§1–34
§1
Τὴν πρὸς τοὺς ἀπὸ τῶν μαθημάτων ἀντίρρησιν κοινό- τερον μὲν διατεθεῖσθαι δοκοῦσιν οἵ τε περὶ τὸν Ἐπίκου- ρον (fr. 227 Us.) καὶ οἱ ἀπὸ τοῦ Πύρρωνος, οὐκ ἀπὸ τῆς αὐτῆς δέ διαθέσεως, ἀλλʼ οἱ μὲν περὶ τὸν Ἐπίκουρον ὡς τῶν μαθημάτων μηδέν συνεργούντων πρὸς σοφίας τελεί- ωσιν, ἤ, ὥς τινες εἰκάζουσι, τοῦτο προκάλυμμα τῆς ἑαυ- τῶν ἀταιδευσίας εἶναι νομίζοντες (ἐν πολλοῖς γὰρ ἀμα- θὴς Ἐπίκουρος (p. 89, 30 Us.) ἐλέγχεται, οὐδὲ ἐν ταῖς κοιναῖς ὁμιλίαις καθαρεύων),
§2
τάχα δέ καὶ διὰ τὴν πρὸς τοὺς περὶ Πλάτωνα καὶ Ἀριστοτέλη καὶ τοὺς ὁμοίους δυσμένειαν πολυμιαθεῖς γεγονότας· οὐκ ἀπέοικε δέ καὶ διὰ τὴν πρὸς Ναυσιφάνην (A 7 Diels) τὸν Πύρρωνος ἀκουστὴν ἔχθραν· πολλοὺς γὰρ τῶν νέων συνεῖχε καὶ τῶν μαθημάτων σπουδαίως ἐπεμελεῖτο, μάλιστα δέ ῥη- τορικῆς·
§3
γενόμενος οὖν τούτου μαθητὴς ὁ Ἐπίκουρος ὑπὲρ τοῦ δοκεῖν αὐτοδίδακτος εἶναι καὶ αὐτοφυὴς φιλό- σοφος ἠρνεῖτο ἐκ παντὸς τρόπου, τήν τε περὶ αὐτοῦ φήμην ἐξαλείφειν ἔσπευδε, πολύς τε ἐγίνετο τῶν μαθη- μάτων κατήγορος, ἐν οἷς ἐκεῖνος ἐσεμνύνετο.
§4
φησὶ (fr. 114 Us.) γοῦν ἐν τῇ πρὸς τούς ἐν Μυτιλήνῃ φιλο- σόφους ἐπιστολῇ ‘οἶμαι δὲ ἔγωγε τοὺς βαρυστόνους καὶ μαθητήν με δόξειν τοῦ πλεύμονος εἶναι, μετὰ μειρακίων τινῶν κραιπαλώντων ἀκούσαντα ʼ, νῦν πλεύμονα καλῶν τὸν Ναυσιφάνην ὡς ἀναίσθητον· καὶ πάλιν προβὰς πολλά τε κατειπὼν τἀνδρὸς ὑπεμφαίνει τὴν ἐν τοῖς μαθήμασιν αὐτοῦ προκο | πὴν λέγων ‘καὶ γὰρ πονηῥὸς ἄνθρωπος ἧν καὶ ἐπιτετηδευκὼς τοιαῦτα ἐξ ὧν οὐ δυνατὸν εἰς σοφίαν ἐλθεῖνʼ, αἰνισσόμενος τὰ μαθήματα.
