμβάνεται. τίς οὖν ἐστὶν αὕτη ἡ αἰτία; θέτωσαν εἰς τὸ μέσον οἱ δογματικοί, ἴνα ἢ εἰς συγκατάθεσιν ἡμᾶς ἐπισπάσηται ἢ εἰς φυγὴν ἀποτρέψηται.
§49
εἶτα ταύτην αὐτὴν τὴν αἰτίαν πῶς λαμβάνουσιν; ὡς φαινομένην αὐτοῖς ἢ ὧς μὴ φαινομένην; εἰ μὲν ὧς φαινομένην, ψεύδονται λέγοντες τὴν ἀλήθειαν μὴ ὑπάρχειν καθὸ φαίνεται· εἰ δ’ ὧς μὴ φαινομένην, πῶς τὸ μὴ φαινόμενον αὐτοῖς εἰλήφασιν;
§50
ἐξ αὐτοῦ ἢ δι’ ἄλλου; καὶ ἐξ αὐτοῦ μὲν ἀδύνατον· οὐδὲν γὰρ μὴ φαινόμενον ἐξ αὐτοῦ ληπτόν ἐστιν· εἰ δὲ δι’ ἄλλου, ἐκεῖνο πάλιν πότερον φαινόμενόν ἐστιν ἢ μὴ φαινόμενον; καὶ οὕτως εἰς ἄπειρον οἰχομένης τῆς ζητήσεως ἀνεύρετον γίνεται τὸ ἀληθές.
§51
Τί οὖν; τὸ πεῖθον ἡμᾶς, τὸ πιθανὸν ῥητέον ἀληθές, ὁποίαν ποτὲ ἂν ἔχῃ οὐσίαν, εἴτε αἰσθητὴν εἴτε νοητὴν εἴτε τὸ συναμφότερον, αἰσθητὴν ἅμα καὶ νοητήν;
§52
ἀλλὰ καὶ τοῦτο τῶν ἀπόρων. εἰ γὰρ τὸ πιθανὸν ἀληθές ἐστιν, ἐπεὶ οὐ τὸ αὐτὸ πάντας πείθει οὐδὲ διά παντὸς τοὺς αὐτούς, δώσομεν τὸ αὐτὸ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν καὶ τὸ αὐτὸ ἀληθὲς ἅμα εἶναι καὶ ψεῦδος· ᾗ μὲν γὰρ πείθει τινάς, ἀληθὲς ἔσται καὶ ὑπάρχον, ᾗ δὲ ἑτέρους οὐ πείθει, ψεῦδος καὶ ἀνύπαρκτον. ἀδύνατον δέ γε τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι, ἀληθές τε ὑπάρχειν καὶ ψεῦδος·
§53
τοίνυν οὐδὲ τὸ πιθανόν ἐστιν ἀληθές. ἐκτὸς εἰ μή τι τὸ πολλοὺς πεῖθον, τοῦτ’ ἐροῦμεν ἀληθές· τὸ γοῦν μέλι πολλούς μὲν πεῖθον ὑγιαίνοντας ὧς γλυκύ 5 καὶ ἕνα μὴ πεῖθον ἰκτερικόν, ἀληθῶς λέγομεν γλυκύ. ὅπερ ἦν ληρῶδες. ὅταν γὰρ περὶ ἀληθείας σκεπτώμεθα, τότε οὐκ εἰς τὸ πλῆθος τῶν συμφωνούντων δεῖ ἀποβλέπειν ἀλλ’ εἰς τἀς διαθέσεις. μιᾷ δὲ διαθέσει κέχρηται ὁ νοσῶν καὶ μιᾷ κατασκευῇ πάντες οἱ ὑγιαίνοντες.
§54
οὐ μᾶλλον οὖν τῇδε τῇ διαθέσει ἢ τῇδε πιστευτέον ἐστίν, ἐπεὶ ἀναστρόφως ὑποτεθέντος τοῦ πολλοὺς πικράζεσθαι ὑπὸ τοῦ μέλιτος οἷον πυρέσσοντας, ἕνα δὲ γλυκάζεσθαι τὸν ὑγιαίνοντα, πάντως ἀκολουθήσει πικρὸν λέγειν τὸ μέλι· ὅπερ ἄτοπον. τοίνυν ὧς ἐνθάδε παρέντες τὴν κατὰ τὸ πλῆθος μαρτυρίαν οὐδὲν ἧσσον γλυκύ φαμεν τὸ μέλι, οὕτω καὶ ὅταν πολλοὶ γλυκάζωνται, εἶς δὲ πικράζηται, παρέντες τὸ διὰ τὸ πλῆθος τῶν οὕτω πασχόντων γλυκὺ καλεῖν τὸ μέλι, ἄλλως τἀληθὲς ἐξετάζωμεν.
§55
Αἱ μὲν καθόλου ἀπορίαι περὶ τοῦ ἀληθοῦς τοιαῦταί τινές εἰσιν· ἀκολούθως δὲ ἔλθωμεν καὶ ἐπὶ τὰς κατὰ μέρος. καὶ δὴ τούς μὲν πάντα λέγοντας ψευδῆ ἐδείξαμεν πρόσθεν περιτρεπομένους. εἰ γὰρ πάντ’ ἐστὶ ψευδῆ, ψεῦδος ἔσται καὶ τὸ “πάντ᾿ ἐστὶ ψευδῆ”, ἐκ πάντων ὑπάρχον. ψεύδους δὲ ὄντος τοῦ ‘‘πάντ’ ἐστὶ ψευδῆ”, τὸ ἀντικείμενον αὐτῷ ἀληθές ἔσται, τὸ “οὐ πάντ’ ἐστὶ ψευδῆ”. εἰ ἄρα πάντ’ ἐστὶ ψευδῆ, οὐ πάντ’ ἐστὶ ψευδῆ.
§56
οἱ δὲ περὶ τὸν Δημόκριτον καὶ Πλάτωνα ἀθετοῦντες μὲν τὰς αἰσθήσεις, ἀναιροῦντες δὲ τὰ αἰσθητά, μόνοις δ’ ἑπόμενοι τοῖς νοητοῖς, συγχέουσι τὰ πράγματα, καὶ οὐ μόνον τὴν τῶν ὄντων ἀλήθειαν σαλεύουσιν, ἀλλὰ καὶ τὴν ἐπίνοιαν αὐτῶν. πᾶσα γὰρ νόησις ἀπὸ αἰσθήσεως γίνεται ἢ οὐ χωρὶς αἰσθήσεως, καὶ ἢ ἀπὸ περιπτώσεως ἢ οὐκ ἄνευ περιπτώσεως.
§57
ὅθεν οὐδὲ τἀς λεγομένας ψευδεῖς φαντασίας, οἷον τὰς καθ᾿ ὕπνους ἢ τὰς κατὰ μανίαν, εὑρήσομεν ἀπηρτημένας τῶν διὰ τῆς αἰσθήσεως κατὰ περίπτωσιν ἡμῖν ἐγνωσμένων. καὶ γὰρ ὁ κατὰ μανίαν Ἐρινύας αὑτῷ ἀναπλάσσων (Eurip. Orest. 256) τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας ἐκ τῶν πεφηνότων αὑτῶ σύνθετον μορφὴν νοεῖ· ὡσαύτως δὲ ὁ πτηνὸν ἄνθρωπον καθ’ ὕπνους ὀνειροπολούμενος οὐ δίχα τοῦ πτηνόν τι ἑωρακέναι καὶ ἄνθρωπον ὀνειροπολεῖται.
§58
καὶ καθόλου οὐδὲν ἔστιν εὑρεῖν κατ’ ἐπίνοιαν ὃ μὴ ἔχει τις αὐτῷ κατὰ περίπτωσιν ἐγνωσμένον. τοῦτο γὰρ ἢ κατὰ ὁμοιότητα τῶν ἐν περιπτώσει πεφηνότων ληφθήσεται ἢ κατὰ παραύξησιν ἢ κατὰ μείωσιν ἢ κατ’ ἐπισύνθεσιν.
§59
καθ’ ὁμοιότητα μὲν οὖν, οἷον ὅταν ἀπὸ τῆς θεωρηθείσης Σωκράτους εἰκόνος τὸν μὴ ἑωραμένον Σωκράτην ἐπινοῶμεν, κατὰ παραύξησιν δέ, ὅταν ἀπὸ τοῦ κοινοῦ ἀνθρώπου κινούμενοι νοῶμεν, οἷον ὃς οὐκ ἐῴκει (ι 191) ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι ὑψηλῶν ὀρέων, κατὰ μείωσιν δέ,
§60
ἐπειδάν συνελόντες πάλιν τὸ μέγεθος τοῦ κοινοῦ ἀνθρώπου νόησιν λαμβάνωμεν πυγμαίου, κατ’ ἐπισύνθεσιν δέ, ὅταν ἀπὸ ἀνθρώπου καὶ ἵππου τὸν μηδέποτε ὑποπεπτωκότα ἡμῖν Ἱπποκένταυρον νοῶμεν. πάσης οὖν ἐπινοίας προηγεῖσθαι δεῖ τὴν διὰ τῆς αἰσθήσεως περίπτωσιν, καὶ διὰ τοῦτ’ ἀναιρουμένων τῶν αἰσθητῶν ἐξ ἀνάγκης συναναιρεῖται πᾶσα νόησις.
§61
ὅ τε λέγων πάντ’ εἶναι τὰ φαινόμενα ψευδῆ καὶ ἐτεῇ μόνα ὑπάρχειν τὰ νοητά, ἔστι ἔστι κατ’ ἀλήθειαν, ἤτοι φάσει μόνον χρώμενος τοῦτ’ ἐρεῖ ἢ καὶ ἀποδεικνύς. ἀλλὰ φάσει μὲν λέγων φάσει ἐπισχεθήσεται, ἀπόδειξιν δὲ παραλαμβάνειν πειρώμενος περιτραπήσεται.
§62
ἢ γὰρ φαινομένῳ τινὶ διδάξει τὸ ἐτεῇ μόνα εἶναι τὰ νοητὰ ἢ ἀδήλῳ. οὔτε δὲ φαινομένῳ τοῦτο διδάξει, οὐ γὰρ ὑπάρχει, οὔτε ἀδήλῳ, ἐκ φαινομένου γὰρ ὀφείλει προπεπιστῶσθαι τὸ ἄδηλον. οὐ τοίνυν ὑγιής ἐστιν ἡ στάσις τῶν περὶ Δημόκριτόν τε καὶ Πλάτωνα.
§63
Ὁ δὲ Ἐπίκουρος (fr. 253 Us.) ἔλεγε μὲν πάντα τὰ αἰσθητὰ εἶναι ἀληθῆ, καὶ πᾶσαν φαντασίαν ἀπὸ ὑπάρχοντος εἶναι, καὶ τοιαύτην ὁποῖόν ἐστι τὸ κινοῦν τὴν αἴσθησιν, πλανᾶσθαι δὲ τοὺς τινὰς μὲν τῶν φαντασιῶν λέγοντας ἀληθεῖς, τινὰς δὲ ψευδεῖς παρὰ τὸ μὴ δύνασθαι χωρίζειν δόξαν ἀπὸ ἐναργείας. ἐπὶ γοῦν τοῦ Ὀρέστου, ὅτε ἐδόκει βλέπειν τὰς Ἐρινύας, ἡ μὲν αἴσθησις ὑπ᾿ εἰδώλων κινουμένη ἀληθὴς ἦν ὑπέκειτο γὰρ τὰ εἴδωλα), ὁ δὲ νοῦς οἰόμενος, ὅτι στερέμνιοί εἰσιν Ἐρινύες ἐψευδοδόξει.
§64
καὶ ἄλλως, φησίν, οἱ προειρημένοι τῶν φαντασιῶν διαφορὰν εἰσάγοντες οὐκ ἰσχύουσι πιστώσασθαι τὸ τινὰς μὲν αὐτῶν ἀληθεῖς ὑπάρχειν, τινὰς δὲ ψευδεῖς· οὔτε γὰρ φαινομένῳ διδάξουσι τὸ τοιοῦτον, ζητεῖται γὰρ τὰ φαινόμενα, οὔτε ἀδήλῳ, διὰ φαινομένου γὰρ ὀφείλει τὸ ἄδηλον ἀποδείκνυσθαι.
§65
τοιαῦτα δὴ λέγων ὁ Ἐπίκουρος ἄκων εἰς τὴν ὁμοίαν ἐκπέπτωκεν ἀπορίαν. εἰ γὰρ ὁμολογεῖ τῶν φαντασιῶν τὰς μὲν ἀπὸ στερεμνίων γίνεσθαι σωμάτων τὰς δὲ ἀπὸ εἰδώλου, καὶ δίδωσι τὸ μέν τι εἶναι ἐνάργειαν τὸ δὲ δόξαν, ζητῶ πῶς κρίνει τὰς ἀπὸ στερεμνίου σώματος φαντασίας καὶ τὰς ἀπὸ εἰδώλου προσπιπτούσας; οὔτε γὰρ ἐναργείᾳ, ζητεῖται γάρ, οὔτε δόξῃ, ὄι ἐναργείας γὰρ ὀφείλει πεπιστῶσθαι.
§66
ἄλλως τε καὶ ἄτοπός ἐστιν ἑκτῶν μᾶλλον ζητουμένων τὰ ἦττον ζητούμενα δεικνύναι πειρώμενος. ἡμῶν γὰρ σκεπτομένων περὶ τῆς τῶν φαινομένων πίστεως, αὐτὸς τὴν περὶ τῶν εἰδώλων τερατολογουμένην καὶ μυθώδη δόξαν ἐπεισάγει.
§67
Καὶ μὴν οὐδὲ τοῖς Στωικοῖς εὐοδεῖ ὁ λόγος· θέλουσι μὲν γὰρ τῶν τε αἰσθητῶν καὶ νοητῶν εἶναι διαφοράν, καθ’ ἣν τὰ μέν ἐστιν ἀληθῆ τὰ δὲ ψευδῆ, οὐκ ἰσχύουσι δὲ τὸ τοιοῦτον συνάγειν. διακένους γὰρ εἷναί τινας φαντασίας ὡμολογήκασιν, ὁποῖαι προσέπιπτον τῷ Ὀρέστῃ ἀπὸ τῶν Ἐρινύων, καὶ ἄλλας παρατυπωτικὰς τἀς ἀπὸ ὑποκειμένων μέν, οὐ κατ’ αὐτὰ δὲ τὰ ὑποκείμενα, ὁποία ἦν ἡ κατὰ μανίαν Ἡρακλεῖ ἀπὸ τῶν ἰδίων παίδων <ὡς> Εὐρυσθέως ὑποπεσοῦσα. ἀπὸ ὑποκειμένων γὰρ ἐγίνετο τῶν παίδων, οὐ κατ’ αὐτὰ δὲ τὰ ὑποκείμενα· οὐ γὰρ ἰδίους ἔβλεπε <τοὺς> παῖδας, ἀλλὰ φησίν (Euripid. Herc. 982)· εἰς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι. τούτου δὲ οὕτως ἔχοντος ἀδιάκριτοι γίνονται <αἱ> φαντασίαι,
§68
καὶ οὐκ ἔχουσι λέγειν οἱ ἀπὸ τῆς Στοᾶς, τίνες τε ταῖς ἀληθείαις καταληπτικαί εἰσι καὶ ἀπὸ ὑποκειμένων καὶ κατ’ αὐτὰ τὰ ὑποκείμενα γίγνονται, καὶ τίνες οὔκ εἰσι τοιαῦται, καθάπερ διὰ πλειόνων ἔμπροσθεν ἐδείξαμεν (l 426 sqq.).
§69
Οἷος δέ ἐστιν ὁ περὶ ταύτης τῆς στάσεως λόγος, τοιοῦτος γένοιτ’ ἂν ἡμῖν καὶ ὁ περὶ τῆς λειπομένης, καθ’ ἣν οἱ μὲν ἐν τῷ σημαινομένῳ, τουτέστιν ἀσωμάτῳ λεκτῷ, τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ὑποτίθενται, οἱ δ’ ἐν τῇ φωνῇ, οἱ δ’ ἐν τῷ κινήματι τῆς διανοίας.
§70
αὐτίκα γάρ, ἕνα ἀπὸ τῆς πρώτης ἄρξηταί τις, ἠξίουν οἱ Στωικοὶ (II fr. 187 Arn.) κοινῶς ἐν λεκτῷ τὸ ἀληθὲς εἶναι καὶ τὸ ψεῦδος. λεκτὸν δὲ ὑπάρχειν φασὶ τὸ κατὰ λογικὴν φαντασίαν ὑφιστάμενον, λογικὴν δὲ εἶναι φαντασίαν καθ’ ἣν τὸ φαντασθὲν ἔστι λόγῳ παπεπιστῶσθαι ραστῆσαι. τῶν δὲ λεκτῶν τὰ μὲν ἐλλιπῆ καλοῦσι, τὰ δὲ αὐτοτελῆ· ὧν τὰ μὲν ἐλλιπῆ παρείσθω νῦν, τῶν δὲ αὐτοτελῶν πλείους <τρόπους> εἶναί φασι·
§71
καὶ γὰρ προστακτικὰ καλοῦσί τινα, ἅπερ προστάσσοντες λέγομεν, οἷον (Γ 130) δεῦρ’ ἴθι νύμφα φίλη, καὶ ἀποφαντικά, ἅπερ ἀποφαινόμενοί φαμεν, οἷον “ὁ Δίων περιπατεῖ ”, καὶ πύσματα, ἅπερ λέγοντες πυνθανόμεθα, οἷον “ποῦ οἰκεῖ Δίων;”
§72
ὀνομάζεται δέ τινα παρ’ αὐτοῖς καὶ ἀρατικὰ, ἅπερ λέγοντες ἀρώμεθα (Γ 300) ὧδέ σφ’ ἐγκέφαλος χαμάδις ῥέοι ὧς ὅδε οἶνος, καὶ εὐκτικά, ἅπερ λέγοντες εὐχόμεθα, ὁποῖόν ἐστι Η 202)· Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε μέγιστε, δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι. προσαγορεύουσι δέ τινα τῶν αὐτοτελῶν καὶ ἀξιώματα,
§73
ἅπερ λέγοντες ἤτοι ἀληθεύομεν ἢ ψευδόμεθα. ἔστι δέ τινα καὶ πλείονα ἢ ἀξιώματα, οἶον τὸ μὲν τοιοῦτο Πριαμίδαισιν ἐμφερὴς ὁ βουκόλος ἀξίωμά ἐστιν· ἢ γὰρ ἀληθεύομεν λέγοντες αὐτὸ ἢ ψευδόμεθα· τὸ δὲ οὕτως ἔχον (fr. trag. adesp. 286 Nauck2) ὡς Πριαμίδαισιν ἐμφερὴς ὁ βουκόλος πλέον τι ἀξιώματός ἐστι καὶ οὐκ ἀξίωμα.
§74
πλὴν ἱκανῆς οὔσης ἐν τοῖς λεκτοῖς διαφορᾶς, ἴνα τι, φασίν, ἀληθὲς ᾖ ἢ ψεῦδος, δεῖ αὐτὸ πρὸ παντὸς λεκτὸν εἶναι, εἶτα καὶ αὐτοτελές, καὶ οὐ κοινῶς ὁποιονδήποτε οὖν ἀλλ’ ἀξίωμα· μόνον γὰρ τοῦτο, καθὼς προεῖπον, λέγοντες ἤτοι ἀληνῦν θεύομεν ἢ ψευδόμεθα.
§75
οὐκοῦν, φασὶν οἱ ἀπὸ τῆς σκέψεως, τὸ εἶναί τι λεκτὸν ἀσώματον, ὃ κεχώρισται τῆς τε σημαινούσης φωνῆς, οἷον τῆς ‘‘Δίων”, καὶ τοῦ τυγχάνοντος, καθάπερ αὐτοῦ τοῦ Δίωνος, πόθεν ἔχουσι παραστῆσαι; ἢ γὰρ αὐτόθεν ἐροῦσι τοῦθ’ ὑπάρχειν οἱ Στωικοί, ἢ δι’ ἀποδείξεως τὴν ὕπαρξιν αὐτοῦ πιστώσονται.
§76
καὶ εἰ μὲν αὐτόθεν λέγοιεν τὸ ἀσώματον τοῦτο λεκτὸν ὑπάρχειν, καὶ ἡμῖν ἐξέσται λέγειν αὐτόθεν ὅτι οὐκ ἔστιν· ὡς γὰρ ἐκεῖνοι χωρὶς ἀποδείξεως εἰσι πιστοί, οὕτω καὶ οἱ ἀπορητικοὶ τοὐναντίον διὰ ψιλῆς προφερόμενοι φάσεως γενήσονται πιστοί, ἢ εἴπερ ἀπιστοῦνται, καὶ οἱ ἀπὸ τῆς Στοᾶς ὁμοίως ἄπιστοι γενήσονται.
§77
εἰ δὲ δι’ ἀποδείξεως τὸ τοιοῦτον πιστώσονται, χεῖρον αὐτοῖς ἄπορον ἐπακολουθήσει. ἡ γὰρ ἀπόδειξις λόγος ἐστίν, ὁ δὲ λόγος ἐκ λεκτῶν συνέστηκεν. τοῖς λεκτοῖς οὖν παραστήσουσι τὸ εἶναί τι λεκτὸν οἱ Στωικοί, ὅπερ ἀπεμφαίνει, ἐπείπερ ὁ μὴ διδοὺς τι λεκτὸν οὐδὲ πολλὰ δώσει λεκτὰ εἶναι.
§78
ζητουμένων τε καὶ τῶν ἐν τῇ ἀποδείξει λεκτῶν εἰ ἔστιν, ἐὰν μὲν ἐξ ἑτοίμου λαμβάνωσι τὸ εἶναι ταῦτα, ἐξ ἑτοίμου καὶ οἱ ἀπορητικοὶ τὸ μὴ εἶναι λήψονται, τῆς αὐτῆς ἐπ’ ἀμφοτέρων ὑποπιπτούσης πίστεως ἢ ἀπιστίας, ἐὰν δὲ ἐξ ἀποδείξεως, εἰς ἄπειρον ἐκπεσοῦνται· ἀπόδειξιν γὰρ ἀπαιτηθήσονται τῶν ἐν τῇ δευτέρᾳ ἀποδείξει ἐμπεριεχομένων λεκτῶν, καὶ τρίτην κομίσαντες τῶν ἐν τῇ τρίτῃ, καὶ τετάρτην τῶν ἐν τῇ τετάρτῃ, ὥστε ἄναρχον αὐτοῖς εἶναι τὴν ἀπόδειξιν τοῦ εἶναι λεκτόν.
§79
Καὶ ἄλλα δὲ πλείω ἔστιν εἰς τὸν τόπον λέγειν, περὶ ὧν εὐκαιρότερον ἐν τοῖς περὶ ἀποδείξεως (§ 300—315) διεξελευσόμεθα. τὰ νῦν δὲ ἐκεῖνο ῥητέον, ὅτι τὸ αὐτοτελὲς ἀξίωμα σύνθετον εἶναι θέλουσιν, οἷον τὸ ‘‘ἡμέρα ἔστι” σύγκειται ἔκ τε τοῦ ἡμέρα καὶ τοῦ ἔστιν. ἀσώματον δὲ οὐδὲν οὔτε συντεθῆναι οὔτε μερισθῆναι δύναται· ἴδια γὰρ σωμάτων ἐστὶ ταῦτα. τοίνυν οὐδέν ἐστιν αὐτοτελὲς πρᾶγμα οὐδὲ ἀξίωμα.
§80
πᾶν τε λεκτὸν λέγεσθαι δεῖ, ὅθεν καὶ ταύτης ἔτυχε τῆς προσηγορίας· οὐδὲν δὲ λεκτὸν λέγεται, ὡς παριστᾶσιν οἱ ἀπορητικοί· οὐκ ἄρα ἔστι τι λεκτόν. ᾧ ἕπεται μηδὲ ἀξίωμα εἶναι μηδὲν ἀληθὲς ἢ ψεῦδος. λέγειν γάρ ἐστι, καθὼς αὐτοί φασιν οἱ ἀπὸ τῆς Στοᾶς (II fr. 167 Arn.), τὸ τὴν τοῦ νοουμένου πράγματος σημαντικὴν προφέρεσθαι φωνήν, οἶον τοῦδε τοῦ στίχου (Α 1)· μῆνιν ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος.
§81
ἀλλὰ τούτου γε τὴν σημαντικὴν φωνὴν ἀμήχανόν ἐστι προφέρεσθαι διὰ τὸ οὗ τὰ μέρη μὴ συνυπάρχει, μηδὲ αὐτὸ ἐκεῖνο ὑπάρχειν, τούτου δὲ τοῦ πράγματος τὰ μέρη μὴ συνυπάρχειν, ὥστε μηδ’ αὐτὸ ὑπαρκτὸν εἶναι. τὸ δ’ ὅτι ἀσυνύπαρκτά ἐστιν αὐτοῦ τὰ μέρη, αὐτόθεν δείκνυται. ὅτε γὰρ τὸ πρῶτον ἡμιστίχιον προφερόμεθα, οὔπω ἔστι τὸ δεύτερον, καὶ ὅτε τὸ δεύτερον προφερόμεθα, οὐκέτ’ ἔστι τὸ πρῶτον, ὥστε τὸν μὲν ὅλον στίχον οὐ προφερόμεθα.
§82
καὶ μὴν οὐδὲ τὸ ἡμιστίχιον· ὅταν γὰρ πάλιν τὸ πρῶτον τοῦ ἡμιστιχίου μέρος λέγωμεν, τότε οὔπω τὸ δεύτερον αὐτοῦ μέρος προφερόμεθα, καὶ ὅτε τὸ δεύτερον προφερόμεθα, οὐκέτι λέγομεν τὸ πρῶτον, ὥστε οὐδὲ τὸ ἡμιστίχιον ὑπάρχει. κἂν δὲ σκοπῶμεν, οὐδὲ μία λέξις, | οἷον ἡ “μῆνιν”· ὅτε γὰρ τὴν μὴ συλλαβὴν λέγομεν, οὐδέπω τὴν νιν προφερόμεθα, καὶ ὅτε τὴν νιν προφερόμεθα, οὐκέτι τὴν μὴ.
§83
εἰ οὖν ἀδύνατόν ἐστιν ὑπάρχειν τι οὗ τὰ μέρη ἀσυνύπαρκτά ἐστι, δέδεικται δὲ καὶ ἐπὶ μιᾶς λέξεως ἀσυνύπαρκτα τὰ μέρη, ῥητέον μηδεμίαν ὑπάρχειν λέξιν. διὰ τοῦτο δὲ οὐδὲ ἀξίωμα, ὅ φασι σύνθετον εἶναι, οἷον τὸ τοιοῦτο ‘‘Σωκράτης ἔστιν”. ὅτε γὰρ λέγεται οὔπω ἔστι τὸ ἔστιν, καὶ ὅτε τὸ ἔστι λέγεται, τὸ Σωκράτης οὐκέτι ἔστιν. οὐδέποτε ἄρα ὅλον ὑπάρχει τὸ ἀξίωμα, ἀλλὰ μέρη τοῦ ὅλου· τὰ δὲ μέρη τούτου οὐκ ἔστιν ἀξιώματα.
§84–115
§84
οὐκ ἄρα ἔστι τι ἀξίωμα. καίτοι τί περὶ ὅλου τοῦ ἀξιώματος διέξιμεν τοῦ ‘‘Σωκράτης ἔστιν”, ὅτε καὶ αὐτὸ κατ’ ἰδίαν τὸ πτωτικὸν τὸ Σωκράτης οὐ δύναται ἐν ὑπάρξει νοεῖσθαι διὰ τὴν αὐτὴν αἰτίαν; φημὶ δὲ διὰ τὸ μὴ συνυπάρχειν τὰ συστατικὰ αὐτοῦ μόρια.
§85
Διδομένου δὲ τοῦ ἀξίωμα εἶναί τι, <.....> ἀληθὲς καί τι ψεῦδος οὐ συγχωρήσουσιν οἱ ἀπὸ τῆς σκέψεως διὰ τὸ μὴ εὐαπόδοτον αὐτὸ καθεστάναι τοῖς πρὸς οὕς ἐστιν ὁ λόγος. φασὶ γὰρ ἀληθὲς μὲν εἶναι ἀξίωμα ὃ ὑπάρχει τε καὶ ἀντίκειταί τινι, ψεῦδος δὲ ὃ οὐχ ὑπάρχει μὲν ἀντίκειται δέ τινι. ἐρωτώμενοι δέ, τί ἐστι τὸ ὑπάρχον, λέγουσι τὸ καταληπτικὴν κινοῦν φαντασίαν·
§86
εἶτα περὶ τῆς καταληπτικῆς φαντασίας ἐξεταζόμενοι πάλιν ἐπὶ τὸ ὑπάρχον, ἐπ’ ἴσης ὂν ἄγνωστον, ἀνατρέχουσι, λέγοντες ‘‘καταληπτική ἐστι φαντασία ἡ ἀπὸ ὑπάρχοντος κατ’ αὐτὸ τὸ ὑπάρχον”. ἦν ἴσον τῷ δι’ ἀγνοουμένου τὸ ἀγνοούμενον διδάσκειν καὶ εἰς τὸν δι’ ἀλλήλων ἐμπίπτειν τρόπον. ἴνα γὰρ τὸ ὑπάρχον μάθωμεν, ἐπὶ τὴν καταληπτικὴν ἡμᾶς φαντασίαν ἀποστέλλουσι, λέγοντες ὑπάρχον εἶναι τὸ κινοῦν καταληπτικὴν φαντασίαν· ἴνα δὲ τὴν καταληπτικὴν γνῶμεν φαντασίαν, ἐπὶ τὸ ὑπάρχον ἀνταποστέλλουσιν. μήτε οὖν ἐκεῖνο μήτε ταύτην γινώσκοντες οὐδὲ τὸ ἀπ’ αὐτῶν διδασκόμενον ἀληθὲς καὶ ψεῦδος ἀξίωμα συνήσομεν.
§87
Κἂν ταύτης δὲ τῆς ἀπορίας ἀφίστηταί τις, μείζων ἄλλη παρ’ αὐτὴν ἀνακύψει τοῖς τὴν Στωικὴν τεχνολογίαν ἀποδεχομένοις. ὥσπερ γὰρ εἰ βουλοίμεθα μαθεῖν τί ἐστιν ἄνθρωπος, πρότερον ὀφείλομεν ἐγνωκέναι τί τὸ ζῷον καὶ τί τὸ λογικὸν καὶ τί τὸ θνητόν (ἐκ τούτων γὰρ συνέστηκεν ἡ τοῦ ἀνθρώπου νόησις), καὶ ὃν τρόπον εἰ προαιροίμεθα γινώσκειν τί ἐστι κύων, προκατειληφέναι δεήσει πάλιν τὸ ζῷον καὶ τὸ ὑλακτικόν (ἐκ τούτων γὰρ ἐνοεῖτο ὁ κύων),
§88
οὕτως εἰ ἀληθές ἐστι κατὰ τοὺς Στωικοὺς (II fr. 214 Arn.) ὃ ὑπάρχει τε καὶ ἀντίκειταί τινι καὶ ψεῦδος ὃ μὴ ὑπάρχει μὲν ἀντίκειται δέ τινι, κατ’ ἀνάγκην ὀφείλομεν γινώσκειν εἰς τὴν τούτων νόησιν τί ἐστι τὸ ἀντικείμενον. οὐ πάνυ δέ γε δύνανται παραστῆσαι τὸ ἀντικείμενον ἡμῖν οἱ Στωικοί· τοίνυν οὐδὲ τὸ ἀληθὲς ἢ ψεῦδος ἔσται γνώριμα.
§89
φασὶ γὰρ “ἀντικείμενά ἐστιν ὧν τὸ ἕτερον τοῦ ἑτέρου ἀποφάσει πλεονάζει”, οἷον ‘‘ἡμέρα ἔστιν — οὐχ ἡμέρα ἔστιν. τοῦ γὰρ ἡμέρα ἔστιν ἀξιώματος τὸ οὐχ ἡμέρα ἔστιν” ἀποφάσει πλεονάζει τῇ οὐχί, καὶ διὰ τοῦτ’ ἀντικείμενόν ἐστιν ἐκείνῳ. ἀλλ’ εἰ τοῦτ’ ἔστι τὸ ἀντικείμενον, έσται καὶ τὰ τοιαῦτα ἀντικείμενα, τό τε ‘‘ἡμέρα ἔστι <καὶ φῶς ἔστιν” καὶ τὸ ‘‘ἡμέρα ἔστιν> καὶ οὐχὶ φῶς ἔστιν’’· τοῦ γὰρ ἡμέρα ἔστιν <καὶ φῶς ἔστιν>” ἀξιώματος ἀποφάσει πλεονάζει τὸ <ἡμέρα ἔστιν καὶ> οὐχὶ φῶς ἔστιν. οὐχὶ δέ γε κατ’ αὐτοὺς ταῦτα ἀντικείμενά ἐστιν· οὐκ ἄρα ἀντικείμενά ἐστι <τῷ> τὸ ἕτερον τοῦ ἑτέρου ἀποφάσει πλεονάζειν.
§90
ναί, 24a φασίν, ἀλλὰ σύν τούτῳ ἀντικείμενά ἐστι, σὺν τῷ τὴν ἀπόφασιν προτετάχθαι τοῦ ἑτέρου· τότε γὰρ καὶ κυριεύει τοῦ ὅλου ἀξιώματος, ἐπὶ δὲ τοῦ ‘‘ἡμέρα ἔστιν καὶ οὐχὶ φῶς ἔστιν”, μέρος οὖσα τοῦ παντός, οὐ κυριεύει πρὸς τὸ ἀποφατικὸν ποιῆσαι τὸ πᾶν. ἐχρῆν οὖν, ἐροῦμεν, προσκεῖσθαι τῇ ἐννοίᾳ τῶν ἀντικειμένων ὅτι τότε ἀντικείμενά ἐστιν, ὅταν μὴ ψιλῶς τὸ ἕτερον τοῦ ἑτέρου ἀποφάσει πλεονάζῃ, ἀλλ’ ὅταν ἡ ἀπόφασις προτάττηται τοῦ ἀξιώματος.
§91
Ἄλλος δέ τις καὶ τὸν Πλάτωνος παραλήψεται λόγον, ᾧ κέχρηται ἐν τῷ περὶ ψυχῆς (Phaed. p. 103 C), καὶ διδάξει ὧς οὐχ οἷόν τέ ἐστι μετουσίᾳ τῆς ἀποφάσεως πλεονάζειν τὸ ἀξίωμα παρὰ τὸ μὴ ἔχον τὴν ἀπόφασιν. ὡς γὰρ οὐδὲν μετουσίᾳ θερμοῦ γίνεται ψυχρόν, οὕτως οὐδὲν μετουσίᾳ μικροῦ γίνεται μέγα ἀλλὰ μικρόν· καὶ ὧς μετοχῇ τοῦ μείζονος γίνεταί τι μέγα, οὕτω καὶ μετοχῇ τοῦ μικροῦ ἔσται τι μικρόν. διὸ καὶ τὴν ἐννεάδα κατὰ τὴν τῆς μονάδος πρόσληψιν μὴ γίνεσθαι μείζονα. τὸ γὰρ ‘ὲν ἧττόν ἐστι τῶν ἐννέα·
§92.1
τοῦτ’ οὖν προσλαβοῦσα ἡ ἐννεὰς οὐ γενήσεται πλείων τῶν ἐννέα, ἐλάττων δὲ μᾶλλον. [τῇ γὰρ προσλήψει ταύτης γενήσεται ἡ ἐννεὰς τῆς ἐννεάδος μείζων, ἀλλὰ ἐλάσσων μᾶλλον.] ἐπεὶ οὖν καὶ ἡ “οὐχὶ” ἀπόφασις μικρότερόν τι ἐστὶ τοῦ ἀξιώματος, οὐ ποιήσει τὸ ἀξίωμα μεῖζον, διότι, ὡς μεγέθους τινὸς μετουσίᾳ γίνεταί τι μεῖζον, οὕτω καὶ ἐλάττονος μετουσία ἔλαττον ἀποτελεῖται.
§92.2
Ὁ μὲν οὖν Πλάτωνος λόγος οὕτως εἰς τὸν τόπον ὑπό τινων μεταχθήσεται·
§93
ἐπισυνάπτοντες δὲ ἡμεῖς τοῖς προκειμένοις κἀκεῖνο λέγωμεν ὧς, εἴπερ τὸ ἀληθὲς ἀξίωμά ἐστι, πάντως ἢ ἀπλοῦν ἐστιν ἀξίωμα ἢ οὐχ ἀπλοῦν ἢ καὶ ἀπλοῦν καὶ οὐχ ἀπλοῦν. τῶν γὰρ ἀξιωμάτων πρώτην σχεδὸν καὶ κυριωτάτην ἐκφέρουσι διαφορὰν οἱ διαλεκτικοὶ (Stoic. fr. II 205 Arn.) καθ’ ἣν τὰ μέν ἐστιν αὐτῶν ἀπλᾶ, τὰ δ’ οὐχ ἀπλᾶ. καὶ ἀπλᾶ μὲν ὅσα μήτ’ ἐξ ἑνὸς ἀξιώματος δὶς λαμβανομένου συνέστηκεν, μήτ’ ἐξ ἀξιωμάτων διαφερόντων <καὶ> διὰ ἢ τινῶν συνδέσμων, οἶον ‘‘ἡμέρα ἔστιν, [ἢ] νὺξ ἔστιν, Σωκράτης διαλέγεται”, πᾶν ὃ τῆς ὁμοίας ἐστὶν ἰδέας.
§94
ὥσπερ γὰρ τὸν στήμονα ἀπλοῦν λέγομεν καίπερ ἐκ τριχῶν συνεστῶτα, ἐπεὶ οὐκ ἐκ στημόνων, οἵτινές εἰσιν ὁμογενεῖς, πέπλεκται, οὕτως ἀπλᾶ λέγεται ἀξιώματα, ἐπεὶ οὐκ ἐξ ἀξιωμάτων συνέστηκεν ἀλλ’ ἐξ ἄλλων τινῶν. οἷον τὸ ‘‘ἡμέρα ἔστιν” ἀπλοῦν ἐστι παρόσον οὔτε ἐκ τοῦ αὐτοῦ ἔστιν ἀξιώματος δὶς λαμβανομένου οὔτε ἐκ διαφερόντων συνέστηκεν, ἐξ ἄλλων δὲ τινῶν συγκέκριται, οἷον τοῦ “ἡμέρα” καὶ τοῦ ‘‘ἔστιν”. καὶ μὴν οὐδὲ σύνδεσμός ἐστιν ἐν αὐτῷ.
§95
οὐχ ἀπλᾶ δὲ ἐτύγχανε τὰ οἷον διπλᾶ, καὶ ὅσα δ’ ἐξ ἀξιώματος δὶς λαμβανομένου ἢ ἐξ ἀξιωμάτων διαφερόντων συνέστηκε διὰ συνδέσμου τε ἢ συνδέσμων, οἷον “εἰ ἡμέρα ἔστιν <ἡμέρα ἔστιν>· εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· εἰ νὺξ ἔστι, σκότος ἔστιν· καὶ εἰ] ἡμέρα ἔστι καὶ φῶς ἔστιν· ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν”.
§96
τῶν δὲ ἁπλῶν τινὰ μὲν ὡρισμένα ἐστὶν τινὰ δὲ ἀόριστα τινὰ δὲ μέσα, ὡρισμένα μὲν τὰ κατὰ δεῖξιν ἐκφερόμενα, οἷον “οὗτος περιπατεῖ, οὗτος κὰθηται” (δείκνυμι γάρ τινα τῶν ἐπὶ μέρους ἀνθρώπων).
§97
ἀόριστα δέ ἐστι κατ’ αὐτούς ἐν οἶς ἀόριστόν τι κυριεύει μόριον, οἷον “τὶς κάθηται”, μέσα δὲ τὰ οὕτως ἔχοντα ‘‘ἄνθρωπος κάθηται” ἢ ‘‘Σωκράτης περιπατεῖ”. τὸ μὲν οὖν “τὶς περιπατει” ἀόριστόν ἐστιν, ἐπεὶ οὐκ ἀφώρικέ τινα τῶν ἐπὶ μέρους περιπατούντων· κοινῶς γὰρ ἐφ’ ἑκάστου αὐτῶν ἐκφέρεσθαι δύναται· τὸ δὲ “οὗτος κάθηται” ὡρισμένον ἐστίν, ἐπείπερ ἀφώρικε τὸ δεικνύμενον πρόσωπον. τὸ δὲ “Σωκράτης κάθηται” μέσον ὑπῆρχεν, ἐπείπερ οὔτε ἀόριστόν ἐστιν ἀφώρικε γὰρ τὸ εἶδος), οὔτε ὡρισμένον (οὐ γὰρ μετὰ δείξεως ἐκφέρεται), ἀλλ’ ἔοικε μέσον ἀμφοτέρων ὑπάρχειν, τοῦ τε ἀορίστου καὶ τοῦ ὡρισμένου.
§98
γίνεσθαι δέ φασι τὸ ἀόριστον ἀληθές, τὸ “τὶς περιπατεῖ” ἢ “τὶς κάθηται”, ὅταν τὸ ὡρισμένον ἀληθὲς εὑρίσκηται, τὸ “οὗτος κὰθηται” ἢ “οὗτος περιπατεῖ”· μηδενὸς γὰρ τῶν ἐπὶ μέρους καθημένου οὐ δύναται ἀληθὲς εἶναι τὸ “τὶς κάθηται” ἀόριστον.
§99
Τοιαῦτα μὲν ὡς ἐν κεφαλαίοις τὰ ἐπὶ τῶν ἁπλῶν ἀξιωμάτων λεγόμενα τοῖς διαλεκτικοῖς ὑπῆρχεν. οἱ δὲ ἀπορητικοὶ ζητοῦσι π ρῶτον, εἰ δύναται τὸ ὡρισμένον ἀληθὲς εἶναι· τούτου γὰρ ἀναιρεθέντος οὐδὲ τὸ ἀόριστον δύναται ὑπάρχειν ἀληθές, ἀναιρουμένου δὲ καὶ τοῦ ἀορίστου οὐδὲ τὸ μέσον τούτων ὑποστήσεται. ταῦτα δ’ ἦν ὥσπερ στοιχεῖα τῶν ἁπλῶν ἀξιωμάτων· τοίνυν ἀθετουμένων αὐτῶν οἰχήσεται καὶ τὰ ἀπλᾶ ἀξιώματα, καὶ οὐκ ἐνέσται λέγειν τἀληθὲς ἐν τοῖς ἁπλοῖς ὑπάρχειν ἀξιώμασιν.
§100
καὶ δὴ τὸ ὡρισμένον τοῦτο ἀξίωμα, τὸ “οὗτος κάθηται” ἢ “οὗτος περιπατεῖ”, τότε φασὶν ἀληθὲς ὑπάρχειν, ὅταν τῷ ὑπὸ τὴν δεῖξιν πίπτοντι συμβεβήκῃ τὸ κατηγόρημα, οἷον τὸ καθῆσθαι ἢ τὸ περιπατεῖν. ἀλλ’ ἔν τε τῷ λέγειν “οὗτος περιπατεῖ” δεικνυμένου τινὸς τῶν ἐπὶ μέρους ἀνθρώπων, ἤτοι Σωκράτης ἐστὶ λόγου χάριν ὁ ὑπὸ τὴν δεῖξιν πίπτων ἢ μέρος τι τοῦ Σωκράτους· οὔτε δὲ Σωκράτης ἐστὶν ὁ ὑπὸ τὴν δεῖξιν πίπτων οὔτε μέρος τι τοῦ Σωκράτους, ὧς παραστήσομεν· οὐκ ἄρα δύναται ἀληθὲς εἶναι τὸ ὡρισμένον ἀξίωμα.
§101
καὶ Σωκράτης μὲν οὐχ ὑποπίπτει τῇ δείξει, παρόσαν αὐτοῦ ἐκ ψυχῆς καὶ σώματος συνεστῶτος † οὔθ’ ἡ ψυχὴ δείκνυται οὔτε τὸ σῶμα οὔτε τὸ ὅλον, ὑπὸ τὴν δεῖξιν πίπτοντα †. καὶ μὴν οὐδὲ μόριόν ὑπέπιπτε τῇ δείξει· εἰ γὰρ τῷ ὑπὸ τὴν δεῖξιν πίπτοντι συμβεβηκέναι φασὶ τὸ κατηγόρημα (τὸ περιπατεῖν ἢ τὸ καθῆσθαι), οὐδέποτε δὲ τῷ δεικνυμένῳ μορίῳ ὄντι ἐλαχίστῳ συμβέβηκε τὸ κατηγόρημα, οἷον τὸ περιπατεῖν ἢ τὸ καθῆσθαι, κατ’ ἀνάγκην οὐδὲ τὸ μόριον ἔσται πῖπτον ὑπὸ τὴν δεῖξιν.