§5
πλὴν ὁ μὲν Ἐπίκου- ρος, ὡς ἄν τις εἰκοβολῶν εἴποι, ἀπὸ τοιούτων τινῶν ἀφορμῶν πολεμεῖν τοῖς μαθήμασιν ἠξίου, οἱ δέ ἀπὸ Πύρρωνος οὔτε διὰ τὸ μηδέν συνεργεῖν αὐτὰ πρὸς σοφίαν, δογματικὸς γὰρ ὁ λόγος, οὔτε διὰ τὴν προσοῦσαν αὐτοῖς ἀπαιδευσίαν· σὺν γὰρ τῷ πεπαιδεῦσθαι καὶ πολυπειροτέ- ρους παρὰ τοὺς ἄλλους ὑπάρχειν φιλοσόφους ἔτι καὶ 〈ἀ〉διαφόρως ἔχουσι πρὸς τὴν παρὰ τοῖς πολλοῖς δόξαν·
§6
καὶ μὴν οὐδέ δυσμενείας χάριν τῆς πρός τινας (μακρὰν γὰρ αὐτῶν τῆς πραότητός ἐστιν ἡ τοιαύτη κακία)· ἀλλὰ τοι- οῦτόν τι ἐπὶ τῶν μαθημάτων παθόντες ὁποῖον ἐφʼ ὅλης ἔπαθον τῆς σοφίας. καθὰ γὰρ ἐπὶ ταύτην ἦλθον πόθῳ τοῦ τυχεῖν τῆς ἀληθείας, ἰσοσθενεῖ δέ μάχῃ καὶ ἀνω- μαλία τῶν πραγμάτων ὑπαντήσαντες ἐπέσχον, οὕτω καὶ ἐπὶ τῶν μαθημάτων ὁρμήσαντες ἐπὶ τὴν ἀνάληψιν αὐτῶν, ζητοῦντες καὶ τὸ ἐνταῦθα μαθεῖν ἀληθές, τὰς δέ ἴσας εὑρόντες ἀπορίας, οὐκ ἀπεκρύψαντο.
§7.1
διόπερ καὶ ἡμεῖς τὴν αὐτὴν τούτοις ἀγωγὴν μεταδιώκοντες πειρασόμεθα χωυρὶς φιλονεικίας τὰ πραγματικῶς λεγόμενα πρὸς αὐτὰ ἐπιλεξάμενοι θεῖναι.
§7.2
Τὸ μέν οὖν διδάσκειν ἀπὸ τίνος ἐγκύκλια προσηγόρευ- ται μαθήματα καὶ πόσα τὸν ἀριθμόν ἐστι, περιττὸν ἡγοῦμαι, ἱκανὴν ἤδη τὴν περὶ τούτων ἔχοντας σιν γινομένης ἡμῖν τῆς διδασκαλίας.
§8
ὃ δέ ἐστιν ἀναγκαῖον ἐπὶ τοῦ παρόντος, ὑποδεικτέον ὅτι τῶν λεγομένων πρὸς τὰ μαθήματα τὰ μὲν καθολικῶς λέγεται πρὸς πάντα τὰ μαθήματα, τὰ δὲ ὡς πρὸς ἕκαστα, καὶ καθολικώτερον μέν τὸ περὶ τοῦ μηδὲν εἶναι μάθημα, ἰδιαίτερον δέ πρὸς μέν γραμματικούς, εἰ τύχοι, περὶ τῶν τῆς λέξεως στοι | χείων, πρὸς δέ γεωμέτρας περὶ τοῦ μὴ δεῖν ἐξ ὑπσθέσεως λαμ- βάνειν τὰς ἀρχάς, πρὸς δέ μουσικοὺς περὶ τοῦ μηδὲν εἶναι φωνὴν μηδὲ χρόνον. ἴδωμεν δὲ τάξει πρῶτον τὴν καθολικωτέραν ἀντίρρησιν.
§9
Τὴν μὲν οὖν γενομένην παρὰ τοῖς φιλοσόφοις περὶ μαθήσεως διαφωνίαν πολλὴν καὶ ποικίλην οὖσαν οὐ τοῦ παρόντος ἐστὶ καιροῦ ἐπικρίνειν ἀπόχρη δὲ παραστῆσαι ὡς εἴπερ ἔστι τι μάθημα καὶ τοῦτο ἀνυστὸν ἀνθρώπῳ, τέσσαρα δεῖ προομολογήσασθαι, τὸ διδασκόμενον πρᾶγμα, τὸν διδάσκοντα, τὸν μανθάνοντα, τὸν τρόπον τῆς μαθή- σεως. οὔτε δὲ τὸ διδασκόμενον ἔστιν οὔτε ὁ διδάσκων οὔτε ὁ μανθάνων οὔτε ὁ τρόπος τῆς μαθήσεως, καθάπερ ὑποδείξομεν. οὐκ ἄρα ἔστι τι μάθημα.