§102
ἀλλ’ εἰ μήτε τοῦτο μήτε Σωκράτης, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οἴχεται τὸ κατὰ δεῖξιν ἐκφερόμενον ὡρισμένον ἀξίωμα, σὺν τῷ καὶ ἀόριστον αὐτὸ γίνεσθαι σχεδόν· εἰ γὰρ ἐνδέχεται τοῦτ᾿ εἶναι τὸ δεικνύμενον τοῦ Σωκράτους μέρος, ἐνδέχεται δὲ μηδὲ τοῦτο ἀλλ’ ἕτερον, ἐξ ἀνάγκης ἀόριστον γίνεται τὸ ὅλον. μὴ ὄντος οὖν τοῦ ὡρισμένου ἀξιώματος οὐδὲ τὸ ἀόριστον ἔσται. διὰ δὲ τοῦτο οὐδὲ τὸ μέσον ὑποστήσεται.
§103
Πρὸς τούτοις ὅταν λέγωσι τὸ μὲν “ἡμέρα ἔστιν” ἀξίωμα ἐπὶ τοῦ παρόντος εἶναι ἀληθές, τὸ δὲ “ωὺξ ἔστι” ψεῦδος, καὶ τὸ μὲν “οὐχὶ ἡμέρα ἔστι” ψεῦδος, τὸ δὲ “οὐχὶ νὺξ ἔστιν” ἀληθές, ἐπιστήσει <τις>, πῶς μία οὖσα καὶ ἡ αὐτὴ ἀπόφασις τοῖς μὲν ἀληθέσι προσελθοῦσα ψευδῆ ταῦτα ποιεῖ, τοῖς δὲ ψευδέσιν ἀληθῆ. ὅμοιον γάρ ἐστι τοῦτο τῷ κατὰ τὸ Αἰσώπειον αἴνιγμα Σειληνῷ, ὃς ὁρῶν τὸν αὐτὸν ἄνθρωπον χειμῶνος ὥρᾳ καὶ ὑπὲρ τοῦ μὴ ψύχεσθαι τὰς χεῖρας [ἐμφυσῶντα] καὶ ὑὲρ τοῦ μὴ καὶεσθαι ἐμφυσῶντα τῷ στόματι, ἔφη μὴ ἂν ὑπομεῖναι τοιούτῳ θηρίῳ συζῆν ἐξ οὗ τὰ ἐναντιώτατα προέρχεται.
§104
ὧδε γὰρ καὶ αὐτὴ ἡ ἀπόφασις τὰ μὲν ὑπάρχοντα ἀνύπαρκτα ποιοῦσα, τὰ δὲ ἀνύπαρκτα ὑπαρκτά, τεραστίου φύσεως μετείληφεν. ἢ γὰρ ὑπάρχειν αὐτὴν θέλουσιν ἢ μὴ ὑπάρχειν ἢ <μήτε ὑπάρχειν μήτε μὴ ὑπάρχειν ἢ> ὑπάρχειν ἄμα καὶ μὴ ὑπάρχειν. καὶ εἰ μὲν ὑπάρχειν, πῶς ὑπάρχοντι προσεθοῦσα ἀνύπαρκτον τὸ ὅλον ποιεῖ καὶ οὐ μᾶλλον ὑπάρχον; ὑπάρχον γὰρ ὑπάρχοντι προσγενόμενον βεβαιοῖ μᾶλλον τὴν ὕπαρξιν.
§105
εἰ δὲ ἀνύπαρκτον, τίνι λόγῳ τῷ μὴ ὑπάρχοντι προσελθοῦσα ὑπαρκτὸν αὐτὸ ποιεῖ καὶ οὐ μᾶλλον ἀνύπαρκτον; ἀνυπάρκτῳ γὰρ ἀνύπαρκτον προστεθὲν οὐχ ὕπαρξιν ἀλλ᾿ ἀνυπαρξίαν ἀπεργάζεται. ἢ πῶς ἀνύπαρκτος οὖσα μετατίθησι τὸ ὑπαρκτὸν εἰς ἀνυπαρξίαν, ἀλλ᾿ οὐ κατὰ μέν τι ὑπαρκτὸν κατὰ δέ τι ἀνύπαρκτον αὐτὸ ποιεῖ; ὡς γὰρ λευκὸν καὶ μέλαν συντεθέντα οὐ μέλαν ἢ λευκὸν ποιεῖ, ἀλλὰ κατὰ μέν τι λευκὸν κατὰ δέ τι μέλαν, οὔτω καὶ ἀνύπαρκτον ὑπαρκτῷ συνελθὸν τὸ ὅλον ποιήσει κατὰ μέν τι ὑπαρκτὸν κατὰ δέ τι ἀνύπαρκτον.
§106
ἄλλως τε τὸ ἀνύπαρκτόν τι ποιοῦν ποιεῖ τι, τὸ δὲ ποιοῦν ἔστι καὶ ὑπάρχει· <...> ἡ ἄρα ἀπόφασις μὴ οὐδὲ ποιήσει τι ἀνύπαρκτον. λείπεται ἄρα λέγειν μήτε ὑπάρχειν αὐτὴν μήτε μὴ ὑπάρχειν. ἀλλ’ εἰ τοιαύτη ἐστί, πῶς πάλιν μήτε ὑπάρχουσα μήτε μὴ ὑπάρχουσα τῷ μὲν ὑπάρχοντι προσελθοῦσα ἀνυπαρξίαν ποιεῖ, τῷ δὲ μὴ ὑπάρχοντι ὕπαρξιν;
§107
ὡς γὰρ τὸ μήτε θερμὸν μήτε ψυχρὸν τῷ θερμῷ προσελθὸν οὐ δύναται ποιῆσαι ψυχρόν, οὐδὲ τῷ ψυχρῷ θερμόν, οὕτως ἄλογόν ἐστι τὸ μήτε ὑπάρχον μήτε μὴ ὑπάρχον τῷ μὲν ὑπάρχοντι προσελθὸν ἀνυπαρξίαν ποιεῖν, τῷ δὲ ἀνυπάρκτῳ ὕπαρξιν. τὰ δὲ αὐτὰ ἐνέσται ἀπορεῖν καὶ ἐὰν κατὰ τὶ μὲν ὑπάρχειν λέγωσι τὴν ἀπόφασιν, κατὰ δέ τι ἀνύπαρκτον εἶναι.
§108
Νῦν δὲ ἐπὶ ποσὸν ψηλαφηθείσης τῆς ἐπὶ τῶν ἁπλῶν ἀξιωμάτων παρὰ τοῖς διαλεκτικοῖς νομοθεσίας, μετίωμεν καὶ τὴν ἐπὶ τῶν οὐχ ἁπλῶν. καὶ δὴ οὐχ ἀπλᾶ μέν ἐστιν ἀξιώματα τὰ ἀνώτερον προειρημένα, ἅπερ ἐξ ἀξιώματος διαφορουμένου ἢ <ἐξ> ἀξιωμάτων διαφερόντων συνέστηκε ἐν οἶς σύνδεσμος ἢ σύνδεσμοι ἐπικρατοῦσιν.
§109
λαμβανέσθω δὲ ἐκ τούτων ἐπὶ τοῦ παρόντος τὸ καλούμενον συνημμένον. τοῦτο τοίνυν συνέστηκεν ἐξ ἀξιώματος διαφορουμένου ἢ ἐξ ἀξιωμάτων διαφερόντων <καὶ> διὰ τοῦ εἰ ἢ συνδέσμου, οἷον ἐκ διαφορουμένου μὲν ἀξιώματος καὶ τοῦ “εἰ” συνδέσμου συνέστηκε τὸ τοιοῦτον συνημμένον “εἰ ἡμέρα ἔστιν, ἡμέρα ἔστιν”,
§110
ἐκ διαφερόντων δὲ ἀξιωμάτων καὶ διὰ τοῦ “εἴπερ” συνδέσμου τὸ οὕτως ἔχον “εἴπερ ἡμέρα ἔστι, φῶς ἔστιν”. τῶν δὲ ἐν τῷ συνημμένῳ ἀξιωμάτων τὸ μετὰ τὸν “εἴ” ἢ τὸν “εἴπερ” σύνδεσμον τεταγμένον ἡγούμενόν τε καὶ πρῶτον καλεῖται, τὸ δὲ λοιπὸν λῆγόν τε καὶ δεύτερον, καὶ ἐὰν ἀναστρόφως ἐκφέρηται τὸ ὅλον συνημμένον, οἷον οὕτως “φῶς ἔστιν, εἴπερ ἡμέρα ἔστιν”· καὶ γὰρ ἐν τούτῳ λῆγον μὲν καλεῖται τὸ “φῶς ἔστιν” καίπερ πρῶτον ἐξενεχθέν, ἡγούμενον δὲ τὸ ‘‘ἡμέρα ἔστιν” καίπερ δεύτερον λεγόμενον, διὰ τὸ μετὰ τὸν ‘‘εἴπερ” σύνδεσμον τετάχθαι.
§111
ἡ μὲν οὖν σύστασις τοῦ συνημμένου, ὡς ἐν συντόμοις εἰπεῖν, ἐστὶ τοιαύτη, ἐπαγγέλλεσθαι δὲ δοκεῖ τὸ τοιοῦτον ἀξίωμα ἀκολουθεῖν τῷ ἐν αὐτῷ πρώτῳ τὸ ἐν αὐτῷ δεύτερον καὶ ὄντος τοῦ ἡγουμένου ἔσεσθαι τὸ λῆγον. ὅθεν σῳζομένης μὲν τῆς τοιαύτης ἐπαγγελίας καὶ ἀκολουθοῦντος τῷ ἡγουμένῳ τοῦ λήγοντος ἀληθὲς γίνεται καὶ τὸ συνημμένον, μὴ σῳζομένης δὲ ψεῦδος.
§112
διόπερ ἀπὸ τούτου εὐθὺς ἀρξάμενοι σκοπῶμεν εἰ δύναται ἀληθές τι συνημμένον καὶ σῷζον τὴν εἰρημένην ἐπαγγελίαν εὑρεθῆναι. Κοινῶς μὲν γάρ φασιν ἅπαντες οἱ διαλεκτικοὶ ὑγιὲς εἶναι συνημμένον, ὅταν ἀκολουθῇ τῷ ἐν αὐτῷ ἡγουμένῳ τὸ ἐν αὐτῷ λῆγον· περὶ δὲ τοῦ πότε ἀκολουθεῖ καὶ πῶς στασιάζουσι πρὸς ἀλλήλους καὶ μαχόμενα τῆς ἀκολουθίας ἐκτίθενται κριτήρια.
§113
οἷον ὁ μὲν Φίλων ἔλεγεν ἀληθὲς γίνεσθαι τὸ συνημμένον, ὅταν μὴ ἄρχηται ἀπ’ ἀληθοῦς καὶ λήγῃ ἐπὶ ψεῦδος, ὥστε τριχῶς μὲν γίνεσθαι κατ’ αὐτὸν ἀληθὲς συνημμένον, καθ’ ἕνα δὲ τρόπον ψεῦδος. καὶ γὰρ ὅταν ἀπ’ ἀληθοῦς ἀρχόμενον ἐπ’ ἀληθὲς λήγῃ, ἀληθές ἐστιν, ὧς τὸ “εἰ ἡμέρα ἔστι, φῶς ἔστιν”. καὶ ὅταν ἀπὸ ψεύδους ἀρχόμενον ἐπὶ ψεῦδος λήγῃ, πάλιν ἀληθές, οἷον τὸ “εἰ πέταται ἡ γῆ, πτέρυγας ἔχει ἡ γῆ”.
§114
ὡσαύτως δὲ καὶ τὸ ἀρχόμενον ἀπὸ ψεύδους, ἐπ’ ἀληθὲς δὲ λῆγον ἐστὶν ἀληθές, ὡς τὸ “εἰ πέταται ἡ γῆ, ἔστιν ἡ γῆ”. μόνως δὲ γίνεται ψεῦδος, ὅταν ἀρχόμενον ἀπὸ ἀληθοῦς λήγῃ ἐπὶ ψεῦδος, ὁποῖόν ἐστι τὸ “εἰ ἡμέρα ἔστι, νὺξ ἔστιν”· ἡμέρας γὰρ οὔσης τὸ μὲν ‘‘ἡμέρα ἔστιν” ἀληθές ἐστιν, ὅπερ ἦν ἡγούμενον, τὸ δὲ “νὺξ ἔστι” ψεῦδός ἐστιν, ὅπερ ἦν λῆγον.
§115
Διόδωρος δὲ ἀληθὲς εἶναί φησι συνημμένον ὅπερ μήτε ἐνεδέχετο μήτε ἐνδέχεται ἀρχόμενον ἀπ’ ἀληθοῦς λήγειν ἐπὶ ψεῦδος. ὅπερ μάχεται τῇ Φίλωνος θέσει. τὸ γὰρ τοιοῦτον συνημμένον “εἰ ἡμέρα ἔστιν, ἐγὼ διαλέγομαι” ἡμέρας οὔσης ἐπὶ τοῦ παρόντος κἀμοῦ διαλεγομένου κατὰ μὲν τὸν Φίλωνα ἀληθές ἐστιν, ἐπείπερ ἀπ’ ἀληθοῦς ἀρχόμενον τοῦ ‘‘ἡμέρα ἔστιν” εἰς ἀληθὲς λήγει τὸ ‘‘ἐγὼ διαλέγομαι”, κατὰ δὲ τὸν Διόδωρον ψεῦδος. ἐνδέχεται γὰρ ἀπ’ ἀληθοῦς ποτὲ ἀρξάμενον τοῦ ‘‘ἡμέρα ἔστιν” ἐπὶ ψεῦδος λήγειν τὸ ‘‘ἐγὼ διαλέγομαι”, ἡσυχάσαντος ἐμοῦ, καὶ ἐνεδέχετο ἀπ’ ἀληθοῦς ἀρχόμενον ἐπὶ ψεῦδος λήγειν τὸ ‘‘ἐγὼ διαλέγομαι”·
§116–157
§116
πρὶν γὰρ ἄρξωμαι διαλέγεσθαι, ἀπ’ ἀληθοῦς μὲν ἤρχετο τοῦ ‘‘ἡμέρα ἔστιν”, ἐπὶ ψεῦδος δὲ ἔληγε τὸ “ἐγὼ διαλέγομαι”. πάλιν τὸ οὕτως ἔχον “εἰ νὺξ ἔστιν, ἐγὼ διαλέγομαι”, ἡμέρας οὔσης καὶ σιωπῶντος ἐμοῦ κατὰ μὲν Φίλωνα ὡσαύτως ἀληθές, ἀπὸ γὰρ ψεύδους ἀρχόμενον ἐπὶ ψεῦδος λήγει, κατὰ δὲ τὸν Διόδωρον ψεῦδος· ἐνδέχεται γὰρ αὐτὸ ἀρξάμενον ἀπ’ ἀληθοῦς λῆξαι εἰς ψεῦδος νυκτὸς ἐπελθούσης, καὶ πάλιν ἐμοῦ μὴ διαλεγομένου ἀλλ’ ἡσυχάζοντος.
§117
ἀλλὰ δὴ καὶ τὸ “εἰ νὺξ ἔστιν, ἡμέρα ἔστιν” ἡμέρας οὔσης κατὰ μὲν Φίλωνα διὰ τοῦτ᾿ ἀγηθές, ὅτι ἀπὸ ψεύδους ἀρχόμενον τοῦ “νὺξ ἔστιν” εἰς ἀληθὲς λήγει τὸ ‘‘ἡμέρα ἔστιν”, κατὰ δὲ Διόδωρον διὰ τοῦτο ψεῦδος, ὅτι ἐνδέχεται νυκτὸς ἐπισχούσης, ἀπ’ ἀληθοῦς ἀρχόμενον αὐτὸ τοῦ “νὺξ ἔστιν”, ἐπὶ ψεῦδος λήγειν τὸ ἡμέρα ἔστιν.
§118
Τοιαύτης οὖν οὔσης ὧς ἐν παραδείγματος μέρει τῆς ἐν τοῖς κριτηρίοις τοῦ συνημμένου ἀξιώματος ὑπεναντιώσεως, μήποτε ἄπορος γίνεται ἡ τοῦ ὑγιοῦς συνημμένου διάγνωσις· ἵνα γὰρ μάθωμεν τοῦτο, πρὸ παντὸς δεῖ ἐπικριθῆναι τὴν περὶ τῆς ὑγιότητος αὐτοῦ τῶν διαλεκτικῶν διάστασιν. ἐφ᾿ ὅσον δὲ ἀνεπίκριτός ἐστι, μένειν ἀνάγκη καὶ αὐτὸ ἐν ἐποχῇ. καὶ εἰκότως.
§119
ἤτοι γὰρ πᾶσι τοῖς κριτηρίοις τῶν διαλεκτικῶν προσέξομεν ἤ τινι τούτων. ἀλλὰ πᾶσι μὲν οὐχ οἷόν τέ ἐστι προσέχειν· μάχεται γάρ, ὡς ἐπὶ τῶν προειρημένων δυεῖν ὑπέδειξα, τὰ δὲ μαχόμενα οὐ δύναται ἐπ᾿ ἴσης εἶναι πιστά. εἰ δέ τινι τούτων, ἤτοι αὐτόθεν καὶ ἀκρίτως προσέξομέν τινι, ἤ μετὰ λόγου τοῦ δεικνύντος ὅτι ὑγιές ἐστι τὸ τοιοῦτον κριτήριον.
§120
καὶ εἰ μὲν ἀκρίτως καὶ αὐτόθεν συγκαταθησόμεθά τινι κριτηρίῳ, τί μᾶλλον τῷδε ἢ τῷδε συγκαταθησόμεθα., ὅπερ ἴσον ἦν τῷ μηδενὶ συγκατατίθεσθαι διὰ τὴν μάχην. εἰ δὲ μετὰ λόγου τοῦ δεικνύντος ὅτι ὑγιές ἐστι τὸ παραλαμβανόμενον ὑφ’ ἡμῶν τοῦ συνημμένου κριτήριον, ἤτοι οὗτος ὁ λόγος ἀσύνακτός τ’ ἐστὶ καὶ ἀπέραντος ἢ συνακτικὸς καὶ περαίνων.
§121
ἀλλ’ ἀσύνακτος μὲν καθεστὼς καὶ ἀπέραντος ἄπιστός ἐστι καὶ μοχθηρὸς ἐν τῷ προκρίνειν τι τοῦ συνημμένου κριτήριον. εἰ δὲ συνακτικὸς ὑπάρχει, πάντως διὰ τοῦτο συνακτικὸς τυγχάνει ὅτι ἀκολουθεῖ αὐτοῦ τοῖς λήμμασιν ἡ ἐπιφορά, ὥστε δι᾿ ἀκολουθίας τινὸς αὐτὸν δοκιμάζεσθαι.
§122
τὴν δὲ ἀκολουθίαν ἐξ ἀρχῆς ζητουμένην ἐπὶ τοῦ συνημμένου λόγῳ ἔδει δοκιμάζεσθαι. τοίνυν ἴσον ἦν τὸ τοιοῦτον τῷ εἰς τὸν δι᾿ ἀλλήλων τρόπον ἐμπίπτειν· ἴνα γὰρ τὸ συνημμένον ἐξ ἀκολουθίας ὀφεῖλον δοκιμάζεσθαι μάθωμεν, ἐπὶ λόγον τινὰ δεῖ δραμεῖν, καὶ ἴνα οὗτος ὁ λόγος ὑγιὴς ᾖ, τὴν ἀκολουθίαν δεῖ προπεπιστῶσθαι , ἀφ᾿ ἧς ὅτι ἐστιν ὑγιὴς κρίνεται.
§123
μὴ ἔχοντες οὖν τὸ ὑγιὲς συνημμένον ὅσον ἐπὶ τῇ τοιαύτῃ ἀπορίᾳ, οὐδὲ συνακτικὸν ἕξομεν λόγον. τοῦτον δὲ μὴ ἔχοντες οὐδὲ ἀπόδειξιν ἕξομεν· λόγος γάρ ἐστι συνακτικὸς ἡ ἀπόδειξις. ἀποδείξεως δὲ μὴ ὑπαρχούσης ἀναιρεῖται ἡ δογματικὴ φιλοσοφία.
§124
Ἐνέσται δὲ ἀπὸ τούτων καὶ ἐπὶ τὰ συμπεπλεγμένα καὶ ἐπὶ τὰ διεζευγμένα κοινῶς τε ἐπὶ τὰ λοιπὰ εἴδη τῶν οὐχ ἁπλῶν ἀξιωμάτων διαβαίνειν. (Stoic. fr. II 211 Arn.) τὸ γὰρ συμπεπλεγμένον <ἤτοι> ἐς· ἁπλῶν ὀφείλει ἢ ἐξ οὐχ ἢ ἐκ μικτῶν συνεστάναι, πάντα δὲ ταῦτα ἠπόρηται τῶν ἁπλῶν προηπορημένων.
§125
οὐ μὴν ἀλλὰ καὶ ὅταν λέγωσιν ὑγιὲς εἶναι συμπεπλεγμένον τὸ πάντ’ ἔχον ἐν αὐτῷ ἀληθῆ, οἶον τὸ “ ἡμέρα ἔστι καὶ φῶς ἔστιν”, ψεῦδος δὲ τὸ <ἓν> ἔχον ψεῦδος, νομοθετοῦσιν αὐτοὶ αὑτοῖς. ἀκόλουθον γὰρ ἦν, εἰ ἀληθές ἐστι τὸ ἐκ πάντων ἀληθῶν σύνθετον, εὐθὺς [ἀληθὲς] καὶ τὸ ἐκ πάντων ψευδῶν συγκείμενον ψεῦδος, τὸ δὲ ἐκ ψευδῶν ἅμα καὶ ἀληθῶν μὴ μᾶλλον ἀληθὲς εἶναι ἤ ψεῦδος.
§126
εἰ μὲν γὰρ ἔξεστιν αὐτοῖς ἃ θέλουσι νομοθετεῖν καὶ ὧς προαιροῦνται περὶ τῶν πραγμάτων διατάττεσθαι, ἐπιτρεπτέον μὲν τὸ ὲν ἔχον ψεῦδος συμπεπλεγμένον λέγεσθαι παρ’ αὐτοῖς ψεῦδος, ἐξέσται δὲ καὶ ἄλλοις ἀντιδιατάττεσθαι καὶ λέγειν τὸ ἐκ πλειόνων ἀληθῶν, ἑνὸς δὲ ψεύδους συμπεπλεγμένον ἀληθὲς ὑπάρχειν.
§127
εἰ δὲ τῇ φύσει τῶν πραγμάτων προσεκτέον ἐστίν, ἀκόλουθον δήπουθεν τὸ τὶ μὲν ψεῦδος ἔχον, τὶ δὲ ἀληθὲς συμπεπλεγμένον μὴ μᾶλλον ἀληθὲς ἢ ψεῦδος εἶναι λέγειν· ὥσπερ γὰρ τὸ ἐκ λευκοῦ καὶ μέλανος μεμιγμένον οὐ μᾶλλον λευκόν ἐστιν ἢ μέλαν (τὸ μὲν γὰρ λευκὸν λευκὸν ἦν καὶ τὸ μέλαν ὑπῆρχεν), οὕτω τὸ μὲν ἀληθὲς μόνον ἀληθὲς εἶναι [καὶ] συμβέβηκεν, τὸ δὲ ψεῦδος μόνον ψεῦδος ὑπάρχει, τὸ δὲ σύνθετον ἐξ ἀμφοτέρων οὐ μᾶλλον ἀληθὲς ἢ ψεῦδος προσαγορευτέον.
§128
ἀλλ’ ὥσπερ ἐν τῷ βίῳ, φασί, τὸ κατὰ μὲν τὰ πλεῖστα μέρη ὑγιὲς ἱμάτιον κατ’ ὀλίγον δὲ διερρωγὸς οὐκ ἀπὸ τῶν πλείστων καὶ ὑγιῶν μερῶν ὑγιὲς εἶναι λέγομεν ἀλλ’ ἀπὸ τοῦ ὀλίγου καὶ διερρωγότος διερρωγός, οὕτω καὶ τὸ συμπεπλεγμένον, κἂν ‘ὲν μόνον ἔχῃ ψεῦδος πλείονα δὲ ἀληθῆ, λεχθήσεται τὸ ὅλον ἀπὸ τοῦ ἑνὸς ψεῦδος.
§129
ὅπερ ἐστὶν εὔηθες. τῷ μὲν γὰρ βίῳ συγχωρητέον καταχρηστικοῖς ὀνόμασι χρῆσθαι, μὴ πάντως τὸ πρὸς τὴν φύσιν ἀληθὲς ζητοῦντι, ἀλλὰ τὸ πρὸς τὴν δόξαν. φρέαρ γοῦν ὀρύσσειν φαμὲν καὶ χλαμύδα ὑφαίνειν καὶ οἰκίαν οἰκοδομεῖν, οὐ κυρίως· εἰ γὰρ φρέαρ ἐστίν, οὐκ ὀρύσσεται ἀλλ’ ὀρώρυκται, καὶ εἰ χλαμύς ἐστιν, οὐχ ὑφαίνεται ἀλλ’ ὔφανται. ὥστε ἐν μὲν τῷ βίῳ καὶ τῇ κοινῇ συνηθείᾳ τόπον εἶχεν ἡ κατάχρησις· ὅταν δὲ τὰ πρὸς τὴν φύσιν ζητῶμεν πράγματα, τότε ἔχεσθαι δεῖ τῆς ἀκριβείας.
§130
Ἀλλ’ ὅτι μὲν ἄπορός ἐστιν ὁ λόγος καὶ πολλὴν ἔχων ταραχὴν τοῖς ἐν ἀσωμάτῳ τινὶ λεκτῷ τὸ ἀληθὲς καὶ ψεῦδος ἀπολείπουσιν, ἐκ τούτων αὐταρκῶς ὕπο δ’ ὑπολέλεικται· ὅτι δὲ καὶ τοῖς ἐν τῇ φωνῇ ταῦθ’ ὑποστησαμένοις οὐκ ἔστιν εὔπορος, ῥᾴδιον μαθεῖν.
§131
πᾶσα γὰρ φωνή, εἰ ἔστιν, ἤτοι γινομένη ἔστιν ἢ σιωπωμένη· οὔτε δὲ ἡ γινομένη ἔστι τῷ μὴ ὑφεστάναι οὔτε ἡ σιωπωμένη τῷ μήπω γίνεσθαι· οὐκ ἄρα ἔστιν ἡ φωνή. ἡ μὲν οὑν γινομένη οὐκ ἔστιν, καθάπερ ἐκ τῶν ὁμοίων δείκνυται· οὔτε γὰρ οἰκία γινομένη οἰκία ἔστιν, οὐ ναῦς, οὐκ ἄλλο τι τῶν τοιούτων, ὥστ’ οὐδὲ φωνή. ὅτι δ’ οὐδ’ ἡ σιωπωμένη ὑφέστηκεν, ὁμόλογον. εἴπερ οὖν ἢ γίνεται φωνὴ ἢ σιωπᾶται, κατ’ οὐδέτερον δὲ τούτων τῶν χρόνων ἔστιν, οὐκ ἂν εἴη φωνή.
§132
καὶ ἄλλως, εἰ ἐν φωνῇ ἔστι τὸ ἀληθές, ἤτοι ἐν ἐλαχέστῃ ἐστὶ φωνῇ ἤ ἐν μακρᾷ· οὔτε δὲ ἐν ἐλαχίστῃ· ἀμερὲς γάρ ἐστι τὸ ἐλάχιστον, καὶ τὸ ἀληθὲς οὐκ ἀμερές· οὔτε ἐν μακρᾷ· ἀνυπόστατος γάρ ἐστιν αὕτη διὰ τό, ὅτε μὲν τὸ πρῶτον αὐτῆς προφέρεται μέρος, μήπω εἶναι τὸ δεύτερον, ὅτε δὲ τὸ δεύτερον, μηκέτι εἶναι τὸ πρῶτον. οὐ τοίνυν ἐν φωνῇ ἔστι τὸ ἀληθές.
§133
πρὸς τούτοις, εἰ ἐν φωνῇ ἔστιν, ἤτοι ἐν σημαινούσῃ ἢ ἐν μὴ σημαινούσῃ. ἀλλ’ ἐν μὲν τῇ μὴ σημαινούσῃ τι, οἷον τῇ βλίτυρι καὶ τῇ σκινδαψός, οὐκ ἂν εἴη [τι]· πῶς γὰρ τοῦ μὴ πράγματος οἷόν τέ ἐστιν ὧς ἀληθοῦς ἀντιλαμβάνεσθαι;
§134
λείπεται ἄρα λέγειν ἐν τῇ σημαινούσῃ. ὃ δὴ πάλιν ἐστὶν ἀδύνατον· οὐδεμία γὰρ φωνὴ ὧς φωνὴ σημαντική ἐστιν, ἐπεὶ ἐχρῆν πάντας τοὺς ἀντιλαμβανομένους φωνῆς Ἕλληνας καὶ βαρβάρους ἀντιλαμβάνεσθαι καὶ τοῦ σημαινομένου ὐπ’ αὐτῆς. ὥστε οὐδὲ κατὰ τοῦτο ἐν φωνῇ θετέον τἀληθές.
§135
τῶν τε φωνῶν αἱ μέν εἰσιν ἁπλαῖ αἱ δὲ σύνθετοι, ἁπλαῖ μὲν οἷον ἡ ‘‘Δίων”, σύνθετοι δὲ ὥσπερ ἡ “Δίων Δίων περιπατεῖ”. εἰ οὖν ἐν φωνῇ ἔστι τἀληθές, ἤτοι ἐν ἁπλῇ ἔστιν ἢ ἐν συνθέτῳ. ἀλλ’ ἐν μὲν ἁπλῇ καὶ ἀσυνθέτῳ οὐκ ἔστιν· ἀξίωμα γὰρ εἶναι δεῖ τἀληθές, καὶ οὐδὲν ἀξίωμα ἀσύνθετον.
§136
ἐν συνθέτῳ δὲ οὐκ ἂν εἴη διὰ τὸ μηδεμίαν σύνθετον ὑφεστάναι λέξιν, οἶον τὴν Δίων ἔστιν ὅτε γὰρ λέγομεν τὴν Δίων , οὔπω λέγομεν τὴν ‘‘ἔστιν”, καὶ ὅτε ταύτην προφερόμεθα, οὐκέτ’ ἐκείνην λέγομεν. ὥστ’ οὐδ’ ἐν φωνῇ τἀληθές.
§137
Καὶ μὴν οὐδ’ ἐν τῷ κινήματι τῆς διανοίας, ὧς ὑπενόησάν τινες. εἰ γὰρ ἐν τῷ κινήματι τῆς διανοίας ἐστὶ τἀληθές, οὐδὲν ἔσται τῶν ἐκτὸς ἀληθές· τὸ γὰρ κίνημα τῆς διανοίας ἐστὶν ἐν ἡμῖν καὶ οὐκ ἐκτός. ἄτοπον δέ γε τὸ λέγειν μηδὲν εἶναι τῶν ἐκτὸς ἀληθές· ἄτοπον ἄρα καὶ τὸ ἐν τῷ κινήματι τῆς διανοίας ἀπολείπειν τἀληθές.
§138
τῶν τε κινημάτων τῆς διανοίας ἰδίων ὄντων ἑκάστου οὐδὲν ἔσται κοινὸν ἀληθές, μηδενὸς δὲ ὄντος κοινοῦ τινος ἀληθοῦς πάντ’ ἔσται ἀσαφῆ καὶ διάφωνα· ὃ γὰρ ἔχει οὗτος ἀληθές (τουτέστι τὸ κίνημα τῆς διανοίας), τοῦθ' ἕτερος οὐκ ἔχει, καὶ ἀναστρόφως, ὃ ἐκεῖνος ἔχει, τοῦθ’ οὗτος οὐκ εἴληφεν. ἄτοπον δὲ τὸ μηδὲν εἷναι λέγειν συμφώνως ἀληθές·
§139
τοίνυν καὶ τὸ ἀξιοῦν ἐν τῷ κινήματι τῆς διανοίας ὑποκεῖσθαι τἀληθὲς ἀντ’ ὀπόν ἐστι καὶ οὐχ ὑγιές. ἀκόλουθόν τέ ἐστι <τοῖς ἐν> τῷ κινήματι τῆς διανοίας τἀληθὲς πάνθ’ ὁμολογεῖν ἀληθῆ εἶναι, οἷον τὸ κίνημα τῆς Ἐπικούρου διανοίας καὶ Ζήνωνος καὶ Δημοκρίτου καὶ τῶν ἄλλων· πᾶσι γὰρ αὐτοῖς συμβέβηκεν ἐπ’ ἴσης κινήμασιν εἶναι τῆς διανοίας. ἀδύνατον δέ γέ ἐστι τὸ πάντα εἶναι ἀληθῆ, ὡς καὶ τὸ πάντα ψευδῆ· τοίνυν οὐδὲ τὸ κίνημα τῆς διανοίας ἀληθές ἐστιν.
§140
Ἀλλὰ γὰρ διὰ τοσούτων περί τε κριτηρίου καὶ περὶ ἀληθοῦς ἀπορήσαντες, τὸ μετὰ τοῦτο σκεπτώμεθα καὶ περὶ τῶν συντιθεμένων ἐφόδων ἀπὸ τοῦ κριτηρίου πρὸς κατάληψιν τοῦ μὴ αὐτόθεν ὑποπίπτοντος ἀληθοῦς, τουτέστι τοῦ τε σημείου καὶ τῆς ἀποδείξεως. καὶ τάξει γε πρῶτον περὶ σημείου λέγωμεν· μετουσίᾳ γὰρ τούτου ἡ ἀπόδειξις ἐκκαλυπτικὴ γίνεται τοῦ συμπεράσματος.
§141
Ἐπεὶ τῶν πραγμάτων διττή τις ἔστι κατὰ τὸ ἀνωτάτω διαφορὰ, καθ’ ἣν τὰ μέν ἐστι πρόδηλα, τὰ δὲ ἄδηλα (καὶ πρόδηλα μὲν τὰ αὐτόθεν ὑποπίπτοντα ταῖς τε αἰσθήσεσι καὶ τῇ διανοία, ἄδηλα δὲ τὰ μὴ ἐξ αὐτῶν ληπτά), μεθοδικώτερον δὲ εἰς μὲν τὴν τῶν ἐναργῶν ἀπορίαν ὁ περὶ κριτηρίου λόγος ἡμῖν ἀποδέδοται
§142
(τούτου γὰρ δειχθέντος ἀδύνατον γίνεται καὶ τὸ περὶ τῶν φαινομένων διισχυρίζεσθαι, ὅτι τοιαῦτά ἐστι πρὸς τὴν φύσιν ὁποῖα φαίνεται), λειπομένης δὲ ἔτι τῆς τῶν ἀδήλων διαφορᾶς, καλῶς ἔχειν ἡγούμεθα καὶ πρὸς τὴν ταύτης ἀθέτησιν συντόμῳ τινὶ χρήσασθαι ἐφόδῳ, τῇ τό τε σημεῖον καὶ τὴν ἀπόδειξιν ἀναιρούσῃ· τούτων γὰρ πάλιν ἀναιρουμένων ἀβέβαιος γίνεται καὶ ἡ δι’ αὐτῶν τοῦ ἀληθοῦς κατάληψις. βραχέα δ’ ἴσως οἰκεῖόν ἐστι πρὸ τῶν κατὰ μέρος διελθεῖν περὶ τῆς τοῦ σημείου φύσεως.
§143
Λέγεται τοίνυν τὸ σημεῖον διχῶς, κοινῶς τε καὶ ἰδίως, κοινῶς μὲν τὸ δοκοῦν τι δηλοῦν, καθὸ καὶ τὸ πρὸς ἀνατέωσιν τοῦ συμπαρατηρηθέντος αὐτῷ πράγματος χρησιμεῦον εἰώθαμεν καλεῖν σημεῖον, ἰδίως δὲ τὸ ἐνδεικτικὸν τοῦ ἀδηλουμένου πράγματος, περὶ οὗ καὶ πρόκειται ζητεῖν ἐπὶ τοῦ παρόντος.
§144
εἰ δέ τις τρανότερον ἐπιβάλλει αὐτοῦ τῇ φύσει, πάλιν προληπτέον ὅτι, ὧς ἀνώτερον ἐλέγομεν, τῶν πραγμάτων πρόδηλα μέν ἐστι τὰ ἐξ αὑτῶν εἰς γνῶσιν ἡμῖν ἐρχόμενα, οἷον ἦν ἐπὶ τοῦ παρόντος τὸ ἡμέραν εἶναι καὶ τὸ ἐμὲ διαλέγεσθαι, ἄδηλα δὲ τὰ μὴ οὕτως ἔχοντα.
§145
τῶν δὲ ἀδήλων τὰ μέν τινα ἦν καθάπαξ ἄδηλα, τὰ δὲ φύσει ἄδηλα, τὰ δὲ πρὸς καιρὸν ἄδηλα. ὧν πρὸς καιρὸν μὲν ἄδηλα καλεῖται ἅπερ τὴν φύσιν ἔχοντα ἐναργῆ παρά τινας ἔξωθεν περιστάσεις κατὰ καιροὺς ἡμῖν ἀδηλεῖται, οἷον νῦν ἡ τῶν Ἀθηναίων πόλις ἡμῖν· φύσει μὲν γάρ ἐστιν ἐναργής καὶ πρόδηλος, παρὰ δὲ τὸ μεταξὺ διάστημα ἀδηλεῖται.
§146
φύσει δὲ ἦν ἄδηλα τὰ δι’ αἰῶνος ἀποκεκρυμμένα καὶ μὴ δυνάμενα ὑπό τὴν ἡμετέραν πεσεῖν ἐνάργειαν, καθάπερ οἱ νοητοὶ πόροι καὶ τὸ ἀξιούμε- νον ἐκτὸς εἶναι τοῦ κόσμου τισὶ φυσικοῖς ἄπειρον κενόν.
§147
καθάπαξ δὲ ἄδηλα λέγεται τυγχάνειν τὰ μηδέποτε ὐπ’ ἀνθρωπίνην κατάληψιν πεφυκότα πίπτειν, οἶόν ἐστι τὸ ἀρτίους εἷναι τοὺς ἀστέρας ἢ περισσοὺς καὶ τὸ τοσάσδε ὑπάρχειν ἐν Λιβύῃ ψάμμους.
§148
τεσσάρων οὖν οὐσῶν ἐν τοῖς πράγμασι διαφορῶν, μιᾶς μὲν <τῆς> τῶν ἐναργῶν, δὲ τῆς τῶν καθάπαξ ἀδήλων, τρίτης δὲ τῆς τῶν φύσει ἀδήλων, τετάρτης τῆς τῶν πρὸς καιρόν, οὐ πᾶσάν φαμεν διαφορὰν σημείου δεῖσθαι ἀλλὰ τινά.
§149
εὐθέως γὰρ οὔτε τὰ καθάπαξ ἄδηλα ἐπιδέχεταί τι σημεῖον οὔτε τὰ ἐναργῆ, καὶ τὰ μὲν ἐναργῆ, ὅτι ἐξ αὐτῶν προσπίπτει καὶ οὐδενὸς ἑτέρου δεῖται πρὸς μήνυσιν, τὰ δὲ καθάπαξ ἄδηλα, ὅτι κοινῶς πᾶσαν πᾶσαν ἐκπεφευγότα κατάληψιν οὐδὲ τὴν διὰ σημείου ἐπιδέχεται.
§150
τὰ δὲ φύσει ἄδηλα καὶ τὰ πρὸς καιρὸν χρείαν ἔχει τῆς ἐκ τοῦ σημείου παρατηρήσεως, τὰ μὲν πρὸς καιρὸν ἄδηλα, ὅτι κατά τινας περιστάσεις αἴρεται ἐκ τῆς πρὸς ἡμάς ἐναργείας, τὰ δὲ φύσει ἄδηλα, ὅτι διὰ παντός ἐστιν ἀφανῆ.
§151
διττῆς οὖν οὔσης διαφορᾶς τῶν σημείου δεομένων πραγμάτων διττὸν ἀνεφάνη καὶ τὸ σημεῖον, τὸ μέν τι ὑπομνηστικόν, ὅπερ μάλιστα ἐπὶ τῶν πρὸς καιρὸν ἀδήλων φαίνεται χρησιμεῦον, τὸ δὲ ἐνδεικτικόν, ὅπερ ἐπὶ τῶν φύσει ἀδήλων ἀξιοῦται παραλαμβάνε- σθαι.
§152
καὶ δὴ τὸ μὲν ὑπομνηστικὸν συμπαρατηρηθὲν τῷ σημειωτῷ δι’ ἐναργείας, ἅμα τῷ ὑποπεσεῖν ἐκείνου ἐδηλουμένου, ἄγει ἡμᾶς εἰς ὑπόμνησιν τοῦ συμπαρατηρηθέντος αὐτῷ, νῦν δὲ ἐναργῶς μὴ προσπίπτοντος, ὡς ἐπὶ τοῦ καπνοῦ καὶ τοῦ πυρός· ταῦτα γὰρ πολλάκις ἀλλήλοις συνεζευγμένα παρατηρήσαντες ἄμα τῷ τὸ ἕτερον ἰδεῖν, τουτέστι τὸν καπνόν, ἀνανεούμεθα τὸ λοιπόν, τουτέστι τὸ μὴ βλεπόμενον πῦρ.
§153
ὁ <δ᾿> αὐτὸς λόγος καὶ ἐπὶ τῆς τῷ ἕλκει ἐπιγινομένης οὐλῆς καὶ ἐπὶ τῆς τοῦ θανάτου προηγουμένης καρδίας τρώσεως· οὐλήν τε γὰρ ἰδόντες προηγησάμενον ἕλκος ἀνανεούμεθα, καρδίας τε τρῶσιν θεασάμενοι μέλλοντα θάνατον προγινώσκομεν. ἀλλὰ τὸ μὲν ὑπομνηστικὸν σημεῖον τοιαύτην εἶχε τὴν ἰδιότητα,
§154
τὸ δὲ ἐνδεικτικὸν διέφερε τούτου. οὐκέτι γὰρ καὶ αὐτὸ συμπαρατήρησιν τῷ σημειωτῷ ἐπιδέχεται (ἀρχῆθεν γὰρ ὐνυπόπτωτόν ἐστι τὸ φύσει ἄδηλον πρᾶγμα, καὶ διὰ τοῦτο οὐ δύναταί τῶν φαινομένων συμπαρατηρηθῆναι), ἀλλ’ ἄντικρυς ἐκ τῆς ἰδίας φύσεως καὶ κατασκευῆς μόνον οὐχὶ φωνὴν ἀφιὲν λέγεται σημαίνειν τὸ οὗ ἐστιν ἐνδεικτικόν.
§155
οἷον ἡ ψυχὴ τῶν φύσει ἀδήλων ἐστὶ πραγμάτων. οὐδὲποτε γὰρ ὑπὸ τὴν ἡμετέραν πέφυκε πίπτειν ἐνάργειαν. τοιαύτη δὲ οὖσα ἐκ τῶν περὶ τὸ σῶμα κινήσεων δνδεικτιχῶς μηνύεται· λογιζόμεθα γὰρ ὅτι δύναμίς τις ἐνδεδυκυῖα τῷ σώματι τοιαύτας αὐτῷ κινήσεις ἐνδίδωσιν.
§156
Ἀλλὰ γὰρ δυεῖν ὄντων σημείων, τοῦ τε ὑπομνηστικοῦ καὶ ἐπὶ τῶν πρὸς καιρὸν ἀδήλων τὰ πολλὰ χρησιμεύειν δοκοῦντος, καὶ τοῦ ἐνδεικτικοῦ, ὅπερ ἐπὶ τῶν φύσει ἀδήλων ἐγκρίνεται, μελλήσομεν πᾶσαν ποιεῖσθαι ζήτησιν καὶ ἀπορίαν οὐ περὶ τοῦ ὑπομνηστικοῦ (τοῦτο γὰρ παρὰ κοινῶς τοῖς ἐκ τοῦ βίου πεπίστευται χρησιμεύειν), ἀλλὰ περὶ τοῦ ἐνδεικτικοῦ· τοῦτο γὰρ γὰρ τῶν δογματικῶν φιλοσόφων καὶ τῶν λογικῶν ἰατρῶν, ὧς δυνάμενον τὴν ἀναγκαιοτάτην αὐτοῖς παρέχειν χρείαν, πέπλασται.
§157
ὅθεν οὐδὲ μαχόμεθα ταῖς κοιναῖς τῶν ἀνθρώπων προλήψεσιν, τι οὐδὲ συγχέομεν τὸν βίον, λέγοντες μηθὲν εἶναι σημεῖον, καθάπερ τινὲς ἡμᾶς συκοφαντοῦσιν. εἰ μὲν γὰρ πᾶν ἀνῃροῦμεν σημεῖον, τάχ’ ἴσως ἂν καὶ τῷ βίῳ καὶ πᾶσιν ἀνθρώποις ἐμαχόμεθα· νυνὶ δὲ οὕτω καὶ αὐτοὶ ἔγνωμεν, ἐκ μὲν καπνοῦ πῦρ, ἐκ δὲ οὐλῆς προηγησάμενον ἕλκος, ἐκ δὲ προηγουμένης καρδίας τρώσεως θάνατον, ἐκ δὲ προδ᾿ κειμένης ταινίας ἄλειμμα λαμβάνοντες.
§158–191
§158
νῦν οὖν ἐπεὶ τὸ μὲν ὑπομνηστικὸν σημεῖον τίθεμεν, ᾧ χρῆται ὁ βίος, τὸ δὲ ὑπὸ τῶν δογματικῶν ψευδῶς δοξασθὲν ἀναιροῦμεν, μήποτε πρὸς τῷ μὴ μάχεσθαι τῷ βίῳ ἔτι καὶ συναγορεύομεν αὐτῷ, ἐπείπερ τοὺς κατεξαναστάντας τῆς κοινῆς προλήψεως δογματικοὺς καὶ τὰ φύσει ἄδηλα γινώσκειν λέγοντας σημειωτικῶς ἐκ φυσιολογίας ἐλέγχομεν.
§159
Ταῦτα μὲν οὖν ὡς ἐν κεφαλαίοις περὶ τοῦ ὑπὸ τὴν ζήτησιν πίπτοντος σημείου λελέχθω· χρὴ δὲ ἐπὶ τοῦ παρόντος διὰ μνήμης ἔχειν τὸ σκεπτικὸν ἔθος. τοῦτο δ’ ἐστὶ τὸ μὴ μετὰ πείσματος καὶ συγκαταθέσεως ἐκτίθεσθαι τούς κατὰ τῆς ὑπάρξεως τοῦ σημείου λόγους (ἴσον γὰρ τὸ τοιοῦτο ποιεῖν τῷ ἀξιοῦν εἶναί τι σημεῖον παραπλησίως τοῖς δογματίζουσιν), ἀλλ’ ὥστε εἰς ἰσοσθένειαν τὴν ζήτησιν ἄγειν, καὶ δεικνύναι, ὅτι ἐπ’ ἴσης ἐστὶ πιστὸν τῷ εἶναί τι σημεῖον τὸ μὴ εἶναι ἢ ἀνάπαλιν ἐπ’ ἴσης ἄπιστον τῷ μηδὲν ὑπάρχειν τὸ ὑπάρχειν τι σημεῖον· ἐντεῦθεν γὰρ ἡ ἀρρεψία καὶ ἡ ἐποχὴ γίνεται τῇ διανοίᾳ.
§160
ἀμέλει γοῦν διὰ τοῦτο καὶ ὁ δοκῶν ἡμῖν ἀντιλέγειν φάσκουσι μηδὲν εἶναι ἐνδεικτικὸν σημεῖον βοηθός ἐστιν, καὶ τὸ ὀφεῖ λον κατασκευάζεσθαι μέρος σκεπτικῶς, τοῦτ᾿ αὐτὸς κατασκευάζει· εἰ γὰρ οἱ μὲν κατὰ τοῦ σημείου κομιζόμενοι παρὰ τοῖς ἀπορητικοῖς λόγοι σφόδρ’ εἰσὶ σθεναροὶ καὶ σχεδὸν ἀναντίρρητοι, τούτων δὲ οὐ λείπονται καὶ οἱ παρὰ τοῖς δογματικοῖς τὴν ὕπαρξιν αὐτοῦ κατασκευάζοντες, σκευάζοντες, αὐτόθεν ἐφεκτέον ἐστὶ περὶ τῆς ὑπάρξεως καὶ μὴ ἀδίκως τῷ ἑτέρῳ μέρει προσθετέον.
§161.1
πλὴν καὶ τοῦ τοῦ σκεπτικοῦ ἔθους παρασταθέντος, χωρῶμεν λοιπὸν καὶ ἐπὶ τὴν τοῦ προκειμένου κατασκευήν.
§161.2
Τῶν οὖν ὄντων, φασὶν οἱ ἀπὸ τῆς σκέψεως, τὰ μέν ἐστι κατὰ διαφοράν, τὰ δὲ πρός τι πὼς ἔχοντα. καὶ κατὰ διαφορὰν μὲν ὁπόσα κατ’ ἰδίαν ὑπόστασιν καὶ ἀπολύτως νοεῖται, οἷον λευκὸν μέλαν, γλυκὺ πικρόν, πᾶν τὸ τούτοις παραπλήσιον· ψιλοῖς γὰρ αὐτοῖς καὶ κατὰ περιγραφὴν ἐπιβάλλομεν καὶ δίχα τοῦ ἕτερόν τι συνεπινοεῖν.
§162
πρός τι δέ ἐστι τὰ κατὰ τὴν ὧς πρὸς ἕτερον σχέσιν νοούμενα καὶ οὐκέτι ἀπολελυμένως λαμβανόμενα, τουτέστι κατ’ ἰδίαν, οἷον τὸ λευκότερον καὶ μελάντερον καὶ γλυκύτερον καὶ πικρότερον, καὶ πᾶν εἴ τι τῆς αὐτῆς ἐστιν ἰδέας. οὐ γὰρ ὃν τρόπον λευκὸν ἢ τὸ μέλαν ἤ τὸ πικρὸν κατ’ ἰδίαν ἐνοεῖτο περιγραφήν, οὕτω καὶ τὸ λευκότερον ἢ μελάντερον· ἀλλ’ ἴνα τοῦτο νοήσωμεν, συνεπιβάλλειν δεῖ καὶ ἐκείνῳ τῷ οὗ λευκότερόν έστιν ἤ τῷ οὗ μελάντερόν ἐστιν. καὶ ἐπὶ τοῦ γλυκυτέρου καὶ πικροτέρου ὁ αὐτὸς λόγος.
§163
ἐπεὶ οὖν δύο εἰσὶ τῶν πραγμάτων διαφοραί, μία μὲν ἡ τῶν κατὰ διαφοράν, δευτέρα δὲ ἡ τῶν πρός τι πὼς ἐχόντων, δεήσει καὶ τὸ σημεῖον τό γε ἐνδεικτικὸν ἤτοι τῶν κατὰ διαφορὰν ἢ τῶν πρός τι ὑπάρχειν· τρίτη γὰρ μεταξὺ τούτων ἰδέα τῶν πραγμάτων οὐκ ἔστιν. ἀλλὰ τῶν κατὰ διαφορὰν μὲν οὐκ ἂν εἴη, ὧς αὐτόθεν συγκεχώρηται καὶ πρὸς τῶν ἑτεροδόξων.
§164
τοίνυν τῶν πρός τι γενήσεται. ὥσπερ γὰρ τὸ σημειωτὸν κατὰ τὴν ὧς πρὸς τὸ σημεῖον σχέσιν νοούμενον τῶν πρός τι ἐστὶν <......> · τινὸς γάρ ἐστι σημεῖον, τοῦ σημειωτοῦ. ἐὰν γοῦν τὸ ἕτερον αὐτῶν καθ’ ὐπόθεσιν ἀνέλωμεν, καὶ τὸ λειπόμενον συναναιρεθήσεται, οἷόν τι καὶ ἐπὶ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ φαίνεται γιγνόμενον· μένον· μηδενὸς γὰρ ὄντος δεξιοῦ οὐδὲ ἀριστερόν τι ἔσται διὰ τὸ τῶν πρός τι εἶναι τούτων ἑκάτερον, καὶ μηδενὸς ὄντος ἀριστεροῦ συμπεριγράφεται καὶ ἡ τοῦ δεξιοῦ ἐπίνοια.
§165
ἀλλὰ δὴ τὰ πρός τι συγκαταλαμβάνεται ἀλλήλοις· οὔτε γὰρ λευκότερόν τι, ὧς ἔφην, δυνατόν ἐστι γνωρίζειν μὴ συνυποπίπτοντος τοῦ οὗ λευκότερόν ἐστιν, οὔτε μελαώντερον μὴ συνεπινοουμένου τοῦ οὗ μελανώτερόν ἐστιν. τοίνυν ἐπεὶ καὶ τὸ σημεῖον τῶν πρός τι ἐστιν, ὧς παρεμυθησάμεθα, συγκαταληφθήσεται τῷ σημείῳ τὸ οὗ ἐστι σημεῖον. τὸ συγκαταλαμβανόμενον δὲ αὐτῶ οὐκ ἔσται σημεῖον αὐτοῦ. τὸ γὰρ ὑπονοεῖν, ὅτι δύναται τό τινι συγκαταλαμβανόμενον σημεῖον ἐκείνου γίνεσθαι τεσέως ἀπερρωγός· ἀμφοτέρων γὰρ ὑπὸ μίαν προθεσμία λαμβανομένων οὔτε τόδε τοῦδε ἐκκαλυπτικόν ἐστιν οὔτα τόδε τοῦδε μηνυτικόν, ἑκάτερον δὲ δι’ αὐτοῦ προσπῖπτον ἀποδεῖ τῆς τοιαύτης δυνάμεως.
§166
συνθείη <δ᾿> ἂν τις πάλιν λόγον τοιοῦτον. τὸ σημεῖον εἴπερ καταληπτόν ἐστιν, ἤτοι προκαταλαμβάνεται τοῦ σημειωτοῦ ἤ συγκαταλαμβάνεται αὐτῷ ἢ ἐπικαταλαμβάνεται αὐτῷ· οὔτε δὲ προκαταλαμβάνεται οὔτε συγκαταλαμβάνεται οὔτε ἐπικαταλαμβάνεται, ὡς παραστήσομεν· οὐκ ἄρα καταληπτόν ἐστι τὸ σημεῖον.
§167
καὶ δὴ τὸ μὲν λέγειν, ὅτι ἐπικαταλαμβάνεται τῷ σημειωτῷ τὸ σημεῖον, αὐτόθεν φαίνεται ἄτοπον· πῶς γὰρ ἔτι δύναται ἐκκαλυπτικὸν εἶναι τὸ σημεῖον, ὅτε οὗ ἐκκαλυπτικόν ἐστι, τὸ σημειωτόν, προκαταλαμβάνεται αὐτοῦ; ἄλλως τε καὶ μαχόμενόν τι προσδέξονται οἱ δογματικοὶ τῷ συνήθως ὐπ’ αὐτῶν δογματιζομένῳ, ἐὰν τοῦτο λέγωσιν. φασὶ γὰρ τὸ σημειωτὸν ἄδηλον εἶναι καὶ μὴ ἐξ αὐτοῦ καταληπτόν· εἰ δέ γε μετὰ τὴν τούτου κατάληψιν ἐπικαταλαμβάνεται τὸ σημεῖον, οὐκ ἔσται τοῦτ’ ἄδηλον ὅ γε πρὸ τῆς τοῦ μηνύοντος αὐτὸ παρουσίας πεφώραται. ὥστε οὐκ ἐπικαταλαμβάνεται τῷ σημειωτῷ τὸ σημεῖον.
§168
καὶ μὴν οὐδὲ συγκαταλαμβάνεται διὰ τὴν μικρῷ πρόσθεν εἰρημένην αἰτίαν· τὰ γὰρ συγκαταλαμβανόμενα ἀλλήλοις οὐ δέεται τῆς ἐξ ἀλλήλων μηνύσεως, ἀλλ’ ὑφ’ ὲν ἐξ αὐτῶν προσπίπτει, καὶ διὰ τοῦτο οὔτε τὸ σημεῖον λέγοιτ’ ἂν εἷναι σημεῖον οὔτε τὸ σημειωτὸν ἔτι ὑπάρχειν σημειωτόν.
§169
καταλείπεται οὖν λέγειν, ὅτι προκαταλαμβάνεται τὸ σημεῖον τοῦ σημειωτοῦ. ὃ πάλιν εἰς τοὺς αὐτοὺς ἐλέγχους κυλίεται. πρότερον γὰρ ὀφείλουσιν οἱ δογματικοὶ δεῖξαι, ὅτι οὐ τῶν πρός τι ἐστὶ τὸ σημεῖον ἢ ὅτι οὐ συγκαταλαμβάνεται ἀλλήλοις τὰ πρός τι, εἶτα τότε καὶ παρ’ ἡμῶν λαμβάνειν τὸ δύνασθαι τοῦ σημειωτοῦ προκαταλαμβάνεσθαι τὸ σημεῖον.
§170
ἀμετακινήτων δὲ ὄντων τῶν πρώτων οὐχ οἶόν τέ ἐστι τὴν προκατάληψιν τῷ σημείῳ μαρτυρεῖν ἐκ τοῦ γένους ὄντι τῶν πρός τι καὶ ὀφείλοντι συγκαταλαμβάνεσθαι τῷ οὗ ἐστι σημεῖον. ἀλλ’ εἴπερ, ἔνα καταληφθῇ τὸ σημεῖον, δεῖ ἢ προκαταλαμβάνεσθαι αὐτὸ τοῦ σημειωτοῦ ἡ συγκαταλαμβάνεσθαι τούτῳ ἢ ἐπικαταλαμβάνεσθαι, δέδεικται δὲ μηδὲν τούτων δυνατόν, ῥητέον [οὖν] εἷναι τὸ σημεῖον.
§171
Ἔτι ἐκ τῆς αὐτῆς δυνάμεως ἄλλον λόγον συνερωτῶσί τινες τοὺς δογματικούς, οὕτως ἔχοντα. εἴπερ ἔστι τι ἐνδεικτικόν δεικτικόν τινος σημεῖον, ἤτοι φαινόμενον φαινομένου σημεῖόν ἐστιν ἢ ἀφανὲς ἀφανοῦς ἢ φαινόμενον ἀφανοῦς ἢ ἀφανὲς φαινομένου· οὔτε δὲ φαινόμενον φαινομένου σημεῖόν ἐστιν οὔτε ἀφανοῦς ἀφανὲς οὔτε φαινόμενον ἀφανοῦς οὔτε δὲ ἐναλλάξ· οὐκ ἄρα ἔστι τι σημεῖον.
§172
καὶ ὁ μὲν λόγος τοιοῦτος, πρόδηλος δὲ καὶ ἡ τούτου κατασκευή ἐστιν. καὶ προδηλοτέρα μᾶλλον γενήσεται ὑποδειξάντων ἡμῶν τὴν κομιζομένην πρὸς αὐτὸν ὑπὸ τῶν δογματικῶν ἔνστασιν. φασὶ γὰρ μόνον τἀς δύο συγχωρεῖσθαι συζυγίας, περὶ δὲ τῶν λειπομένων δυεῖν διίστασθαι πρὸς ἡμᾶς.
§173
τὸ μὲν γὰρ φαινόμενον φαινομένου καὶ ἀφανοῦς φαινόμενον γίγνεσθαι σημεῖον ἀληθές ἐστιν, τὸ δὲ μὴ φαινόμενον φαινομένου ἢ μὴ φαινόμενον ἀφανοῦς ὑπάρχειν δηλωτικὸν· ψεῦδος ἦν. αὐτίκα γὰρ φαινόμενον μὲν φαι- νομένου σημεῖόν ἐστιν ἡ σκιὰ τοῦ σώματος· αὐτή τε γὰρ σημεῖον οὖσα φαινόμενόν ἐστι, τό τε σῶμα σημειωτὸν καθεστὼς ἐναργὲς ὑπάρχει. φαινόμενον δὲ ἀφανοῦς δηλωτικὸν καθειστήκει καθάπερ τὸ ἔρευθος τῆς αἰδοῦς· τὸ μὲν γὰρ ἐναργὲς καὶ αὐτοφώρατον ἦν, ἡ δὲ αἰδὼς ἄφαντος.
§174
τελέως δέ εἰσιν εὐήθεις οἱ ταῦτα λέγοντες. ὁμολογηθέντος γὰρ τοῦ πρός τι εἶναι τὸ σημεῖον καὶ τοῦ κατ’ ἀνάγκην συγκαταλαμβάνεσθαι ἀλλήλοις τὰ πρός τι, οὐ δύναται τῶν ἐπ’ ἴσης συνυποπιπτόντων ἀλλήλοις τὸ μὲν σημεῖον εἶναι τὸ δὲ σημειωτόν, ἀλλὰ πάντη τε καὶ πάντως διὰ τὴν ἐναργῆ ἀμφοτέρων συνυπόπτωσιν μήτε σημεῖόν τι ἐξ αὐτῶν ὑπάρχειν μήτε σημειωτόν, τοῦ μὲν μὴ ἔχοντος ὃ ἐκκαλύψει, τοῦ δὲ μὴ χρῄζοντος τοῦ ἐκκαλύψοντος.
§175
τὰ δὲ αὐτὰ λεκτέον καὶ περὶ τῆς λειπομένης συζυγίας, καθ’ ἣν ἠξίουν τὸ φαινόμενον τοῦ ἀφανοῦς εἶναι σημεῖον· δεῖ γάρ, εἰ τοῦτο οὕτως ἔχει, προκαταλαμβάνεσθαι τὸ σημεῖον τοῦ σημειωτοῦ καὶ ἐπικαταλαμβάνεσθαι τὸ σημειωτὸν τῷ σημείῳ, ὅπερ ἦν ἀδύνατον διὰ τὸ ἐκ τοῦ γένους εἶναι τῶν πρός τι καὶ ὀφείλειν ἀλλήλοις συγκαταλαμβάνεσθαι.
§176
Τῶν γε μὴν καταλαμβανομένων ἀνθρώπῳ πραγμάτων τὰ μὲν δι’ αἰσθήσεως καταλαμβάνεσθαι δοκεῖ, τὰ δὲ διανοίᾳ, καὶ δι’ αἰσθήσεως μὲν ὧς λευκὸν μέλαν, γλυκὺ πικρόν, διανοίᾳ δὲ καλὸν αἰσχρόν, νόμιμον παράνομον, εὐσεβὲς ἀσεβές. καὶ τὸ σημεῖον οὖν εἴπερ καταληπτόν ἐστιν, ἤτοι τῶν αἰσθητῶν ἐστὶ πραγμάτων ἢ τῶν νοητῶν, ὥστ᾿ ἂν μὴ ἐκ τοῦ ἑτέρου γένους τούτων ὑπάρχῃ, οὐδ’ ἔσται τὴν ἀρχὴν ὑπάρχον.
§177
ἀμέλει γέ τοι τοῦτ’ εὐθὺς τεκμήριόν ἐστι τοῦ ἄληπτον αὐτὸ τυγχάνειν, φημὶ δὲ τὸ μέχρι δεῦρο διέλκεσθαι τὴν φύσιν αὐτοῦ, τῶν μὲν αἰσθητὸν ὑπολαμβανόντων τοῦτο εἶναι, τῶν δὲ νοητόν. Ἐπίκουρος μὲν γὰρ καὶ οἱ προεστῶτες αὐτοῦ τῆς αἱρέσεως ἔλεξαν αἰσθητὸν εἶναι τὸ σημεῖον, οἱ δὲ ἀπὸ τῆς Στοᾶς (fr. II 222 Arn.) νοητόν. μένει δ’ ἡ τοιαύτη διάστασις ἀνεπέκριτος σχεδὸν δι᾿ αἰῶνος, καὶ μενούσης αὐτῆς πᾶσα ἀνάγκη καὶ τὸ σημεῖον ἐν ἐποχῇ φυλάσσεσθαι, ὀφεῖλον ἢ αἰσθητὸν ἢ νοητὸν ὑπάρχειν.
§178
καὶ τὸ πάντων δεινότατον, ὅτι μεταπέπτωκεν ἡ ὑπόσχεσις αὐτοῦ, εἴγε ὑπισχνεῖται μὲν ἐκκαλυπτικὸν ἔσεσθαί τινος ἑτέρου, ἀνάπαλιν δὲ αὐτὸ νῦν εὕρηται χρῇζον ἑτέρου τοῦ ἐκκαλύψοντος· εἰ γὰρ πᾶν τὸ διάφωνον ἄδηλόν ἐστι, τὸ δὲ ἄδηλον ἐκ σημείου ληπτόν, πάντως καὶ τὸ σημεῖον διαφωνούμενον δεήσεταί τινος σημείου πρὸς παράστασιν ὧς ἄδηλον.
§179
καὶ μὴν οὐδὲ δύνανται λέγειν, ὅτι τὸ διαφωνούμενον αὐτὸ ἔνεστιν ἀποδείξει καταστήσασθαι καὶ πιστὸν ἔχειν. πρῶτον μὲν γὰρ ὅταν ἀποδείξωσιν, τότε ὧς πιστὸν αὐτὸ λαμβανέτωσαν· ἐφ’ ὅσον δὲ ψιλὴ μόνον αὐτοῖς ἐστιν ὑπόσχεσις ἀλλ’ οὐκ ἀπόδειξις, ἔστηκε καὶ τὰ τῆς ἐποχῆς.
§180
εἶτα καὶ ἡ ἀπόδειξις τῶν ἀμφισβητησίμων ἐστίν, διαφωνουμένη δὲ καὶ αὐτὴ χρείαν ἔχει τοῦ τὴν πίστιν περιθήσοντος· διὰ δὲ ζητουμένου τὸ ζητούμενον δεικνύναι θέλειν τελέως ἐστὶν ἄτοπον. ἄλλως τε καὶ τῷ γένει σημεῖόν ἐστιν ἡ ἀπόδειξις·
§181
ἐκκαλυπτικὴ γὰρ ἦν τοῦ συμπεράσματος. ἕνα οὖν τὸ σημεῖον βεβαιωθῇ, δεῖ πιστὴν εἶναι τὴν ἀπόδειξιν, ἵνα δὲ ἡ ἀπόδειξις πιστὴ γένηται, δεῖ προβεβαιωθῆναι τὸ σημεῖον, ὥστε ἑκάτερον τὴν ἐκ θατέρου πίστιν περιμένον ἐπ’ ἴσης τῷ λοιπῷ ἐστιν ἄπιστον.
§182
πρὸς τούτοις τὸ ἐν ἀποδείξεως μέρει λαμβανόμενον εἰς τὴν τοῦ σημείου βεβαίωσιν ἤτοι αἰσθητόν ἐστιν ἢ νοητόν. καὶ εἰ μὲν αἰσθητόν, πάλιν ἡ ἀρχῆθεν μένει ζήτησις τῷ τὰ αἰσθητὰ κοινῶς διαπεφωνῆσθαι· εἰ δὲ νοητόν, ὁμοίως ἄπιστον καθέστηκεν· οὐ χωρὶς γὰρ τῶν αἰσθητῶν δύναται τοῦτο ληπτὸν ὑπάρχειν.
§183
Πλὴν συγκεχωρήσθω τε καὶ ἐκ περιουσίας δεδόσθω τὸ ἤτοι αἰσθητὸν ἢ νοητὸν εἶναι τὸ σημεῖον. ἀλλὰ καὶ οὕτως ἀδύνατον τὴν ὑπόστασιν αὐτοῦ πιστὴν ὑπάρχειν. λεκτέον δὲ ἐν μέρει περὶ ἑκατέρου, καὶ εὐθέως γε περὶ τοῦ [μὴ] αἰσθητὸν αὐτὸ τυγχάνειν. ἕνα τοίνυν τοῦθ’ ὁμόλογον ᾖ, δεῖ προσυμπεφωνῆσθαι τὴν τῶν αἰσθητῶν ὕπαρξιν καὶ ὁμόλογον εἶναι παρὰ πᾶσι τοῖς φυσικοῖς, ἴν’ ὧς ἀπὸ ὁμολόγου ταύτης ἡ περὶ τοῦ σημείου ἀνάγηται σλἐψις.
§184
οὐ συμπεφώνηται δέ, ἀλλ’ (Platon. p. 264 D. Herodot. vit. Hom. 11), ἔστ’ ἂν ὕδωρ τε ῥέῃ καὶ δένδρεα μακρὰ τεθήλῃ, οὔποτε πεπαύσονται περὶ αὐτῆς οἱ φυσικοὶ πρὸς ἀλλήλους πολεμοῦντες, ἐπείπερ ὁ μὲν Δημόκριτος μηδὲν ὑποκεῖσθαί φησι τῶν αἰσθητῶν, ἀλλὰ κενοπαθείας τινὰς αἰσθήσεων εἶναι τἀς ἀντιλήψεις αὐτῶν, καὶ οὔτε γλυκύ τι περὶ τοῖς ἐκτὸς ὑπάρχειν, οὐ πικρὸν ἢ θερμὸν ἢ ψυχρὸν ἢ λευκὸν ἢ μέλαν, οὐκ ἄλλο τι τῶν πᾶσι φαινομένων· παθῶν γὰρ ἡμετέρων ἦν ὀνόματα ταῦτα.
§185
ὁ δὲ Ἐπίκουρος πάντα ἔλεγε τὰ αἰσθητὰ τοιαῦτα ὑποκεῖσθαι ὁποῖα φαίνεται καὶ κατ’ αἴσθησιν προσπίπτει, μηδέποτε ψευδομένης τῆς αἰσθήσεως, ἀλλ’ ἡμῶν ψεύδεσθαι ταύτην δοκούντων. οἱ δὲ ἀπὸ τῆς Στοᾶς καὶ τοῦ Περιπάτου μέσην ὁδὸν τεμόντες ἔνια μὲν ὑποκεῖσθαι τῶν αἰσθητῶν ἔλεξαν ὧς ἀληθῆ, ἔνια δὲ μὴ ὑπάρχειν, ψευδομένης περὶ αὐτῶν τῆς αἰσθήσεως.
§186
ἀλλά τό γε κεφάλαιον· εἴπερ αἰσθητὸν εἶναι θέλομεν τὸ σημεῖον, πρὸ παντὸς ὁμολογηθῆναι δεῖ καὶ βεβαίως παραδτῆναι τὴν τῶν αἰσθητῶν ὑπόστασιν, ἴνα καὶ τοῦτο δοθῇ παγίως καταληπτὸν εἶναι· ἢ εἴπερ ἐκείνην δι’ αἰῶνος νος ἐστασιάσθαι συμβέβηκεν, ὁμολογεῖν δεήσει καὶ τοῦτο τῆς αὐτῆς ἀσυμφωνίας ἔχεσθαι.
§187
ὥσπερ γὰρ τὸ λευκὸν χρῶμα οὐ δύναται ἀπτώτως καταληφθῆναι μὴ ὁμολογηθείσης τῆς τῶν αἰσθητῶν ὑποστάσεως, διὰ τὸ καὶ αὐτὸ τῶν αἰσθητῶν ὑπάρχειν, οὕτως οὐδὲ τὸ σημεῖον, εἴπερ κατὰ γένος αἰσθητόν <ἐστιν> λεχθήσεται πάγιον μενούσης τῆς περὶ τῶν αἰσθητῶν μάχης. ἔστω δὴ καὶ συμπεφωνήσθαι τὰ αἰσθητὰ καὶ μηδ’ ἡντινοῦν γεγονέναι περὶ αὐτῶν διάστασιν. ζητῶ, πῶς δύνανται οἱ ἑτερόδοξοι ἡμᾶς διδάσκειν, ὅτι τῷ ὄντι αἰσθητόν ἐστι τὸ σημεῖον; πᾶν γὰρ αἰσθητὸν πᾶσι τοῖς ὡσαύτως ἔχουσιν ὑποπίπτειν πέφυκε καὶ ἐπ’ ἴσης λαμβάνεσθαι. οἶον τοῦ λευκοῦ χρώματος οὐκ ἄλλως μὲν οἱ Ἕλληνες ἀντιλαμβάνονται, ἄλλως δὲ οἱ βάρβαροι, καὶ διαφερόντως μὲν οἱ τεχνῖται, ἐξηλλαγμένως δὲ οἱ ἰδιῶται, ἀλλ’ ὡσαύτως πάντες οἴ γε ἀπαραοδίστους ἔχοντες τἀς αἰσθήσεις.
§188
τοῦ τε πικροῦ πάλιν ἢ γλυκέος οὐκ ἄλλως μὲν ὅδε γεύεται, καθ’ ἕτερον δὲ τρόπον ὅδε, ἀλλά κατὰ τὸ ὅμοιον ἕκαστος τῶν ὁμοίως διακειμενων. τὸ δέ γε σημεῖον ὧς σημεῖον οὐχ ὡσαύτως πάντας τοὺς ὁμοίως διακειμένους φαίνεται κινεῖν, ἀλλ’ οἶς μὲν οὐδ’ ὅλως ἐστὶ σημεῖόν τινος, καίπερ δι’ ἐναργείας αὐτοῖς προσπῖπτον, τισὶ δὲ σημεῖον μέν ἐστιν, οὐ τοῦ αὐτοῦ δὲ πράγματος, ἀλλὰ διαφέροντος· τὰ γὰρ αὐτὰ φαινόμενα λόγου χάριν ἐν ἰατρικῇ ἄλλου μέν ἐστι σημεῖα τῷδε, καθάπερ Ἐρασιστράτῳ, ἄλλου δὲ τῷδε, οἷον Ἡροφίλῳ, ἄλλου δὲ τῷδε, καθάπερ Ἀσκληπιάδῃ. οὐ τοίνυν λεκτέον αἰσθητὸν εἶναι τὸ σημεῖον· εἰ γὰρ τὸ μὲν αἰσθητὸν πάντας ὁμοίως κινεῖ, τὸ δὲ σημεῖον οὐ πάντας ὁμοίως κινεῖ, οὐκ ἂν εἴη αἰσθητὸν τὸ σημεῖον.
§189
πάλιν εἴπερ αἰσθητόν ἐστι τὸ σημεῖον, ἐχρῆν, ὥσπερ τὸ πῦρ αἰσθητὸν ὂν πάντας τοὺς καίεσθαι δυναμένους καίει καὶ ἡ χιὼν αἰσθητὴ καθεστηκυῖα πάντας τοὺς ψύχεσθαι δυναμένους ψύχει, ὧδε καὶ αὐτό, εἴπερ ἐκ τῶν αἰσθητῶν ἐστι, πάντας [ὤφειλεν] ἐπὶ τὸ αὐτὸ ἄγειν σημειωτόν. οὐκ ἄγει δέ γε· οὐκ ἄρα αἰσθητόν ἐστιν.
§190
πρὸς τούτ’ ὄις· εἴπερ αἰσθητόν ἐστι τὸ σημεῖον, ἤτοι καταληπτά ἐστιν ἡμῖν τὰ ἄδηλα ἢ ἀκατάληπτα. εἰ μὲν οὖν ἀκατάληπτα ἡμῖν ἐστιν, οἴχεται τὸ σημεῖον· δυεῖν γὰρ ὄντων πραγμάτων, τῶν μὲν ἐναργῶν, τῶν δὲ ἀδήλων, εἰ μήτε τὸ ἐναργὲς ἔχει σημεῖον διὰ τὸ αὐτοφώρατον εἶναι μήτε τὰ ἄδηλα διὰ τὸ ἀκατάληπτα τυγχάνειν, οὐδέν ἐστι σημεῖον.
§191
εἰ δὲ καταληπτά, πάλιν ἐχρῆν, ἐπεὶ αἰσθητόν ἐστι τὸ σημεῖον, τὸ δὲ αἰσθητὸν ἐπ’ ἴσης πάντας κινεῖ, πᾶσι τὰ ἄδηλα καταλαμβάνεσθαι. ἀλλ’ οἱ μέν φασιν αὐτὰ μὴ καταλαμβάνεσθαι, ὥσπερ οἱ ἀπὸ τῆς ἐμπειρίας ἰατροὶ καὶ οἱ τῆς σκέψεως φιλόσοφοι, οἱ δὲ καταλαμβάνεσθαι μέν, οὐχ ὁμοίως δέ. οὐκ ἄρα αἰσθητόν ἐστι τὸ σημεῖον.
§192–228
§192
Ναί, φασίν, ἀλλ’ ὧς τὸ πῦρ αἰσθητὸν καθεστὼς παρὰ τὰς διαφορὰς τῶν ὑποκειμένων Ὑλῶν διαφερούσας ὑποφαίνει δυνάμεις, καὶ πρὸς μὲν κηρῷ τήκει, πρὸς δὲ πηλῷ πήσσει, πρὸς δὲ ξύλῳ καίει, τὸν αὐτὸν τρόπον εἰκός ἐστι καὶ τὸ σημεῖον αἰσθητὸν ὑπάρχον παρὰ τὰς διαφορὰς τῶν ἀντιλαμβανομένων αὐτοῦ διαφόρων εἶναι πραγμάτων μηντικόν.
§193
καὶ οὐ παράδοξον, ὅτι καὶ ἐπὶ τῶν ὑπομνηστικῶν σημείων θεωρεῖται οὕτω γιγνόμενον· ὁ γὰρ ἀνατεινόμενος πυρσὸς τισὶ <μὲν> πολεμίων ἔφοδον σημαίνει, τισὶ δὲ φίλων ἄφιξιν δηλοῖ, καὶ ὁ τοῦ κώδωνος ψόφος οἶς μὲν ὄψου πράσεως ἐστι <σημεῖον> οἷς δὲ τοῦ δεῖν ῥαίνειν ὁδούς. καὶ τὸ ἐνδεικτικὸν ἄρα σημεῖον δυνήσεται φύσιν αἰσθητὴν ἔχον ἄλλων καὶ ἄλλων εἶναι μηνυτικόν.
§194
ἀξιώσειε δ’ ἄν τις καὶ ἐνταῦθα τοὺς μὲν τῇ ἀπὸ τοῦ πυρὸς μεταβάσει χρωμένους τοῦτο [δὲ] δεικνύναι γινόμενον ἐπὶ τοῦ ὅπερ καὶ ἐπὶ τοῦ πυρὸς γίνεσθαι συμβέβηκεν. τουτὶ μὲν γὰρ ὁμολόγους ἔχει τἀς προειρημένας δυνάμεις, καὶ οὐδεὶς ἔστιν ὃς διαφέρεται περὶ <περὶ ὑπ᾿> αὐτοῦ τὸν τήκεσθαι, τὸν δὲ πηλὸν πήσσεσθαι, τὸ δὲ ξύλον καίεσθαι.
§195
ἐπὶ δὲ τοῦ ἐνδεικτικοῦ σημείου ἐὰν τὸ ἀνάλογον προσδεχώμεθα γίνεσθαι, εἰς τὴν μεγίστην ἀπέμφασιν περιστησόμεθα, λέγοντες ἕκαστον τῶν ὐπ’ αὐτοῦ ἐνδεικνυμένων ὑπάρχειν, ὥστε εἰ οὕτω τύχοι, καὶ πλῆθος νοσοποιεῖν καὶ δριμύτητα καὶ σωματικὴν κατασκευήν.
§196
ὅπερ ἄτοπον· τἀς γὰρ οὕτω μαχομένας καὶ ἀνασκευαστικὰς ἀλλήλων αἰτίας οὐχ οἶόν τε συνυπάρχειν. ἤ τοῦτο οὖν ὁμολογείτωσαν, καίπερ ὂν ἀδύνατον, οἱ δογματικῶς φιλοσοφοῦντες, ἢ ὅτι τὸ σημεῖον αἰσθητὸν ὄν οὐδενὸς τὸ ὅσον ἐφ’ ἑαυτῶ ἐνδεικτικόν ἐστιν, ἡμεῖς δὲ διαφόρους ἔχοντες διαθέσεις οὐχ
§197
ὡσαύτως ἐπ’ αὐτῷ κινούμεθα. ὅπερ οὐκ ἂν ὁμολογεῖν, πρὸς τῷ καὶ τὰς τοιαύτας τοῦ πυρὸς δυνάμεις μὴ εἶναι συμφώνους ἀλλ’ ἠπορῆσθαι.
§198
εἰ γὰρ καυστικὴν εἶχε φύσιν τὸ πῦρ, ὤφειλε πάντα καίειν καὶ μὴ τινὰ μὲν καίειν τινὰ δὲ μηδαμῶς· καὶ εἰ τηκτικὴν εἶχε δύναμιν, πᾶν ὤφειλε διαλύειν καὶ μὴ τινὰ μὲν τινὰ δ’ οὔ.
§199
νῦν δὲ ταῦτα ἔοικε ποιεῖν οὐ παρὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ παρὰ τἀς προσομιλούσας αὐτῷ τῶν ὑποκειμένων ὕλας, οἷον τὸ ξύλον καίει, οὐχ ὅτι αὐτὸ καυστικόν ἐστιν, ἀλλ’ ὅτι τὸ ξύλον ἐπιτηδείως ἔχει συνεργοῦ λαβόμενον ἐκείνου καῆναι, καὶ τήκει τὸν κηρὸν οὐχ ὅτι τηκτικὴν ἔχει δύναμιν, ἀλλ’ ὅτι ὁ κηρὸς ἐπιτηδειότητα ἐκέκτητο πρὸς τὸ συνεργοῦ λαβόμενος ἐκείνου τήκεσθαι. ἀκριβέστερον δὲ περὶ τούτου διδάξομεν (adv.phys.I 237sqq.), ὅταν περὶ τῆς τῶν ὑπάρξεως σκεψώμεθα.
§200
τὰ νῦν δὲ καὶ πρὸς τοὺς μετιόντας ἀπὸ τοῦ ὑπομνηστικοῦ σημείου καὶ τὸν πυρσὸν παραλαμβάνοντας, ἔτι δὲ τὸν τοῦ κώδωνος ψόφον, λεκτέον ἐστὶν ἡμῖν, ὅτι οὐ παράδοξον εἰ τὰ τοιαῦτα τῶν σημείων πλειόνων ἐστὶ δηλωτικά· θεμένων γὰρ νόμους, ὥς φασιν, ὥρισται καὶ ἐφ’ ἡμῖν κεῖται, ἐάν τε ‘ὲν θέλωμεν αὐτὰ μηνύειν ἐάν τε καὶ πλειόνων ὑπάρχειν δηλωτικά.
§201
τὸ δὲ ἐνδεικτικὸν σημεῖον ἐκ φύσεως ὑπαγορευτικὸν εἷναι δοκοῦν τοῦ σημειωτοῦ κατ’ ἀνάγκην ἑνὸς δεῖ πράγματος ἐνδεικτικὸν εἶναι, καὶ τούτου πάντως μονοειδοῦς, ἐπεί τοι ἐὰν κοινὸν πολλῶν ὑπάρχῃ, οὐκ ἔσται σημεῖον. ἀμήχανον γὰρ ‘ὲν βεβαίως διά τινος λαμβάνεσθαι, πολλῶν ὄντων τῶν σηλουμένων. μένων. οἷον τὸ ἐκ πλουσίου πένητα γενέσθαι κοινόν ἐστι καὶ τοῦ ἠσωτεῦσθαι καὶ τοῦ κατὰ θάλασσαν ἐπταικέναι καὶ τοῦ φίλοις μεταδεδωκέναι, πολλῶν δὲ κοινὸν ὑπάρχον οὐκέτι τινὸς αὐτῶν ἐξαιρέτως μηνυτικὸν εἶναι δύναται· εἰ γὰρ τούτου, τί μᾶλλον τούτου ἢ ἐκείνου; καὶ εἰ ἐκείνου, τί μᾶλλον ἐκείνου ἢ τούτου;
§202
καὶ μὴν οὐδὲ πάντων· ἀσυνύπαρκτα γάρ ἐστι τὰ πάντα. διαφέρει τοίνυν τοῦ ὑπομνηστικοῦ σημείου τὸ ἐνδεικτικόν, καὶ οὐ μεταβατέον ἐστὶν ἀπ’ ἐκείνου ἐπὶ τοῦτο, παρόσον τὸ μὲν ἑνὸς μόνου δεῖ μηνυτικὸν ὑπάρχειν, τὸ δὲ πλειόνων δύναται εἶναι παραστατικὸν καὶ ὧς ἂν ἡμεῖς θεματίσωμεν σημαίνειν.
§203
Ἔτι πᾶν αἰσθητὸν ὧς αἰσθητὸν ἀδίδακτόν ἐστιν. οὔτε γὰρ τὸ λευκὸν χρῶμα διδάσκεταί τις ὁρᾶν οὔτε τοῦ γλυκέος μανθάνει γεύεσθαι, οὐ θερμοῦ ἀντιλαμβάνεσθαι, οὐκ ἄλλου τινὸς τοιούτου· ἀλλ’ ἐκ φύσεως καὶ ἀδιδάκτως πάντων αὐτῶν πάρεστιν ἡμῖν ἡ γνῶσις. τὸ δὲ σημεῖον ὧς σημεῖον μετὰ πολλῶν, ὥς φασι, μόχθων διδάσκεται, οἷον τὸ κατὰ κυβερνητικήν, ὅτι ἀνέμων ἐστὶ δηλωτικὸν καὶ χειμώνων ἢ εὐδίας.
§204
ὡσαύτως δὲ καὶ παρὰ τοῖς τὰ οὐράνια πραγματευσαμένοις, καθάπερ Ἀράτω καὶ Ἀλεξάνδρῳ τῷ Αἰτωλῷ, κατὰ ταὐτὰ δὲ καὶ τοῖς ἐμπειρικῶς ἰατρεύουσιν, οἶον τὸ ἔρευθος καὶ ἡ κυρτότης τῶν ἀγγείων καὶ τὸ δίψος καὶ τὰ ἄλλα, ὧν ὁ μὴ διδαχθεὶς οὐκ ἀντιλαμβάνεται ὧς σημείων.
§205
οὐκ ἄρα αἰσθητόν ἐστι τὸ σημεῖον· εἰ γὰρ τὸ μὲν αἰσθητὸν ἀδίδακτον, τὸ δὲ σημεῖον ὧς σημεῖόν ἐστι διδακτόν, οὐκ ἂν εἴη τὸ σημεῖον αἰσθητόν.
§206
τό τε αἰσθητόν, ᾗ αἰσθητόν ἐστι, κατὰ διαφορὰν νοεῖται, οἷον τὸ λευκόν, τὸ μέλαν, γλυκὺ πικρόν, πᾶν τὸ τοιουτῶδες. τὸ δὲ σημεῖον, ᾗ σημεῖόν ἐστι, τῶν πρός τι καθέστηκεν· κατὰ γὰρ τὴν ὧς πρὸς τὸ σημειωτὸν σχέσιν ἐθεωρεῖτο. οὐκ ἄρα τῶν αἰσθητῶν ἐστι τὸ σημεῖον.
§207
καὶ μὴν πᾶν αἰσθητόν, ὧς ἡ κλῆσις παρίστησιν, αἰσθήσει ληπτόν ἐστι, τὸ δὲ σημεῖον ὧς σημεῖον οὐκ αἰσθήσει λαμβάνεται ἀλλὰ διανοίᾳ. λέγομεν γοῦν ἀληθὲς εἶναι σημεῖον καὶ ψεῦδος, τὸ δὲ ἀληθὲς καὶ ψεῦδος οὐκ ἔστιν αἰσθητόν· ἀξίωμα γὰρ ἑκάτερον, τὸ δὲ ἀξίωμα οὐ τῶν αἰσθητῶν ἀλλὰ τῶν νοητῶν ὑπῆρχεν. λεκτέον ἄρα μὴ εἶναι τῶν αἰσθητῶν τὸ σημεῖον.
§208
Ἐπιχειρητέον δὲ καὶ οὕτως· εἴπερ αἰσθητόν ἐστι τὸ ἐνδεικτικὸν σημεῖον, πολὺ πρότερον ὀφείλει τὸ αἰσθητόν τινος ἐνδεικτικὸν ὑπάρχειν· ὅπερ οὐχ οὕτως εἶχεν. εἰ γὰρ ἐνδείκνυταί τι τὸ αἰσθητόν, ἤτοι τὸ ὁμογενὲς τοῦ ὁμογενοῦς ἔσται ἐνδεικτικὸν ἢ τὸ ἀνομογενὲς τοῦ ἀνομογενοῦς· οὔτε δὲ τὸ ὁμογενὲς τοῦ ὁμογενοῦς οὔτε τὸ ἀνομογενὲς τοῦ ἀνομογενοῦς· οὐκ ἄρα ἐνδεικτικόν τινός τὸ αἰσθητόν.
§209
οἶον ἔστω μηδέποτε ἡμᾶς καθ’ ὑπόθεσιν λευκῷ περιπεπτωκέναι χρώματι, μηδὲ μέλανι, πρώτως δὲ ὁρᾶν τὸ λευκόν. ἀλλ’ οὐκ ἂν ἰσχύσαιμεν ἀπὸ τῆς τούτου καταλήψεως τὸ μέλαν καταλαμβάνεσθαι χρῶμα·
§210
ἔννοιαν μὲν γὰρ ἔχειν τοῦ ἕτερον εἶναι χρῶμα τὸ μέλαν, καὶ μὴ τοιοῦτο οἷόν ἐστι τὸ λευκόν, τάχα δυνατόν ἐστι, κατάληψιν δὲ ποιεῖσθαι τοῦ μέλανος χρώματος ἐκ τῆς τοῦ λευκοῦ παρουσίας τῶν ἀμηχάνων. καὶ ἐπὶ τῆς φωνῆς ὁ αὐτός ἐστι λόγος, καὶ κοινῶς ἐπὶ τῶν ἄλλων αἰσθητῶν. οὐκοῦν τὸ ὁμογενὲς αἰσθητὸν οὐκ ἂν εἴη τοῦ ὁμογενοῦς ἐνδεικτικόν, τουτέστι τὸ ὁρατὸν τοῦ ὁρατοῦ ἢ τὸ ἀκουστὸν τοῦ ἀκουστοῦ ἢ τὸ γευστὸν τοῦ γευστοῦ.