§10
Καὶ δὴ περὶ τοῦ πρώτου λέγοντες πρῶτόν φαμεν ὡς εἴπερ διδάσκεταί τι, ἤτοι τὸ ὄν τῷ εἶναι διδάσκεται ἢ τὸ μὴ ὄν τῷ μὴ εἶναι. οὔτε δὲ τὸ ὄν τῷ εἶναι διδάσκεται οὔτε τὸ μὴ ὄν τῷ μὴ εἶναι, καθάπερ παραστήσομεν· οὐκ ἄρα διδάσκεταί τι. καὶ δὴ τὸ μὴ ὄν τῷ μὴ εἶναι οὐκ ἂν διδάσκοιτο· εἰ γὰρ διδάσκεται, διδακτόν ἐστι, διδακτὸν δὲ καθεστὼς τῶν ὄντων γενήσεται,
§11
καὶ διὰ τοῦτο ἔσται μὴ ὄν τε καὶ ὄν· οὐχὶ δέ γε δυνατόν ἐστι τὸ αὐτὸ καὶ ὄν τε καὶ μὴ ὂν ὑπάρχειν; οὐκ ἄρα τὸ μὴ) ὂν τῷ μὴ εἶναι διδάσκεται. τῷ τε μὴ ὄντι οὐδὲν συμβέβηκεν, ᾧ δὲ μηδὲν συμβέβηκεν, οὐδὲ τὸ διδάσκεσθαι συμβήσεται· ἕν γάρ τι ἦν τῶν συμβεβηκότων καὶ τὸ διδάσκεσθαι τοίνυν οὐδὲ ταύτῃ διδακτόν ἐστι τὸ μὴ ὄν.
§12
καὶ μὴν τὸ διδασκόμενον φαντασίαν κινοῦν εἰς μάθησιν ἡμῖν ἔρχεται, τὸ δέ μὴ ὂν ἀδυνατοῦν φαντασίαν κινεῖν οὐδὲ διδακτόν ἐστιν. ἔτι δέ οὐδʼ ὡς ἀληθὲς τὸ μὴ ὄν ἐστιν. οὔτε γὰρ τῶν μὴ ὄντων ἐστὶ τἀληθές οὕτε τι ἀληθές ὡς μὴ ὄν διδακτόν. ἐστιν. εἰ δὲ καὶ μηδὲν ἀληθές, εἴπερ διδακτόν ἐστιν, τῶν γὰρ ὄντων ἐστὶ τὸ ἀληθές, ἀδίδακτον ἄρα τὸ μὴ ὄν. μηδʼ ἀληθές διδάσκεται.
§13
εἰ δέ μηδὲν ἀληθὲς διδάσκε- ται, πᾶν τὸ διδασκόμενον ψεῦδός ἐστιν· ὅπερ ἀλογώτατον ὑπάρχει. οὐ τοίνυν τὸ μ ὂν διδάσκεται. ἤτοι γὰρ τὸ διδασκόμενον ψεῦδός ἐστιν ἢ ἀληθές. ἀλλὰ ψεῦδος μὲν ἀλογώτατον, τὸ δὲ ἀληθὲς ὂν ὑπῆρχεν. οὐκ ἄρα τὸ μὴ ὂν διδακτόν.
§14
καὶ μὴν οὐδὲ τὸ ὂν τῷ εἶναι διδακτόν ἐστιν, ἐπειδήπερ τῶν ὄντων πάσι φοαινομένων ἐπʼ ἴσης πάντα ἔσται διδακτά. ᾧ ἀκολουθ ήσει τὸ μηδὲν εἶναι διδακτόν· δεῖ γὰρ ὑποκεῖσθαί τι ἐδίδακτον, ἵνα ἐκ τοῦ γινωσκομέ - νοῦ γένηται ἡ τούτου μάθησις. τοίνυν οὐδὲ τὸ ὄν τῷ εἶναι διδάσκεται.
§15
Ὁ δὲ ὅμοιος τῆς ἀπορίας γενήσεται τρόπος καὶ πρὸς τοὺς ἐροῦντας τὸ οὐ τι ὂν ἢ τὶ διδάσκεσθαι. εἰ γὰρ τὸ οὖ τι ὂν διδάσκοιτο, ἔσται ᾗ διδάσκεται τί, καὶ διὰ τοῦτο 〈τὸ〉 αὐτὸ τἀναντία οὔτι καὶ τὶ ἔσται, ὅπερ ἦν τῶν ἀδυνάτων. τῷ τε οὔτινι οὐδὲν συμβέβηκεν, διὸ οὐδὲ τὸ διδάσκεσθαι· καὶ γὰρ τοῦτο τῶν συμβεβηκότων ἐστίν.