§211
καὶ μὴν οὐδὲ τὸ ἀνομογενὲς τοῦ ἀνομογενοῦς, οἶον τὸ ὁρατὸν τοῦ ἀκουστοῦ ἢ τὸ ἀκουστὸν τοῦ γευστοῦ ἢ ὀσφραντοῦ· οὐ γὰρ ἐὰν ὀσφραίνηταί τις εὐώδους τινός, εἰς κατάληψιν ἔρχεται λευκοῦ χρώματος, οὐδὲ φωνῆς ἀντιλαμβανόμενος γλυκαίνεται τὴν γεῦσιν.
§212
καίτοι μακρόν ἐστι ζητεῖν, εἰ δύναται τὸ ὁμογενὲς τοῦ ὁμογενοῦς καὶ τὸ ἀνομογενὲς τοῦ ἀνομογενοῦς εἶναι σημεῖον, ὅτε καὶ τὸ τούτου ἔγγιον ἀπελπίσειεν ἄν τις νοῦν ἔχων, φημὶ δὲ τὸ μηδὲ ἑαυτοῦ δύνασθαι ἐνδεικτικὸν εἶναι τὸ αἰσθητόν.
§213
τῶν γὰρ περὶ τούτου σκεψαμένων, ὧς πολλάκις ἐδείξαμεν, οἱ μέν φασιν αὐτὸ μὴ τοιοῦτο λαμβάνεσθαι ὑπὸ τῆς αἰσθήσεως οἷόν ἐστι φύσει· οὔτε γὰρ λευκὸν οὔτε μέλαν, οὔτε θερμόν, οὐ ψυχρόν, οὐ γλυκύ, οὐ πικρόν, οὐκ ἄλλην τοιαύτην ἔχον ποιότητα αὐτὸ καθεστάναι, κενοπαθούσης δὲ καὶ ψευδομένης ἡμῶν τῆς αἰσθήσεως τοιοῦτο δοκεῖν ὑποκεῖσθαι· οἱ δὲ τινὰ μὲν τῶν αἰσθητῶν ἔδοξαν κατ’ ἀλήθειαν ὑποκεῖσθαι τινὰ δὲ μηδαμῶς, ἄλλοι δὲ πᾶσι τὴν ὕπαρξιν ἐπ’ ἴσης προσεμαρτύρησαν.
§214
τοσαύτης οὖν καὶ ἀδιακρίτου στάσεως οὔσης περὶ τῆς τῶν αἰσθητῶν ὑποστάσεως, οἶόν τε λέγειν αὐτοῦ παραστατικὸν εἶναι τὸ αἰσθητόν, ὅτε οὐδέπω γινώσκεται τίς ἐστιν ἡ ἀληθὴς τῶν οὕτως διαφωνούντων στάσις; ἀλλ’ ἐκεῖνό γε κρατεῖν χρή, ὧς εἴπερ οὔτε τὸ ὁμογενὲς αἰσθητὸν τοῦ ὁμογενοῦς αἰσθητοῦ οὔτε τὸ ἀνομογενὲς τοῦ ἀνομογενοῦς οὔτ’ αὐτὸ ἑαυτοῦ ἐνδεικτικόν ἐστιν, ἀδύνατον ἄρα λέγειν αἰσθητὸν εἶναι τὸ σημεῖον.
§215
Ὁ δὲ Αἰνησίδημος ἐν τῷ τετάρτῳ τῶν Πυρρωνείων λόγων εἰς τὴν αὐτὴν ὑπόθεσιν καὶ ἀπὸ τῆς αὐτῆς σχεδὸν δυνάμεως λόγον ἐρωτᾷ τοιοῦτον· “εἰ τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται καὶ τὰ σημεῖά ἐστι φαινόμενα, τὰ σημεῖα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται. οὐχὶ δέ γε τὰ σημεῖα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται· τὰ δὲ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται· οὐκ ἄρα φαινόμενά ἐστι τὰ σημεῖα.”
§216
καὶ δὴ τοίνυν φαινόμενα μένα μὲν ἔοικε καλεῖν ὁ Αἰνησίδημος τὰ αἰσθητά, λόγον δὲ ἐρωτᾷ καθ’ ὃν δεύτερος ἀναπόδεικτος ἐπιβάλλει τρίτῳ, οὗ τὸ σχῆμά ἐστι τοιοῦτο “εἰ τὸ πρῶτον καὶ τὸ δεύτερον, τὸ τρίτον· οὐχὶ δὲ τὸ τρίτον, ἀλλὰ καὶ τοπρῶτον· οὐκ ἄρα τὸ δεύτερον.”
§217
καὶ ὅτι τῷ ὄντι οὕτως ἔχει, μικρὸν ὕστερον (§ 234 sqq.) διδάξομεν· νῦν δ’ ὡς ὑγιῆ ἐστιν αὐτοῦ τὰ λήμματα καὶ ἕπεται τούτοις ἡ ἐπιφορά, ἁπλούστερον ἀποδείξομεν. αὐτίκα τοίνυν τὸ συνημμένον ἀληθές ἐστιν. ἕπεται γὰρ τῷ κατ’ αὐτὸ συμπεπλεγμένῳ τὸ λῆγον, τουτέστι τῷ “τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται καὶ τὰ σημεῖά ἐστι φαινόμενα” τὸ τὰ σημεῖα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεσθαι.
§218
εἰ γὰρ τοῦ λευκοῦ χρώματος πάντες οἱ ἀπαραποδίστους ἔχοντες τὰς ὄψεις ὁμοίως ἀντιλαμβάνονται ἀλλ’ οὐ διαφόρως, καὶ εἰ τοῦ γλυκέος πάντες οἱ κατὰ φύσιν τὴν γεῦσιν ἔχοντες γλυκαντικῶς ἀντιλαμβά- νονται, κατ’ ἀνάγκην ὀφείλουσι καὶ τοῦ σημείου, εἴπερ ἐστὶ τῶν αἰσθητῶν καθάπερ τὸ λευκὸν ἢ γλυκύ, πάντες οἱ κατὰ τὴν ὁμοίαν ὄντες διάθεσιν ὁμοίως ἀντιλαμβάνεσθαι.
§219
ὥστε τὸ μὲν συνημμένον ὑγιές ἐστιν· ἀληθὲς δέ γε καὶ τὸ δεύτερον λῆμμα, τὸ ‘οὐχὶ δέ γε τὰ σημεῖα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται”. τὸ γοῦν ἐπὶ τῶν πυρεσσόντων ἔρευθος καὶ ἡ τῶν ἀγγείων προπάλεια καὶ ὁ ἔνικμος χρὼς καὶ ἡ πλείων θερμασία καὶ ἡ σφοδρότης τῶν σφυγμῶν καὶ τὰ λοιπὰ σημεῖα τοῖς ὁμοίως κατά τε τὰς αἰσθήσεις καὶ τὴν ἄλλην σύγκρισιν διακειμένοις οὐ τοῦ αὐτοῦ προσπίπτει σημεῖα, οὐδ’ ὡσαύτως πᾶσι φαίνεται,
§220
ἀλλ’ Ἡροφίλῳ μὲν λόγου χάριν ὧς ἄντικρυς χρηστοῦ αἵματος σημεῖα, Ἐρασιστράτῳ δὲ ὡς μεταπτώσεως τῆς ἐκ φλεβῶν εἰς ἀρτηρίας, Ἀσκληπιάδῃ δὲ ὧς ἐνστάσεως νοητῶν ὄγκων ἐν νοητοῖς ἀραιώμασιν. τοίνυν καὶ τὸ δεύτερον λῆμμα ὑγιές ἐστιν.
§221
ἀλλὰ δὴ καὶ τὸ τρίτον, τὸ τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεσθαι. τὸ γὰρ λευκόν, εἰ τύχοι, χρῶμα τῷ μὲν ἰκτεριῶντι καὶ τῷ ὑφαίμους ἔχοντι τοὺς ὀφθαλμοὺς καὶ τῷ κατὰ φύσιν διακειμένῳ οὐχ ὡσαύτως προσπίπτει (ἀνομοίως γὰρ διέκειντο, παρ’ ἣν αἰτίαν τῷ μὲν φαίνεται ὠχρόν, τῷ δὲ ἐνερευθές, τῷ δὲ λευκόν), τοῖς μέντοι κατὰ τὴν αὐτὴν διάθεσιν οὖσι, τουτέστι τοῖς ὑγιαίνουσι, λευκὸν μόνον φαίνεται.
§222.1
τοίνυν ἀληθέσιν οὖσι τοῖς λήμμασι αυνεισαχθήσεται καὶ ἡ ἐπιφορὰ <ἡ> “οὐκ ἄρα φαινόμενόν τὸ σημεῖον”.
§222.2
Αὐτόθεν μὲν οὗν ἐφοδεύσασιν ἡμῖν ἀληθὴς ὁ λόγος ὑποδέδεικται·
§223
ὅτι δὲ καὶ ἀναπόδεικτός ἐστι καὶ συλλογιστικός, ἀναλύσασιν αὐτὸν φανήσεται. εὐθέως γάρ, ἴνα μικρὸν ἄνωθεν προλάβωμεν, ἀναπόδεικτοι λέγονται διχῶς, οἱ τε μὴ ἀποδεδειγμένοι καὶ οἱ μὴ χρείαν ἔχοντες ἀποδείὄντες ξεως τῷ αὐτόθεν εἶναι περιφανὲς ἐπ’ αὐτῶν τὸ ὅτι συνάγουσιν. ἐπεδείξαμεν δὲ πολλάκις, ὧς κατὰ τὸ δεύτερον σημαινόμενον ταύτης ἠξίωνται τῆς προσηγορίας οἱ κατ’ ἀρχὴν τῆς πρώτης περὶ συλλογισμῶν εἰσαγωγῆς παρὰ τῷ Χρυσίππῳ (11 fr. 242 Arn.) τεταγμένοι.
§224
νυνὶ δὲ ἐφ’ ὁμολόγῳ τούτῳ γνωστέον, ὅτι πρῶτος μέν ἐστιν ἀναπόδεικτος ὁ ἐκ συνημμένου καὶ τοῦ ἡγουμένου, τὸ λῆγον ἐν ἐκείνῳ τῷ συνημμένῳ ἔχων συμπέρασμα. τουτέστιν, ὅταν λόγος δύο ἔχῃ λήμματα, ὧν τὸ μὲν ἕτερόν ἐστι συνημμένον, τὸ δὲ ἕτερον ἡγούμενον ἐν τῷ συνημμένῳ, ἔχῃ δὲ καὶ ἐπιφορὰν τὸ λῆγον ἐν τῷ αὐτῷ συνημμένῳ, τότε ὁ τοιοῦτος λόγος πρῶτος ἀναπόδεικτος καλεῖται, οἶον ὁ οὕτως ἔχων “εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν”. οὗτος γὰρ τὸ μὲν ἕτερον τῶν λημμάτων ἔχει συνημμένον, τὸ “εἰ ἡμέρα ἔστι, φῶς ἔστι”, τὸ δὲ λοιπὸν τὸ ἡγούμενον ἐν τῷ συνημμένῳ ἀλλὰ μὴν ἡμέρα ἔστιν , τὸ <δὲ> ἄρα ἔστιν” τρίτον τὴν ἐπιφοράν, τὸ λῆγον τοῦ συνημένου.
§225
δεύτερος δ’ ἐστὶν ἀναπόδεικτος ὁ ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου τῷ λήγοντι ἐν ἐκείνῳ τῷ συνημμένῳ, τὸ ἀντικείμενον τῷ ἡγουμένῳ ἔχων συμπέρασμα. τουτέστιν, ὅταν λόγος πάλιν ἐκ δυεῖν συνεστὼς λημμάτων, ὧν τὸ μὲν ἕτερόν ἐστι συνημμένον, τὸ δὲ ἕτερον ἀντικείμενον τῷ λήγοντι ἐν τῷ συνημμένῳ, ἔχῃ δὲ καὶ ἐπιφορὰν τὸ ἀντικείμενον τῷ ἡγουμένῳ, τότε ὁ τοιοῦτος γίνεται δεύτερος ἀναπόδεικτος, ὡς τὸ “εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· οὐχὶ δέ γε φῶς ἔστιν· οὐκ ἄρα ἔστιν ἡμέρα”. τό τε γὰρ “ εἰ ἔστιν ἡμέρα, φῶς ἔστιν”, τὸ ἕτερον λῆμμα τοῦ λόγου, συνημμένον ἐστίν, τό τε ‘‘οὐχὶ δέ γε φῶς ἔστι”, λοιπὸν λῆμμα τοῦ λόγου καθεστώς, ἀντικείμενόν ἐστι τῷ λήγοντι ἐν τῷ συνημμένῳ· ἥ τε ἐπιφορὰ ἡ ‘οὐκ ἄρα ἡμέρα ἔστιν” τὸ ἀντικείμενον ἦν τοῦ ἡγουμένου.
§226
τρίτος δέ ἐστι λόγος ἀναπόδεικτος ὁ ἐξ ἀποφατικοῦ συμ πλοκῆς καὶ ἑνὸς τῶν ἐν τῇ συμκλοκῇ, τὸ ἀντικείμενον τοῦ λοιποῦ τῶν ἐν τῇ συμπλοκῇ ἔχων συμπέρασμα, οἷον ‘‘οὐχὶ καὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν· ἡμέρα δὲ ἔστιν· οὐκ ἄρα ἔστι νύξ . τὸ μὲν γὰρ οὐχὶ καὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν ἀποφατικὸν ἦν συμπεπλεγμένου τοῦ “καὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστι, τὸ δὲ ἡμέρα ἔστι τὸ ἕτερον ἐτύγχανε τῶν ἐν τῇ συμπλοκῇ, τὸ δὲ “οὐκ ἄρα ἔστι νύξ” τὸ ἀντικείμενον ἦν τῷ λοιπῷ τῶν ἐν τῇ συμπλοκῇ.
§227
Οἱ μὲν οὖν λόγοι τοιοῦτοί τινές εἰσι, τρόποι δὲ αὐτῶν καὶ ὡσπερεὶ σχήματα ἐν οἶς ἠρώτηνται οἱ οὕτως ἔχοντες, τοῦ μὲν πρώτου ἀναποδείκτου “ εἰ τὸ πρῶτον, τὸ δεύτερον· τὸ δέ γε πρῶτον· τὸ ἄρα δεύτερον”, τοῦ δὲ δευτέρου “εἰ τὸ πρῶτον, τὸ δεύτερον· οὐχὶ δέ γε τὸ δεύτερον· οὐκ ἄρα τὸ πρῶτον”, τοῦ δὲ τρίτου ‘‘οὐχὶ καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον· τὸ δέ γε πρῶτον· οὐκ ἄρα τὸ δεύτερον”.
§228
Ἔτι χρὴ γινώσκειν, ὅτι τῶν ἀναποδείκτων οἱ μέν εἰσιν ἁπλοῖ, οἱ δὲ οὐχ ἁπλοῖ. ὧν ἁπλοῖ μέν εἰσιν οἱ αὐτόθεν σαφὲς ἔχοντες τὸ ὅτι συνάγουσιν, τουτέστι τὸ ὅτι συνεισάγεται αὐτῶν τοῖς λήμμασιν ἡ ἐπιφορά. ὁποῖοί εἰσιν οἱ ἐκκείμενοι· ἐὰν γὰρ ἐπὶ τοῦ πρώτου εὐθὺς δῶμεν ἀληθὲς εἶναι τὸ “ εἰ ἡμέρα ἔστι, φῶς ἔστι”, λέγω δὲ τὸ ἀκολουθεῖν τῷ ἡμέραν εἶναι τὸ φῶς εἶναι, ὑποθώμεθα δὲ ἀληθὲς τὸ πρῶτον τὸ ἡμέραν εἶναι, ὅπερ ἦν ἡγούμενον ἐν τῷ συνημμένῳ, ἐξ ἀνάγκης ἀκολουθήσει καὶ τὸ φῶς εἶναι, ὅπερ ἦν συμπέρασμα τοῦ λόγου.
§229–264
§229
οὐχ ἁπλοῖ δέ εἰσιν οἱ ἐκ τῶν ἁπλῶν πεπλεγμένοι καὶ ἔτι χρείαν ἔχοντες τῆς εἰς ἐκείνους ἀναλύσεως, ἴνα γνωσθῶσιν, ὅτι καὶ αὐτοὶ συνάγουσιν. τούτων δὲ τῶν οὐχ ἁπλῶν οἱ μὲν ἐξ ὁμογενῶν εἰσὶ συνεστῶτες, οἱ δὲ ἐξ ἀνομογενῶν, καὶ ἐξ ὁμογενῶν μὲν ὥσπερ οἱ ἐκ δυεῖν πρώτων ἀναποδείκτων πεπλεγμένοι ἤ ἐκ δυεῖν δευτέρων,
§230
ἐξ ἀνομογενῶν δὲ ὥσπερ οἱ ἐκ πρώτου <.....> ἀναποδείκτου ἢ ἐκ δευτέρου καὶ τρίτου, καὶ κοινῶς οἱ τούτοις παραπλήσιοι. ἐξ ὁμογενῶν μὲν οὖν συνέστηκεν οἷον ὁ τοιοῦτος “ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν”. πέπλεκται γὰρ πρώτων δυεῖν ἀναποδείκτων, ὧς ἀναλύσαντες αὐτὸν εἰσόμεθα.
§231
γνωστέον γὰρ ὅτι θεώρημα διαλεκτικὸν ἔστιν εἰς τὰς τῶν συλλογισμῶν ἀναλύσεις παραδιδόμενον τοιοῦτον ‘‘ὅταν τά τινος συμπεράσματος συνακτικὰ λήμματα ἔχωμεν, δυνάμει κἀκεῖνο ἐν τούτοις ἔχομεν τὸ συμπέρασμα, κἂν κατ’ ἐκφορὰν μὴ λέγηται”. ἐπεὶ οὖν δύο ἔχομεν λήμματα, τό τε συνημμένον τὸ “ εἰ ἡμέρα ἔστιν, <φῶς ἔστιν>”, ὅπερ ἄρχεται μὲν ἀπὸ ἀξιώματος τοῦ ‘‘ἡμέρα ἔστιν”, λήγει δὲ εἰς οὐχ
§232
ἀπλοῦν <τὸ> συνημμένον τὸ “ εἰ ἡμέρα ἔστιν, φῶς ἔστιν”, καὶ ἔτι ἡγούμενον ἐν αὐτῷ τὸ ‘‘ἡμέρα ἔστιν”, ἐκ τούτων συναχθήσεται ἡμῖν πρώτῳ ἀναποδείκτῳ τὸ λῆγον ἐν ἐκείνῳ τῷ συνημμένῳ τὸ “ εἰ ἄρα ἡμέρα ἔστιν, φῶς ἔστιν”. τοῦτ᾿ δυνάμει μὲν ἔχομεν ἐν τῷ λόγῳ συναγόμενον,
§233
κατὰ δὲ τὴν ἐκφορὰν παραλελειμμένον τάξαντες μετὰ Γῆς τοῦ ἐκκειμένου λόγου προσλήψεως τῆς ‘‘ἡμέρα ἔστιν”, ἕξομεν συναγόμενον τὸ “φῶς ἔστιν” πρώτῳ ἀναποδείκτῳ, ὅπερ ἐπιφορὰ τοῦ ἐκκειμένου λόγου. ὥστε δύο γίγνεσθαι πρώτους ἀναποδείκτους, ἕνα μὲν τὸν τοιοῦτον “ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν”, ἕτερον δὲ τὸν τοιοῦτον “ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν”.
§234
Τοιόσδε μὲν οὖν ἐστιν ὁ χαρακτὴρ τῶν ἐξ ὁμογενῶν τὴν πλοκὴν ἐχόντων λόγων· ἐξ ἀνομογενῶν δὲ λοιπόν ἐστι καθάπερ ὁ παρὰ τῷ Αἰνησιδήμῳ περὶ σημείου ἐρωτηθείς, ἔχων δὲ οὕτως· “εἰ τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται καὶ τὰ σημεῖά ἐστι παραπλησίως σημεῖα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται· τὰ δέ γε σημεῖα οὐ πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται· τὰ δὲ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται· οὐκ ἄρα φαινόμενά ἐστι τὰ σημεῖα.”
§235
συνέστηκε γὰρ ὁ τοιοῦτος λόγος ἐκ δευτέρου τε ἀναποδείκτου καὶ τρίτου, καθὼς πάρεστι μαθεῖν ἐκ τῆς ἀναλύσεως, ἥτις σαφεστέρα μᾶλλον γενήσεται ἐπὶ τοῦ τρόπου ποιησαμένων ἡμῶν τὴν διδασκαλίαν, ἔχοντος οὕτως· “εἰ τὸ πρῶτον καὶ τὸ δεύτερον, τὸ τρίτον· οὐχὶ δέ γε τὸ τρίτον, ἀλλὰ καὶ τὸ πρῶτον· οὐκ ἄρα τὸ δεύτερον.”
§236
ἐπεὶ γὰρ ἔχομεν συνημμένον ἐν ᾧ ἡγεῖται συμπεπλεγμένον τὸ πρῶτον καὶ τὸ δεύτερον, λήγει δὲ τὸ τρίτον, ἔχομεν δὲ καὶ τὸ ἀντικείμενον τοῦ λήγοντος τὸ “οὐ τὸ τρίτον”, συναχθήσεται ἡμῖν καὶ τὸ ἀντικείμενον τοῦ ἡγουμένου, τὸ “οὐκ ἄρα τὸ πρῶτον καὶ τὸ δεύτερον”, δευτέρῳ ἀναποδείκτῳ. ἀλλὰ δὴ τοῦτο αὐτὸ κατὰ μὲν τὴν δύναμιν ἔγκειται τῷ λόγῳ, ἐπεὶ ἔχομεν τὰ συνακτικὰ αὐτοῦ λήμματα, κατὰ δὲ τὴν προφορὰν παρεῖται. ἅπερ τάξαντες μετὰ τοῦ λειπομένου λήμματος, τοῦ πρώτου, ἕξομεν συναγόμενον τὸ συμπέρασμα τὸ “οὐκ ἄρα τὸ δεύτερον” τρίτῳ ἀναποδείκτῳ. ὥστε δύο εἶναι ἀναποδείκτους, ἕνα μὲν τοιοῦτον “εἰ τὸ πρῶτον καὶ τὸ δεύτερον, τὸ τρίτον· οὐχὶ δέ γε τὸ τρίτον· οὐκ ἄρα τὸ πρῶτον καὶ τὸ δεύτερον”, ὅς ἐστι δεύτερος ἀναπόδεικτος, ἕτερον δὲ τρίτον τὸν οὕτως ἔχοντα “πὐχὶ τὸ πρῶτον καὶ τὸ δεύτερον· ἀλλὰ μὴν τὸ πρῶτον· οὐκ ἄρα τὸ δεύτερον” .
§237
Ἐπὶ μὲν οὖν τοῦ τρόπου ἡ ἀνάλυσίς ἐστι τοιαύτη, ἀναλογεῖ δὲ καὶ ἐπὶ τοῦ λόγου· παραλείπεται γὰρ τὸ τρίτον τὸ ‘‘οὐχὶ τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται καὶ τὰ σημεῖά ἐστι φαινόμενα”, μετὰ τοῦ τὰ φαινόμενα ἅπασι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεσθαι συνάγει τὸ τοῦ ἐκκειμένου < . . . . . > ἀναποδείκτῳ. ὥστε δεύτερον μὲν γίνεσθαι ἀναπόδεικτον τοιοῦτον “ εἰ τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται καὶ τὰ σημεῖά ἐστι φαινόμενα, τὰ σημεῖα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται· οὐχὶ δέ γε τὰ σημεῖα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται·
§238
τὰ σημεῖα ἄρα οὐκ ἔστι φαινόμενα”, τρίτον δὲ τὸν τοιοῦτον ‘‘οὐχὶ καὶ τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται καὶ τὰ σημεῖά ἐστι φαινόμενα· ἀλλὰ μὴν τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται· οὐκ ἄρα τὰ σημεῖά ἐστι φαινόμενα”.
§239
Κατὰ δὲ τὴν αὐτὴν δύναμιν τῆς συναγωγῆς καὶ τοιοῦτός τις προταθήσεται λόγος “ εἰ τὰ φαινόμενα πᾶσιν ἐπ’ ἴσης φαίνεται καὶ τὰ φαινόμενα τῶν ἀδήλων ἐστὶ σημεῖα, τὰ ἄδηλα πᾶσιν ἐπ’ ἴσης φαίνεται· οὐχὶ δέ γε τὰ ἄδηλα πᾶσιν ἐπ’ ἴσης φαίνεται, ἀλλὰ καὶ τὰ φαινόμενα πᾶσιν ἐπ’ ἴσης φαίνεται· οὐκ ἄρα τὰ φαινόμενα τῶν ἀδήλων ἐστὶ σημεῖα”.
§240
τούτου δὴ τοῦ λόγου ἡ μὲν ἀνάλυσίς ἐστιν ὁμοία, καθ’ ἣν δεύτερος ἀναπόδεικτος ἐπιβάλλει τρίτῳ, ἡ δὲ παραμυθία τῶν λημμάτων προῦπτος. ὅτι γὰρ τὰ φαινόμενα ἐπ’ ἴσης φαίνεται τοῖς ἀπαραποδίστους ἔχουσι τὰς αἰσθήσεις, συμφανές· οὐ γὰρ ἄλλοις ἄλλως τὸ λευκὸν φαίνεται, οὐδὲ ἄλλοις ἄλλως τὸ μέλαν, οὐδὲ διαφερόντως τὸ γλυκύ, ἀλλ᾿ ὁμοίως πάντας κινεῖ.
§241
εἰ δὴ ταῦτα ἐπ᾿ ἴσης πᾶσι φαίνεται καὶ ἐνδεικτικὴν ἔχει δύναμιν τῶν ἀδήλων, ἀνάγκη καὶ τὰ ἄδηλα ἐπ᾿ ἴσης πᾶσι προσπίπτειν ὡς ἂν καὶ τῶν αἰτίων <τῶν> αὐτῶν ὄντων καὶ τῆς ὕλης ὁμοίας ὑποκειμένης. οὐχὶ δέ γε τοῦτο· οὐ γὰρ πάντες ὡσαύτως τὰ ἄδηλα γινώσκουσι, καίπερ κατ᾿ ἴσον τοῖς αἰσθητοῖς ἐγκυροῦντες, ἀλλ᾿ οἱ μὲν οὐδ᾿ εἰς ἔννοιαν αὐτῶν ἔρχονται, οἱ δὲ ἔρχονται μέν, εἰς ποικιλίαν δὲ καὶ πολυτρόπους καὶ μαχομένας ὑποσύρονται ἀποφάσεις. ἀκόλουθον ἄρα μὴ αἰσθητὰ λέγειν τὰ σημεῖα, ἴνα μὴ τοῦθ’ ἡμῖν τὸ ἄτοπον ἕπηταὶ.
§242
Ἐνέσται δὲ καὶ βραχέως τὰ προειρημένα περιλαβόντας τοιουτουσί τινας προτείνειν λόγους. εἰ τὰ φαινόμενα πᾶσι φαίνεται, τὰ δὲ σημεῖα οὐ πᾶσι φαίνεται, οὐκ ἔστι τὰ φαινόμενα σημεῖα. ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον.
§243.1
καὶ πάλιν· εἰ τὰ φαινόμενα, καθόσον ἐστὶ φαινόμενα, διδασκαλίας οὐκ ἔχει χρείαν, τὰ δὲ σημεῖα, παρόσον ἐστὶ σημεῖα, διδασκαλίας ἔχει χρείαν, τὰ σημεῖα οὐκ ἔστι φαινόμενα. ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον.
§243.2
Πρὸς μὲν οὖν τοὺς ἀξιοῦντας αἰσθητὸν εἶναι τὸ σημεῖον τοσαῦτα ἠπορήσθω·
§244
σκοπῶμεν δὲ καὶ τὴν ἀντικειμένην τούτοις στάσιν, φημὶ δὲ τῶν νοητὸν αὐτὸ προειληφότων καθεστάναι. βραχέα δὲ ἴσως δεήσει καὶ περὶ τοῦ ἀρέσκοντος αὐτοῖς προλαβεῖν, καθ᾿ ὃ ἀξίωμα θέλουσιν εἶναι τὸ σημεῖον, καὶ διὰ τοῦτο νοητόν. ὑπογράφοντες τοίνυν φασὶ (Stoic. fr.II 221 Arn.)
§245
σημεῖον εἶναι ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον, ἐκκαλυπτικὸν τὸ ὒ λήγοντος. κρίσεις δὲ τοῦ ὑγιοῦς συνημμένου πολλὰς μὲν καὶ ἄλλας εἶναί φασιν, μίαν δ’ ἐξ ἀπασῶν ὑπάρχειν, καὶ ταύτην οὐχ ὁμόλογον, τὴν ἀποδοθησομένην. πᾶν γὰρ συνημμένον ἢ ἀπὸ ἀληθοῦς ἀρχόμενον εἰς ἀληθὲς λήγει, ἢ ἀπὸ ψεύδους ἀρχόμενον ἐπὶ ψεῦδος λήγει, ἢ ἀπ’ ἀληθοῦς ἐπὶ ψεῦδος, ἢ ἀπὸ ψεύδους ἐπ’ ἀληθές.
§246
ἀπὸ μὲν οὖν ἀληθοῦς ἀρχόμενον ἐπ’ ἀληθὲς λήγει τὸ “ εἰ εἰσὶ θεοί, προνοίᾳ θεῶν διοικεῖται ὁ κόσμος”, ἀπὸ ψεύδους δὲ ἐπὶ ψεῦδος τὸ “ εἰ πέταται ἡ γῆ, πτέρυγας ἔχει ἡ γῆ” , ἀπὸ ψεύδους δὲ <ἐπ᾿> ἀληθὲς “ εἰ πέταται ἡ γῆ, ἔστιν ἡ γῆ” , ἀπὸ δὲ ἀληθοῦς ἐπὶ ψεῦδος τὸ “ εἰ κινεῖται οὗτος, περιπατεῖ οὗτος”, μὴ περιπατοῦντος μὲν αὐτοῦ, κινουμένου δέ.
§247
τεσσάρων οὑν οὐσῶν τοῦ συνημμένου συζυγιῶν, ὅταν ἀπ’ ἀληθοῦς τε ἄρχηται καὶ εἰς ἀληθὲς λήγῃ, ἢ ὅταν ἀπὸ ψεύδους ἐπὶ ψεῦδος, ἤ ὅταν ἀπὸ ψεύδους ἐπ’ ἀληθὲς ἢ ἀναστρόφως ἀπ’ ἀληθοῦς ἐπὶ ψεῦδος, κατὰ μὲν τοὺς πρώτους τρεῖς τρόπους φασὶν ἀληθὲς τοῦτο γίνεσθαι (ἐάν τε γὰρ ἀπ’ ἀληθοῦς ἀρχόμενον ἐπ’ ἀληθὲς λήγῃ, ἐστὶν ἀληθές, ἐὰν τε ἀπὸ ψεύδους ἐπὶ ψεῦδος, πάλιν ἀληθές· ὡσαύτως δὲ κἂν ἀπὸ ψεύδους ἐπ’ ἀληθές), καθ’ ἕνα δὲ μόνον γίνεσθαι ψεῦδος, ὅταν ἀπ’ ἀληθοῦς ἀρχόμενον λήγῃ ἐπὶ ψεῦδος.
§248
τούτων δὲ οὕτως ἐχόντων ἀναζητητέον, φασί, τὸ σημεῖον οὐκ ἐν τῷ μοχθηρῷ τούτῳ συνημμένῳ ἀλλ’ ἐν τῷ ὑγιεῖ· εἴρηται γὰρ ἀξίωμα τὸ ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον. ἀλλ’ ἐπεὶ οὐχ ‘ὲν ἦν ὑγιὲς συνημμένον, τρία δέ, καθάπερ τὸ ἀπ’ ἀληθοῦς ἀρχόμενον καὶ ἐπ’ ἀληθὲς λῆγον καὶ τὸ ἀπὸ ψεύδους ἐπὶ ψεῦδος καὶ τὸ ἀπὸ ψεύδους ἐπ’ ἀληθές, σκεπτέον, πότερόν ποτε ἐν πᾶσι ζητητέον τοῖς ὑγιέσι συνημμένοις τὸ σημεῖον ἢ ἐν τισὶν ἢ ἐν τινί.
§249
οὐκοῦν εἰ τὸ σημεῖον ἀληθὲς εἶναι δεῖ καὶ ἀληθοῦς παραστατικόν, οὔτε ἐν τῷ ἀπὸ ψεύδους ἀρχομένῳ καὶ ἐπὶ ψεῦδος λήγοντι οὔτε ἐν τῷ ἀπὸ ψεύδους ἐπ’ ἀληθὲς ὑποκείσεται. λείπεται δὴ ἐν ἐκείνῳ μόνον αὐτὸ τυγχάνειν τῷ ἀπὸ [τοῦ] ἀληθοῦς τε χομένῳ καὶ ἐπ’ ἀληθὲς λήγοντι, ὧς ἂν καὶ αὐτοῦ ὑπάρχοντος καὶ τοῦ σημειωτοῦ συνυπάρχειν ὀφείλοντος αὐτῶ.
§250
τοίνυν ὅταν λέγηται τὸ σημεῖον ἀξίωμα εἷναι ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον, δεήσει ἐν μόνῳ ἀκούειν αὐτὸ καθηγούμενον συνημμένῳ τῷ ἀπ’ ἀληθοῦς τε ἀρχομένῳ καὶ ἐπ’ ἀληθὲς λήγοντι. καὶ μὴν οὐκ εἰ τι ἡγεῖται ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ ἀπ’ ἀληθοῦς τε ἀρχομένῳ καὶ ἐπ’ ἀληθὲς λήγοντι, τοῦτό ἐστι σημεῖον.
§251
αὐτίκα γὰρ τὸ τοιοῦτο συνημμένον “ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν” ἀπ’ ἀληθοῦς μὲν ἄρχεται τοῦ ‘‘ἡμέρα ἔστιν” καὶ ἐπ’ ἀληθὲς λήγει τὸ “φῶς ἔστιν”, οὐκ εἶχε δέ τι ἐν αὐτῷ ἡγούμενον ἀξίωμα σημεῖον τοῦ λήγοντος· οὐδὲ γὰρ ἐκκαλυπτικόν ἐστι τοῦ “φῶς ἔστιν τὸ ἡμέρα ἔστιν, ἀλλ’ ὧς αὐτὸ δι’ αὑτοῦ προσέπιπτεν, οὕτω καὶ τὸ “φῶς <ἔστιν>” ἐκ τῆς ἰδίας ἐλαμβάνετο περιφανείας.
§252
δεῖ ἄρα τὸ σημεῖον οὐ μόνον ἐν ὑγιεῖ εἶναι συνημμένῳ ἡγούμενον, τουτέστι τῷ ἀπ’ ἀληθοῦς ἀρχομένῳ καὶ ἐπ’ ἀληθὲς λήγοντι, ἀλλὰ καὶ ἐκκαλυπτικὴν ἔχειν φύσιν τοῦ λήγοντος, οἶόν ἐστι τὸ ἐν τοῖς τοιούτοις συνγμμένοις “ εἰ γάλα ἔχει ἐν μαστοῖς ἥδε, κεκύηκεν ᾔδε’ καὶ “ εἰ βρογχεῖον ἔπτυκεν οὗτος, ἕλκος ἔχει ἐν πνεύμονι οὗτος”.
§253
τουτὶ γὰρ τὸ συνημμένον ὑγιές ἐστιν, ἀρχόμενον μὲν ἀπ’ ἀληθοῦς τοῦ “βρογχεῖον ἔπτυκεν οὗτος”, λῆγον δὲ <τὸ> “ἕλκος ἔχει οὗτος ἐν πνεύμονι”, μετὰ τοῦ εἶναι τὸ πρῶτον τοῦ δευτέρου· ἐκείνῳ γὰρ προσβάλλοντες κατάληψιν τούτου ποιούμεθα.
§254
Ἔτι, φασί, τὸ σημεῖον παρὸν παρόντος εἶναι δεῖ σημεῖον. ἔνιοι γὰρ ἐξαπατώμενοι καὶ παρὸν παρῳχημένου θέλουσιν εἶναι σημεῖον, ὧς ἐπὶ τοῦ “ εἰ οὐλὴν ἔχει οὗτος, ἕλκος ἔσχηκεν οὗτος”· τὸ μὲν γὰρ ‘‘οὐλὴν ἔχει” παρόν ἐστι, φαίνεται γάρ, τὸ δὲ ἕλκος ἐσχηκέναι παρῳχημένον, οὐκέτι γὰρ ἔστιν ἕλκος· καὶ παρὸν μέλλοντος, ὧς τὸ περιεχόμε- νον τῷ τοιούτῳ συνημμένῳ “ εἰ καρδίαν τέτρωται οὗτος, ἀποθανεῖται οὗτος”· τὸ μὲν γὰρ τραῦμα τῆς καρδίας εἶναί φασιν ἤδη, τὸν δὲ θάνατον μέλλειν.
§255
ἀγνοοῦσι δὴ οἱ τὰ τοιαῦτα λέγοντες, ὅτι ἄλλ’ ἐστὶ τὰ παρῳχημένα καὶ τὰ μέλλοντα, τὸ μέντοι σημεῖον καὶ σημειωτὸν κἀν τούτοις παρὸν παρόντος ἐστίν. ἔν τε γὰρ τῷ προτέρῳ τῷ “ εἰ οὐλὴν ἔχει οὗτος, ἕλκος ἔσχηκεν οὗτος” τὸ μὲν ἕλκος γέγονεν ἤδη καὶ παρῴχηκεν, τὸ δὲ ἕλκος ἐσχηκέναι τοῦτον, ἀξίωμα καθεστηκός, ἐνέστηκεν, περὶ γεγονότος τινὸς λεγόμενον· ἔν τε τῷ “ εἰ καρδίαν τέτρωται οὗτος, ἀποθανεῖται οὗτος” ὁ μὲν θάνατος μέλλει, τὸ δὲ ἀποθανεῖσθαι τοῦτον ἀξίωμα ἐνέστηκεν, περὶ μέλλοντος λεγόμενον, παρὸ καὶ νῦν ἐστιν ἀληθές.
§256
ὥστε καὶ ἀξίωμά ἐστι τὸ σημεῖον, καὶ ἐν ὑγιεῖ συνημμένῳ καθηγεῖται τῷ ἀρχομένῳ ἀπὸ ἀληθοῦς καὶ λήγοντι ἐπὶ ἀληθὲς, ἐκκαλυπτικόν τέ ἐστι τοῦ λήγοντος, καὶ διὰ παντὸς παρὸν παρόντος ἐστὶ σημεῖον.
§257
Τούτων δ’ ὑποδεδειγμένων κατὰ τὰς αὐτῶν ἐκείνων τεχνολογίας πρῶτον μὲν ἄξιόν ἐστι τὸ τοσοῦτον εἰπεῖν πρὸς αὐτούς. εἰ καθ’ οὓς μὲν αἰσθητόν ἐστι τὸ σημεῖον, καθ’ οὓς δὲ νοητόν, καὶ ἡ περὶ τούτου διαφωνία μέχρι τοῦ νῦν ἀνεπίκριτός ἐστιν, ἄδηλον εἶναι ῥητέον ἀκμὴν τὸ σημεῖον. ἄδηλον δὲ ὂν χρῄζει τῶν ἐκκαλυψόντων, ἀλλ’ οὐκ αὐτὸ ἑτέρων δεῖ ὑπάρχειν ἐκκαλυπτικόν.
§258
καὶ μὴν εἰ τὸ σημεῖον κατ’ αὐτοὺς ἐν λεκτῷ τὴν ὑπόστασιν ἔχει, τὰ δὲ λεκτὰ εἰ ἐστι ζητεῖται, ἄτοπον, πρὶν ὁμολογηθῆναι τὸ γένος, ὧς βέβαιον λαμβάνειν τὸ εἶδος. ὁρῶμεν δέ, ὡς εἰσί τινες οἱ ἀνῃρηκότες τὴν ὕπαρξιν τῶν λεκτῶν, καὶ οὐχ οἱ ἑτερόδοξοι μόνον, οἷον οἱ Ἐπικούρειοι, ἀλλὰ καὶ οἱ στωικοί, ὧς οἱ περὶ τὸν Βασιλείδην (fr. unic. Arn.), ἔδοξε μὴ ’δεν εἶναι ἀσώματον. τοίνυν ἐν ἐποχῇ φυλακτέον ἐστὶ τὸ σημεῖον.
§259
ἀλλ’ ἀποδείξαντες, φασί, πρότερον τὴν τῶν λεκτῶν ὕπαρξιν ἕξομεν βεβαίαν καὶ τὴν τοῦ σημείου φύσιν. οὐκοῦν ὅταν ἀποδείξητε, ἐρεῖ τις, τότε καὶ τὸ πιστὴν εἶναι τὴν τοῦ σημείου ὕπαρξιν λαμβάνετε· ἄχρι δὲ ἐπὶ ψιλῆς μένετε τῆς ὑποσχέσεως, ἀνάγκη καὶ ἡμᾶς ἐν ἐποχῇ μένειν.
§260
εἶτα καὶ πῶς οἷόν τέ ἐστιν ἀποδεικνύναι τὴν τῶν λεκτῶν ὕπαρξιν; ἢ γὰρ διὰ σημείου δεήσει τοῦτο ποιεῖν ἢ δι’ ἀποδείξεως. ἀλλ’ οὔτε διὰ σημείου τινὸς οὔτε δι’ ἀποδείξεως δυνατὸν τοῦτο ποιεῖν· ταῦτα γὰρ καὶ αὐτὰ λεκτὰ ὄντα παραπλησίως τοῖς ἄλλοις λεκτοῖς ἐζήτηται,
§261
καὶ τοσοῦτον ἀπέχει τοῦ δύνασθαι βεβαίως τι παριστᾶν, ὧς καὶ ἀνάπαλιν αὐτὰ χρῄζειν τοῦ παραστήσοντος. λελήθασί τε αὐτοὺς οἱ ἀπὸ τῆς Στοᾶς εἰς τὸν δι’ ἀλλήλων ἐμπίπτοντες τρόπον. ἵνα γὰρ τὰ λεκτὰ ὁμολογηθῇ, ἀπόδειξιν εἶναι δεῖ καὶ σημεῖον· ἴνα δὲ ἡ ἀπόδειξις καὶ τὸ σημεῖον προϋφεστήκῃ, προπεπιστῶσθαι ἀνάγκη τὴν τῶν λεκτῶν φύσιν. εἰς ἄλληλα οὖν συννεύοντα καὶ τὴν ἐξ ἀλλήλων περιμένοντα πίστιν ἐπ’ ἴσης ἐστὶν ἄπιστα.
§262
ἀλλ’ ἔστω γε καὶ ἐκ περιουσίας συγκεχωρήσθω, ἕνεκα τοῦ προβαίνειν τὴν ζήτησιν, ἐν ὑπάρξει τυγχάνειν τὰ λεκτά, καίπερ ἀνηνύτου καθεστώσης τῆς περὶ αὐτῶν μάχης. οὐκοῦν, εἰ ταῦτα ἔστιν, ἤτοι σώματα ἢ ἀσώμασα λέξουσιν εἶναι. καὶ σώματα μὲν οὐκ ἂν φαῖεν· εἰ δὲ ἀσώματα, ἤτοι ποιεῖ τι κατ’ αὐτοὺς ἤ οὐδὲν ποιεῖ. καὶ ποιεῖν μὲν οὐκ ἂν ἀξιώσειαν·
§263
τὸ γὰρ ἀσώματον κατ’ αὐτούς οὔτε ποιεῖν τι πέφυκεν οὔτε πάσχειν. μηδὲν δὲ ποιοῦντα οὐδὲ οὖ ἐστι σημεῖα ἐνδείξεταί τε καὶ δηλώσει· τὸ γὰρ ἐνδείκνυσθαί τι καὶ δηλοῦν ἔστι ποιεῖν τι.
§264
ἄτοπον δέ γε τὸ σημεῖον μήτε ἐνδείκνυσθαί τι μήτε δηλοῦν· οὐκ ἄρα νοητόν ἐστιν, οὐδὲ ἀξίωμα, τὸ σημεῖον. ἄλλως τε, καθὼς ἐν πολλοῖς πολλάκις ὑπεδείξαμεν, ἃ μὲν σημαίνει, ἃ δὲ σημαίνεται. σημαίνουσι μὲν αἱ φωναί, σημαίνεται δὲ τὰ λεκτά, ἐν οἶς ἐστι καὶ τὰ ἀξιώματα. πάντων δὲ τῶν ἀξιωαὑτοὺς μάτων σημαινομένων, ἄλλων δὲ σημαινόντων οὐκ ἂν τὸ σημεῖον ἀξίωμα.
§265–297
§265
πάλιν παρακεχωρήσθω τὰ λεκτὰ φύσιν ἐχειν ἀσώματον. ἀλλ᾿ ἐπεὶ τὸ σημεῖον ἐν ὑγιεῖ καθηγεῖσθαί φασι, δεήσει προεπικεκρίσθαι τὸ ὐγιὲς συνημμένον καὶ προεξητάσθαι, εἴτε τὸ κατὰ Φίλωνά ἐστι τὸ τοιοῦτον εἴτε <τὸ> τὸ κατὰ Διόδωρον ἢ τὴν ἢ ἄλλως πως κρινόμενον· πολλῶν γὰρ καὶ περὶ τούτου διαστάσεων οὐσῶν οὐκ ἔνεστι λαβεῖν βεβαίως τὸ σημεῖον ἀνεπικρίτου τυγχανούσης τῆς διαφωνίας.
§266
ἔτι πρὸς τοῖς εἰρημένοις, κἂν δῶμεν σύμφωνον εἶναι τὸ ὑγιὲς κριτήριον, καὶ ὁποῖόν ποτ’ ἂν ἐκεῖνοι θέλωσι, τοιοῦτο ἀμάχως ὑπάρχειν, οὐδὲν ἦττον τὸ περιεκτικὸν τοῦ σημείου ἀνεπίχριτον ὁμολογεῖν ἐστιν ἀνάγκη. τὸ γὰρ σημειωτὸν ἤτοι πρόδηλον θέλουσιν εἶναι ἢ ἄδηλον.
§267
καὶ εἰ μὲν πρόδηλον, οὐκ ἔσται σημειωτόν, οὐδὲ σημανθήσεται ὑπό τινος, ἀλλ᾿ αὐτὸ δι᾿ αὑτοῦ προσπεσεῖται· εἰ δὲ ἄδηλον, πάντως ἄγνωστον ἔσται τοῦτο εἴτε ἀληθές ἐστιν εἴτε ψευδές, γινωσκόμενον ὅ τι ποτὲ τούτων ἐστί, γενήσεται πρόδηλον.
§268
τὸ οὖν περιεκτικὸν τοῦ τε σημείου καὶ τοῦ σημειωτοῦ συνημμένον, λῆγον ἐπὶ ἄδηλον, ἐξ ἀνάγκης ἐστὶν ἀνεπίκριτον. ὅτι μὲν γὰρ ἀπ᾿ ἀληθοῦς ἄρχεται, γνώριμόν λήγει δὲ εἰς ἄγνωστον. ·δεῖ δὲ πρὸ παντὸς ἡμᾶς εἰς τὴν ἐπίκρισιν αὐτοῦ γινώσκειν τὸ εἰς τί λήγει, ἴνα ἐὰν μὲν εἰς ἀληθὲς λήγῃ, θώμεθα τοῦτ’ ἀληθὲς διὰ τὸ ἀπ’ ἀληθοῦς τε ἄρχεσθαι καὶ εἰς ἀληθὲς λήγειν, ἐὰν δὲ εἰς ψεῦ- δὸς, ἀνάπαλιν λέγωμεν ψεῦδος διὰ τὸ ἀπ’ ἀληθοῦς ἄρχεσθαι καὶ ἐπὶ ψεῦδος λήγειν. οὐ τοίνυν ἀξίωμα ῥητέον εἶναι τὸ σημεῖον, οὐδὲ ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον.
§269
Προσθετέον δὲ τούτοις, ὅτι καὶ ταῖς ἐναργείαις μάχονται οἱ ταύτης προεστῶτες τῆς δόξης. εἰ γὰρ ἀξίωμά ἐστι τὸ σημεῖον καὶ ἐν ὑγιεῖ συνημμένῳ καθηγεῖται, ἐχρῆν τούς μηδ’ ἀρχὴν ἔχοντας ἔννοιαν ἀξιώματος μηδὲ τἀς διαλεκτικὰς τέχνας ἐπεληλυθότας ἐκτὸς εἷναι πάσης σημειώσεως.
§270
οὐχὶ δέ γε τοῦτο· καὶ γὰρ ἀγράμματοι πολλάκις κυβερνῆται καὶ ἄπειροι πολλάκις τῶν διαλεκτικῶν θεωρημάτων γεωργοὶ ἄκρως σημειοῦνται, οἱ μὲν κατὰ θάλασσαν, ἀνέμους τε καὶ νηνεμίας χειμῶνάς τε καὶ γαλήνας, οἱ δὲ κατὰ γεωργίαν, ὥσπερ εὐκαρπίαν καὶ ἀπαρπίαν αὐχμούς τε καὶ ἐπομβρίας. καίτοι τί περὶ ἀνθρώπων λέγομεν, ὅτε καὶ τοῖς ἀλόγοις ζῴοις τινὲς αὐτῶν (Stoic. fr. II 727 Arn.) μεταδεδώκασι τῆς τοῦ σημείου νοήσεως;
§271
καὶ γὰρ ὁ κύων ὅτε ἐκ τοῦ ἴχνους στιβεύει τὸ θηρίον σημειοῦται· ἀλλ’ οὐ διὰ τοῦτο ἀξιώματος ἕλκει φαντασίαν τοῦ “εἴπερ ἴχνος ἐστὶ τοῦτο, θηρίον ἔστιν ἐνθάδε”. καὶ ὁ ἵππος κατὰ τὴν τοῦ μύωπος προσβολὴν ἢ τὴν τῆς μάστιγος ἐπανάτασιν ἐξάλλεται μὲν καὶ ὀρούει πρὸς δρόμον, οὐκ ἐπικρίνει δὲ τὸ τοιοῦτον συνημμένον διαλεκτικῶς “εἰ μάστιξ ἐπ’ ἀνατέταται, ἐστί μοι” . οὐκ ἄρα ἀξίωμά ἐστι τὸ σημεῖον ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον.
§272
Ταῦτα μὲν ἰδιαίτερον πρὸς τοὺς νοητὸν ἀξιοῦντας εἶναι τὸ σημεῖον εἰρήσθω· κοινότερον δὲ ἐνέσται πρὸς αὐτοὺς λέγειν καὶ τὰ πρὸς τοὺς αἰσθητὸν αὐτὸ φάσκοντας εἶναι εἰρημένα. εἴπερ γὰρ ἀξίωμά ἐστι τὸ σημεῖον ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον, καὶ ἐν παντὶ συνημμένῳ ἀκολουθεῖ τὸ λῆγον τῷ ἡγουμένῳ, αἱ τε ἀκολουθίαι παρόντων εἰσί πραγμάτων, ἐξ ἀνάγκης τὸ σημεῖον καὶ τὸ σημειωτὸν ὑφ’ ἕνα καιρὸν παρόντα συνυπάρξει ἀλλήλοις, καὶ οὐδέτερον οὐδετέρου γενήσεται μηνυτικόν, ἀλλ’ ἀμφότερα ἐξ αὐτῶν γνώριμα καταστήσεται.
§273
ἔτι τὸ σημεῖον ἐκκαλυπτικόν ἐστι τοῦ [λήγοντος] σημειωτοῦ, δὲ σημειωτὸν ἐκκαλύπτεται πρὸς τοῦ σημείου. ταῦτα δὲ οὐ τῶν ἀπολύτων ἐστὶν ἀλλὰ τῶν πρός τι· πρὸς γὰρ τῷ ἐκκαλύπτοντι νοεῖται τὸ ἐκκαλυπτόμενον, καὶ πρὸς τῷ ἐκκαλυπτομένῳ νοεῖται τὸ ἐκκαλύπτον. εἰ δὲ ἀμφότερα πρός τι ὄνια κατὰ τὸν αὐτὸν πάρεστι χρόνον, ἀμφότερα συνυφέστηκεν ἀλλήλοις· εἰ δὲ συνυφέστηκεν, ἑκάτερον ἐξ αὐτοῦ καταληπτόν ἐστι καὶ οὐδέτερον ἐκ θατέρου.
§274
λεκτέον δὲ κἀκεῖνο, ὅτι, ὁποῖόν ποτ’ ἂν ᾖ τὸ σημεῖον, ἤτοι αὐτὸ φύσιν ἔχει πρὸς τὸ ἐνδείκνυσθαι καὶ μηνύειν τὸ ἄδηλον, ἢ ἡμεῖς ἐσμεν μνημονικοὶ τῶν συναναγυμνωθέντων αὐτῷ. οὐχὶ δὲ ἐκεῖνο φύσιν ἔχει ἐνδεικτικὴν τῶν ἀδήλων, ἐπεὶ ὤφειλε πᾶσιν ἐπ’ ἴσης ἐδείκνυσθαι τὰ ἄδηλα. ἡμεῖς ὧς ἂν ἔχωμεν μνήμης, οὕτω περὶ τῆς τῶν πραγμάτων ὑποστάσεως φερόμεθα.
§275
Ἀλλ’ εἴπερ οὔτε αἰσθητόν ἐστι τὸ σημεῖον, ὧς ἐδείξαμεν, οὔτε νοητόν, ὧς κατεστησάμεθα, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι τρίτον, λεκτέον μὴ εἶναί τι σημεῖον. οἱ δὲ δογματικοὶ (Stoic. fr. II 223 Arn.) πρὸς ἕκαστον μὲν τῶν οὕτως ἐπικεχειρημένων πεφίμωνται, τοὐναντίον δὲ κατασκευάζοντές φασιν, ὅτι ἄνθρωπος οὐχὶ τῷ προφορικῷ λόγῳ διαφέρει τῶν ἀλόγων ζῴων (καὶ γὰρ κόρακες καὶ ψιττακοὶ καὶ κίτται ἐνάρθρους προφέρονται φωνάς), ἀλλὰ τῷ ἐνδιαθέτῳ, οὐδὲ τῇ ἁπλῇ μόνον φαντασίᾳ (ἐφαντασιοῦτο
§276
γὰρ κἀκεῖνα), ἀλλὰ τῇ μεταβατικῇ καὶ συνθετικῇ. διόπερ ἀκολουθίας ἔννοιαν ἔχων εὐθύς καὶ σημείου νόησιν λαμβάνει διὰ τὴν ἀκολουθίαν· καὶ γὰρ αὐτὸ τὸ σημεῖόν ἐστι τοιοῦτον “ εἰ τόδε, τόδε”. ἕπεται ἄρα τῇ φύσει καὶ κατασκευῇ
§277
τἀνθρώπου τὸ καὶ σημεῖον ὑπάρχειν. συνωμολόγηταί τε ἡ ἀπόδειξις τῷ γένει σημεῖον εἷναι. δηλωτικὴ γάρ ἐστι τοῦ συμπεράσματος, καὶ ἔσται ἡ διὰ τῶν λημμάτων αὐτῆς συμπλοκὴ σημεῖον τοῦ ὑπάρχειν τὸ συμπέρασμα. οἶον ἐπὶ τῆς τοιαύτης “ εἰ ἔστι κίνησις, ἔστι κενόν· ἔστι δὲ κίνησις· ἔστιν ἄρα κενόν” τὸ τοιοῦτον συνημμένον “ εἰ ἔστι κίνησις, ἔστι κενόν”, διὰ τῶν λημμάτων συμπεπλεγμένον, εὐθὺς καὶ σημεῖόν ἐστι τοῦ συμπεράσματος τοῦ ‘‘ἐστι κενόν”.
§278
ἤτοι οὖν ἀποδεικτικοί εἰσι λόγοι, φασίν, οἱ κατὰ τοῦ σημείου κομισθέντες ὑπὸ τῶν ἀπορητικῶν ἢ οὐκ ἀποδεικτικοί. καὶ εἰ μὲν οὔκ εἰσιν ἀποδεικτικοί, ἄπιστοι καθεστᾶσιν, ὅπου γε καὶ ἀποδεικτικοὶ τυγχάνοντες μόλις ἂν ἐπιστεύθησαν· εἰ δὲ ἀποδεικτικοί, δῆλον ὅτι ἔστι τι σημεῖον· ἡ γὰρ ἀπόδειξις σημεῖον ἦν κατὰ τὸ γένος.
§279
εἴπερ δὲ οὐδὲν οὐδενός ἐστιν σημεῖον, ἤτοι σημαίνουσί τι αἱ κατὰ τοῦ σημείου ἐκφερόμεναι φωναὶ ἢ οὐδὲν σημαίνουσιν. καὶ εἰ μὲν οὐδέν, οὐδὲ τὴν τοῦ σημείου ὕπαρξιν ἀνελοῦσιν· πῶς γὰρ οἷόν τε τἀς μηδὲν σημαινούσας πιστεύεσθαι στεύεσθαι περὶ τοῦ μηδὲν εἶναι σημεῖον; εἰ δὲ σημαίνουσι, μάταιοι καθεστᾶσιν οἱ ἀπὸ τῆς σκέψεως, λόγῳ μὲν ἐκβάλλοντες τὸ σημεῖον, ἔργῳ δὲ τοῦτο παραλαμβάνοντες.
§280
καὶ μὴν εἶ μηδὲν ἔστι θεώρημα τέχνης ἴδιον, οὐ διοίσει τῆς ἀτεχνίας ἡ τέχνη. εἰ δ’ ἔστι θεώρημα τέχνης ἴδιον, ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον. ἀλλὰ φαινόμενον μὲν οὐκ ἂν εἴη· τὰ γὰρ φαινόμενα πᾶσιν ὁμοίως καὶ ἀδιδάκτως φαίνεται. εἰ δὲ ἄδηλον τυγχάνει, διὰ σημείου θεωρηθήσεται. εἰ δὲ ἔστι τι διὰ σημείου θεωρούμενον, ἔσται τι καὶ σημεῖον.
§281
Τινὲς δὲ καὶ οὕτω συνερωτῶσιν· “ εἰ ἔστι τι σημεῖον, ἔστι σημεῖον· εἰ μὴ ἔστι σημεῖον, ἔστι σημεῖον. ἤτοι δ’ οὐδέν ἐστι σημεῖον ἢ ἔστιν· ἔστιν ἄρα”. ὁ μὲν λόγος τοιοῦτος, τούτου δὲ τὸ μὲν πρῶτον λῆμμα ὑγιὲς εἶναί φασιν· ἦν γὰρ διαφορούμενον, καὶ τῷ εἷναι σημεῖον ἀκολουθεῖ τὸ εἶναι σημεῖον, παρόσον εἰ ἔστι τὸ πρῶτον, ἔσται καὶ τὸ δεύτερον, μηδενὶ διαφέρον τοῦ πρώτου [τὸ δεύτερον]. καὶ τὸ “ εἰ μὴ ἔστι σημεῖον, ἔστι σημεῖον” καὶ αὐτὸ ἢν ὑγιές· τῷ γὰρ λέγοντι μὴ εἶναι σημεῖον ἀκολουθεῖ λέγειν εἶναί τι σημεῖον. εἰ γὰρ μηδὲν ἔστι σημεῖον, αὐτοῦ τοῦ μηδὲν εἶναι σημεῖον ἔσται τι σημεῖον. καὶ εἰκότως· ὁ γὰρ λέγων μὴ εἶναί τι σημεῖον ἤτοι φάσει μόνον τοῦτ’ ἀξιοῖ ἢ ἀποδείξει. καὶ φάσει μὲν ἀξιῶν φάσιν ἕξει, τὴν ἀντιτιθεμένην·
§282
ἀποδεικνὺς δὲ ὧς ἀληθὲς τὸ ὑπ’ αὐτοῦ λεγόμενον, διὰ τοῦ δείκνυ ’ντὸς λόγου τὸ μὴ εἶναί τι σημεῖον, σημειώσεται τὸ μηδὲν εἶναι σημεῖον, τοῦτο δὲ ποιῶν ὁμολογήσει τὸ εἶναί τι σημεῖον. ἀληθῆ οὖν τὰ πρῶτα δύο λήμματα, φασίν. ἀληθὲς δὲ καὶ τὸ τρίτον· διεζευγμένον γάρ ἐστιν ἐξ ἀντικειμένων (τοῦ τε εἶναι καὶ τοῦ μὴ εἶναι) <....> ἐπεὶ εἰ σύμπαν τότε ἐστὶν ἀληθές, ὅταν τὸ ὲν ἔχῃ ἀληθές, θεωρεῖται δ’ ἀεὶ τῶν ἀντικειμένων τὸ ἕτεροι ἀληθές, ῥητέον τὸ τοιοῦτον συνεστὼς εὐθὺς ὑπάρχειν ἀληθές. ὥστε [καὶ] ἐπὶ τοῖς λήμμασι συνεισάγεσθαι καὶ τὴν ἐπιφορὰν τὴν ‘‘ἔστιν ἄρα σημεῖον”.
§283
Ἔσται δέ, φασί, καὶ οὕτως ἐφοδεύειν· δύο γάρ ἐστιν ἐν τῷ λόγῳ συνημμένα καὶ ‘ὲν διεζευγμένον· τούτων δὲ τὰ μὲν συνημμένα ὑπισχνεῖται τοῖς ἐν αὐτοῖς ἡγουμένοις ἀκολουθεῖν τὰ ἐν αὐτοῖς λήγοντα, τὸ δὲ διεζευγμένον ὲν ἔχει τῶν ἐν αὐτῷ ἀληθές, ὧς ἐὰν ἀμφότερα ᾖ ἀληθῆ ἢ ἀμφότερα ψευδῆ, ψεῦδος ἔσται τὸ ὅλον.
§284
τοιαύτης δ᾿ οὔσης τῆς ἐν τοῖς λήμμασι δυνάμεως, ὑποθέμενοι τὸ ἕτερον τῶν ἐν τῷ διεζευγμένῳ ἀληθὲς ἴδωμεν, πῶς συνάγεται τὰ τῆς ἐπιφορᾶς. καὶ δὴ πρῶτον ὑποκείσθω ἀληθὲς τὸ “ἔστι τι σημεῖον”. οὐκοῦν, ἐπεὶ τοῦθ᾿ ἡγούμενόν ἐστιν ἐν τῷ πρώτῳ συνημμένῳ, ἕξει τὸ ἀκόλουθον αὐτῷ, τὸ λῆγον ἐν ἐκείνῳ τῷ συνημμένῳ. ἔληγε δὲ τὸ εἶναι σημεῖον, ὅπερ ταὐτόν ἐστι τῇ ἐπιφορᾷ. συναχθήσεται ἄρα ἡ ἐπιφορά, ὑποτεθέντος ἀληθοῦς εἶναι ἐν τῷ διεζευγμένῳ τοῦ εἶναί τι σημεῖον. καὶ μὴν ἀνάπαλιν ὑποκείσθω τὸ ἕτεφον ἀληθὲς τὸ μὴ εἶναι σημεῖον. τοίνυν ἐπεὶ τοῦτο ἡγούμενόν ἐστιν ἐν τῷ δευτέρῳ συνημμένῳ , ἕξει ἀκολουθοῦν αὐτῷ τὸ λῆγον ἐν τῷ δευτέρῳ συνημμένῳ. ἠκολούθει δέ γε αὐτῷ τὸ εἶναί τι σημεῖον, ὃ καὶ ἐπιφορά ἐστιν. καὶ κατὰ τοῦτο ἄρα συνάγεται ἡ ἐπιφορά.
§285
Ταῦτα μὲν οἱ δογματικοί· τάξει δὲ ῥητέον πρὸς τὸ πρῶτον εὐθύς, καθ᾿ ὃ ἀπὸ τῆς τοῦ ἀνθρώπου κατασκευῆς συνῆγον τὸ εἶναί τι σημεῖον, ὅτι ἐκ τοῦ μᾶλλον ζητουμένου τὸ ἧττον ζητούμενον ἐθέλουσι διδάσκειν. τὸ μὲν γὰρ εἶναι σημεῖον, καὶ εἰ πρός τινων ἀντείρηται, καθάπερ τῶν σκεπτικῶν , ἀλλὰ τοί γε παρὰ πᾶσι τοῖς δογματικοῖς σύμφωνόν ἐστιν·
§286
τὸ δὲ προνοητικῶς κατεσκευάσθαι τὸν ἄνθρωπον παρ᾿ οὐκ ὀλίγοις αὐτῶν διαπεφώνηται. σφόδρα δ᾿ ἦν βίαιον τὸ ἐκ τῶν μᾶλλον ἀσυγχωρήτων θέλειν τὰ μὴ οὕτως ἔχοντα διδάσκειν. καὶ μὴν ῥητῶς ὁ Ἡράκλειτός (A 16 Diels) φησι τὸ μὴ εἶναι λογικὸν τὸν ἄνθρωπον, μόνον δ’ ὑπάρχειν φρενῆρες τὸ περιέχον. ὁ δὲ Ἐμπεδοκλῆς ἔτι παραδοξότερον πάντα ἠξίου λογικὰ τυγχάνειν, καὶ οὐ ζῷα μόνον ἀλλὰ καὶ φυτά, ῥητῶς γράφων (B llODiels) · πάντα γὰρ ἴσθι φρόνησιν ἔχειν καὶ νώματος αἶσαν.
§287
μετὰ τοῦ καὶ πιθανὸν εἶναι λόγον εἰς τὸ μὴ ἄφρονα τυγχάνειν τὰ ἄλογα τῶν ζῴων. εἰ γὰρ πάρεστιν αὐτοῖς ὁ προφορικὸς λόγος, ἀνάγκη καὶ τὸν ἐνδιάθετον αὐτοῖς παρεῖναι· δίχα γὰρ τούτου ἀνυπόστατός ἐστιν ὁ προφορικός.
§288
κἂν δῶμεν δὲ διαφέρειν τῶν ἄλλων ζῴων τὸν ἄνθρωπον λόγῳ τε καὶ μεταβατικῇ φαντασίᾳ καὶ ἐννοίᾳ ἀκολουθίας, ἀλλ’ οὔ τοι γε καὶ ἐν τοῖς ἀδήλοις καὶ ἀνεπικρίτως διαπεφωνημένοις συγχωρήσομεν αὐτὸν εἶναι τοιοῦτον, ἐν δὲ τοῖς φαινομένοις τηρητικήν τινα ἔχειν ἀκολουθίαν, καθ’ ἣν μνημονεύων, τίνα μετὰ τίνων τεθεώρηται καὶ τίνα πρὸ τίνων καὶ τίνα μετὰ τίνα, ἐκ τῆς τῶν προτέρων ὑποπτώσεως ἀνανεοῦται τὰ λοιπὰ.
§289
ἀλλά συνομοληθέντος, φασίν, ὅτι ἡ ἀπόδειξις κατὰ γένος ἐστὶ σημεῖον, εἰ μὲν οὔκ εἰσιν ἀποδείξεις, οἱ κατὰ τοῦ σημείου κομισθέντες λόγοι ἄπιστοι καθεστᾶσιν, εἰ δὲ ἀποδείξεις εἰσίν, ἔστι τι σημεῖον. ἡμεῖς δὲ προειρηκότες (§ 143), οὐ τῷ ὑπομνηστικῷ ἐνιστάμεθα σημείῳ, ἀλλὰ τῷ ἐνδεικτικῷ, δυνάμεθα τοὺς κατὰ τοῦ σημείου κομισθέντας λόγους παραχωρεῖν τι σημαίνειν, ἤδη δὲ οὐκ ἐνδεικτικῶς, ἀλλ’ ὑπομνηστικῶς· ἡμεῖς γὰρ ἐπ’ αὐτοῖς κινούμεθα καὶ ἀναλαμβάνομεν τῇ μνήμῃ τὰ δυνάμενα λέγεσθαι πρὸς τὸ ἐνδεικτικὸν σημεῖον.
§290
τὰ δ’ αὐτὰ καὶ περὶ τῆς ἀκολούθου ῥητέον ὑπομνήσεως, καθ’ ἣν ἐπυνθάνοντο, πότερον σημαίνουσί μαίνουσί τι αἱ κατὰ τοῦ σημείου προφερόμεναι φωναὶ ἢ οὐδὲν σημαίνουσιν. εἰ μὲν γὰρ πᾶν σημεῖον ἀνῃροῦμεν, ἴδει κατ’ ἀνάγκην ἢ μηδὲν σημαίνειν τἀς κατὰ τοῦ σημείου προφερομένας φωνὰς καθ’ ἡμᾶς, ἢ σημαινουσῶν αὐτῶν δίδοσθαι τὸ εἶναί τι σημεῖον. νῦν δ’ ἐπεὶ τῇ διαιρέσει χρώμενοι τὶ μὲν ἀναιροῦμεν σημεῖον, τὶ δὲ τίθεμεν, οὐδ’ ἐν τῷ σημαίνειν τι τἀς κατὰ τοῦ ἐνδεικτικοῦ σημείου προφερομένας φωνὰς παρακεχώρηται τὸ ὑπάρχειν ἐνδεικτικόν τι σημεῖον.
§291
ἔτι ἐλέγετο, ὧς εἴπερ ἴδιον τέχνης ἐστὶ θεώρημα, δεήσει τοῦτο μὴ πρόδηλον ὑπάρχειν. ἀλλ’ ἄδηλον καὶ διὰ σημείου ληπτόν, ἀγνοοῦντες ὅτι τῆς μὲν τῶν ἄλλων θεωρητικῆς τέχνης οὐδέν ἐστι θεώρημα, καθάπερ ὕστερον διδάξομεν, τῆς δὲ ἐν τοῖς φαινομένοις στρεφομένης ἔστιν ἴδιόν τι θεώρημα. διὰ γὰρ τῶν πολλάκις τετηρημένων ἢ ἱστορημένων ποιεῖται τἀς τῶν θεωρημάτων συστάσεις· τὰ δὲ πολλάκις τηρηθέντα καὶ ἱστορηθέντα ἴδια καθειστήκει τῶν πλειστάκις τηρησάντων, ἀλλ’ οὐ κοινὰ πάντων.
§292
Ὁ μὲν γὰρ ἐπὶ τέλει συνερωτηθεὶς αὐτοῖς λόγος ἐν τρόπῳ τοιούτῳ “εἰ τὸ πρῶτον, τὸ πρῶτον· εἰ οὐ τὸ πρῶτον, τὸ πρῶτον· ἤτοι τὸ πρῶτον ἢ οὐ τὸ πρῶτον· τὸ πρῶτον ἄρα” τάχα μὲν καὶ κατὰ παρολκὴν τὴν ἐν τοῖς λήμμασι μοχθηρός ἐστιν, ἀναμφιλέκτως δὲ καὶ αὐτοὺς φαίνεται θλίβειν.
§293
ῥητέον δὲ τάξει περὶ τοῦ πρώτου, τουτέστι τῆς παρολκῆς. εἰ γὰρ ἀληθές ἐστι τὸ ἐν τῷ λόγῳ διεζευγμένον, ὲν ἔχειν ἀληθὲς ὀφείλει, καθὼς καὶ αὐτοὶ πρότερον ἔλεγον. ‘ὲν δὲ ἔχον ἀληθὲς τὸ ἕτερον τῶν συνημμένων ὧς παρέλκον διελέγχει.
§294
ἐάν τε γὰρ ἀληθὲς ὑποκέηται τῶν ἐν αὐτῷ τὸ ‘‘ἔστι τι σημεῖον”, ἀναγκαῖον γίνεται πρὸς τὴν τούτου συναγωγὴν τὸ διαφορούμενον συνημμένον τὸ “ εἰ ἔστι τι σημεῖον, ἔστι σημεῖον”, παρέλκον δὲ τὸ λοιπὸν τὸ “ εἰ μὴ ἔστι τι σημεῖον, ἔστι τι σημεῖον”· ἐάν τε τὸ μὴ εἶναί τι σημεῖον ὑποκέηται τῶν ἐν αὐτῷ ἀληθές, τὸ μὲν διαφορούμενον παρέλκει πρὸς τὴν τούτου κατασκευήν, τὸ δὲ “ εἰ μὴ ἔστι τι σημεῖον, ἔστι σημεῖον” ἀναγκαῖον γίγνεται. μοχθηρὸς οὖν κατὰ παρολκὴν ὁ λόγος.
§295
ἀλλ’ ἴνα μὴ νῦν εἰς τὰ κατὰ λεπτὸν συμβαίνωμεν τοῖς ἐναντίοις, πάρεστιν ἕτερον συνερωτᾶν λόγον ἔχοντα τοῦτον τὸν τρόπον. εἴπερ περιτρέπεται ὁ λέγων μὴ εἶναί <τι> σημεῖον εἰς τὸ λέγειν εἶναί τι σημεῖον, περιτρέπεται ὁ λέγων εἶναί τι σημεῖον εἰς τὸ λέγειν μὴ εἶναί τι σημεῖον. ὁ δὲ λέγων μὴ εἶναί τι σημεῖον σκεπτικῶς περιετρέπετο κατ’ αὐτοὺς εἰς τὸ λέγειν εἶναί τι σημεῖον· καὶ ὁ λέγων ἄρα δογματικῶς εἶναί τι σημεῖον περιτραπήσεται εἰς τὸ λέγειν μὴ εἶναί τι σημεῖον, ὧς παραστήσομεν.
§296
αὐτίκα γὰρ [εἰ] τὸν λέγοντα εἶναί τι σημεῖον σημείῳ δεῖ τὴν ἀπόφασιν πιστώσασθαι, ἀσυγχωρήτου δὲ ὄντος τοῦ εἷναί τι σημεῖον, πῶς ἂν οὗτος χρήσαιτο τῷ σημείῳ πρὸς πίστιν τοῦ εἶναί τι σημεῖον; μὴ δυνάμενος δὲ ἀποδεῖξαι σημείῳ τὸ εἶναί τι σημεῖον, περιτρέπεται εἰς τὸ ὁμολογεῖν μηδὲν εἶναι σημεῖον. ἔστω δὲ καὶ ἐκ περιουσίας τοῦτ’ αὐτὸ μόνον ὁμολογείσθω σημεῖον, τὸ τοῦ [μὴ] <τι> σημεῖον μηνυτικόν· τί τοῦτ’ ὄφελος αὐτοῖς μηδὲν τῶν ἰδίων εἰπεῖν δογμάτων σημεῖον;
§297
ὥστε τοῦτο μὲν ἀνόνητον αὐτοῖς, φημὶ δὲ τὸ κοινῶς ὁμολογεῖσθαι εἶναί τι σημεῖον· ἐκεῖνο δ’ ἴσος ἀναγκαῖον, τὸ ὑποτάξαι τῷ ‘‘ἔστι τι σημεῖον” ἀορίστῳ ὄντι τὸ “τόδ᾿ ἔστι σημεῖον” ἐκφερόμενον. ὅπερ οὐκ ἔνεστιν αὐτοῖς ποιεῖν. πᾶν γὰρ σημεῖον ἐπ’ ἴσης τῷ σημειωτῷ δοξαστόν ἐστι καὶ ἀνεπικρίτως διαφωνούμενον. ὧς οὖν τὸ “ τὶς διὰ πέτρας πλεῖ” ψεῦδός ἐστιν, ἐπεὶ οὐκ ἐνδέχεται αὐτῷ ὡρισμένον ὑποτάττειν ἀληθὲς τὸ “ οὗτος διὰ πέτρας πλεῖ”, οὕτως ἐπεὶ τῷ ‘‘ἔστι τι σημεῖον” ἀορίστῳ οὐδὲν ἔχομεν ὡρισμένον ἀληθὲς ὑποτάττειν “τοῦτο δέ ἐστι σημεῖον”, ψεῦδος ἄρα γίνεται τὸ “ἔστι τι σημεῖον”, καὶ τὸ ἀντικείμενον αὐτῶ ἀληθές, τὸ ‘‘οὐδέν ἐστι σημεῖον”.
§298–337.1
§298
Πλὴν ἔστω γε καὶ τούτους τοὺς ὐπ’ αὐτῶν κομισθέντας λόγους εἶναι σθεναρούς, μεμενηκέναι δὲ καὶ τοὺς τῶν σκεπτικῶν ἀναντιρρήτους· τί ἀπολείπεται τῆς καθ’ ἑκάτερον μέρος προσπιπτούσης ἰσοσθενείας εἰ μὴ τὸ ἐπέχειν καὶ ἀοριστεῖν περὶ τοῦ ζητουμένου πράγματος, οὔτε τὸ εἶναί τι σημεῖον λέγοντας οὔτε τὸ μὴ εἶναι, τὸ δὲ οὐ μᾶλλον εἶναι ἢ μὴ εἶναι μετὰ ἀσφαλείας προφερομένους;
§299
Ἀλλ’ ἐπεὶ καὶ ἡ ἀπόδειξις δοκεῖ κατὰ γένος εἶναι σημεῖον καὶ διὰ τῶν ὁμολογουμένων λημμάτων ἐκκαλύπτειν τὸ ἀδηλούμενον συμπέρασμα, μή τι οἰκεῖόν ἐστι τῇ περὶ σημείου σκέψει καὶ τὴν περὶ αὐτῆς ζήτησιν συνάπτειν.
§300
Τίνος μὲν ἕνεκεν περὶ ἀποδείξεως ἐπὶ τοῦ παρόντος ζητοῦμεν πρότερον ὑποδέδεικται, ὅτε περί τε τοῦ κριτηρίου καὶ τοῦ σημείου ἐσκεπτόμεθα (§ 142)· πρὸς δὲ τὸ μὴ ἀμεθόδως γίγνεσθαι τὴν ὑφήγησιν, ἀλλ’ ἀσφαλέστερον καὶ τὴν ἐποχὴν καὶ τὴν πρὸς τοὺς δογματικοὺς ἀντίρρησιν προβαίνειν, ὑποδεικτέον τὴν ἐπίνοιαν αὐτῆς.
§301
ἡ τοίνυν ἀπόδειξις κατὰ μὲν τὸ γένος ἐστὶ λόγος· οὐ γὰρ δή γε αἰσθητὸν ἦν πρᾶγμα, ἀλλὰ διανοίας τις κίνησις καὶ συγκατάθεσις, ἅπερ ἦν λογικά. λόγος δέ ἐστιν, ὧς ἁπλούστερον εἰπεῖν, τὸ συνεστηκὸς ἐκ λημμάτων καὶ ἐπιφορᾶς.
§302
λήμματα δὲ καλοῦμεν οὐ θέματά τινα, ἃ συναρπάζομεν, ἀλλ’ ἅπερ ὁ προσδιαλεγόμενος τῷ ἐμφανῆ εἶναι δίδωσι καὶ παραχωρεῖ. ἐπιφορὰ δὲ ἐτύγχανε τὸ ἐκ τούτων τῶν λημ- μάτων κατασκευαζόμενον. οἷον λόγος μέν ἐστι τὸ ὅλον τοῦτο σύστημα “ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν”, λήμματα δὲ αὐτοῦ καθέστηκε τό τε “ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν” καὶ τὸ “ἀλλὰ μὴν ἔστιν, ἐπιφορὰ δὲ τὸ φῶς ἄρα ἔστιν .
§303
τῶν δὲ λόγων οἱ μέν εἰσι συνακτικοὶ οἱ δὲ οὔ, καὶ συνακτικοὶ μὲν ἐφ’ ὧν συγχωρηθέντων ὑπάρχειν τῶν λημμάτων παρὰ τὴν τούτων συγχώρησιν ἀκολουθεῖν φαίνεται καὶ ἡ ἐπιφορά, ὧς εἶχεν ἐπὶ τοῦ μικρῷ πρόσθεν ἐκτεθέντος. ἐπεὶ γὰρ συνέστηκεν ἐκ συνημμένου τοῦ “ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν” , ὅπερ ὑπισχνεῖτο ὄντος τοῦ ἐν αὐτῷ πρώτου ἀληθοῦς ἔσεσθαι καὶ τὸ δεύτερον τῶν ἐν αὐτῷ ἀληθές,
§304
καὶ ἔτι ἐκ τοῦ ‘‘ἡμέρα ἔστιν”, ὅπερ ἦν ἡγούμενον ἐν τῷ συνημμένῳ, φημὶ ὅτι δοθέντος ἀληθοῦς εἶναι τοῦ συνημμένου, ὥστε ἀκολουθεῖν τῷ ἐν αὐτῷ ἡγουμένῳ τὸ ἐν αὐτῷ λῆγον, δοθέντος δὲ ὑπάρχειν καὶ τοῦ πρώτου τῶν ἐν αὐτῷ τοῦ “ ἡμέρα ἔστιν”, κατ’ ἀνάγκην συνεισαχθήσεται διὰ τὴν τούτων ὕπαρξιν καὶ τὸ δεύτερον τῶν ἐν αὐτῷ, τουτέστι τὸ “ φῶς ἔστιν”, ὅπερ ἦν ἐπιφορά.
§305
καὶ δὴ οἱ μὲν συνακτικοὶ λόγοι τοιοῦτοί τινές εἰσι κατὰ τὸν χαρακτῆρα, ἀσύνακτοι δὲ ὑπάρχουσιν οἱ μὴ οὕτως ἔχουσιν. τῶν δὲ συνακτικῶν οἱ μὲν πρόδηλόν τι συνάγουσιν οἱ δὲ ἄδηλον, καὶ πρόδηλον μὲν καθάπερ ὁ ἐκκείμενος καὶ οὕτως ἔχων “ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλά μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν”· τὸ γὰρ “φῶς ἔστιν’’ ἐπ’ ἴσης φαινόμενον τῷ “[εἰ] ἡμέρα ἔστιν”. καὶ πάλιν ὁ τοιοῦτος “ εἰ περιπατεῖ Δίων, κινεῖται Δίων· περιπατεῖ δὲ Δίων· κινεῖται ἄρα Δίων”· τὸ γὰρ “κινεῖται Δίων’’, ὅπερ ἐστὶ συμπέρασμα, τῶν αὐτοφωράτων ὑπῆρχεν.
§306
ἄδηλον δὲ συνάγει οἷον ὁ τοιοῦτος “ εἰ ἱδρῶτες ῥέουσι διὰ τῆς ἐπιφανείας, εἰσὶ νοητοὶ τῆς σαρκὸς πόροι· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτε- ρον”· τὸ γὰρ νοητοὺς εἶναι τῆς σαρκὸς πόρους τῶν ἀδήλων ὑπῆρχεν. καὶ πάλιν “ οὗ ἐκκριθέντος ἐκ τοῦ σώματος τελευτῶσιν οἱ ἄνθρωποι, ψυχή ἐστιν ἐκεῖνο· αἵματος ἐκκριθέντος ἐκ τοῦ σώματος τελευτῶσιν <οἱ> ἄνθρωποι· ἄρα ἐστὶ τὸ αἷμα”· τὸ γὰρ ἐν αἵματι κεῖσθαι τὴν ὑπόστασιν τῆς ψυχῆς οὐκ ἐναργές.
§307
τούτων δὲ τῶν ἄδηλόν τι συναγόντων οἱ μὲν ἐφοδευτικῶς μόνον ἐπάγουσιν ἡμᾶς ἀπὸ τῶν λημμάτων ὡς ἐπὶ τὸ συμπέρασμα, οἱ δὲ ἐφοδευτικῶς ἅμα καὶ ἐκκαλυπτικῶς.
§308
ὧν ἐφοδευτικῶς μὲν μόνον ἐπάγουσιν οἱ ἐκ πίστεως καὶ μνήμης ἠρτῆσθαι δοκοῦντες, οἷός ἐστιν ὁ τοιοῦτος “ εἰ τίς σοι θεῶν εἶπεν ὅτι πλουτήσει οὗτος, πλουτήσει οὗτος· οὑτοσὶ δὲ ὁ θεός (δείκνυμι δέ γε τὸν Δία καθ’ ὑπόθεσιν) εἶπέ σοι ὅτι πλουτήσει οὗτος· πλουτήσει ἄρα οὗτος”. ἐνθάδε γὰρ παραδεχόμεθα τὸ συμπέρασμα, τὸ πλουτήσειν τοῦτον, οὐκ ἐκ τῆς τοῦ προταθέντος λόγου δυνάμεως κατασκευασθέν, ἀλλὰ τῷ πιστεύειν τῇ τοῦ θεοῦ ἀποφάσει.
§309
ἐφοδευτικῶς δὲ ἅμα καὶ ἐκκαλυπτικῶς ἐπῆγεν ἡμᾶς ἀπὸ τῶν λημμάτων ἐπὶ τὸ συμπέρασμα, καθάπερ ὁ ἐπὶ τῶν νοητῶν πόρων συνερωτηθείς. τὸ γὰρ “ εἰ ῥέουσι διὰ τῆς ἐπιφανείας ἱδρῶτες, εἰσὶ νοητοὶ τῆς σαρκὸς πόροι” καὶ τὸ ῥέειν διὰ τῆς ἐπιφανείας ἱδρῶτας, ἐκ τῆς αὐτῶν φύσεως κατασκευάσαι ἐδίδασκεν ἡμᾶς τὸ ὅτι εἰσὶ νοητοὶ τῆς σαρκὸς πόροι, κατὰ τινα τοιαύτην ἔφοδον· “ διὰ ναστοῦ καὶ ἀποροποιήτου σώματος ἀδύνατόν ἐστιν ὑγρὸν ῥεῖν· ῥεῖ δέ γε διὰ τοῦ σώματος ἱδρώς· τοίνυν οὐκ ἂν εἴη ναστὸν τὸ σῶμα ἀλλὰ πεποροποιημένον”.
§310
Τούτων δὴ οὕτως ἐχόντων ἡ ἀπόδειξις πρὸ παντὸς ὀφείλει λόγος εἶναι, δεύτερον συνακτικός, τρίτον καὶ ἀληθής, τέταρτον καὶ ἄδηλον ἔχων συμπέρασμα, πέμπτον καὶ ἐκκαλυπτόμενον τοῦτο ἐκ τῆς δυνάμεως τῶν λημμάτων.
§311
ὁ γοῦν τοιοῦτος λόγος ἡμέρας οὔσης “ εἰ νὺξ ἔστι, σκότος ἔστιν· ἀλλὰ μὴν νὺξ ἔστιν· σκότος ἄρα ἔστιν” συνακτικὸς μὲν καθειστήκει (δοθέντων γὰρ αὐτοῦ τῶν λημμάτων ὑπάρχειν συνάγεται καὶ ἡ ἐπιφορά), οὐκ ἀληθὴς δέ γε ἦν (εἶχε γὰρ ἐν αὑτῷ λῆμμα ψεῦδος τὸ “ νὺξ ἔστιν”)·
§312
διόπερ οὐδὲ ἀποδεικτικός ἐστιν. πάλιν ὁ τοιοῦτος ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἡμέρα δ’ ἔστιν· φῶς ἄρα ἔστιν” πρὸς τῷ συνακτικὸς εἶναι καὶ ἀληθής ἐστιν, ἐπείπερ δοθέντων αὐτοῦ τῶν λημμάτων δίδοται καὶ ἡ ἐπιφορά, καὶ δι’ ἀληθῶν ἀληθές τι δείκνυσιν. τοιοῦτος δὲ ὢν πάλιν οὐκ ἔστιν ἀπόδειξις τῷ πρόδηλον ἔχειν τὸ συμπέρασμα τὸ “ φῶς ἔστιν”, ἀλλὰ μὴ ἄδηλον.
§313
κατὰ ταὐτὰ δὲ καὶ ὁ οὕτως ἔχων “εἴ τίς σοι θεῶν εἶπεν ὅτι πλουτήσει οὗτος, πλουτήσει οὗτος· οὑτοσὶ δὲ ὁ θεὸς εἶπέ σοι ὅτι πλουτήσει οὗτος· πλουτήσει ἄρα οὗτος” ἄδηλον μὲν ἔχει συμπέρασμα τὸ πλουτήσειν τοῦτον, οὐκ ἔστι δ’ ἀποδεικτικὸς διὰ τὸ μὴ ἐκ τῆς τῶν λημμάτων δυνάμεως ἐκκαλύπτεσθαι, ἀλλ’ ἐκ τῆς τοῦ θεοῦ πίστεως παραδοχῆς τυγχάνειν.
§314
συνδραμόντων οὖν πάντων τούτων, τοῦ τε συνακτικὸν εἶναι τὸν λόγον καὶ ἀληθῆ καὶ ἀδήλου παραστατικόν, ὑφίσταται ἡ ἀπόδειξις. ἔνθεν καὶ οὕτως αὐτὴν ὑπογράφουσιν (Stoic. fr.II 266 Αrn.)· “ ἀπόδειξίς ἐστι λόγος ὁμολογουμένων λημμάτων κατὰ συναγωγὴν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον”, οἶον ὁ τοιοῦτος “ εἰ ἔστι κίνησις, ἔστι κενόν· ἀλλά μὴν ἔστι κίνησις· ἔστιν ἄρα κενόν”. τὸ γὰρ εἶναι κενὸν ἄδηλόν τ’ ἐστί, καὶ δι’ ἀληθῶν δοκεῖ, τοῦ τε “ εἰ ἔστι κίνησις, ἔστικενόν” καὶ τοῦ ‘‘ἔστι δὲ κίνησις’’, κατὰ συναγωγὴν ἐκκαλύπτεσθαι.