§16
οὐ τοίνυν τὸ οὔτι διδάσκεται. κατὰ δὲ τὴν αὐτὴν ἀναλογίαν καὶ τὸ τὶ τῶν ἀδιδάκτων γενήσεται· εἰ γὰρ διὰ τοῦτο διδακτὸν ἔσται ὅτι ἔστιν, οὐδὲν ἀδίδακτον ἔσται, ᾧ ἕπεται τὸ μηδὲν εἶναι διδακτόν.
§17
καὶ μὴν εἰ διδάσκεται 〈τὸ〉 τί, ἤτοι διὰ τῶν οὐτινῶν διδαχθήσεται ἢ διὰ τῶν τινῶν. ἀλλὰ διὰ μέν τῶν οὐτινῶν οὐχ οἷόν τε διδαχθῆναι ἀν- υπόστατα γάρ ἐστι τῇ διανοία ταῦτα κατὰ τούς ἀπὸ τῆς στοᾶς (fr. II 330 Arn.). λείπεται οὖν διὰ τῶν τινῶν γίνεσθαι τὴν μάθησιν.
§18
ὃ πάλιν ἄπορόν ἐστιν· ὥσπερ γὰρ αὐτὸ τὸ διδασκόμενον κατὰ τοῦτο διδάσκεται καθὸ τί ἐστιν, οὕτως ἐπεὶ καὶ τὰ ἐξ ὧν ἡ μάθησις τινά ἐστι, 〈πάντα〉 γενήσεται διδακτά. καὶ ταύτῃ μηδενὸς ὄντος 〈ἀ 〉διδάκτου ἀναιρεῖται ἡ μάθησις.
§19
Ἄλλως τε, ἐπεὶ τῶν τινῶν τὰ μέν ἐστι σώματα τὰ δὲ ἀσώματα, δεήσει τὰ διδασκόμενα τινὰ ὄντα ἤτοι σώ- ματα εἶναι ἀσώματα· οὔτε δέ σώματα δύναται ὑπ- άρχειν οὔτε ἀσώματα, ὡς παραστήσομεν· οὐκ ἄρα ἔστι τινὰ διδασκόμενα.
§20
Τὸ μὲν οὖν σῶμα, καὶ μιάλιστα κατὰ τοὺς Στωικούς (cf. fr. II 170 Arn.), οὐκ ἄν εἴη τῶν διδακτῶν δεῖ γὰρ τὰ διδασκόμενα λεκτὰ τυγχάνειν, τὰ δέ σώματα οὐκ ἔστι λεκτά, διόπερ οὐ διδάσκεται. εἴπερ δέ τὰ σώματα μήτε αἰσθητά ἐστι μήτε νοητά, δῆλον ὡς οὐδὲ διδακτὰ γενήσε- ται. αἰσθητὰ μὲν οὖν οὐκ ἔστιν, ὡς ἐκ τῆς ἐννοίας αὐτῶν συμφανές.
§21
εἰ γὰρ σύνοδός ἐστι κατὰ ἀθροισμὸν μεγέθους καὶ σχήματος καὶ ἀντιτυπίας τὸ σῶμα, ὥς φησιν Ἐπί- κουρος (cf. fr. 275 Us.), ἢ τὸ τριχῇ διαστατόν, τουτέστι τὸ ἐκ μήκους καὶ πλάτους καὶ βάθους, καθάπερ οἱ μαθη- ματικοὶ λέγουσιν, ἢ τὸ τριχῇ διαστατὸν μετὰ ἀντιτυπίας, ὡς πάλιν ὁ Ἐπίκουρος, ἵνα τούτῳ διορίζῃ τοῦ κενοῦ ἢ ὄγκος ἀντίτυπος, ὡς ἄλλοι, ὅπως δʼ ἂν ἔχῃ,
§22
ἐπεὶ κατὰ σύνοδον πολλῶν ἰδιωμάτων νοεῖται, ἡ δέ πλειόνων ἐπισύνθεσις οὐχ ἁπλῆς τινος καὶ ἀλόγου αἰσθήσεώς ἐστιν ἔργον ἀλλὰ λογικῆς διανοίας [εἰ δὲ λογικῆς διανοίας], οὐκ ἔσται τῶν αἰσθητῶν τὸ σῶμα.