§315
Ἃ μὲν οὖν οἰκεῖον ἦν προλαβεῖν περὶ τῆς τοῦ ζητουμένου πράγματος ἐπινοίας, ἐστὶ τοιαῦτα· τάξει δὲ ὑποδεικτέον καὶ τὸ ἐκ τίνος Ὕλης ἔστιν.
§316
Τῶν πραγμάτων, ὧς πολλάκις προείπομεν, τὰ μὲν πεπίστευται ἐναργῆ εἶναι τὰ δὲ ἄδηλα, καὶ ἐναργῆ μὲν τὰ ἐκ φαντασίας ἀβουλήτως καὶ ἐκ πάθους λαμβανόμενα, οἶόν ἐστι νῦν τὸ ‘‘ἡμέρα ἔστιν”, τὸ “τοῦτ᾿ ἄνθρωπός ἕκαστον τῶν τοιούτων, ἄδηλα δὲ τὰ μὴ οὕτως ἔχοντα.
§317
καὶ τῶν ἀδήλων, ὥς τινες διαιρούμενοί φασιν, τὰ μέν ἐστι φύσει ἄδηλα, τὰ δ’ ὁμωνύμως τῷ γένει λεγόμενα ἄδηλα. καὶ φύσει μέν ἐστιν ἄδηλα τὰ μήτε πρότερον καταληφθέντα μήτε νῦν καταλαμβανόμενα μήτε αὖθις καταληφθησόμενα, αἰώνιον δὲ ἔχοντα τὴν ἀγνωσίαν, οἷόν ἐστι τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας ἢ περισσούς.
§318
διὸ καὶ φύσει ἄδηλα λέγεται, οὐχ ὅτι αὐτὰ φύσιν ἔχει ἄδηλον ὧς πρὸς ἑαυτά, ἐπεὶ μαχόμενόν τι ἐροῦμεν (τουτέστιν ἅμα ἀγνοεῖν αὐτὰ φάσκοντες καὶ τίνα ἔχει φύσιν ὁμολογοῦντες), ἀλλ’ ὅτι τῇ ἡμῶν φύσει ἀδηλεῖται.
§319
ὁμωνύμως δὲ τῷ γένει ἄδηλα προσαγορεύεται ἅπερ κατὰ μὲν τὴν οἰκείαν φύσιν ἀποκέκρυπται, διὰ δὲ σημείων ἢ ἀποδείξεων ἀξιοῦται γνωρίζεσθαι, οἷον τὸ ἄτομα εἶναι στοιχεῖα ἐν ἀπείρῳ φερόμενα κενῷ.
§320
πλὴν τοιαύτης οὔσης ἐν τοῖς πράγμασι διαφορᾶς φαμὲν τὴν ἀπόδειξιν οὔτε πρόδηλον εἶναι (οὐ γὰρ ἐξ ἑαυτῆς καὶ κατηναγκασμένου πάθους ἐγνωρίζετο) οὔτε φύσει ἄδηλον (οὐ γὰρ ἀπήλπισται ἡ κατάληψις αὐτ’ αὐτῆς), ἀλλὰ τῆς λειπομένης τῶν ἀδήλων εἶναι διαφορᾶς, ἅπερ δεδυκυῖαν μὲν καὶ συνεσκιασμένην ἡμῖν ἔχει τὴν φύσιν, τῷ δ’ ἐκ φιλοσοφίας λόγῳ δοκεῖ καταλαμβάνεσθαι.
§321
τοῦτο δὲ οὐ βεβαίως λέγομεν, ἐπεὶ γελοῖον παραχωρήσαντας τὴν ὕπαρξιν ἔτι ἐπιζητεῖν περὶ αὐτῆς, ἀλλ’ ὅτι κατ’ ἐπίνοιαν τοιαύτη τυγχάνει· οὕτω γὰρ ἐκ τῆς τοιαύτης ἐπινοίας καὶ προλήψεως ἀνακύψει ὁ περὶ τῆς ὑπάρξεως λόγος.
§322.1
ὅτι τοίνυν τῶν ἀδήλων κατὰ τὴν ἐπίνοιάν ἐστιν ἡ ἀπόδειξις καὶ οὐ δύναται δι’ αὑτῆς γνωρίζεσθαι, ἐπιλογιστέον οὕτως.
§322.2
Τὸ μὲν πρόδηλον καὶ ἐναργὲς πάντῃ πρόδηλόν ἐστι καὶ ἐναργές, συμπεφώνηταί τε παρὰ πᾶσι, καὶ οὐδεμίαν διολκὴν ἐπιδέχεται· τὸ δὲ ἄδηλον διαπεφώνηταί τε καὶ εἰς διολκὴν πίπτειν πέφυκεν.
§323
καὶ εἰκότως· πᾶς γὰρ λόγος κρίνεται ὅτι ἀληθής ἐστιν ἢ ψευδής, κατὰ τὴν ἐπὶ τὸ πρᾶγμα τὸ περὶ οὗ κεκόμισται ἀναφοράν· ἐὰν μὲν γὰρ εὑρίσκηται σύμφωνος τῷ πράγματι τῷ περὶ οὗ κεκόμισται, ἀληθὴς εἶναι δοκεῖ, ἐὰν δὲ διάφωνος, ψευδής. οἶον ἀποφαίνεταί τις, ὅτι ἡμέρα ἔστιν· οὐκοῦν ἀναπέμψαντες τὸ λεγόμενον ἐπὶ τὸ πρᾶγμα, καὶ γνόντες τὴν τούτου ὕπαρξιν συνεπιμαρτυροῦσαν τῷ λόγῳ, φαμὲν ἀληθὲς εἶναι τὸ λεγόμενον.
§324
διόπερ ὅταν μὲν ἐναργὲς ᾖ καὶ πρόδηλον τὸ πρᾶγμα τὸ περὶ οὗ ὁ λόγος κομίζεται, ῥᾴδιον ἀναπέμψαντας ἐπ’ αὐτὸ τὸ λεγόμενον, τόθ’ οὕτως ἢ ἀληθῆ λέγειν εἶναι τὸν λόγον ἐπιμαρτυρούμενον τῷ πράγματι ἢ ψευδῆ ἀντιμαρτυρούμενον. ὅταν δὲ ἄδηλον καθεστήκῃ τὸ πρᾶγμα καὶ ἀποκεκρυμμένον ἡμῖν, τότε μηκέτι δυναμένης ἐπὶ τοῦτο βεβαίως γίνεσθαι τῆς τοῦ λόγου ἀναπομπῆς λείπεται τὸ καταπιθανεύεσθαι καὶ ἐκ τῶν εἰκότων ἐπισπᾶσθαι τὴν διάνοιαν εἰς συγκατάθεσιν. ἄλλου δὲ ἄλλως εἰκάζοντος καὶ διαπιθανευομένου φύεται ἡ διαφωνία, μήτε τοῦ ἀποτυχόντος εἰδότος ὅτι ἀπέτυχεν, μήτε τοῦ ἐπιτυχόντος εἰδότος ὅτι ἐπέτυχεν.
§325
ταῦτά γέ τοι καὶ σφόδρα χαριέντως ἀπεικάζουσιν οἱ σκεπτικοὶ τοὺς περὶ ἀδήλων ζητοῦντας τοῖς ἐν σκότω ἐπί τινα σκοπὸν τοξεύουσιν· ὥσπερ γὰρ τούτων εἰκός ἐστι τινὰ μὲν τυχεῖν τοῦ σκοποῦ τινὰ δ’ ἀποτυχεῖν, τὸ δὲ τίς ἐπέτυχεν ἢ ἀπέτυχεν ἄγνωστον, οὕτως ἐν βαθεῖ σχεδὸν σκότῳ τῆς ἀληθείας ἀποκεκρυμμένης ἀφίενται μὲν ἐπὶ ταύτην πολλοὶ λόγοι, τὸ δὲ τίς ἐξ αὐτῶν σύμφωνός ἐστιν αὐτῇ καὶ τίς διάφωνος οὐχ οἶόν τε γινώσκειν, ἀρθέντος ἐκ τῆς ἐναργείας τοῦ ζητουμένου.
§326
καὶ τοῦτο πρῶτον εἶπε Ξενοφάνης (B 34 Diels)· καὶ τὸ μὲν οὖν σαφὲς οὔ τις ἀνὴρ ἴδεν, οὐδέ τις ἔσται εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἄσσα λέγω περὶ πάντων· εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι τετελεσμένον εἰπών, αὐτὸς ὅμως οὐκ οἶδε, δόκος δ’ ἐπὶ πᾶσι τέτυκται.
§327
ὥστε εἰ μὲν τὸ πρόδηλον διὰ τὴν προειρημένην αἰτίαν ἐστὶ σύμφωνον, τὸ δὲ ἄδηλον διαπεφώνηται, δεήσει καὶ τὴν ἀπόδειξιν διαφωνουμένην ἄδηλον εἶναι. ὅτι δὲ τῷ ὄντι διαπεφώνηται, οὐ πολλῶν ἡμῖν λόγων δεῖ, βραχείας δέ τινος νος καὶ προχείρου ὑπομνήσεως, εἴ γε οἱ μὲν δογματικοὶ τῶν φιλοσόφων καὶ οἱ λογικοὶ τῶν ἰατρῶν τιθέασιν αὐτήν, οἱ δὲ ἐμπειρικοὶ ἀναιροῦσιν, τάχα δὲ καὶ (Β10 b Diels) (ἰσχυρῶς γὰρ αὐτῇ
§328
διὰ τῶν Κανόνων ἀντείρηκεν), οἱ δὲ σκεπτιοὶ ἐν ἐποχῇ ταύτην ἐφύλαξαν, τῇ “ μὴ μᾶλλον” ἀποφάσει χρώμενοι. τῶν τε τιθέντων αὐτὴν πάλιν ἱκανή τις ἔστι διαφωνία, καθὼς προβαίνοντος τοῦ λόγου διδάξομεν. τοίνυν ἄδηλόν τί ἐστιν ἡ ἀπόδειξις.
§329
Καὶ μὴν εἶ πᾶσα ἀπόδειξις δόγμα ἐν τοῖς λήμμασιν αὐτῆς περιέχουσα εὐθύς ἐστι δόγμα, πᾶν δὲ δόγμα διαπεφώνηται, κατ’ ἀνάγκην πᾶσα ἀπόδειξις διαπεφώνηται καὶ τῶν ζητουμένων ἐστὶ πραγμάτων. οἷον Ἐπίκουρος (fr. 272 Us.) δοκεῖ ἰσχυροτάτην τεθεικέναι ἀπόδειξιν εἰς τὸ εἶναι κενὸν νὸν τοιαύτην· “ εἰ ἔστι κίνησις, ἔστι κενόν· ἀλλὰ μὴν ἔστι κί- νῆσις· ἔστιν ἄρα κενόν”.
§330
ταύτης δὲ τῆς ἀποδείξεως τὰ λήμματα εἰ μὲν συνεχωρεῖτο πρὸς πάντων, ἐξ ἀνάγκης ἂν καὶ τὴν ἐπιφορὰν εἶχεν ἀκολουθοῦσαν αὐτοῖς καὶ ὑπὸ πάντων παραχωρουμένην.
§331
νῦν δ’ ἐνέστησάν τινες τούτῳ, φημὶ δὲ τῷ συνάγεσθαι τοῖς λήμμασι τὴν ἐπιφοράν, οὐ διὰ τὸ μὴ ἀκολουθεῖν αὐτὴν ἐκείνοις, ἀλλὰ διὰ ἐκεῖνα εἷναι ψευδῆ καὶ ἀνομόλογα.
§332
ἴνα γὰρ μὴ πολλὰς ἐπιτρέχωμεν συνημμένου κρίσεις, λέγωμεν δ’ αὐτόθεν ὑγιὲς εἶναι συνημμένον τὸ μὴ ἀρχόμενον ἀπ’ ἀληθοῦς καὶ λῆγον ἐπὶ ψεῦδος, τὸ [δ᾿] “ εἰ ἔστι κίνησις, ἔστι κενόν” κατὰ μὲν Ἐπίκουρον ἀρχόμενον ἀπ’ ἀληθοῦς τοῦ [εί] ἔστι κίνησις καὶ λῆγον ἐπ’ ἀληθὲς ἔσται κατὰ δὲ τοὺς Περιπατητικοὺς ἀρχόμενον ἀπ’ ἀληθοῦς τοῦ [εί] ἔστι κίνησις καὶ λῆγον ἐπὶ ψεῦδος τὸ ἔστι ἔσται ψεῦδος,
§333
κατὰ δὲ Διόδωρον ἀρχόμενον ἀπὸ ψεύδους τοῦ ‘‘ἔστι κίνησις” καὶ λῆγον ἐπὶ ψεῦδος τὸ ‘‘ἔστι κενόν’’ αὐτὸ μὲν ἔσται ἀληθές, τὴν δὲ πρόσληψιν τὴν ‘‘ἔστι δέ γε κίνησις”
§334
ὧς ψευδῆ διελέγχει, κατὰ μέντοι τοὺς σκεπτικοὺς λῆγον ἐπ’ ἄδηλον ἔσται ἄδηλον· τὸ γὰρ ‘‘ἔστι κενόν” κατ’ αὐτοὺς τῶν ἀγνώστων ἐτύγχανεν. φανερὸν οὖν ἐκ τούτων, ὅτι διαπεφώνηται τὰ λήμματα τῆς ἀποδείξεως. διάφωνα δὲ καὶ τὰ ἄδηλά ἐστιν, ὥστε καὶ ἡ ἐξ αὐτῶν ἀπόδειξις πάντως ἄδηλος.
§335
Καὶ μὴν τῶν πρός τι ἐστὶν ἡ ἀπόδειξις· οὐ γὰρ καθ’ ἑαυτὴν φαίνεται, πρὸς δὲ τῷ ἀποδεικνυμένῳ θεωρεῖται. τὰ δὲ πρός τι εἰ ἔστιν ἐζήτηται, καὶ πολὺς ἦν ὁ λέγων μὴ εἶναι αὐτὰ. τὸ δὲ διολκὴν ἔχον ἐστὶν ἄδηλον.
§336.1
καὶ ταύτῃ τοίνυν ἄδηλός ἐστιν ἡ ἀπόδειξις. πρὸς τούτοις ἤτοι ἐκ φωνῆς συνέστηκεν ἡ ἀπόδειξις, ὧς τοῖς Ἐπικουρείοις εἴρηται, ἢ ἐξ ἀσωμάτων λεκτῶν, ὧς τοῖς ἀπὸ τῆς Στοᾶς. ἐξ ὁποτέρων δ’ ἂν συνεστήκῃ, πολλὴν ἐπιδέχεται ζήτησιν· τά τε γὰρ λεκτὰ εἰ ὑφέστηκε ζητεῖται, καὶ πολὺς ὁ περὶ τούτου λόγος, αἱ τε φωναὶ εἰ σημαίνουσί τι διηπόρηται. εἰ δέ, ἐξ ὁποτέρας ἂν ὕλης ὑπάρχῃ ἡ ἀπόδειξις, ζητεῖται, τὸ δὲ ζητούμενόν ἐστιν ἄδηλον, πάντως ἡ ἀπόδειξίς ἐστιν ἄδηλος.
§336.2
Τοῦτο μὲν οὖν ὥσπερ τι στοιχεῖον τῆς μελλούσης ἀντιρρήσεως ὑποκείσθω· μετελθόντες δὲ ἑξῆς σκοπῶμεν καὶ περὶ τοῦ εἰ ἔστιν ἡ ἀπόδειξις.
§337.1
Παρεστακότες καὶ τὸ ἐκ τίνος ὕλης ἐστὶν ἡ ἀπόδειξις, ἀκολούθως πειρασόμεθα καὶ τοὺς σαλεύοντας αὐτὴν λόγους προχειρίσασθαι, σκεπτόμενοι, πότερον ἀκολουθεῖ τῇ ἐπινοίᾳ καὶ προλήψει ταύτης ἡ ὕπαρξις ἢ οὐδαμῶς. καίτοι τινὲς εἰώθασιν ἡμῖν, καὶ μάλιστα οἱ ἀπὸ τῆς Ἐπικούρου αἱρέσεως, ἀγροικότερον ἐνίστασθαι, λόγοντες “ἤτοι τί ἐστιν ἡ ἀπόδειξις, ἤ οὐ νοεῖτε. καὶ εἰ μὲν νοεῖτε καὶ ἔχετε ἔννοιαν αὐτῆς, ἔστιν ἀπόδειξις· εἰ δὲ οὐ νοεῖτε, πῶς ζητεῖτε τὸ μηδ’ ἀρχὴν νοούμενον ὐμῖν;” ταῦτα γὰρ λέγοντες ὑφ’ ἑαυτῶν σχεδὸν περιτρέπονται, ἐπείπερ τὸ μὲν παντὸς τοῦ ζητουμένου πρόληψιν καὶ ἔννοιαν δεῖν προηγεῖσθαι ὁμόλογόν ἐστιν. πῶς γάρ τις καὶ ζητῆσαι δύναται μηδεμίαν ἔννοιαν ἔχων τοῦ ζητουμένου πράγματος; οὔτε γὰρ ἐπιτυχὼν εἴσεται, ὅτι ἐπέτυχεν, οὔτε ἀστοχήσας, ὅτι ἠστόχησεν. ὥστε τοῦτο μὲν δίδομεν, καὶ γε ἀπέχομεν τοῦ λέγειν ἔννοιαν μὴ ἔχειν παντὸς τοῦ ζητουμένου πράγματος, ὧς καὶ ἀνάπαλιν πολλάς γ’ ἐννοίας αὐτοῦ καὶ προλήψεις ἔχειν ἀξιοῦν, καὶ χάριν τοῦ μὴ δύνασθαι ταύτας διακρίνειν καὶ τὴν ἐξ αὐτῶν κυριωτάτην ἀνευρεῖν εἰς ἐποχὴν καὶ ἀρρεψίαν περιίστασθαι. εἰ μὲν γὰρ μίαν εἴχομεν τοῦ ζητουμένου πράγματος πρόληψιν, κἂν ταύτῃ συνεξακολουθήσαντες τοιοῦτ’ ἐπιστεύομεν ὑπάρχειν, ὁποῖον κατὰ μίαν προσέπιπτεν ἔννοιαν· νῦν δ’ πολλὰς ἔχομεν τοῦ ἑνὸς ἐννοίας καὶ πολυτρόπους καὶ μαχομένας καὶ ἐπ’ ἴσης πιστὰς διά τε τὴν ἐν αὐταῖς πιδανότητα καὶ διὰ τὴν τῶν προισταμένων ἀνδρῶν ἀξιοπιστίαν, μήτε πάσαις πιστεῦσαι δυνάμενοι διὰ τὴν μάχην, μήτε πάσαις ἀπιστῆσαι τῷ μηδεμίαν ἄλλην ἔχειν αὐτῶν πιστοτέραν, μήτε τινὶ μὲν πιστεῦσαι, τινὶ δὲ ἀπιστεῖν διὰ τὴν ἰσότητα, κατ’ ἀνάγκην ἤλθομεν εἰς τὸ ἐπέχειν. ἀλλὰ γὰρ προλήψεις ἔχομεν τῶν πραγμάτων κατὰ τὸν ὑποδεδειγμένον τρόπον. καὶ διὰ τοῦτο, εἰ μὲν ἡ πρόληψις κατάληψις ὑπῆρχεν, ἴσως ἂν ἐν τῷ διδόναι τὸ πρόληψιν ἔχειν τοῦ πράγματος καὶ τὴν κατάληψιν τούτου συνωμολογοῦμεν· νῦν δ’ ἐπεὶ ἡ πρόληψις καὶ ἡ ἔννοια τοῦ πράγματος οὐχ ὕπαρξίς ἐστιν, ἐπινοεῖν μὲν αὐτό φαμεν, καταλαμβάνεσθαι δὲ μηδαμῶς διὰ τἀς προεκκειμένας αἰτίας, ἐπεί τοι, εἰ αἱ προλήψεις εἰσὶ κατ’ καταλήψεις, παρὰ μέρος καὶ ἡμεῖς πευσόμεθα αὐτῶν, πότερον ἔχει πρόληψιν καὶ ἐπίνοιαν ᾿Επίκουρος τῶν τεττάρων στοιχείων ἢ οὐκ ἔχει, καὶ εἰ μὲν οὐκ ἔχει, πῶς ἀντιλήψεται τοῦ ζητουμένου πράγματος, καὶ τοῦτο ζητήσει οὗ μηδὲ ἐπίνοιαν ἔχει; εἰ δὲ ἔχει, πῶς οὐ κατείληφε τὸ τέσσαρα εἶναι στοιχεῖα; ἀλλ’ οἶμαι ὅτι ἀπολογούμενοι φήσουσιν, ὧς ἐπινοεῖ μὲν Ἐπίκουρος τὰ τέσσαρα στοιχεῖα, οὐ κατείληφε δὲ πάντως· ψιλὸν γὰρ κίνημά ἐστι τῆς διανοίας ἡ ἐπίνοια, ἧς ἐχόμενος ἀντιλέγει τῷ εἶναι τέσσαρα στοιχεῖα. τοίνυν καὶ ἡμεῖς ἔχομεν ἐπίνοιαν τῆς ἀποδείξεως, καὶ ἀπὸ ταύτης ἐξετάσομεν, εἴτε ἔστιν εἴτε καὶ μή, ταύτην δὲ ἔχοντες οὐχὶ καὶ τὴν κατάληψιν ὁμολογήσομεν.
§337.2–377
§337.2
Ἀλλὰ πρὸς μὲν τούτους καὶ αὖθίς ποτε λεχθήσεται· ἐπεὶ δὲ ἐμμεθόδους προσήκει ποιεῖσθαι τὰς ἀντιρρήσεις, ζητητέον, τίνι μάλιστα δεῖ ἀποδείξει ἐνίστασθαι. καὶ δὴ ἐὰν μὲν ταῖς ἐπὶ μέρους καὶ καθ’ ἑκάστην τέχνην ἀποδείξεσιν ἐνίστασθαι θέλωμεν, ἀμέθοδον ποιησόμεθα τὴν ἔνστασιν, ἀπείρων οὐσῶν τῶν τοιούτων ἀποδείξεων·
§338
ἐὰν δὲ τὴν γενικὴν ἀπόδειξιν ἀνέλωμεν, ἥτις δοκεῖ πασῶν τῶν ἐπ’ εἴδους εἶναι περιεκτική, δῆλον ὅτι ἐν ταύτῃ πάσας ἕξομεν ἀνῃρημένας. ὥσπερ γὰρ ζῴου μὴ ὄντος οὐδὲ ἄνθρωπος ἔστι καὶ ἀνθρώπου μὴ ὑπάρχοντος οὐδὲ Σωκράτης ὑφέστηκεν, συναναιρουμένων τοῖς γένεσι τῶν εἰδῶν, οὕτω μὴ οὔσης γενικῆς ἀποδείξεως οἴχεται αἰ καὶ ἅπασα ἡ ἐπ’ εἴδους ἀπόδειξις·
§339
τῷ μὲν γὰρ εἴδει οὐ πάντως συναναιρεῖται τὸ γένος, καθάπερ τῷ Σωκράτει ὁ ἄνθρωπος, τῷ γένει δ’, ὥσπερ εἶπον, συμπεριγράφεται τὸ εἶδος. ἀναγκαῖον οὖν ἐστι καὶ τοῖς τὴν ἀπόδειξιν σαλεύουσι <λόγοις> μὴ ἄλλην τινὰ κινεῖν ὅτι μὴ τὴν γενικήν, ᾗ καὶ τἀς λοιπὰς ἀκολουθεῖν συμβέβηκεν.
§340
Ἐπεὶ τοίνυν ἄδηλόν ἐστιν ἡ ἀπόδειξις, ὧς ὀφείλει ἀποδεδεῖχθαι· πᾶν γὰρ ἄδηλον, ἀναποδείκτως λαμβανόμενον, ἔστιν ἄπιστον. ἤτοι οὖν ὑπὸ γενικῆς ἀποδείξεως καταστήσεται τὸ εἶναί τι ἀπόδειξιν ἢ ὑπὸ εἰδικῆς.
§341
ἀλλ’ ὑπὸ μὲν εἰδικῆς οὐδαμῶς· οὔπω γὰρ οὐδεμία καθίσταται εἰδικὴ ἀπόδειξις διὰ τὸ μήπω ὡμολογῆσθαι τὴν γενικήν. ὧς γὰρ μηδέπω σαφοῦς ὄντος τοῦ ὅτι ἔστι ζῷον, οὐδὲ ὅτι ἵππος ἔστι γνώριμον καθέστηκεν, οὕτωφ μηδέπω συνομολογηθέντος τοῦ ὅτι ἔστι γενικὴ ἀπόδειξις, οὐκ ἂν εἴη τις τῶν ἐπὶ μέρους ἀποδείξεων πιστή,
§342
μετὰ τοῦ καὶ εἰς τὸν δι’ ἀλλήλων τρόπον ἡμᾶς ἐμπίπτειν· ἵνα μὲν γὰρ ἡ γενικὴ ἀπόδειξις βεβαιωθῇ, τὴν εἰδικὴν ἡμᾶς ἔχειν δεῖ πιστήν, ἵνα δὲ ἡ εἰδικὴ ὁμολογηθῇ, τὴν γενικὴν ἔχειν βέβαιον, ὥστε μήτε ἐκείνην πρὸ ταύτης ἔχειν δύνασθαι μήτε ταύτην πρὸ ἐκείνης. οὐκοῦν ὑπὸ μὲν εἰδικῆς ἀποδείξεως ἀμήχανον τὴν γενικὴν ἀποδειχθῆναι.
§343
καὶ μὴν οὐδ’ ὑπὸ γενικῆς· αὕτη γάρ ἐστιν ἡ ζητουμένη, ἄδηλος δὲ οὖσα καὶ ζητουμένη οὐκ ἂν εἴη κατασκευαστικὴ ἑαυτῆς, ἥ γε καὶ τῶν ἐκκαλυπτόντων αὐτὴν ἔχρῃζεν. ἐκτὸς εἰ μὴ ἐξ ὑποθέσεως ληφθεῖσα λέγεταί τινος εἶναι κατασκευαστική. εἰ δὲ ἅπαξ ἐξ ὑποθέσεως λαμβάνεταί τινα καὶ ἔστι πιστά, τίς ἔτι χρεία ἀποδεικνύναι αὐτά, αὐτόθεν δυναμένων ἡμῶν λαμβάνειν ταῦτα καὶ ἀναποδείκτως διά γε τὴν ὑπόθεσιν ἔχειν πιστά;
§344
πρὸς τούτοις· εἰ ἡ γενικὴ ἀπόδειξις παραστατική ἐστι τῆς γενικῆς ἀποδείξεως, ἔσται ἡ αὐτὴ περιφανὴς ἄμα καὶ ἄδηλος, καὶ ᾗ μὲν ἀποδείκνυσι, περιφανής, ᾗ δὲ ἀποδείκνυται, ἄδηλος. ἔσται θ’ ὁμοίως πιστή τε καὶ ἄπιστος, πιστὴ μὲν ὅτι ἐκκαλυπτική τινός ἐστιν, ἄπιστος δὲ ὅτι ἐκκαλύπτεται. πάνυ δὲ ἄτοπον ταὐτὸ λέγειν πρόδηλον ἅμα καὶ ἄδηλον πιστόν τε καὶ ἄπιστον. τοίνυν καὶ τὸ ἀξιοῦν τὴν γενικὴν ἀπόδειξιν ἑαυτῆς εἶναι παραστατικὴν ἐστὶν ἄτοπον.
§345
Οὐ μὴν ἀλλὰ καὶ κατ’ ἄλλον τρόπον οὐχ οἷον ἀπόδειξιν ἀλλ’ οὐδ’ ἕτερόν τι τῶν ὄντων διὰ γενικῆς ἀποδείξεως δυνατόν ἐστι παρασταθῆναι. ἤτοι γὰρ τάδε τινὰ ἔχει λήμματα καὶ τήνδε τινὰ ἐπιφορὰν ἡ γενικὴ ἀπόδειξις <ἢ οὐκ ἔχει>. τάδε δέ τινα ἔχουσα λήμματα καὶ τήνδε τινὰ ἐπιφορὰν μία γέγονε τῶν ἐπ’ εἴδους. εἰ δ’ οὐκ ἔχει λήμματα καὶ ἐπιφοράν, ἐπεὶ οὐ χωρὶς λημμάτων καὶ ἐπιφορᾶς συνάγει ἡ ἀπόδειξις, οὐδὲν συνάξει ἡ γενικὴ ἀπόδειξις, μηδὲν δὲ συνάγουσα οὐδὲ τὸ ἑαυτὴν εἶναι συνάξει.
§346
εἰ οὖν τὸ μὲν ὅτι δεῖ ἀποδειχθῆναι τὴν ἀπόδειξιν ὡμολόγηται, αὕτη δὲ οὔτε ἐκ γενικῆς οὔτε ἐξ εἰδικῆς ἀποδείξεως δύναται ἀποδειχθῆναι, δῆλον ὡς ἄλλου μηδενὸς εὑρισκομένου παρὰ ταύτας ἐν ἐποχῇ φυλάττειν ὀφείλομεν τὴν περὶ τῆς ἀποδείξεως ζήτησιν.
§347
καὶ μὴν εἴπερ ἡ πρώτη ἀπόδειξις ἀποδείκνυται, ἤτοι ὑπὸ ζητουμένης ἀποδείξεως ἀποδείκνυ- ται ἢ ὑπὸ ἀζητήτου. οὔτε δὲ ὑπὸ ἀζητήτου· πᾶσα γὰρ ἀπόδειξις τῆς πρώτης ὑπ᾿ ἀμφισβήτησιν πεπτωκυίας ζητεῖται· οὔτε ὑπὸ ζητουμένης· πάλιν γὰρ ἐκείνη εἰ ζητεῖται, ὐπ’ ἄλλης ἀποδείξεως ὀφείλει κατασταθῆναι, καὶ ἡ τρίτη ὑπὸ τετάρτης, καὶ ἡ τετάρτη ὑπὸ πέμπτης, καὶ τοῦτ’ εἰς ἄπειρον. τοίνυν οὐκ ἔστι βεβαίως ἔχειν τὴν ἀπόδειξιν.
§348
Δημήτριος δὲ ὁ Λάκων, τῶν κατὰ τὴν Ἐπικούρειον αἵρεσιν ἐπιφανῶν, εὐαπόλυτον ἔλεγεν εἶναι τὴν τοιαύτην ἔνστασιν. μίαν γάρ, φησί, τῶν ἐπ’ εἴδους ἀποδείξεων (οἷον τὴν συνάγουσαν, ὅτι ἄτομα ἔστι στοιχεῖα ἢ ὅτι κενὸν ἔστι) καταστησάμενοι καὶ βεβαίαν δείξαντες αὐτόθεν ἕξομεν ἐν ταύτῃ καὶ τὴν γενικὴν ἀπόδειξιν πιστήν· ὅπου γὰρ ἔστι τό τινος γένους εἶδος, ἐκεῖ πάντως εὑρίσκεται καὶ γένος οὗ ἐστι τὸ εἶδος, καθάπερ ἀνώτερον ὑπεμνήσαμεν.
§349
τοῦτο δὲ δοκεῖ μὲν εἶναι πιθανόν, ἔστι δ’ ἀδύνατον. πρῶτον μὲν γὰρ οὐδεὶς ἐάσει τὸν Λάκωνα τὴν εἰδικὴν ἀπόδειξιν καταστήσασθαι τῆς γενικῆς μὴ προϋφεστώσης· καὶ ὡς αὐτὸς ἀξιοῖ, ὅτι ἔχων τὴν εἰδικὴν ἀπόδειξιν εὐθέως ἔχει καὶ τὴν γενικήν, οὕτω καὶ οἱ σκεπτικοὶ ἀξιώσουσι προαποδειχθῆναι τὸ γένος αὐτῆς, ἵνα πιστευθῇ τὸ εἶδος.
§350
οὐ μὴν ἀλλὰ κἂν ἐκεῖνοι ἐπιτρέψωσιν αὐτῷ τὸ τοιοῦτο (λέγω δὲ εἰδικήν τινα καταστήσασθαι ἀπόδειξιν εἰς βεβαίωσιν τῆς γενικῆς), οἱ μὲν ἀπὸ τῶν ὁμογενῶν αἱρέσεων οὐχ ἡσυχάσουσιν, ἀλλ’ ὁποίαν ἂν προχειρίσηται ὧς πιστὴν ἀπόδειξιν, ταύτην ἀνατρέψουσι, πολύ τε πλῆθος ἕξει τῶν οὐκ ἐώντων ταύτην τεθῆναι. οἶον εἰ τὴν περὶ ἀτόμων λαμβάνοι, ἀμύθητοι ἀντιφθέγξονται αὐτῷ· εἰ τὴν περὶ κενοῦ, παμπληθεῖς ἐνστήσονται· εἰ τὴν περὶ εἰδώλων, ὡσαύτως.
§351
κἂν τὰ μάλιστα οὖν συντρέχωσιν αὐτοῦ τῇ προαιρέσει οἱ ἀπὸ τῆς σκέψεως, οὐ δυνήσεται μίαν τῶν ἐπὶ μέρους ἀποδείξεων πιστώσασθαι διὰ τὴν τῶν δογματικῶν μάχην. ἄλλως τε τίνα ποτὲ καὶ λέγει βεβαίαν ἔξειν εἰδικὴν ἀπόδειξιν; ἤτοι γὰρ τὴν αὐτόθεν ἐξ ἀπασῶν ἀρεσκομένην αὐτῷ τῷ τὴν ὁποιανδηποτοῦν ἢ τὴν ἀποδεικνυμένην. τὸ μὲν τὴν ἐξ ἀπασῶν ἀρεσκομένην αὐτῷ λαμβάνειν αὔδαδες καὶ ἀποκληρώσει μᾶλλον ἐοικός ἐστιν·
§352
εἰ δὲ τὴν ὁποιανοῦν, πάσας θήσει τὰς ἀποδείξεις, τοῦτο μὲν τὰς τῶν Ἐπικουρείων, τοῦτο δὲ τὰς τῶν Στωικῶν καὶ ἤδη Περιπατητικῶν· ὅπερ ἄτοπον. εἰ δὲ τὴν ἀποδεικνυμένην, οὐκ ἔστιν ἀπόδειξις· εἰ γὰρ ἀποδείκνυται ζητεῖται, καὶ ζητουμένη οὐκ ἂν εἴη πιστή, ἀλλὰ τῶν βεβαιωσόντων δεομένη. οὐκ ἄρα δυνατόν ἐστι μίαν τῶν ἐπὶ μέρους ἀποδείξεων ἔχειν πιστήν.
§353
καὶ μὴν τὰ λήμματα ἧς λέγει ἀποδείξεως ὁ Λάκων ἤτοι ἀμφισβητεῖται καὶ ἄπιστά ἐστιν ἢ ἀναμφισβήτητά ἐστι καὶ πιστά. ἀλλ’ εἰ μὲν ἀμφισβητεῖται καὶ ἄπιστά ἐστιν, πάντως καὶ ἡ ἐξ αὐτῶν ἀπόδειξις ἄπιστος γενήσεται πρὸς τήν τινος κατασκευήν. τὸ δὲ πιστὰ αὐτὰ εἶναι καὶ ἀναμφισβήτητα εὐχὴ μᾶλλόν ἐστιν ἢ ἀλήθεια.
§354
εἰ γὰρ πάντα τὰ ὄντα ἤτοι αἰσθητά ἐστιν ἢ νοητά, ὀφείλει καὶ τὰ λήμματα τῆς ἀποδείξεως [αὐτῆς] αἰσθητὰ εἶναι ἢ νοητά. ἐάν τε δὲ αἰσθητὰ ἐάν τε νοητὰ ᾖ, ἐζήτηται. τὰ μὲν γὰρ αἰσθητὰ ἢ ὑπόκειται τοιαῦτα ὁποῖα φαίνεται, ἢ κενοπαθήματά ἐστι καὶ ἀναπλάσματα τῆς διανοίας, ἢ τινὰ μὲν αὐτῶν σὺν τῷ φαίνεσθαι καὶ ἔστι, τινὰ δὲ φαίνεται μόνον, οὐκέτι δέ γε καὶ ὑπόκειται. καὶ πάρεστιν ἐπισήμους ἰδεῖν ἄνδρας τοὺς ἑκάστης στάσεως προεστῶτας,
§355
εἴγε Δημόκριτος μὲν πᾶσαν αἰσθητὴν ὕπαρξιν κεκίνηκεν, Ἐπίκουρος δὲ πᾶν αἰσθητὸν βέβαιον ἔλεξεν εἶναι, ὁ δὲ Στωικὸς Ζήνων (fr. 63 Arn.) διαιρέσει ἐχρήσατο, ὥστ’ ἐὰν ᾖ αἰσθητὰ τὰ λήμματα, διάφωνά ἐστιν. ὡσαύτως δὲ κἂν νοητὰ τυγχάνῃ· καὶ γὰρ περὶ τούτων, τοῦτο μὲν ἐν τῷ βίῳ, τοῦτο δὲ ἐν φιλοσοφίᾳ, πλείστην πάρεστιν ἰδεῖν μάχην, ἄλλοις ἄλλων ἀρεσκομένων.
§356
εἶτα πρὸς τοῖς λεχθεῖσιν, εἰ πᾶν νοητὸν τὴν ἀρχὴν ἔχει καὶ πηγὴν τῆς βεβαιώσεως ἐξ αἰσθήσεως, τὰ δὲ δι’ αἰσθήσεως γνωριζόμενα, ὡς ἐπελογισάμεθα, διάφωνά ἐστιν, ἀνάγκη καὶ τὰ νοητὰ τοιαῦτα τυγχάνειν, ὥστε καὶ τὰ λήμματα τῆς ἀποδείξεως, ἐξ ὁποτέρας ἂν ᾖ μοίρας, ἄπιστά ἐστι καὶ ἀβέβαια. διὰ δὲ τοῦτο καὶ ἡ ἀπόδειξις οὐ πιστή.
§357
Καὶ ἵνα καθολικώτερον εἴπωμεν, τὰ λήμματα φαινόμενά ἐστι, τὰ δὲ φαινόμενα ἐζήτηται εἰ ὑπόκειται, τὰ δὲ ζητούμενα οὐκ αὐτόθεν ἐστὶ λήμματα, ἀλλὰ ὀφείλει διὰ τινος βεβαιωθῆναι. τὸ οὖν φαινόμενον, <ὄτι>, ὁποῖον φαίνεται, καὶ ὑπόκειται, διὰ τίνος ἔχομεν παραστῆσαι;
§358
ἢ γὰρ δι’ ἀδήλου πράγματος πάντως ἤ διὰ φαινομένου. ἀλλὰ τὸ μὲν δι’ ἀδήλου ἄτοπον· τοσοῦτον γὰρ ἀπέχει τὸ ἄδηλον τοῦ δύνασθαί τι ἐκκαλύπτειν ὧς καὶ ἀνάπαλιν αὐτὸ δεῖσθαι τοῦ παραστήσοντος.
§359
διὰ φαινομένου δὲ πολλῷ ἀτοπώτερον· αὐτὸ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, καὶ οὐδὲν τῶν ζητουμένων ἑαυτοῦ βεβαιωτικόν. ἀμήχανον ἄρα τὰ φαινόμενα καταστήσασθαι, ἴνα καὶ τὴν ἀπόδειξιν οὕτως ἔχωμεν πιστήν.
§360
ἀλλὰ τὰ φαινόμενα, φασὶν οἱ δογματικοί, πάντως δεῖ τιθέναι, πρῶτον ὅτι οὐδὲν ἔχομεν πιστότερον αὐτῶν, εἷθ’ ὅτι ὁ κινῶν αὐτὰ λόγος αὐτὸς ὑφ’ ἑαυτοῦ περιτρέπεται. ἤτοι γὰρ φάσει μόνον χρώμενος ταῦτα ἀναιρεῖ ἢ φαινομένοις ἢ μὴ φαινομένοις. ἀλλὰ φάσει μὲν χρώμενος ἄπιστός ἐστιν· ῥᾴδιον γὰρ τὴν ἀντικειμένην ἐκθέσθαι φάσιν.
§361
εἰ δὲ μὴ φαινομένοις, πάλιν ἄπιστος θέλων διὰ μὴ φαινομένων τὰ φαινόμενα περιτρέπειν. εἰ δὲ φαινομένοις κινεῖ τὰ φαινόμενα, πάντως πιστοῖς, καὶ οὕτως αὐτ’ ὅθεν ἔσται τὰ φαινόμενα πιστά.
§362
ὥστε ὁ λόγος καὶ κατ’ αὐτῶν χωρεῖ. ἡμεῖς δὲ ὅτι <μὲν> τὰ φαινόμενα, εἴτε αἰσθητὰ εἴη εἴτε νοητά, πλείστης γέμει μάχης τῆς τε παρὰ φιλοσόφοις καὶ τῆς παρὰ τῷ βίῳ, πρότερον (§ 355) ἐπελογισάμεθα· τὸ δὲ νῦν ἔχον πρὸς τὴν ἐκκειμένην διαστολὴν ἐκεῖνο ῥητέον, ὅτι οὔτε φάσει χρώμενοι κινοῦμεν τὰ φαινόμενα οὔτε μὴ φαινομένοις, συγκρίνοντες δὲ αὐτὰ αὑτοῖς. εἰ μὲν γὰρ σύμφωνα εὑρίσκετο τὰ αἰσθητὰ τοῖς αἰσθητοῖς καὶ τὰ νοητὰ τοῖς νοητοῖς καὶ ἐναλλάξ, ἴσως ἂν παρεχωροῦμεν αὐτὰ τοιαῦτα τυγχάνειν ὁποῖα φαίνεται·
§363
νῦν δὲ ἐν τῇ συγκρίσει ἀνεπίκριτον εὑρίσκοντες μάχην, καθ’ ἣν τὰ ἕτερα ὑπὸ τῶν ἑτέρων ἐκβάλλεται, τῷ μήτε πάντα θεῖναι δύνασθαι διὰ τὴν τοιαύτην μάχην μήτε τινὰ διὰ τὴν τῶν ἀντικειμένων ἰσοσθένειαν, μήτε πάντ’ ἐκβαλεῖν διὰ τὸ μηδὲν ἔχειν τοῦ φαίνεσθαι πιστότερον, ἐπὶ τὸ ἐπέχειν κατηντήσαμεν.
§364
ἀλλ’ ὁ λόγος ἐκ τῶν φαινομένων τὴν πίστιν λαμβάνων ἐν τῷ ταῦτα κινεῖν καὶ ἑαυτὸν συνεκβάλλει. ὅπερ ἦν συναρπαζόντων τὸ ζητούμενον ἀνδρῶν. οὐ γὰρ ὁ λόγος ἐκ τῶν φαινομένων βεβαιοῦται, ἀλλὰ τὰ φαινόμενα ἐκ τοῦ λόγου κρατύνεται.
§365
καὶ εἰκότως· εἰ γὰρ διάφωνά ἐστι έστι (τινῶν μὲν λεγόντων αὐτὰ ὑποκεῖσθαι, τινῶν δὲ μηδαμῶς), ἐκ τοῦ λόγου ὀφείλει κατασταθῆναι. τούτου τε μάρτυρές εἰσιν οὐκ ἄλλοι τινὲς ἢ οἱ ἑτερόδοξοι, <.....> λόγῳ δ’ ἀποδεῖξαι ὅτι ἀληθῆ ἐστι τὰ φαινόμενα. καὶ ἄλλως τὸ ὅτι τοῖς φαινομένοις δεῖ πιστεύειν <....>; <....> ;
§366.1
οὐκ ἄρα τὰ φαινόμενα τοῦ λόγου ἀλλ’ ὁ λόγος τῶν φαινομένων βεβαιότερός ἐστιν, ὅ γε καἰ ἑαυτὸν κἀκεῖνα πιστούμενος.
§366.2
Εἰ δὴ τὰ λήμματα τῆς ἀποδείξεως ἐστιν ἄδηλα, ἄδηλος δὲ καὶ ἡ ἐπιφορά, τὸ δὲ ἐξ ἀδήλων συνεστὼς πάλιν ἄδηλον, ἡ ἀπόδειξίς ἐστιν ἄδηλος καὶ ἐπιζητεῖ τὸ παραστῆσον αὐτῆς τὴν πίστιν, ὅπερ οὐκ ἔστιν ἀποδείξεως.