§23
κἂν αἰσθητὸν δὲ[ πάλιν ]αὐτὸ ὑποθώμεθα, πάλιν ἐστὶν ἀδίδακτον. τὸ γὰρ αἰσθητὸν πάλιν, ᾖ αἰσθητόν ἐστιν, οὐ διδάσκεται· οὐδεὶς γὰρ λευ- κὸν ὁρᾶν μανθάνει, οὐδὲ γλυκέος γεύεσθαι, οὐδὲ θερμοῦ ἅπτεσθαι, οὐκ εὐώδους ὀσφραίνεσθαι, ἀλλʼ ἔστι ταῦτα τῶν ἀδιδάκτων καὶ φυσικῶς ἡμῖν προσόντων.
§24
λείπεται οὖν νοητόν τε λέγειν τὸ σῶμα καὶ ταύτῃ διδακτόν. ὅπως δʼ ἂν ἀληθὲς εἴη, σκοπῶμεν. εἴ γὰρ μήτε μῆκός ἐστι κατ’ ἰδίαν τὸ σῶμα μήτε πλάτος ἢ βάθος, τὸ δέ ἐξ ἀπάντων νοούμενον, ἀνάγκη πάντων ἀσωμάτων ὄντων καὶ τὸ ἐξ αὐτῶν συστὰν ἀσώματον νοεῖν καὶ οὐ σῶμα, διὰ δέ τοῦτο καὶ ἀδίδακτον,
§25
πρὸς τῷ τὸν νοοῦντα τὸ ἐκ τούτων συν- εστὼς σῶμα πρότερον ὀφείλειν αὐτὰ ταῦτα νοεῖν, ἵνα κἀκεῖνο δυνατὸν ᾖ νοεῖν. ἢ γὰρ περιπτωτικῶς αὐτὰ νοήσει κατὰ μετάβασιν ἀπὸ περιπτώσεως. οὔε δέ περι- πτωτικῶς· ἀσώματα γάρ ἐστι, καὶ τῶν ἀσωμάτων οὐκ ἀντιλαμβανόμεθα περι|πτωτικῶς, ἀεὶ κατὰ θίξιν γινομέ- νης τῆς περὶ τὴν αἴσθησιν ἀντιλήψεως. καὶ μὴν οὐδὲ κατὰ μετάβασιν ἀπὸ περιπτώσεως, τῷ μηδὲν ἔχειν αἰσθητὸν ἀφʼ οὗ μετιών τις ποιήσεται τούτων ἐπίνοιαν. τοίνυν οὐδὲ τὰ ἐξ ὧν τὸ σῶμα νοεῖν δυνάμενοι πάντως οὐδέ διδάσκειν τοῦτο ἰσχύσομεν.
§26
Ἀλλὰ περὶ μὲν τῆς τοῦ σώματος νοήσεως τε καὶ ὑπο- στάσεως ἐν τοῖς σκεπτικοῖς (PH III 38 sq.) ὑπεμνήσαμεν ἀκριβέστερον· νυνὶ δὲ ἀποστάντες τούτων τῶν ἐλέγχων ἐκεῖνο λέγωμεν ὅτι τῶν σωμάτων κατὰ τὸ ἀνωτάτω διττή τίς ἐστι διαφορά· τὰ μέν γὰρ αὐτῶν αἰσθητὰ καθ- έστηκε τὰ δὲ νοητά. καὶ εἰ τὸ διδασκόμενόν ἐστι σῶμα. πάντως ἤτοι νοητόν ἐστιν ἢ αἰσθητόν.
§27.1
ἀλλʼ οὔτε αἰσθητὸν εἶναι δύναται διὰ τὸ πᾶσιν ἐπʼ ἴσης ὀφείλειν φαίνεσθαι καὶ πρόδηλον ὑπάρχειν, οὔτε νοητὸν διὰ τὸ ἀδηλεῖσθαι καὶ οὐτὸ τοῦτο ἀνεπικρίτως διαφωνεῖσθσι παρὰ πᾶσι τοῖς φιλοσόφοις, τῶν μέν ἄτομον τοῦτο λεγόντων ὑπ- άρχειν τῶν δὲ τμητόν, καὶ τῶν τμητὸν φαμένων εἶνσι ἐνίων μέν εἰς ἄπειρον τέμμινεσθαι τοῦτο ἀξιούντων, ἐνίων δὲ εἰς ἐλάχιστον καὶ ἀμερὲς καταλήγειν. οὐκ ἄρα δι- δακτόν ἐστι τὸ σῶμα.
§27.2
Καὶ μὴν οὐδὲ τὸ ἀσώματον.
§28.1
πᾶν γὰρ καὶ ὁποῖον ἄν τις ἀσώματον λέγῃ διδάσκεσθαι, ἐάν τε τὴν Πλατωνικὴν ἰδέαν, ἐάν τε τὸ παρὰ τοῖς Στωικοῖς λεκτόν, ἐάν τε τόπον ἢ κενὸν ἢ χρόνον ἢ ἄλλο τι τῶν τοιούτων, ἵνα μηδὲν προπετές περὶ τῆς ὑποστάσεως αὐτῶν λέγωμεν, μηδʼ ἑτέρας σκέψεις ἐν ἑτέραις διεξοδεύωμεν παριστάντες τὸ ἀνυπόστατον ἑκάστου, [ὃ] προδήλως μέν ἐπιζητεῖται καὶ (Homeri vita Ηerodotea § 11)
§28.2
ἔς τʼ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ ζητήσεται παρὰ τοῖς δογματικοῖς, τῶν μέν εἶναι ταῦτα διαβεβαιουμένων, τῶν δὲ μὴ εἶναι, τῶν δὲ ἐπεχόντων· τὸ δὲ τὰ ἔτι ἐπίδικα καὶ ἐν μετεώροις ἀμφισβητήσεσι κεί- μενα | ὡς σύμφωrα καὶ ὁμόλογα διδάσκεσθαι λέγειν τῶν ἀτόπων ἐστίν.
§29.1
Εἰ οὖν τῶν ὄντων τὰ μέν ἐστι σώματα τὰ δὲ ἀσώ- ματα, δέδεικται δὲ οὐδέτερα τούτων διδασκόμενα, οὐδὲν διδάσκεται.
§29.2
Ἐπιχειρητέον δὲ καὶ οὕτως. εἰ διδάσκεταί τι, ἤτοι ἀληθές ἐστιν ἢ ψεῦδος. οὔτε δὲ ψεῦδος διδακετόν ἐστιν, ὡς αὐτόθεν ὁμόλογον, οὔτε ἀληθές τὸ γὰρ ἀληθὲς ἄπο- ρον, ὡς ἐν τοῖς σκεπτικοῖς ὑπομνήμασι δέδεικται, καὶ τῶν ἀπόρων οὐκ ἔστι μάθησις.
§30.1
οὐκ ἄρα ἔστι τι τὸ διδασκό- μενον. καθόλου τε, εἰ διδάσκεταί τι, ἤτοι τεχνικόν ἐστιν ἢ ἄτεχνον. καὶ ἄτεχνον μὲν ὄν οὐκ ἔστι διδακτόν, τεχνι- κὸν δέ εἴπερ καθέστηκεν, αὐτόθεν μὲν φαινόμενον οὔτι τεχνικόν ἐστιν οὕτε διδακτόν, ἄδηλον δέ καθεστὼς διὰ τὸ ἀδηλεῖσθαι πάλιν ἐστὶν ἀδίδακτον. 〈οὐκ ἄρα ἔστι τι τὸ διδασκόμενον.〉
§30.2
Ὧι συναναιρεῖται καὶ ὁ διδάσκων διὰ τὸ μὴ ἔχειν ὃ διδάξει [ᾗ ἄδηλόν ἐστιν ], ὅ τε μανθάνων διὰ τὸ μὴ ἔχειν ὅ μάθῃ. ὅμως δʼ οὖν καὶ περὶ ἑκατέρου τούτων κατʼ ἰδίαν ἐπελθόντες ἀπορήσομεν.