§367
Ἀλλ’ οὐ δεῖ, φασί (Stoic. fr. II 167 Arn.), πάντων ἀπόδειξιν αἰτεῖν, τινὰ δὲ καὶ ἐξ ὑποθέσεως λαμβάνειν, ἐπεὶ οὐ δυνήσεται προβαίνειν ἡμῖν ὁ λόγος, ἐὰν μὴ δοθῇ τι πιστὸν ἐξ αὑτοῦ τυγχάνειν. ἀλλὰ πρῶτον <μὲν> καὶ ἡμεῖς ἐροῦμεν, ὅτι οὐκ ἐστιν ἀναγκαῖον τὰς ἐκείνων δογματολογίας προβαίνειν, πλασματώδεις ὑπαρχούσας. εἶτα καὶ ποῖ προβήσονται;
§368
τῶν γὰρ φαινομένων αὐτὸ μόνον παριστάντων ὅτι φαίνεται, τὸ δ’ ὅτι καὶ ὑπόκειται μηκέτι προσισχυόντων διδάσκειν, τιθέσθω καὶ τὰ λήμματα τῆς ἀποδείξεως ὅτι φαίνεται, καὶ ἡ ἐπιφορὰ ὁμοίως. ὧδε δὲ οὐ συναχθήσεται τὸ ζητούμενον καὶ οὐ παραχθήσεται ἡ ἀλήθεια, μενόντων ἡμῶν ἐπὶ ψιλῆς φάσεως καὶ τοῦ οἰκείου πάθους. τὸ δ’ ὅτι οὐ μόνον φαίνεται, ἀλλὰ καὶ ὑπόκειται θέλειν παριστᾶν ἀνδρῶν ἐστι μὴ τῷ ἀναγκαίῳ πρὸς τὴν χρείαν ἀρκουμένων, ἀλλὰ καὶ τὸ δυνατὸν συναρπάζειν ἐσπουδακότων.
§369
Καθόλου τε ἐπεὶ οὐχ ἡ ἀπόδειξις μόνον ἐξ ὑποθέσεως προκόπτειν ἀξιοῦται τοῖς δογματικοῖς, ἀλλὰ καὶ ὅλη σχεδὸν ἡ φιλοσοφία, πειρασόμεθα κατὰ τὸ δυνατὸν ὀλίγα διεξελθεῖν πρὸς τοὺς ἐξ ὑποθέσεως τι λαμβάνοντας.
§370
ταῦτα γὰρ ἅ φασιν ἐξ ὑποθέσεως λαμβάνειν, εἰ μὲν πιστά ἐστι διὰ τὸ ἐξ ὑποθέσεως εἰλῆφθαι, πιστὰ φανήσεται καὶ τἀναντία τούτοις ἐξ ὑποθέσεως ληφθέντα, καὶ ταύτῃ θήσομεν τὰ μαχόμενα· εἰ δὲ ἐπὶ τούτων, φημὶ δὲ τῶν ἐναντίων, πρὸς πίστιν ἡ ὑπόθεσις ἀσθενής, <ἀσθενὴς> καὶ ἐπ’ ἐκείνων γενήσεται, ὥστε οὐδέτερα πάλιν ὑποθησόμεθα.
§371
τοῦτό τε ὃ ὑποτίθεταί τις, ἤτοι ἀληθές ἐστι καὶ τοιοῦτον οἶον αὐτὸ ὑποτίθεται, ἢ ψεῦδος. καὶ εἰ μὲν ἀληθές, ἑαυτὸν ἀδικεῖ ὁ ὑποτιθέμενος τοῦτο, εἴγε δυνάμενος αὐτὸ μὴ αἰτεῖσθαι, ἀλλ’ αὐτόθεν λαμβάνειν ὧς ἀληθὲς εἰς πρᾶ- γμα συμφεύγει ὑποψίας πλῆρες, εἰς τὴν ὑπόθεσιν, αἰτούμενος τὸ αὐτόθεν ἀληθές. εἰ δὲ ψεῦδός ἐστιν, οὐκέτι αὑτόν, ἀλλὰ τὴν φύσιν τῶν πραγμάτων ἀδικεῖ ὁ τῇ ὑποθέσει χρώμενος, τὸ μὴ ὂν ἀξιῶν αὐτῷ αὐτόθεν συγχωρηθῆναι ὧς ὄν, καὶ τὸ ψεῦδος βιαζόμενος λαμβάνειν ὧς ἀληθές.
§372
καὶ μὴν εἴπερ πᾶν τὸ ἀκολουθοῦν τοῖς ἐξ ὑποδέσεως ληφθεῖσιν ἀξιοῖ τις βέβαιον εἶναι, ὅλην συγχέει τὴν φιλόσοφον ζήτησιν. εὐθέως γὰρ ὑποθησόμεθα τὰ τρία τέσσαρα εἷναι, καὶ συνάξομεν ὧς ἀκολουθοῦν τὸ τὰ ὲξ ὀκτὼ ὑπάρχειν ἔσται δὲ τοῦτο ἀληθές (τὸ τὰ ὀκτὼ ὑπάρχειν) <....>.
§373
εἰ δὲ λέγοιεν πρὸς ἡμᾶς, ὅτι ἄτοπόν ἐστι τὸ τοιοῦτο δεῖ γὰρ βέβαιον εἶναι τὸ ὑποτεθέν, ἵνα συνομολογηθῇ καὶ τὸ ἀκολουθοῦν τούτῳ), καὶ τὸ παρ’ ἡμῶν ἀκούσονται, [τὸ] μηδὲν αὐτόθεν ἀξιούντων λαμβάνειν, πᾶν δὲ τὸ τιθέμενον μετ’ ἀκριβείας τίθεσθαι.
§374
πρὸς τούτοις, εἰ τὸ ὑποτιθέμενον, ᾗ ὑποτίθεται, βέβαιόν ἐστι καὶ ἀσφαλές, μὴ ταῦτα ὑποτιθέσθωσαν οἱ δογματικῶς φιλοσοφοῦντες τὰ ἐξ ὧν συνάγουσι τὸ ἄδηλον, ἀλλ’ αὐτὸ τὸ ἄδηλον, τουτέστι μὴ τὰ λήμματα τῆς ἀποδείξεως, ἀλλὰ τὴν ἐπιφοράν. ἀλλὰ κἂν μυριάκις τοῦθ’ ὑποθῶνται, οὐκ ἔστι πιστὸν διὰ τὴν ἀδηλότητα καὶ τὴν περὶ αὐτοῦ ζήτησιν. φανερὸν δήπουθεν ὅτι, οὐδὲ ἐὰν τὰ λήμματα Γῆς ἀποδείξεως δίχα ἀποδείξεως αἰτήσωνται, ἀνύουσί τι πρὸς πίστιν διὰ τὸ καὶ ταῦτα τῶν ἀμφισβητησίμων ὑπάρχειν.
§375
Νὴ Δία, ἀλλ’ εἰώθασιν ὑποτυγχάνοντες λέγειν, ὅτι πίστις ἐστὶ τοῦ ἐρρῶσθαι τὴν ὑπόθεσιν τὸ ἀληθὲς εὑρίσκεσθαι ἐκεῖνο τὸ τοῖς ἐξ ὑποθέσεως ληφθεῖσιν ἐπιφερόμενον· εἰ γὰρ τὸ τούτοις ἀκολουθοῦν ἐστὶν ὑγιές, κἀκεῖνα οἷς ἀκολουθεῖ ἀληθῆ καὶ ἀναμφίλεκτα καθέστηκεν. καὶ πόθεν ἔχομεν, ἐρεῖ τις,
§376
δεῖξαι ὅτι τὸ ἀκολουθοῦν τῷ ἐξ ὑποθέσεως ληφθέντι ἀληθές ἐστιν; ἀρά γε ἐξ αὐτοῦ ἢ ἐκ τῶν λημμάτων οἷς ἀκολουθεῖ; θεῖ; ἀλλ’ ἐξ αὐτοῦ μὲν οὐκ ἂν εἴη· ἄδηλον γάρ ἐστιν. ἐκ δὲ τῶν λημμάτων; οὐδ’ οὕτως· περὶ γὰρ τούτων ἐστὶν ἡ μάχη, καὶ δεῖ αὐτὰ πρότερον κατασταθῆναι.
§377
οὐ μὴν ἀλλ’ ἔστω γε καὶ τὸ ἀκολουθοῦν τοῖς ἐξ ὑποθέσεως ληφθεῖσιν ἀληθές· οὐ μὴν παρὰ τοῦτο καὶ τὰ ἐξ ὑποθέσεως ληφθέντα γενήσεται ἀληθῆ. εἰ μὲν γὰρ μόνον κατ’ αὐτοὺς τῷ ἀληθεῖ εἴπετο ἀληθές, θές, προύβαινεν <ἂν> ὁ λόγος, ὧς τοῦ ἀκολουθοῦντος τῷ ἐξ ὑποθέσεως ληφθέντι ὄντος ἀληθοῦς γίνεσθαι τὸ ἐξ ὑποθέσεως ληφθὲν ἀληθές·
§378.1–419
§378.1
νῦν δὲ ἐπεὶ καὶ ψεύδει ψεῦδός φασιν ἀκολουθεῖν καὶ ψεύδει ἀληθές, οὐ κατ’ ἀνάγκην, εἰ τὸ λῆγόν ἐστιν ἀληθές, καὶ τὸ ἡγούμενον ἔσται ἀληθές, ἀλλ’ ἐνδέχεται τοῦ λήγοντος ἀληθοῦς ὄντος τὸ ἡγούμενον ὑπάρχειν ψεῦδος.
§378.2
Οδοῦ μὲν οὖν πάρεργον, ὥς φασι, καὶ παρενθήκης τοσαῦτα εἰρήσθω περὶ τοῦ μὴ δεῖν ἐξ ὑποθέσεως κατάρχεσθαι τὴν ἀπόδειξιν·
§379
ἀκολούθως δ’ ὑποδεικτέον, ὅτι καὶ εἰς τὸν δι’ ἀλλήλων τρόπον ἐμπέπτωκεν, ὅ ἐστιν ἀπορώτερον. ὅτι μὲν γὰρ τῶν ἀδήλων ἐστὶν ἡ ἀπόδειξις προκατεστησάμεθα, πᾶν δὲ ἄδηλον ἐπικρίσεως δεῖται, τὸ δὲ ἐπικρίσεως δεόμενον κριτηρίου χρῄζει τοῦ παραστήσοντος, εἴτε ὑγιές ἐστιν εἴτε μὴ τοιοῦτον· ὥσπερ γὰρ τὸ μετρηθῆναι ὀφεῖλον οὐ χωρὶς μέτρου μετρεῖσθαι πέφυκε καὶ πᾶν τὸ κανονιζόμενον οὐ χωρὶς κανόνος κανονίζεται, οὕτω καὶ τὸ κρινόμενον οὐ χωρὶς κριτηρίου δοκιμάζεται.
§380
ἐπεὶ οὖν καὶ τὸ εἰ ἔστι κριτήριον ἐζήτηται, τῶν μὲν μηδὲν εἶναι φαμένων, τῶν δὲ εἶναι, τῶν δὲ ἐν ἐποχῇ τοῦτο φυλαξάντων, πάλιν δεήσει τὸ ὅτι ἔστι κριτήριον ἀποδειχθῆναι διά τινος ἀποδείξεως. ἀλλὰ δὴ ἴν ἔχωμεν τὴν ἀπόδειξιν πιστήν, ἀναστρέφειν ἐπὶ τὸ κριτήριον δεήσει, καὶ οὕτω, μήτε ταύτην πρὸ ἐκείνου ἔχοντας πίστ’ ἢν μήτε ἐκεῖνο πρὸ ταύτης βέβαιον, ὁμολογεῖν τὴν περὶ ἀμφοτέρων ἐποχήν.
§381
Ἐνέσται οὖν σὺν τοῖς εἰρημένοις κὰκ τῆς ἐπινοίας κινεῖν τὴν ἀπόδειξιν. καίτοι εἰ ἐπενοεῖτο, οὐ πάντως ἂν ὑπῆρχεν· πολλὰ γὰρ ἔστιν ἅπερ ἐπινοεῖται μέν, ὡς ἔφην (§ οὐ μετέχει δέ τινος ὑπάρξεως. νῦν δὲ ὅταν καὶ ἡ ἐπίνοια εὑρίσκηται ἀδύνατος ἡ τῆς ἀποδείξεως, ἀναμφιλέκτως καὶ ἡ τῆς ὑπάρξεως ἐλπὶς ἀποκόπτεται.
§382
δυεῖν οὖν οὐσῶν ἀποδείξεων, τῆς τε γενικῆς καὶ τῆς εἰδικῆς, τὴν μὲν γενικὴν αὐτόθεν εὑρήσομεν ἀνεπινόητον· οὐδεὶς γὰρ ἡμῶν οἶδε γενικὴν ἀπόδειξιν, οὐδὲ διὰ ταύτης πώποτέ τι δεδύνηται παραστῆσαι.
§383
καὶ ἄλλως ἄξιον πυθέσθαι, πότερον λήμματα ἔχει καὶ ἐπιφορὰν ἡ τοιαύτη ἀπόδειξις ἢ οὐκ ἔχει. καὶ εἰ μὲν οὐκ ἔχει, πῶς ἔτι δύναται νοηθῆναι ἀπόδειξις, εἴγε ἡ πάσης ἀποδείξεως νόησις οὐ χωρὶς τῶν αὐτῆς λημμάτων καὶ τῆς ἐπιφορᾶς συνίσταται; εἰ δὲ ἔχει ἑκάτερα, τουτέστι τὰ λήμματα καὶ τὴν ἐπιφοράν, εἰδική τίς ἐστιν ἀπόδειξις·
§384
εἰ γὰρ πᾶν τὸ ἀποδεικνύμενον καὶ πᾶν τὸ ἀποδεικνύον τῶν ἐπὶ μέρους ἐστίν, ἀνάγκη καὶ τὴν ἀπόδειξιν μίαν εἷναι τῶν εἰδικῶν. ἦν δέ γε ἡμῖν ὁ λόγος οὐ περὶ τῆς εἰδικῆς, ἀλλὰ περὶ τῆς γενικῆς· οὐκ ἄρα ἐπινοεῖται ἡ γενικὴ ἀπόδειξις. καὶ μὴν οὐδέ γε ἡ εἰδική.
§385
ἐλέγετο γὰρ τοῖς δογματικοῖς ἡ ἀπόδειξις λόγος εἶναι κατὰ συναγωγὴν διά τινων φαινομένων ἐκκαλύπτων τι ἄδηλον. ἤτοι οὖν τὸ πᾶν σύστημα, τουτέστι τὸ ἐκ τῶν λημμάτων καὶ τῆς ἐπιφορᾶς νοούμενον, ἀπόδειξις ἦν, ἢ τὰ μὲν λήμματα μόνον ἐστὶν ἀπόδειξίς, ἡ δὲ ἐπιφορὰ τὸ ἀποδεικνύμενον. ὁπότερον δ’ ἂν εἴπωσι τούτων, σαλεύεται ἡ τῆς ἀποδείξεως ἐπίνοια.
§386
εἰ μὲν γὰρ τὸ σύνθετον ἔκ τε τῶν λημμάτων καὶ τῆς ἐπιφορᾶς ἐστιν ἀπόδειξις, ἀνάγκη ἄδηλόν τι περιέχουσαν τὴν ἀπόδειξιν εὐθὺς ἄδηλον εἷναι, τοιαύτην δὲ καθεστηκυῖαν δεῖσθαί τινος ἀποδείξεως, ὅπερ ἄτοπον. τοίνυν οὐκ ἂν εἴη τὸ ἐκ τῶν λημμάτων καὶ τῆς ἐπιφορᾶς συνεστὼς ἀπόδειξις, εἴγε οὔτε ἄδηλον οὔτε ἀποδείξεως δεομένην νοοῦμεν τὴν ἀπόδειξιν.
§387
ἔτι ἡ ἀπόδειξις τῶν πρός τι ἐστίν· οὐ γὰρ εἰς ἑαυτὴν νεύει, οὐδὲ κατὰ περιγραφὴν νενόηται, ἀλλ᾿ ἔχει τι οὗ ἐστιν ἀπόδειξις. εἶ οὖν ἡ ἐπιφορὰ ἐμπεριείληπται αὐτῇ, πᾶν δὲ τὸ πρός τι ἐκτός ἐστιν ἐκείνου τοῦ πρὸς ᾧ λέγεται πρός τι, πρὸς οὐδέν ἐστιν ἡ ἀπόδειξις νοουμένη, ἐπείπερ ἡ ἐπιφορὰ ἐμπεριείχετο αὐτῇ.
§388
ἀλλὰ κἂν ἑτέραν ὑποστησώμεθα ἐπιφορὰν ἐκτός, πρὸς ἣν ἡ ἀπόδειξις νοηθήσεται , δύο γενήσονται ἐπιφοραὶ κατὰ τὸν τόπον, μία μὲν ἡ ἐν τῇ ἀποδείξει περιεχομένη, δευτέρα δὲ ἡ ἐκτός, πρὸς ἣν νοεῖται ἡ ἀπόδειξις. ἄτοπον δέ γε μιᾶς ἀποδείξεως δύο λέγειν ἐπιφοράς· οὐκ ἄρα τὸ ἐκ λημμάτων καὶ ἐπιφορᾶς συνεστώς ἐστιν ἀπόδειξις.
§389
λείπεται τοίνυν τὸ ἐκ τῶν λημμάτων λέγειν μόνον ἀπόδειξιν εἶναι. ὅπερ ἦν εὔηθες· τοῦτο γὰρ οὐδὲ λόγος ἐστὶ τὴν ἀρχήν, ἀλλὰ πρᾶγμα ἐλλιπὲς καὶ ἀδιανόητον , εἴγε οὐθείς φησι τῶν νοῦν ἐχόντων τὸ τοιοῦτον κατ’ ἰδίαν “εἰ ἔστι κίνησις, ἔστι κενόν· ἀλλὰ μὴν ἔστι κίνησις” ἢ λόγον εἶναι ἢ διάνοιάν τινα σῴζειν.
§390
εἰ οὖν μήτε τὸ ἐκ τῶν λημμάτων καὶ [τὸ ἐκ] τῆς ἐπιφορᾶς σύνθετον νοεῖται ἀπόδειξις μήτε τὸ ἐκ τῶν λημμάτων μόνον, ἀνεπινόητός ἐστιν ἡ ἀπόδειξις.
§391
Ἔτι ἡ ἀποδεικνύουσα ἀπόδειξις ἤτοι πρόδηλος οὖσα προδήλου ἐστὶν ἀπόδειξις ἢ ἄδηλος ἀδήλου ἢ ἄδηλος προδήλου ἢ πρόδηλος ἀδήλου· οὐδὲν δὲ τούτων, ὡς παραστήσομεν·
§392
οὐκ ἄρα ἔστι τι ἀπόδειξις. καὶ δὴ πρόδηλος μὲν προδήλου οὐ δύναται τυγχάνειν ἀπόδειξις, ἐπεὶ τὸ πρόδηλον οὐ χρῄζει ἀποδείξεως, ἀλλ᾿ ἐξ αὐτοῦ γνώριμον καθέστηκεν. ἄδηλος δὲ ἀδήλου πάλιν οὐκ ἂν εἴη ἀπόδειξις, παρόσον αὐτὴ χρείαν ἕξει τοῦ παριστάντος ἄδηλος οὖσα, καὶ οὐχ ἑτέρου τινὸς γενήσεται παραστατική.
§393
ὡσαύτως δὲ οὐδὲ ἄδηλος προδήλου. ἀμφότερα γὰρ συνδραμεῖται ἄπορα· τό τε γὰρ ἀποδεικνύμενον οὐ δεήσεταί τινος ἀποδείξεως πρόδηλον ὄν, ἥ τε ἀπόδειξις χρείαν ἕξει τοῦ καταστήσοντος αὐτὴν ἄδηλος οὖσα. ὥστε οὐδὲ ἄδηλος προδήλου γένοιτ’ ἄν ποτε ἀπόδειξις.
§394
λείπεται λέγειν, ὅτι πρόδηλος ἀδήλου, ὃ καὶ αὐτὸ τῶν ἀπόρων ἐτύγχανεν· εἰ γὰρ οὐ τῶν κατὰ περιγραφὴν καὶ ἀπολύτως νοουμένων ἐστὶν ἡ ἀπόδειξις, ἀλλὰ τῶν πρός τι, τὰ δὲ πρός τι, ὧς ἐδείξαμεν ἐν τῇ περὶ σημείου ζητήσει (§ 174), ἀλλήλοις, τὰ δὲ συγκαταλαμβανόμενα οὐκ ἐξ ἀλλήλων ἐκκαλύπτεται, ἀλλ’ ἐξ αὑτῶν ἐστι πρόδηλα, οὐκ ἔσται ἡ ἀπόδειξις πρόδηλος ἀδήλου ἀπόδειξις διὰ τὸ κἀκεῖνο συγκαταλαμβανόμενον αὐτῇ δι’ αὑτοῦ προσπίπτειν.
§395
εἰ οὖν μήτε ὧς φαινόμενον φαινομένου ἐστὶν ἀπόδειξις μήτε ὧς ἄδηλον ἀδήλου μήτε ὧς ἄδηλον φαινομένου μήτε ὡς φαινόμενον ἀδήλου, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, λεκτέον μηδὲν εἶναι ἀπόδειξιν.
§396
Ἀκολούθως δὲ τοῖς εἰρημένοις, ἐπεὶ καὶ οἱ Στωικοὶ (fr. II 91 Arn.) μάλιστα δοκοῦσιν ἐξηκριβωκέναι τοὺς ἀποδεικτικοὺς τρόπους, φέρε καὶ πρὸς τούτους ὀλίγα διεξέλθωμεν, παριστάντες, ὅτι τὸ ὅσον ἐπὶ ταῖς ὑποθέσεσιν αὐτῶν τάχα μὲν πάντα ἐστὶν ἀκατάληπτα, ἰδιαίτερον δὲ ἡ ἀπόδειξις.
§397
ἔστι μὲν οὖν ἡ κατάληψις, ὧς ἔστι παρ’ αὐτῶν ἀκούειν, καταληπτικῆς φαντασίας συγκατάθεσις, ἥτις διπλοῦν ἔοικεν εἶναι πρᾶγμα, καὶ τὸ μέν τι ἔχειν ἀκούσιον, τὸ δὲ ἑκούσιον καὶ ἐπὶ τῇ ἡμετέρᾳ κρίσει κείμενον. τὸ μὲν γὰρ φαντασιωθῆναι ἀβούλητον ἦν, καὶ οὐκ ἐπὶ τῷ πάσχοντι ἔκειτο ἀλλ’ ἐπὶ τῷ φαντασιοῦντι τὸ οὑτωσὶ διατεθῆναι, οἶον λευκαντικῶς λευκοῦ ὑποπεσόντος χρώματος ἢ γλυκαντικῶς γλυκέος τῇ γεύσει προσαχθέντος· τὸ δὲ συγκαταθέσθαι τούτῳ τῷ κινήματι ἔκειτο ἐπὶ τῷ παραδεχομένῳ τὴν φαντασίαν.
§398
ὥστε ἡ κατάληψις προηγουμένην ἔχει τὴν καταληπτικὴν φαντασίαν, ἧς ἐστι συγκατάθεσις. ἡ δὲ καταληπτικὴ φαντασία προάγουσαν εἶχε τὴν φαντασίαν, ἧς ἐστιν εἶδος. φαντασίας γὰρ μὴ οὔσης οὐδὲ καταληπτικὴ ἔστι φαντασία, παρόσον τοῦ γένους μὴ ὄντος οὐδὲ τὸ εἶδος ἔστιν· καὶ καταληπτικῆς μὴ οὔσης φαντασίας οὐδὲ συγκατάθεσις ἔστιν αὐτῆς. τῆς δὲ καταληπτικῆς φαντασίας τῆς συγκαταθέσεως αἰρομένης αἴρεται καὶ ἡ κατάληψις.
§399
ἔνθεν, ἂν ἐπιδειχθῇ, διὰ] τῆς ἀποδείξεως ὅτι οὐ δύναται φαντασία γενέσθαι κατὰ τοὺς Στωικούς, δῆλον ἔσται, ὡς οὐδὲ καταληπτικὴ φαντασία τις ὑποστήσεται τῆς ἀποδείξεως, ταύτης δὲ μὴ οὔσης οὐδ’ ἡ συγκατάθεσις αὐτῆς, ὅπερ ἦν ἡ κατάληψις.
§400
Ὅτι δὲ οὐκ ἔστιν ἀποδείξεως φαντασία κατὰ τοὺς Στωικούς, δείκνυται πρῶτον μὲν ἐκ τοῦ κοινότερον παρ’ αὐτοῖς διαπεφωνῆσθαι τὸ τί ποτ’ ἔστιν ἡ φαντασία· μέχρι γὰρ τοῦ τύπωσιν αὐτὴν λέγειν ἐν ἡγεμονικῷ συμφωνήσαντες περὶ αὐτῆς διαφέρονται τῆς τυπώσεως, Κλεάνθους (fr. 484 Arn). μὲν κυρίως ἀκούσαντος τὴν μετὰ εἰσοχῆς καὶ ἐξοχῆς νοουμένην, Χρυσίππου (fr. II 56 Arn.) δὲ καταχρηστικώτερον ἀντὶ τῆς ἀλλοιώσεως.
§401
εἰ δὴ καὶ κατ’ ἐκείνους αὐτοὺς ἡ τύπωσις μέχρι τοῦ νῦν οὐχ ὁμολογεῖται, ἀνάγκη καὶ τὴν φαντασίαν ἄχρι δεῦρο διαφωνουμένην ἐν ἐποχῇ φυλάσσεσθαι καὶ τὴν ἐξηρτημένην αὐτῆς ἀπόδειξιν.
§402
εἶτα δεδόσθω καὶ εἶναι τὴν φαντασίαν ὁποίαν ποτὲ θέλουσιν, εἴτε κυρίως τύπωσιν τὴν μετὰ εἰσοχῆς καὶ ἐξοχῆς εἴτε ἑτεροίωσιν· ἀλλὰ τὸ πῶς αὕτη γίνεται τῆς ἀποδείξεως τῶν ἀπορωτάτων. δῆλον γὰρ ὅτι τὸ μὲν φανταστὸν ὀφείλει ποιεῖν, τὸ δὲ φαντασιούμενον ἡγεμονικὸν πάσχειν, ἐκεῖνο μὲν ἔνα τυπώσῃ, τοῦτο δ’ ἴνα τυπωθῇ· ἄλλως γὰρ οὐκ εἰκὸς συμβαίνειν φαντασίαν.
§403
τὸ μὲν οὖν ἡγεμονικὸν τάχα συγχωρήσει τις δύνασθαι πάσχειν, καίπερ ἀσυγχώρητον ὄν· τὴν δὲ ἀπόδειξιν πῶς εἰκός ἐστι ποιεῖν; ἤτοι γὰρ σῶμα κατ’ αὐτούς ἐστιν ἢ ἀσώματον.
§404
σῶμα μὲν οὖν οὐκ ἔστιν, ἐξ ἀσωμάτων γὰρ λεκτῶν συνέστηκεν· εἰ δὲ ἀσώματον, ἐπεὶ τὰ ἀσώματα κατ’ αὐτοὺς οὔτε ποιεῖν τι πέφυκεν οὔτε πάσχειν, καὶ ἡ ἀπόδειξις ἀσώματος οὖσα οὐδὲν δυνήσεται ποιεῖν, μηδὲν δὲ ποιοῦσα οὐδὲ τυπώσει τὸ ἡγεμονικόν, μὴ τυποῦσα δὲ αὐτὸ οὐδὲ φαντασίαν αὑτῆς ποιήσει περὶ αὐτῷ, εἰ δὲ τοῦτο,
§405
οὐδὲ καταληπτικὴν φαντασίαν. μὴ οὔσης δὲ αὐτῆς περὶ τῷ ἡγεμονικῷ καταληπτικῆς φαντασίας, οὐδὲ κατάληψις αὐτῆς γενήσεται.
§406.1
κατὰ τὰς τῶν Στωικῶν ἄρα τεχνολογίας ἀκατάληπτός ἐστιν ἡ ἀπόδειξις.
§406.2
Καὶ μὴν οὐδὲ ἔνεστι λέγειν, ὅτι τὰ ἀσώματα οὐ ποιεῖ τι οὐδὲ φαντασιοῖ ἡμᾶς, ἀλλ’ ἡμεῖς ἐσμεν οἱ ἐπ’ ἐκείνοις φαντασιούμενοι. εἰ γὰρ ὁμολογεῖται, ὅτι πᾶν ἀποτέλεσμα οὐ χωρίς γε τοῦ δρῶντος καὶ τοῦ πάσχοντος συνίσταται, ὀφείλει καὶ ἡ φαντασία τῆς ἀποδείξεως ἀποτέλεσμα καθεστηκυῖα μὴ χωρὶς τοῦ δρῶντός τε καὶ πάσχοντος νοεῖσθαι.
§407
τὸ μὲν οὖν πάσχον ὅτι <τὸ> ἡγεμονικόν ἐστι, δεδώκασιν οἱ ἀπὸ τῆς Στοᾶς φιλόσοφοι· τὸ δὲ τυποῦν καὶ ποιοῦν τί ἂν εἴη κατ’ αὐτούς, ἄξιον μαθεῖν. ἤτοι γὰρ ἀπόδειξίς ἐστιν ἡ τυποῦσα τὸ ἡγεμονικὸν καὶ κινοῦσα τὴν ἑαυτῆς φαντασίαν, ἢ τὸ ἡγεμονικὸν αὐτὸ τυποῖ καὶ φαντασιοῖ. ἀλλ’ ἡ μὲν ἀπόδειξις οὐκ ἂν εἵη τοῦ ἡγεμονικοῦ τυπωτική· ἀσώματος γάρ ἐστι, τὸ δὲ ἀσώματον κατ’ αὐτούς οὔτε ποιεῖ τι οὔτε πάσχει.
§408
εἰ δὲ τὸ ἡγεμονικὸν ἑαυτὸ τυποῖ, ἤτοι οἷός ἐστιν ὁ τύπος τοιοῦτο καὶ τὸ τυποῦν, ἢ ἀλλοῖον μέν τι ὁ τύπος, ἀνόμοιον δέ τι τούτου τὸ τυποῦν. καὶ εἰ μὲν ἀνόμοιον, ἄλλων ὑποκειμένων ἄλλων γενήσονται αἱ φαντασίαι· ὅπερ πάλιν εἰς τὴν περὶ ἁπάντων ἀκαταληψίαν συγκλείει τοὺς Στωικούς. εἰ δὲ ὅμοιός ἐστιν ὁ τύπος τῷ τυποῦντι, ἐπεὶ τὸ ἡγεμονικὸν ἑαυτὸ τυποῖ, λήψεται φαναὐτὸ τασίαν οὐ τῆς ἀποδείξεως ἀλλὰ ἑαυτοῦ· ὁ πάλιν ἐστιν ἄτοπον.
§409
Οἱ δὲ (Stoic. fr. II 85 Arn.) καὶ δι’ ὑποδειγμάτων πειρῶνται τὸ ἀξιούμενον παραμυθεῖσθαι. ὥσπερ γάρ, φασίν, ὁ παιδοτρίβης καὶ ὁπλομάχος ἔσθ’ ὅτε μὲν λαβόμενος τῶν χειρῶν τοῦ παιδὸς ῥυθμίζει καὶ διδάσκει τινὰς κινεῖσθαι κινήσεις, ἐσθ’ ὅτε δὲ ἄπωθεν ἑστὼς καί πως κινούμενος ἐν ῥυθμῷ παρέχει ἑαυτὸν ἐκείνῳ πρὸς μίμησιν, οὕτω καὶ τῶν φανταστῶν ἔνια μὲν οἱονεὶ ψαύοντα καὶ θιγγάνοντα τοῦ ἡγεμονικοῦ ποιεῖται τὴν ἐν τούτῳ τύπωσιν, ὁποῖόν ἐστι τὸ λευκὸν καὶ μέλαν καὶ κοινῶς τὸ σῶμα, ἔνια δὲ τοιαύτην ἔχει φύσιν <....>, τοῦ ἡγεμονικοῦ ἐπ’ αὐτοῖς φαντασιουμένου καὶ οὐχ ὑπ’ αὐτῶν, ὁποῖά ἐστι τὰ ἀσώματα λεκτά.
§410
οἱ δὲ τοῦτο λέγοντες πιθανῷ μὲν χρῶνται παραδείγματι, οὐ συνάγουσι δὲ τὸ προκείμενον. ὁ μὲν γὰρ παιδοτρίβης καὶ ὁπλομάχος ἐστὶ σῶμα, καὶ κατὰ τοῦτο ἐδύνατο φαντασίαν ἐμποιεῖν τῷ παιδί· ἡ δὲ ἀπόδειξις ἀσώματος καθειστήκει, καὶ κατὰ τοῦτο ἐζητεῖτο εἰ δύνατ’ αἰ φανταστικῶς τυποῦν τὸ ἡγεμονικόν. ὥστε μὴ ἀποδεδεῖχθαι αὐτοῖς τὸ ἀρχῆθεν ζητουμενον.
§411
Ὅθεν τούτων ἀποδεδειγμένων σκοπῶμεν μετελθόντες εἰ καὶ κατὰ τὴν διαλεκτικὴν θεωρίαν δύναται ἡ τῆς ἀποδείξεως αὐτοῖς ὑπόσχεσις σῴζεσθαι. οἴοντοι τοίνυν (Stoic. fr. II 239 Arn.) τρεῖς τινας ἀλλήλοις συζυγεῖν λόγους, τόν τε συνακτικὸν καὶ τὸν ἀληθῆ καὶ τὸν ἀποδεικτικόν,
§412
ὧν τὸν μὲν ἀποδεικτικὸν πάντως ἀληθῆ τε καὶ συνακτικόν <εἶναι>, τὸν δὲ ἀληθῆ πάντως συνακτικὸν μὲν ὑπάρχειν, οὐκ ἐξ ἀνάγκης δὲ καὶ ἀποδεικτικόν, τὸν δὲ συνακτικὸν οὔτε πάντως ἀληθῆ οὔτε πάντως ἀποδεικτικόν.
§413
καὶ ὁ μὲν τοιοῦτος ἡμέρας οὔσης “εἰ νὺξ ἔστι, σκότος ἔστιν· ἀλλὰ μὴν νὺξ ἔστιν· σκότος ἄρα ἔστιν” συνάγει μὲν διὰ τὸ ἐν ὑγιεῖ ἠρωτῆσθαι σχήματι, οὐκ ἔστι δὲ ἀληθής, τὸ δεύτερον λῆμμα ἔχων ψεῦδος, τὴν πρόσληψιν, τὸ ‘‘ἀλλὰ μὴν νὺξ ἔστιν”.
§414
ὁ δὲ οὕτως ἔχων ἡμέρας οὔσης ‟εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν” συνακτικὸς ἅμα ἦν καὶ ἀληθὴς τῷ καὶ ἐν ὑγιεῖ ἠρωτῆσθαι σχήματι καὶ δι’ ἀληθῶν ἀληθὲς συνάγειν.
§415
κρίνεσθαι δέ φασι τὸν συνακτικὸν λόγον ὅτι συνακτικός ἐστιν, ὅταν τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ἕπηται τὸ συμπέρασμα, οἶον τὸν τοιοῦτον λόγον ἡμέρας οὔσης ‟εἰ νὺξ ἔστι, σκότος ἔστιν· ἀλλὰ μὴν νὺξ ἔστιν· σκότος ἄρα ἔστιν”, καίπερ μὴ ὄντα ἀληθῆ διὰ τὸ ἐπὶ ψεῦδος ἄγειν, συνακτικὸν εἷναί φαμεν.
§416
συμπλέξαντες γὰρ οὕτω τὰ λήμματα ‟νὺξ ἔστι, καὶ εἰ νὺξ ἔστι, σκότος ἔστι”, ποιοῦμεν συνημμένον [συλλογισμόν], ἀρχόμενον μὲν ἀπὸ τῆς τοιαύτης συμπλοκῆς, λῆγον δὲ εἰς τὸ συμπέρασμα τοιοῦτον [“νὺξ ἐστι, καὶ εἰ νὺξ σκότος ἔστι”. τοῦτο γὰρ τὸ συνημμένον ἀληθές ἐστι διὰ τὸ μηδέποτε ἀρχόμενον ἀπὸ ἀληθοῦς λήγειν ἐπὶ ψεῦδος. ἡμέρας μὲν γὰρ οὔσης ἄρξεται ἀπὸ ψεύδους τοῦ ‟νῦξ ἔστι, καὶ εἰ νὺξ ἔστι, σκότος ἔστι”, καὶ λήξει ἐπὶ ψεῦδος, <τὸ> ‟σκότος ἔστι”, καὶ οὕτως ἔσται ἀληθές· δὲ ἄρξεταί τε ἀπ’ ἀληθοῦς καὶ λήξει ἐπ’ ἀληθές, καὶ ἔσται παρ’ αὐτὸ τοῦτο ἀληθές.
§417
οὐκοῦν ὁ μὲν συνακτικὸς τότε ἐστὶν ὑγιής, ὅταν συμπλεξάντων ἡμῶν τὰ λήμματα καὶ συνημμένον ποιησάντων τὸ ἀρχόμενον μὲν ἀπὸ τῆς διὰ τῶν λημμάτων συμπλοκῆς λῆγον δ’ εἰς τὸ συμπέρασμα, εὑρίσκηται τοῦτο αὐτὸ συνημμένον ἀληθές.
§418
ὁ δ’ ἀληθὴς λόγος κρίνεται ὅτι ἔστιν ἀληθὴς οὐκ ἐκ τοῦ μόνον τὸ συἔχον νημμένον τὸ ἀρχόμενον ἀπὸ τῆς διὰ τῶν λημμάτων συμπλοκῆς καὶ λῆγον εἰς τὸ συμπέρασμα εἷναι ἀληθές, ἀλλὰ καὶ ἐκ τοῦ διὰ τῶν λημμάτων τὸ συμπεπλεγμένον ὑπάρχειν ὑγιές, ὡς ἂν τὸ ἕτερον τούτων εὑρίσκηται ψεῦδος, καὶ τὸν λόγον ἐξ ἀνάγκης γίνεσθαι ψευδῆ, ὧς ὁ τοιοῦτος νυκτὸς οὔσης ‟εἰ ἡμέρα ἔστιν, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν” διὰ τὸ λῆμμα ἔχειν ψεῦδος τὸ ‘‘ἡμέρα ἔστιν”, ψευδής ἐστιν.
§419
ἀλλὰ τὸ μὲν συμπεπλεγμένον διὰ τῶν λημμάτων ‘ὲν ἔχον τῶν λημμάτων ψεῦδος τὸ ‘‘ἡμέρα ἔστιν”, ψεῦδός ἐστιν· τὸ δὲ συνημμένον τὸ ἀρχόμενον ἀπὸ τῆς διὰ τῶν λημμάτων συμπλοκῆς καὶ λῆγον εἰς τὸ συμπέρασμα ἀληθὲς ἔσται. οὐδέποτε γὰρ ἀρχόμενον ἀπὸ ἀληθοῦς λήγει ἐπὶ ψεῦδος, ἀλλὰ νυκτὸς μὲν ἀπὸ ψεύδους ἄρχεται τῆς συμπλοκῆς, ἡμέρας δέ, ὥσπερ ἄΝ ἀληθοῦς ἄρχεται, οὕτω καὶ εἰς ἀληθὲς λήγει.
§420–456
§420
καὶ πάλιν ὁ τοιοῦτος ‟εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· φῶς δέ γε ἔστιν· ἡμέρα ἄρα ἔστιν” ψευδής ἐστιν, δυνάμενος ἡμᾶς δι’ ἀληθῶν λημμάτων ἄγειν ἐπὶ ψεῦδος.
§421
ἀλλὰ δὴ ἂν ἐξετάζωμεν, δύναται τὸ μὲν διὰ τῶν λημμάτων συμπεπλεγμένον ἀληθὲς εἶναι ἡμέρας οὔσης, οἷον τὸ τοιοῦτο ῾φῶς ἔστιν, καὶ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν”, τὸ δὲ συνημμένον τὸ ἀρχόμενον ἀπὸ τῆς διὰ τῶν λημμάτων συμπλοκῆς καὶ λῆγον ἐπὶ τὸ συμπέρασμα ψεῦδός <ἐστιν>, οἷον τὸ τοιοῦτον ‟εἰ φῶς ἔστι, καὶ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν”. δύναται γὰρ τὸ συνημμένον τοῦτο νυκτὸς οὔσης ἀπὸ ἀληθοῦς ἄρχεσθαι τῆς συμπλοκῆς, λήγειν δ’ ἐπὶ ψεῦδος τὸ ‘‘ἡμέρα ἔστιν”, καὶ διὰ τοῦτο εἶναι ψεῦδος. ὥστε γίνεται ἀληθὴς ὁ λόγος, οὔτε ὅταν τὸ συμπεπλεγμένον μόνον ᾖ ἀληθές. οὔτε ὅταν τὸ συνημμένον, ἀλλ’ ὅταν ἀμφότερα ἀληθῆ.
§422
ὁ δ’ ἑ ἀποδεικτικὸς τοῦ ἀληθοῦς διαφέρει. ὅτι ὁ μὲν ἀληθὴς δύναται ἐναργῆ ἔχειν πάντα, φημὶ δὲ τά τε λήμματα καὶ τὴν ἐπιφοράν, ὁ δὲ ἀποδεικτικὸς πλέον τι ἔχειν βούλεται, λέγω δὲ τὸ τὴν ἐπιφορὰν ἄδηλον οὖσαν ἐκκαλύπτεσθαι ὑπὸ τῶν λημμάτων.
§423
ὅθεν ὁ μὲν τοιοῦτος ‟εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν” ἐναργῆ ἔχων τὰ λήμματα καὶ τὴν ἐπιφορὰν ἀληθής ἐστι καὶ οὐκ ἀποδεικτικός, ὁ δὲ τοιοῦτος ‟εἰ γάλα ἔχει ἐν μαστοῖς ἥδε, κεκύηκεν ἥδε· ἀλλά μὴν γάλα ἔχει ἐν μαστοῖς ἥδε· κεκύηκεν ἄρα ᾔδε’ σὺν τῷ ἀληθὴς εἶναι ἔτι καὶ ἀποδεικτικός ἐστιν· ἄδηλον γὰρ ἔχων τὸ συμπέρασμα τὸ ‘‘κεκύηκεν ἄρα ἥδε”, τοῦτο διὰ τῶν λημμάτων ἐκκαλύπτει.
§424
Τριῶν οὖν ὄντων λόγων, τοῦ τε συνακτικοῦ καὶ τοῦ ἀληθοῦς καὶ τοῦ ἀποδεικτικοῦ, εἰ μέν τίς ἐστιν ἀποδεικτικός, οὗτος πολύ πρότερόν ἐστιν ἀληθὴς καὶ συνακτικός· εἰ δέ τις ἀληθής, οὐκ ἐξ ἀνάγκης ἀποδεικτικός, πάντως δὲ συνακτικός·
§425
εἰ δέ τις συνακτικός, οὐ πάντως ἀληθὴς ὡς οὐδὲ πάντως ἀποδεικτικός κοινῶς οὖν ὀφείλοντος πᾶσιν αὐτοῖς συμβεβηκέναι τοῦ συνακτικοῦ ἰδιώματος, ἐὰν παραστήσωμεν, ὅτι ἀνεύρετός ἐστι τοῖς ἀπὸ τῆς Στοᾶς ὁ συνακτικὸς λόγος, ἐσόμεθα παρεστακότες, ὅτι οὐδὲ ἀληθὴς οὐδὲ ἀποδεικτικὸς δύναται εὑρεθῆναι.
§426
ὅτι δὲ οὐκ ἔστι συνακτικὸς λόγος τις, ῥᾴδιον γνῶναι. εἰ γὰρ συνακτικὸν εἶναι λέγουσι λόγον, ὅταν ἀληθὲς ἡ συνημμένον τὸ ἀρχόμενον μὲν ἀπὸ τῆς <διὰ> τῶν λημμάτων αὐτοῦ ἁ λῆγον δὲ εἰς τὴν ἐπιφοράν, δεήσει προεπικεκρίσθαι τὸ ἀληθὲς συνημμένον καὶ τότε βεβαίως λαμβάνεσθαι τὸν ἐκ τούτου ἠρτῆσθαι δοκοῦντα συνακτικὸν λόγον.
§427
ἀνεπίκριτον δέ γέ ἐστι μέχρι τοῦ νῦν τὸ ὑγιὲς συνημμένον· τοίνυν οὐδὲ ὁ συνακτικὸς λόγος δύναται γνώριμος ὑπάρχειν. ὥσπερ γὰρ μέτρου μὴ ἑστῶτος ἀλλ’ ἄλλοτ’ ἄλλως μεταβαλλομένου οὐδὲ τὸ μετρούμενον ἕστηκεν, οὕτως ἐπεὶ οἱονεὶ μέτρον ἐστὶ τοῦ συνάγειν τὸν λόγον τὸ ὑγιὲς συἐκκαλύπτεσθαι νημμένον, ἀκολουθήσει τούτου ἀνεπικρίτου καθεστῶτος μηδὲ ἐκεῖνον εἶναι σαφῆ.