§31
Εἰ γὰρ ἔστι τις τούτων, ἤτοι ὁ ἄτεχνος τὸν ὁμοίως ἄτεχνον διδάξει ἢ ὁ τεχνίτης τὸν ὁμοίως τεχνίτην ἢ ὁ ἄτεχνος τὸν τεχνίτην ἢ ἀνάπαλιν. οὔτε δέ ὁ ἄτεχνος τὸν ἄτεχνον δύναται διδάσκειν, ὡς οὐδὲ ὁ τυφλὸς τὸν τυφλὸν ὁδηγεῖν, οὔτε ὁ τεχνίτης τὸν ὁμοίως τεχνίτην οὐδέτερος γὰρ αὐτῶν ἐδεῖτο μαθήσεως, καὶ οὐ μιᾶλλον οὗτος ἐκείνου ἢ ἐκεῖνος τούτου χρείαν ἔχει πρὸς τὸ μανθάνειν, τοῖς ἴσοις περιουσιαζόμενοι.
§32
οὔτε ὁ ἄτεχνος τὸν τεχνίτην· ὅμοιον γὰρ ὡς εἴ τις λέγοι τὸν βλέποντα ὑπὸ τοῦ πεπηρωμένου ὁδη- γεῖσθαι. καὶ γὰρ ὁ ἄτεχνος πρὸς τὰ τεχνικὰ τῶν θεω- ρημάτων πεπηρωμένος οὐκ ἂν δύναιτό τινα διδάσκειν ἂ μηδὲ τὴν ἀρχὴν οἶδεν, καὶ ὁ τεχνίτης διαβλέπων ἐν τοῖς τεχνικοῖς θεωρήμασι καὶ γνῶσιν αὐτῶν ἐσχηκὼς οὐ δεή- σεται τοῦ διδάξοντος.
§33
λείπεται οὖν τὸν τεχνίτην τοῦ ἀτέχνου διδάσκαλον εἶναι λέγειν. ὃ τῶν προτέρων ἐστὶν ἀτοπώτερον· ὅ τε γὰρ τεχνίτης συνηπόρηται ἡμῖν τοῖς τῆς τέχνης θεωρήμασιν ἐν τῷ σκεπτικῷ τόπῳ (PH) III 259), ὅ τε ἄτεχνος οὔτε ὅτε ἐστὶν ἄτεχνος δύναται γενέ- σθαι τεχνίτης, οὔτε ὅτε ἐστὶ τεχνίτης ἔτι γίνεται τεχνίτης ἀλλʼ ἔστιν.
§34
ἄτεχνος μὲν γὰρ ὢν ὅμοιός ἐστι τῷ ἐκ γενετῆς τυφλῷ ἢ κωφῷ, καὶ ὃν τρόπον οὗτος οὐδέποτε ἢ εἰς χρωμάτων εἰς φωνῶν ἐλθεῖν ἔννοιαν πέφυκεν, οὕτως οὐδὲ ὁ ἄτεχνος, ἐφʼ ὅσον ἐστὶν ἄτεχνος, τετυ- φλωμένος καὶ κεκωφωμένος πρὸς τὰ τεχνικὰ θεωρή- ματα οὔτε ἰδεῖν οὔτε ἀκοῦσαί τι τούτων οἷός τε ἐστίν τεχνίτης δὲ γενόμενος οὐκέτι διδάσκεται ἄλλὰ δεδί- δακται.
§35–67
§35
Μετακτέον δέ τὰς ἀπορίας ἐκ τῶν περὶ μεταβολῆς καὶ πάθους γενέσεως τε καὶ φθορᾶς προεγκεχειρισμένων ἡμῖν ἐν ταῖς πρὸς τοὺς φυσικοὺς ἀντιρρήσεσι (M IX 195 et X 310). τὰ δέ νῦν συγχωρήσαντες τοῖς ἀπὸ τῶν μα- θημάτων εἶναί τι τὸ διδασκόμενον πρᾶγμα καὶ εἶναί τινα τὸν ὑφηγούμενον, ὡσαύτως δέ καὶ τὸν μιανθά- νοντα, τὸ μετὰ τοῦτο ἀπαιτῶμεν τὸν τρόπον τῆς μα- θήσεως.