§428.1
ὅτι δ’ ἀνεπίκριτόν ἐστι τὸ ὑγιὲς συνημμένον, αἱ εἰσαγωγαὶ τῶν Στωικῶν διδάσκουσιν, ἐν αἷς πολλὰς καὶ διαφώνους καὶ μέχρι τοῦ νῦν ἀνεπικρίτους ἐκτίθενται τούτου κρίσεις. ὅθεν τοῦ συνακτικοῦ τοιούτου τυγχάνοντος πάντως καὶ ὁ ἀληθής, διὰ δὲ τοῦτο καὶ ὁ ἀποδεικτικὸς ὀφείλει ἐν ἐποχῇ φυλάττεσθαι.
§428.2
Κἂν ἀποστάντες δὲ ταύτης τῆς ἐνστάσεως ἐπὶ τὴν τῶν περαινόντων καὶ ἀπεράντων χωρῶμεν τεχνολογίαν, ἀδύνατος εὑρεθήσεται ἡ τοῦ ἀποδεικτικοῦ λόγου σύστασις.
§429
περὶ μὲν οὖν τῶν περαινόντων πολλῆς καὶ ἀκριβοῦς οὔσης ζητήσεως οὐκ ἀνάγκη νῦν διεξελθεῖν, περὶ δὲ τῶν ἀπεράντων λόγων ἐπὶ ποσὸν ὑποδεικτέον. τοίνυν φασὶ (Stoic. fr. II 240 Arn.) τετραχῶς γίγνεσθαι τὸν ἀπέραντον λόγον, ἤτοι κατὰ διάρτησιν ἢ κατὰ παρολκὴν ἢ κατὰ τὸ ἐν μοχθηρῷ ἠρωτῆσθαι σχήματι ἢ κατὰ ἔλλειψιν.
§430
ἀλλὰ κατὰ διάρτησιν μέν, ὅταν μηδεμίαν ἔχῃ κοινωνίαν καὶ συνάρτησιν τὰ λήμματα πρὸς ἄλληλά τε καὶ πρὸς τὴν ἐπιφοράν, οἷον ἐπὶ τοῦ τοιούτου λόγου ‟εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν πυροὶ ἐν ἀγορᾷ πωλοῦνται· φῶς ἄρα ἔστιν”. ὁρῶμεν γὰρ ὧς ἐπὶ τούτου οὔτε τὸ ‟εἰ εἰ ἡμέρα ἔστιν” ἔχει τινὰ σύμπνοιαν καὶ συμπλοκὴν πρὸς τὸ ‘‘πυροὶ ἐν ἀγορᾷ πωλοῦνται”, οὔτε ἑκάτερον αὐτῶν πρὸς τὸ ‟φῶς ἄρα ἔστιν”, ἀλλ’ ἕκαστον ἀπὸ τῶν ἄλλων διήρτηται.
§431
κατὰ δὲ παρολκὴν ἀπέραντος γίνεται ὁ λόγος, ὅταν ἔξωθέν τι καὶ περισσῶς παραλαμβάνηται τοῖς λήμμασι, καθάπερ ἐπὶ τοῦ οὕτως ἔχοντος ‟εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν, ἀλλὰ καὶ ἡ ἀρετὴ ὠφελεῖ· φῶς ἄρα ἔστιν”. τὸ γὰρ τὴν ἀρετὴν ὠφελεῖν περισσῶς συμπαρείληπται τοῖς ἄλλοις λήμμασιν, εἴγε δυνατόν ἐστιν ἐξαιρεθέντος αὐτοῦ διὰ τῶν περιλειπομένων, τοῦ τε ‟εἰ ἡμέρα ἔστι, φῶς ἔστιν” καὶ τοῦ ‟ἀλλὰ μὴν ἡμέρα ἔστιν”, συνάγεσθαι τὴν ἐπιφορὰν τὸ ‟φῶς ἄρα ἔστιν”.
§432
διὰ δὲ τὸ ἐν μοχθηρῷ ἠρωτῆσθαι σχήματι ἀπέραντος γίνεται <ὁ> λόγος, ὅταν ἔν τινι τῶν παρὰ τὰ ὑγιῆ θεωρουμένων ἐρωτηθῇ σχήματι· οἷον ὄντος ὑγιοῦς σχήματος τοῦ τοιούτου ‟εἰ τὸ πρῶτον, τὸ δεύτερον, τὸ δέ γε πρῶτον, τὸ ἄρα δεύτερον”,
§433
ὄντος δὲ καὶ τοῦ ‟εἰ τὸ πρῶτον, τὸ δεύτερον, οὐχὶ δέ γε τὸ δεύτερον, οὐκ ἄρα τὸ πρῶτον”, φαμὲν τὸν ἐν τοιούτῳ σχήματι ἐρωτηθέντα ‟εἰ τὸ πρῶτον, τὸ δεύτερον, οὐχὶ δέ γε τὸ πρῶτον, οὐκ ἄρα τὸ δεύτερον” ἀπέραντον εἶναι, οὐχ ὅτι ἀδύνατόν ἐστιν ἐν τῷ τοιούτῳ σχήματι λόγον συνερωτᾶσθαι δι’ ἀληθῶν ἀληθὲς συνάγοντα (δύναται γάρ, οἷον ὁ τοιοῦτος ‟εἰ τρία τέσσαρά ἐστιν, τὰ ἐξ ὀκτώ ἐστιν· οὐχὶ δέ γε τὰ τρία τέσσαρά ἐστιν, οὐκ ἄρα τὰ ἐξ ὀκτώ ἐστιν”), τῷ δὲ δύνασθαί τινας λόγους ἐν αὐτῷ τάττεσθαι μοχθηρούς, καθάπερ καὶ τὸν τοιοῦτον ‟εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα· οὐκ ἄρα ἔστι φῶς”.
§434
κατ’ ἔλλειψιν δὲ ἀπέραντος γίνεται ὁ λόγος, ὅταν ἐλλείπῃ τι τῶν συνακτικῶν λημμάτων. οἷον ‟ἤτοι ἤτοι κακόν ἐστιν ὁ πλοῦτος ἤ ἀγαθόν ἐστιν ὁ πλοῦτος· οὐχὶ δέ γε κακόν ἐστιν ὁ πλοῦτος· ἀγαθὸν ἄρα ἐστὶν ὁ πλοῦτος”. ἐλλείπει γὰρ ἐν τῷ διεζευγμένῳ τὸ ἀδιάφορον εἶναι τὸν πλοῦτον, ὥστε τὴν ὑγιῆ συνερώτησιν τοιαύτην μᾶλλον ὑπάρχειν ‘‘ἤτοι ἀγαθόν ἐστιν ὁ πλοῦτος ἤ κακόν ἐστιν ἢ ἀδιάφορον· οὔτε δὲ ἀγαθόν ἐστιν ὁ πλοῦτος οὔτε κακόν· ἀδιάφορον ἄρα ἐστίν.
§435
Τοιαύτης δὴ παρὰ τοῖς Στωικοῖς κειμένης τεχνολογίας μήποτε τὸ ὅσον ἐπ’ αὐτῇ οὐ δύναται ἀπέραντος ἐπικριθῆναι λόγος, καί γε εὐθέως ὁ κατὰ διάρτησιν καὶ οὕτως ἔχων ‟εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἐν ἀγορᾷ πυροὶ πωλοῦνται· φῶς ἄρα ἔστιν”. τὸ γὰρ διηρτῆσθαι τὰ λήμματα, καὶ μήτε πρὸς ἄλληλα μήτε πρὸς τὴν ἐπιφορὰν ἔχειν τινὰ κοινωνίαν, ἤτοι ψιλῇ λέγουσι φάσει ἢ διά τινος τεχνικῆς καὶ διδασκαλικῆς ἐφόδου τὸ τοιοῦτο παριστάντες.
§436
ἀλλ᾿ εἰ μὲν ἀναποδείκτῳ χρώμενοι φάσει, ῥᾴδιον φάσιν αὐτοῖς ἀντιθεῖναι, πάντα τὸν λεγόμενον κατὰ διάρτησιν ἀπέραντον λόγον φάσκουσαν περαίνειν· εἰ γὰρ ἐκ ψιλῆς φάσεως ἐκεῖνοι δύνανται πιστεύεσθαι, δυνήσονται καὶ οἱ τοὐναντίον λέγοντες εἶναι πιστοί· τὴν ἰσοσθενῆ γὰρ προφέρονται φάσιν. εἰ δὲ μεθόδῳ τοῦτο διδάσκοντες, ἐπιζητήσομεν, τίς ποτέ ἐστιν ἡ τοιαύτη μέθοδος.
§437
κἂν λέγωσιν, ὅτι τοῦ κατὰ διάρτησιν ἀπεράντου λόγου τεκμήριόν ἐστι τὸ μὴ πάντως ἀκολουθεῖν αὐτοῦ τῇ διὰ τῶν λημμάτων συμπλοκῇ τὸ συμπέρασμα, μηδέ ὑγιὲς εἶναι <τὸ> συνημμένον τὸ ἀρχόμενον ἀπὸ τῆς διὰ τῶν λημμάτων συμπλοκῆς καὶ λῆγον εἰς τὸ συμπέρασμα, πάλιν εἰς τὴν ἀρχῆθεν φήσομεν αὐτοὺς ἀπορίαν ἐμπίπτειν· εἰ γὰρ ἴνα τὸν κατὰ διάρτησιν ἀπέραντον λόγον μάθωμεν, δεῖ ἔχειν ἐπικεκριμένον τὸ ὑγιὲς συνημμένον, τοῦτο δ᾿ οὐκ ἔχομεν μέχρι τοῦ νῦν ἐπικεκριμένον, πάντως οὐδὲ τὸν κατὰ διάρτησιν ἀπέραντον λόγον δυνάμεθα γιγνώσκειν.
§438
ἀλλὰ καὶ δεύτερος ἦν τρόπος ἀπεράντων ὁ κατὰ παρολκήν, ὅταν ἔξωθεν παραλαμβάνηταί τι τοῖς λήμμασι παρέλκον ὡς πρὸς τὴν τοῦ συμπεράσματος κατασκευήν. ὅσον᾿ ἐπὶ τούτῳ δεήσει τὸν ἐν τῷ πρώτῳ [καὶ τῷ δευτέρῳ] τρόπῳ συνερωτώμενον λόγον κατὰ παρολκὴν εἶναι ἀπέραντον, ἐπεὶ παρέλκει ἐν αὐτῷ <τὸ> τροπικόν. καὶ τοῦτ᾿ εἰσόμεθα παρατεθέντων ἡμῖν τῶν λόγων.
§439
τὸν γὰρ δὴ τοιοῦτόν φασιν ἀπέραντον ‟εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν, ἀλλὰ καὶ ἡ ἀρετὴ ὠφελεῖ· φῶς ἄρα ἔστιν”. παρέλκει γὰρ ἐπ’ αὐτοῦ τὸ ‟ἡ ἀρετὴ ὠφελεῖ” πρὸς τὴν κατασκευὴν τοῦ συμπεράσματος, διὰ τὸ ἀρθέντος αὐτοῦ δύνασθαι ἐκ τῶν περιλειπομένων δυεῖν λημμάτων ἀνελλιπῶς συνάγεσθαι τὴν ἐπιφοράν.
§440
τοίνυν ὑποτυγχάνοντες οἱ ἀπὸ τῆς σκέψεως ἐροῦσιν ὧς, εἴπερ ἀπέραντός ἐστιν ὁ λόγος κατὰ παρολκήν, ἐφ’ οὗ ἀρθέντος τινὸς λήμματος ἐκ τῶν περιλειπομένων συνάγεται ἡ ἐπιφορά, ῥητέον ἀπέραντον εἶναι καὶ τὸν ἐν τῷ πρώτῳ τρόπῳ ἐρωτώμενον, ἔχοντα δὲ οὕτως ‟εἰ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν”. παρέλκει γὰρ ἐν αὐτῷ πρὸς τὴν τοῦ συμπεράσματος κατασκευὴν τὸ τροπικὸν τὸ ‟εἰ ἡμέρα ἔστι, <φῶς ἔστι”>, καὶ δύναται ἐκ τοῦ ‟ἡμέρα ἔστι” μόνου συνάγεσθαι τὸ “φῶς ἄρα ἔστιν”.
§441
τοῦτο δὲ πρόδηλον μὲν ἦν καὶ αὐτόθεν, ἔστι δὲ καὶ αὐτὸ ἐκ τῆς ὧς πρὸς ἐκείνους ἀκολουθίας παραμυθεῖσθαι. ἤτοι γὰρ ἀκολουθεῖν φήσουσι τῷ ἡμέραν εἶναι τὸ φῶς εἷναι, ἢ μὴ ἀκολουθεῖν. καὶ εἰ μὲν ἀκολουθεῖ, αὐτόθεν ὁμολογηθέντος ἀληθοῦς εἶναι τοῦ ‟ἡμέρα ἔστι” συνάγεται καὶ τὸ ‟φῶς ἔστι”, κατ’ ἀνάγκην ἑπόμενον αὐτῷ·
§442
ὅπερ ἦν συμπέρασμα. εἰ δὲ οὐκ ἀκολουθεῖ, οὐδ’ ἐπὶ τοῦ συνημμένου ἀκολουθήσει, καὶ διὰ τοῦτο ἔσται ψεῦδος τὸ συνημμένον, μὴ ἀκολουθοῦντος ἐν αὐτῷ τοῦ λήγοντος τῷ ἡγουμένῳ. ὥστε δυεῖν θάτερον ὅσον ἐπὶ τῇ προειρημένῃ τεχνολογίᾳ, ἢ ἀπέραντον εὑρίσκεσθαι τὸν ἐν τῷ πρώτῳ τρόπῳ ἠρωτημένον παρέλκοντος ἐν αὐτῷ τοῦ τροπικοῦ, ἢ ψευδῆ πάντως διὰ τὸ ψεῦδος ἐν αὐτῷ εἶναι τὸ τροπικόν.
§443
τὸ μὲν γὰρ λέγειν μὴ ἀρέσκειν τῷ Χρυσίππῳ (fr. 249 Arn.) μονολημμάτους εἶναι λόγους, ὃ τάχα τινὲς ἐροῦσι πρὸς τὴν τοιαύτην ἔνστασιν, τελέως ληρῶδες. οὔτε γὰρ ταῖς Χρυσίππου φωναῖς ὧς πυθοχρήστοις παραγγέλμασιν ἀνάγκη πείθεσθαι, οὔτε μαρτυρίᾳ προσέχειν ἀνδρῶν ἐστιν† εἰς οἰκείαν ἀπόρησιν† ἐκ μάρτυρος τοῦ τὸ ἐναντίον λέγοντος· Ἀντίπατρος (fr. 28 Arn.) γάρ, τῶν ἐν τῇ Στωικῇ αἱρέσει ἐπιφανεστάτων ἀνδρῶν, ἔφη δύνασθαι καὶ μονολημμάτους λόγους συνίστασθαι.
§444
Ἔτι κατὰ τρίτον τρόπον ἀπέραντος ἐλέγετο λόγος παρὰ τὸ ἐν μοχθηρῷ ἠρωτῆσθαι σχήματι. πάλιν οὖν ἢ φάσει μόνον ἀρκούμενοι λέξουσιν ἐν μοχθηρῷ τινι σχήματι λόγον συνηρωτῆσθαι, ἢ ὑπόμνησιν εἰς τοῦτο παραλήψονται. καὶ εἰ μὲν φάσει ἀρκοῦνται, καὶ ἡμεῖς ἀντιθήσομεν φάσιν τὴν λέγουσαν, ὅτι οὐκ ἐν μοχθηρῷ ἠρώτηται σχήματι.
§445
εἰ δὲ λόγον παραλαμβάνουσι, πάντως ἀληθῆ. τὸ δ᾿ ὅτι ἔστιν ἀληθὴς οὗτος ὁ λόγος (φημὶ δὲ ὁ δεικνὺς τὸ ἐν μοχθηρῷ σχήματι ἠρωτῆσθαί τινα λόγον), πόθεν δείκνυται; ἢ δῆλον ὅτι ἐκ τοῦ ἐν ὑγιεῖ ἠρωτῆσθαι σχήματι; οὐκοῦν ἴνα μὲν ὁ ἐν μοχθηρῷ ἐρωτηθεὶς σχήματι λόγος γνωσθῇ, ὅτι ἐν μοχθηρῷ ἠρώτηται σχήματι, δεῖ λόγον ὑγιῆ παραληφθῆναι· ἵνα δὲ οὗτος ὑγιὴς ᾖ, δεῖ αὐτὸν <ἐν> ὑγιεῖ ἠρωτῆσθαι σχήματι. καὶ διὰ τοῦτο μήτε τοῦ ὑγιοῦς λόγου πρὶν τοῦ σχήματος πιστωθῆναι δυναμένου, ὅτι ἔστιν ὑγιής, μήτε τοῦ σχήματος, ὅτι ἔστιν ὑγιες σχῆμα, πρὶν τοῦ ἐπικρίναντος αὐτὸ λόγου, συνίσταται ὁ δι’ ἀλλήλων τρόπος, ὅς ἐστιν ἀπορώτατος.
§446
Καὶ πρὸς τὴν λειπομένην δὲ διαφορὰν τῶν ἀπεράντων λόγων, τουτέστι τὴν παρ᾿ ἔλλειψιν, ἤδη [μὲν] σχεδὸν ἀντειρήκαμεν. εἰ γὰρ ἀνεύρετός ἐστιν ὁ ἀπηρτισμένος λόγος, ὧς ἀνώτερον ὑπεδείξαμεν (§ 411 sqq.), ἄγνωστος ὀφείλει τυγχάνειν καὶ ὁ ἐλλιπής· ἀνεύρετος δέ γέ ἐστιν ὁ ἀπηρτισμένος, ὧς παρεστήσαμεν· τοίνυν καὶ ὁ ἐλλιπὴς ἄγνωστος γενήσεται.
§447
Εἰ δὲ κατὰ τοὺς Στωικοὺς τεσσάρων ὄντων τρόπων καθ’ οὓς ἀπέραντος γίγνεται λόγος, ἐδείξαμεν καθ’ ἕκαστον αὐτῶν μὴ γινωσκομένους τοὺς ἀπεράντους λόγους, ἀκολουθήσει καὶ τὸν περαίνοντα ἄγνωστον εἶναι. τούτου δὲ μὴ γινωσκομένου καὶ ὁ ἀποδεικτικὸς ἔσται λόγος τῶν ἀνευρέτων.
§448
Πρὸς τούτοις ἐπὶ παντὸς ἀληθοῦς λόγου δεῖ ἐπικεκρίσθαι τὰ λήμματα (τούτων γὰρ συγχωρουμένων δίδοται ἡ ἐπιφορὰ ἀκολούθως αὐτοῖς), ἐπὶ δέ γε τῆς ἀποδείξεως ἀνεπίκριτά ἐστι τὰ λήμματα, καθὼς παρεστήσαμεν· οὐκ ἄρα δυνήσεται ἀληθὴς εἶναι λόγος ἡ ἀπόδειξις.
§449
τὸ γὰρ συνημμένον, ὧς ἔμπροσθεν ἐδείκνυμεν (§ 112 sqq.), ὑγιὲς ἀξιοῦσι τυγχάνειν, ὅταν ἀπ’ ἀληθοῦς ἀρχόμενον <λήγῃ ἐπ’ ἀληθὲς ἢ ἀπὸ ψεύδους ἀρχόμενον> ἐπὶ ψεῦδος λήγῃ ἢ ἀπὸ ψεύδους ἐπ’ ἀληθές, καὶ καθ’ ἔνα τρόπον ψεῦδος, ὅταν ἀπ’ ἀληθοῦς ἀρχόμενον λήγῃ ἐπὶ ψεῦδος. τούτων δ’ οὕτως ἐχόντων εὑρεθήσεται ἐπὶ τῆς ἀποδείξεως ἀνεπίκριτον <τὸ συνημμένον>
§450
ὧς ἐπίπαν γὰρ ἀρχόμενον ἀπὸ τῆς προσλήψεως λήγει εἰς τὴν ἐπιφοράν, ὡς ἔχει ἐπὶ τῶν τοιούτων λόγων ‟ἓν ἔστι κίνησις, ἔστι κενόν· ἀλλὰ μὴν ἔστι κίνησις· ἔστιν ἄρα κενόν”. ἐνταῦθα γὰρ τὸ συνημμένον ἄρχεταί τε ἀπὸ τῆς προσλήψεως τῆς ‘‘ἔστι κίνησις”, καὶ λήγει εἰς τὴν ἐπιφορὰν τὴν ‟ἔστι κενόν.”
§451
ἤτοι οὖν πρόδηλόν ἐστι πρᾶγμα ἡ ἐπιφορὰ καὶ γινωσκόμενον ἡμῖν ἢ ἄδηλον καὶ ἄγνωστον. καὶ εἰ μὲν πρόδηλον καὶ γνωστόν, οὐκέτι ἀποδεικτικὸς γίνεται ὁ λόγος, ἐκ πάντων προδήλων συνεστώς, τοῦτο μὲν τῶν λημμάτων, τοῦτο δὲ τῆς ἐπιφορᾶς. εἰ δὲ ἄδηλον, ἐξ ἀνάγκης ἀνεπίκριτον γίνεται τὸ συνημμένον.
§452
τὸ μὲν γὰρ ἀπὸ τίνος ἄρχεται γνώριμόν ἐστιν ἡμῖν (πρόδηλον γάρ), τὸ δὲ εἰς τί λήγει ἀγνοεῖται διὰ τὴν ἀδηλότητα. μὴ ἐπιστάμενοι δέ, πότερον ἀληθὲς ἢ ψεῦδός ἐστι τὸ τοιοῦτον, οὐδ’ ἐπικρίνειν δυνησόμεθα τὸ συνημμένον. ἀνεπικρίτου δὲ ὄντος αὐτοῦ καὶ ὁ λόγος γίνεται μοχθηρός.
§453
Ἔτι τῶν πρός τί ἐιστιν ἡ ἀπόδειξις, τὰ δὲ πρός τι ἐπινοεῖται μόνον, οὐκέτι δὲ καὶ ὑπάρχει· τοίνυν καὶ ἡ ἀπόδειξις ἐν ἐπινοίᾳ μόνον ἐστὶ καὶ οὐκ ἐν ὑπάρξει. καὶ ὅτι τῷ ὄντι ἐπινοίᾳ μόνον σῴζεται τὰ πρός τί πως ἔχοντα, ὕπαρξις δὲ οὐκ ἔστιν αὐτοῖς, πάρεστι διδάσκειν ἐκ τῆς τῶν δογματικῶν ἀνθομολογήσεως.
§454
ὑπογράφοντες γὰρ τὸ πρός τι συμφώνως φασί (Stoic. fr. II 404 Arn.)· )· ‟πρός τὸ πρὸς ἑτέρῳ νοούμενον”. εἰ δέ γε ὑπάρξεως μετεῖχεν, οὐκ ἂν οὕτως αὐτὸ ἀπεδίδοσαν, ἀλλ’ ἐκείνως μᾶλλον ‟πρός τί ἐστι τὸ πρὸς ἑτέρῳ ὑπάρχον”. οὐκ ἄρα ὑπόκειταί τι ἐν τοῖς οὖσι τῶν πρός τι.
§455
καὶ ἄλλως, πᾶν τὸ ὑπάρχον οὐ δύναται ἀλλαγήν τινα καὶ ἑτεροίωσιν ἀναδέξασθαι χωρὶς πάθους, οἷον τὸ λευκὸν χρῶμα οὐ δύναται μέλαν γενέσθαι μὴ τραπὲν καὶ μεταβαλόν, καὶ τὸ μέλαν οὐ δύναται εἰς ἕτερον μεταβαλεῖν χρῶμα μένον μέλαν, καὶ ὡσαύτως τὸ γλυκὺ οὐκ ἂν γένοιτο πικρὸν ἀπαθὲς καὶ ἀνετεροίωτον ὑποκείμενον.
§456
ὥστε πᾶν τὸ ὑπ’ ἄρχον οὐ χωρὶς πάθους τινὸς τὴν εἰς ἕτερον ἀναδέχεται μεταβολήν. τὸ δὲ πρός τι ἀλλάσσεται χωρὶς πάθους καὶ μηδεμιᾶς περὶ αὐτὸ γινομένης ἑτεροιώσεως. οἷον τὸ πηχυαῖον ξύλον πηχυαίου μὲν αὐτῷ ἀντιπαρατεθέντος λέγεται ἴσον ἐκείνῳ τυγχάνειν, διπήχους δὲ οὐκέτι ἴσον ἀλλ’ ἄνισον, μηδεμιᾶς περὶ αὐτὸ γενομένης τροπῆς καὶ ἀλλοιώσεως. καὶ εἰ νοήσαιμέν τινα ἐξ ἄγγους ὕδωρ προχέοντα, ὁ τοιοῦτος ὑποτεθέντος μέν τινος ἑτέρου ἄγγους λεχθήσεται ἐγχέειν, μὴ ὑποτεθέντος δὲ ἐκχέειν καίπερ μηδεμίαν αὐτὸς τροπὴν καὶ ἀλλοίωσιν ἀναδεξάμε νος.
§457–481.2
§457
ὥστε εἰ τῷ μὲν ὑπάρχοντι συμβέβηκε τὸ μὴ χωρὶς πάθους ἀλλαγὴν ὑπομένειν, τῷ δὲ πρός τι τοιοῦτον οὐδὲν συμβέβηκεν, ῥητέον μὴ ὑπάρχειν τὸ πρός τι.
§458
σὺν τούτοις τοῦ χωρίς ἐστι τὸ πρός τι· τὸ γὰρ ἄνω τοῦ κάτω χωρίς ἐστιν.
§459
εἴπερ δ’ ὑπάρχει τὸ πρός τι καὶ μὴ ψιλὴν ἔχει ἐπίνοιαν, ἔσται τὸ ‘ὲν τἀναντία. ἄτοπον δέ γέ ἐστι λέγειν τὸ ὲν τἀναντία· οὐκ ἄρα ὑπάρχει τὸ πρός τι, ἀλλ’ ἐπινοεῖται μόνον. πάλιν γὰρ τὸ πηχυαῖον σῶμα κατὰ μὲν τὴν τοῦ ἡμιπηχυαίου παράθεσιν λέγεται μεῖζον, κατὰ δὲ τὴν διπηχυαίου μικρότερον. τὸ δὲ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον καὶ μεῖζον καὶ μικρότερον ὑπάρχειν, τουτέστι τἀναντία, τῶν ἀδυνάτων· ἐπινοεῖσθαι μὲν γὰρ τάχ᾿ ἴσος δυνήσεται κατὰ τὴν ὡς πρὸς ἄλλο <καὶ ἄλλο> σύμβλησιν, εἶναι δὲ καὶ ὑπάρχειν οὐχ οἷόν τε. οὐκ ἄρα ὑπάρχει τὰ πρός τι.
§460
Οὐ μὴν ἀλλ’ εἴπερ ἔστι τὰ πρός τι, ἔστι τι ταὐτὸ ἐναντίον ἑαυτῷ· οὐχὶ δέ γε τοῦτο· τοίνυν οὐδὲ ταύτῃ ῥητέον ὑπάρχειν τὸ πρός τι. ἔτι εἰ ὑπάρχει τὸ πρός τι, ἔσται τι ἑαυτῷ ἐναντίον· οὐκ εὔλογον δέ γέ ἐστιν εἶναί τι αὐτὸ ἑαυτῷ ἐναντίον· τοίνυν οὐδὲ τὸ πρός τι ὑπάρχειν ἔστιν εὔλογον.
§461
τὸ γὰρ ἄνω τῷ κάτω ἐστὶν ἐναντίον, τὸ δὲ αὐτὸ ὧς μὲν πρὸς τὸ ὑποκείμενον ἄνω ἐστίν, πρὸς δὲ τὸ ὑπερκείμενον κάτω. εἰ δ’ ἔσται τρία, ἄνω καὶ κάτω καὶ μέσον τοῦ ἄνω καὶ τοῦ κάτω, τὸ μέσον ἔσται πρὸς μὲν τὸ ὑποκείμενον ἄνω, πρὸς δὲ τὸ ὑπερκείμενον κάτω, καὶ ἔσται τὸ αὐτὸ ἄνω καὶ κάτω· ὅπερ ἀδύνατον. οὐκ ἄρα ὑπάρχει τὸ πρός τι. εἰ δ’ ἄρα τὸ πρός τι ὑπάρχει, τὸ αὐτὸ ἔσται ἄνω καὶ κάτω. διὰ δὲ τοῦτο καὶ εἰ ἔστι λέγεται τὸ αὐτὸ κατὰ τὴν ὧς πρὸς ἄλλο <καὶ ἄλλο> σχέσιν ἄνω καὶ κάτω. τὸ αὐτὸ ἄρα χωρὶς ἑαυτοῦ γενήσεται, ὃ πάντων ἀτοπώτατον.
§462
Ἀλλ᾿ εἴπερ τὰ πρός τι ἀνύπαρκτά ἐστι, πάντως ἡ ἀπόδειξις τῶν πρός τι οὖσα ἀνύπαρκτος γενήσεται· τὰ δέ γε πρός τι δέδεικται ἀνύπαρκτα· καὶ ἡ ἀπόδειξις <ἄρα> τῶν ἀνυπάρκτων γενήσεται.
§463
Τὰ μὲν οὖν λεγόμενα εἰς τὸ μὴ εἶναι ἀπόδειξιν τοιαῦτά τινα καθέστηκεν· σκοπῶμεν δὲ καὶ τὸν ἀντικείμενον λόγον. οἴονται γὰρ οἱ δογματικοὶ [λόγοι] τῶν τὸν ἀξιοῦντα μὴ εἶναι ἀπόδειξιν αὐτὸν ὑφ’ αὑτοῦ περιτρέπεσθαι, καὶ δι’ ὧν ἀναιρεῖ ταύτην, διὰ τούτων αὐτὴν τὴν ὁρίζειν. ὅθεν καὶ ἀντικαθιστάμενοι τοῖς σκεπτικοῖς φασίν· ‟ὁ ὁ λέγων μηδὲν εἶναι ἀπόδειξιν ἤτοι ψιλῇ καὶ ἀναποδείκτῳ χρώμενος φάσει λέγει μηθὲν ὑπάρχειν ἀπόδειξιν, ἢ λόγῳ τὸ τοιοῦτον ἀποδεικνύς.
§464
καὶ εἰ μὲν ψιλῇ φάσει προσχρώμενος, οὐθεὶς αὐτῷ πιστεύσει τῶν τὴν ἀπόδειξιν παραδεχομένων, ψιλῇ φάσει χρωμένῳ, ἀλλὰ διὰ τῆς ἀντικειμένης ἐπισχεθήσεται φάσεως, εἰπόντος τινὸς εἶναι ἀπόδειξιν. εἰ δὲ ἀποδεικνύς τὸ μὴ εἶναι ἀπόδειξιν (τοῦτο γάρ φασιν), αὐτόθεν ὡμολόγησε τὸ εἶναι ἀπόδειξιν· ὁ γὰρ δεικνὺς λόγος τὸ μὴ εἶναι ἀπόδειξιν ἔστιν ἀπόδειξις τοῦ εἶναι ἀπόδειξιν.
§465
καὶ καθόλου ὁ κατὰ τῆς ἀποδείξεως λόγος ἤτοι ἀπόδειξίς ἐστιν ἢ οὐκ ἔστιν ἀπόδειξις· καὶ εἰ μὲν οὐκ ἔστιν ἀπόδειξις, ἄπιστός ἐστιν, εἰ δὲ ἔστιν ἀπόδειξις, ἀπόδειξις ἔστιν.”
§466
ἔνιοι δὲ καὶ οὕτω συνερωτῶσιν· ‟εἰ ἔστιν ἀπόδειξις, ἀπόδειξις ἔστιν· εἰ μὴ ἔστιν ἀπόδειξις, ἀπόδειξις ἐστιν. ἤτοι δὲ ἔστιν ἤ οὐκ ἔστιν ἀπό- δειξις· ἀπόδειξις ἄρα ἐστιν”. καὶ δὴ ἡ μὲν τῶν λημμάτων τοῦ λόγου τούτου παραμυθία προῦπτός ἐστιν. τό τε γὰρ πρῶτον συνημμένον τὸ ‟εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις” διαφορούμενον καθεστὼς ἀληθές ἐστιν· ἀκολουθεῖ γὰρ τῷ ἐν αὐτῷ πρώτῳ τὸ ἐν αὐτῷ δεύτερον, μὴ ἕτερον ὄν ἐκείνου. τό τε δεύτερον συνημμένον τὸ ‟εἰ μὴ ἔστιν ἀπόδειξις, ἐστιν ἀπόδειξις” πάλιν ὑγιές ἐστιν· τῷ γὰρ μὴ εἶναι ἀπόδειξιν. ἡγουμένῳ ὄντι, ἕπεται τὸ εἶναι ἀπόδειξιν·
§467
αὐτὸς γὰρ ὁ δεικνὺς λόγος τὸ μὴ εἶναι ἀπόδειξιν ἀποδεικτικὸς ὢν βεβαιοῖ τὸ εἶναι ἀπόδειξιν. τό τε διεζευγμένον τὸ ἤτοι δὲ ἔστιν ἀπόδειξις ἢ οὐκ ἔστιν ἀπόδειξις”, ἐξ ἀντικειμένων διεζευγμένον τοῦ τε εἷναι ἀπόδειξιν καὶ τοῦ μὴ εἶναι, ‘ὲν ὀφείλει ἔχειν ἀληθὲς καὶ διὰ τοῦτο εἶναι ἀληθές. ὥστε ἀληθῶν ὄντων τῶν λημμάτων συνεισάγεται καὶ ἡ ἐπιφορά.
§468
πάρεστι δὲ καὶ ἑτέρως διδάσκειν, ὅτι ἀκολουθεῖ αὐτοῖς. εἰ γὰρ τὸ διεζευγμένον ἀληθές ἐστιν ‘ὲν ἔχον ἐν αὐτῷ ἀληθές, ὁπότερον ἂν ἐκ τούτων ὑποθώμεθα ἀληθές, συνεισαχθήσεται καὶ ἡ ἐπιφορά. ὑποκείσθω δὲ πρῶτον τῶν ἐν αὐτῷ ἀληθὲς τὸ εἶναι ἀπόδειξιν. οὐκοῦν ἐπεὶ τοῦτο ἡγούμενόν ἐστιν ἐν τῷ πρώτῳ συνημμένῳ, ἀκολουθήσαι αὐτῷ τὸ λῆγον ἐν τῷ πρώτῳ συνημμένῳ· ἔληγε δέ γε τὸ ‟ἔστιν ἀπόδειξις”, ὅπερ ἦν καὶ ἐπιφορά. δοθέντος ἄρα τοῦ εἶναι ἀπόδειξιν ἀληθοῦς ἐν τῷ διεζευγμένῳ, ἀκολουθήσει ἡ τοῦ λόγου ἐπιφορά.
§469
ὁ δὲ αὐτὸς τῆς παραμυθίας τρόπος καὶ ἐπὶ τοῦ λειπομένου ἀξιώματος τοῦ μὴ εἶναι ἀπόδειξιν· ἡγεῖτο γὰρ καὶ τοῦτο ἐν τῷ δευτέρῳ συνημμένῳ <....> ἀκολουθοῦσαν τὴν τοῦ λόγου ἐπιφοράν.
§470
Τοιαύτης δὲ οὔσης τῆς τῶν δογματικῶν ἐνστάσεως σύντομός ἐστι καὶ ἡ πρὸς ταύτην τῶν σκεπτικῶν ἀπάντησις. λέξουσι γάρ· εἰ μὲν οὐκ ἐνδέχεται ἀποκρίνασθαι πρὸς τὴν πεῦσιν καθ’ ἣν ἐπεζήτουν, πότερον ἀπόδειξίς ἐστιν ὁ κατὰ τῆς ἀποδείξεως λόγος ἢ οὐκ ἀπόδειξις, ὀφείλουσι εὐγνωμονεῖν, εἰ μὴ ἔχουσι πρὸς ἄπορον οὕτω πεῦσιν ἀποκρίνασθαι.
§471
εἰ δὲ εὐχερές ἐστιν αὐτοῖς ὃ προστάττουσι τοῖς σκεπτικοῖς, ὧς εὐχερὲς ὂν ποιείτωσαν ἀποκρινόμενοι, πότερον ἀπόδειξιν εἶναι λέγουσι τὸν κατὰ τῆς ἀποδείξεως λόγον ἢ οὐκ ἀπόδειξιν. εἰ μὲν γὰρ οὔκ ἐστιν ἀπόδειξις, οὐκ ἐνέσται ἐξ αὐτοῦ διδάσκειν, ὅτι [οὐκ] ἐστιν ἀπόδειξις, οὐδὲ λέγειν, ὅτι οὗτός ἐστιν ὁ λόγος ἀπόδειξις, ὅτι [οὐκ] ἡ ἀπόδειξις· ὡμολογήκασι γὰρ αὐτὸν [τὸ] μὴ εἶναι εἰ δὲ ἀπόδειξίς ἐστι,
§472
πάντως ἀληθῆ ἔχει τὰ λήμματα καὶ τὴν ἐπιφοράν· σὺν γὰρ τῇ τούτων ἀληθότητι νοεῖται ἡ ἀπόδειξις. ἦν δέ γε ἐπιφορὰ αὐτοῦ τὸ μὴ εἶναι ἀπόδειξιν· ἀληθὲς ἄρα ἐστὶ τὸ μὴ εἶναι ἀπόδειξιν, καὶ τὸ ἀντικείμενον τούτω ψεῦδος, τὸ εἶναι ἀπόδειξιν. οὕτω γὰρ ἀποδεικτικὸν θέλοντες ἀποδεῖξαι τὸν κατὰ τῆς ἀποδείξεως λόγον, οὐ μᾶλλον αὐτὴν τιθέασιν ἢ ἀναιροῦσιν.
§473
ὅμως δὲ καὶ τοὺς σκεπτικοὺς ἂν δέῃ ὑπὲρ αὑτῶν ἀποκρίνασθαι, ἀσφαλῶς ἀποκρινοῦνται. φήσουσι γὰρ τὸν κατὰ τῆς ἀποδείξεως λόγον πιθανὸν εἶναι μόνον καὶ πρὸς τὸ παρὸν πείθειν αὐτοὺς καὶ ἐπάγεσθαι συγκατάθεσιν, ἀγνοεῖν δέ, εἰ καὶ αὗθις ἔσται τοιοῦτος διὰ τὸ πολύτροπον τῆς ἀνθρωπίνης διανοίας. οὕτω γὰρ γενομένης τῆς ἀποκρίσεως οὐδὲν ἔτι δυνήσεται λέγειν ὁ δογματικός. ἤ γὰρ τοῦτο διδάξει, ὅτι οὐκ ἔστιν ἀληθὴς ὁ κατὰ τῆς ἀποδείξεως κομιθεὶς λόγος, ἢ τοῦτο παραστήσει, ὅτι οὐ πείθει τὸν σκεπτικόν.
§474
ἀλλὰ τὸ μὲν πρῶτον δεικνὺς οὐ τῷ σκεπτικῷ μάχεται διὰ τὸ μηδὲ ἐκεῖνον διαβεβαιοῦσθαι περὶ τούτου τοῦ λόγου ὡς ἀληθοῦς, μόνον δὲ λέγειν, ὅτι πιθανός ἐστιν.
§475
τὸ δὲ δεύτερον ποιῶν προπετὴς γενήσεται, ἀλλότριον πάθος θέλων λόγῳ καταπαλαῖσαι· καθὰ γὰρ τὸν χαίροντα οὐθεὶς δύναται λόγῳ πεῖσαι, ὅτι οὐ χαίρει, καὶ τὸν λυπούμενον, ὅτι οὐ λυπεῖται, οὕτως οὐδὲ τὸν πειθόμενον, ὅτι οὐ πείθεται.
§476
πρὸς τούτοις, εἰ μὲν διισχυρίζοντο οἱ σκεπτικοὶ μετὰ συγκαταθέσεως περὶ τοῦ μηδὲν εἶναι ἀπόδειξιν, τάχα ἂν διετρέποντο ὑπὸ τοῦ διδάσκοντος. ὅτι ἔστιν ἀπόδειξις· νῦν δέ, ἐπεὶ ψιλὴν θέσιν λόγων ποιοῦνται τῶν κατὰ τῆς ἀποδείξεως χωρὶς τοῦ συγκατατίθεσθαι τούτοις, τοσοῦτον ἀπέχουσι τοῦ βλάπτεσθαι πρὸς τῶν τοὐναντίον κατασκευαζόντων ὡς ὠφελεῖσθαι μᾶλλον.
§477
εἰ γὰρ οἱ μὲν κατὰ τῆς ἀποδείξεως κομισθέντες λόγοι μεμενήκασιν ἀναντίρρητοι, οἱ δὲ εἰς τὸ εἶναι ἀπόδειξιν παραληφθέντες λόγοι πάλιν εἰσὶν ἰσχυροί, μήτε ἐκείνοις μήτε τούτοις προσθέμενοι τὴν ἐποχὴν ὁμολογῶμεν.
§478
κἄν συγχωρηθῇ δὲ ἀποδεικτικὸς εἶναι ὁ κατὰ τῆς ἀποδείξεως λόγος, οὐ διὰ τοῦτο ὠφελοῦνταί τι εἰς τὸ εἶναι ἀπόδειξιν οἱ δογματικοί, καθὼς ἤδη ὑπεμνήσαμεν· συνάγει γὰρ τὸ μὴ εἶναι ἀπόδειξιν, καὶ τούτου ἀληθοῦς ὄντος ψεῦδος γίνεται τὸ εἶναι ἀπόδειξιν. ναί, φασίν, ἀλλ᾿ ὁ συνάγων τὸ μὴ εἶναι ἀπόδειξιν ἀποδεικτικὸς ὢν ἑαυτὸν ἐκβάλλει.
§479
πρὸς ὃ ῥητέον, ὅτι οὐ πάντως ἑαυτὸν ἐκβάλλει. πολλὰ γὰρ καθ᾿ ὑπεξαίρεσιν λέγεται, καὶ ὡς τὸν Δία φαμὲν θεῶν τε καὶ ἀνθρώπων εἶναι πατέρα καθ᾿ ὑπεξαίρεσιν αὐτοῦ τούτου (οὐ γὰρ δή γε καὶ αὐτὸς αὑτοῦ ἦν πατήρ), οὕτω καὶ ὅταν λέγωμεν μηδεμίαν εἶναι ἀπόδειξιν, καθ᾿ ὑπεξαίρεσιν λέγομεν τοῦ δεικνύντος λόγου, ὅτι οὐκ ἔστιν ἀπόδειξις· μόνος γὰρ οὗτός ἐστιν ἀπόδειξις.
§480
κἂν αὐτὸν δὲ ἐκβάλλῃ, οὐ διὰ τοῦτο κυροῦται τὸ εἶναι ἀπόδειξιν. πολλὰ γάρ ἐστιν ἅπερ ὃ ἄλλα ποιεῖ, τοῦτο καὶ ἑαυτὰ διατίθησιν. οἷον ὡς τὸ πῦρ δαπανῆσαν τὴν ὕλην καὶ ἑαυτὸ συμφθείρει, καὶ ὃν τρόπον τὰ καθαρτικά, ἐξελάσαντα τῶν σωμάτων τὰ ὑγρά, καὶ αὑτὰ συνεκτίθησιν, οὕτω δύναται καὶ ὁ κατὰ τῆς ἀποδείξεως λόγος μετὰ τὸ πᾶσαν ἀπόδειξιν ἀνελεῖν καὶ ἑαυτὸν συμπεριγράφειν.
§481.1
καὶ πάλιν ὧς οὐκ ἀδύνατόν ἐστι τὸν διά τινος κλίμακος ἐφ’ ὑψηλὸν ἀναβάντα τόπον μετὰ τὴν ἀνάβασιν ἀνατρέψαι τῷ ποδὶ τὴν κλίμακα, οὕτως οὐκ ἀπέοικε τὸν σκεπτικόν, ὡς διά τινος ἐπιβάθρας τοῦ δεικνύντος λόγου τὸ μὴ εἶναι ἀπόδειξιν χωρήσαντα ἐπὶ τὴν τοῦ προκειμένου κατασκευήν, τότε καὶ αὐτὸν τοῦτον τὸν λόγον ἀνελεῖν.
§481.2
Ἀλλὰ γὰρ τοσαῦτα καὶ περὶ τῶν κατὰ τὸν λογικὸν τόπον ἐφόδων ἀπορήσαντες τὸ μετὰ τοῦτο καὶ ἐπὶ τὴν πρὸς τοὺς φυσικοὺς ζήτησιν χωρήσομεν.
Tap any Greek word to look it up