§36
Ἢ γὰρ ἐναργείᾳ γίνεται ἢ λόγῳ τὰ τῆς διδασκαλίας. ἀλλὰ τούτων ἡ μὲν ἐνάργεια τῶν δεικτῶν ἐστί, τὸ δὲ δεικτὸν φαινόμενον, τὸ δέ φαινόμενον, ᾗ φαίνεται, κοινῶς πᾶσι ληπτόν, τὸ δὲ κοινῶς πᾶσι ληπτὸν ἀδίδακτον· οὐκ ἄρα τὸ ἐναργείᾳ δεικτὸν διδακτόν. ὁ δὲ λόγος ἤτοι σημαίνει ἢ οὐ σημαίνει.
§37
καὶ μηδὲν μὲν σημαίνων οὐδὲ διδάσκαλός τινός ἐστι, σημαίνων δὲ ἤτοι φύσει τι ση- μαίνει ἢ θέσει. καὶ φύσει μέν οὐ σημαίνει διὰ τὸ μὴ πάντας πάντων ἀκούειν, Ἕλληνας βαρβάρων καὶ βαρβά- ρους Ἑλλήνων ἢ Ἕλληνας Ἑλλήνων ἢ βαρβάρους βαρβά- ρων θέσει δὲ εἴπερ σημαίνει,
§38.1
δῆλον ὡς οἱ μέν προ- κατειληφότες τὰ καθʼ ὧν αἱ λέξεις κεῖνται καὶ ἀντι- λήψονται τούτων, οὐ τὸ ἀγνοούμενον ἐξ αὐτῶν διδα σκό- μενοι, τὸ δʼ ὅπερ ἤδεισαν ἀνανεούμενοι, οἱ δὲ χρῄζυντες τῆς τῶν ἀγνοουμένων μαθήσεως οὐκέτι.
§38.2
Εἰ οὖν οὔτε τὸ διδασκόμενον ἔστιν οὔτε ὁ διδάσκων οὔτε ὁ μανθάνων οὔτε ὁ τρόπος τῆς μαθήσεως, δῆλον ὡς οὐδέ μάθημα, οὐδέ ὁ μαθήματος προεστώς.
§39
ἀλλʼ ἐπεὶ οὐ καθολικὴν μόνον πρὸς πάντας τοὺς μαθηματικοὺς ὑπεσχόμεθα ποιήσασθαι τὴν ἀντίρρησιν ἀλλὰ καὶ εἰδικω- τέραν πρὸς ἕκαστον, ὑποτιθέμενοι τὸ εἶναί τι μάθημα καὶ δυνατὴν ὑπάρχειν τὴν μάθησιν, σκοπῶμεν εἰ καὶ τὸ ἑκάστου μαθήματος ἐπάγγελμα δυνατόν ἐστι, λαμβάνον- τες πρὸς τοὺς ἐλέγχους μὴ πάντα τὰ παρὰ τοῖς ἐλεγχομέ- νοις λεγόμενα (τοῦτο γὰρ σὺν τῷ περισκελές καὶ ἀμέθοδον εἷναι τάχα καὶ ἀδύνατόν ἐστι),
§40
μήτε δʼ ἐκ πάντων τὰ ὁποιαοῦν (τοῦτο γὰρ ἴσως οὐδὲ καθικνεῖται αὐτῶν), ἀλλὰ τὰ ὧν ἀναιρουμένων συναναιρεῖται πάντα. καὶ ὃν τρόπον οἱ πόλιν λαβεῖν σπεύδοντες ἐκείνων μάλιστα ἐγκρατεῖς γίνεσθαι σπουδάζουσιν ὧν ἁλόντων καὶ ἡ πόλις ἑάλωκεν, οἷον τείχη καθαιροῦντες ἢ στόλον ἐμπιπράντες ἢ τὰς εἰς τὸ ζῆν ἀφορμὰς ἀποκλείοντες, οὕτω καὶ ἡμεῖς τοῖς ἀπὸ τῶν μαθημάτων διαγωνιζόμενοι τὸ αὐτὸ πειράζωμεν ἐξ ὧν αὐτοῖς σώζεται τὰ πάντα, οἷον ἢ ἀρχὰς ἢ τὰς ἐκ τῶν ἀρχῶν καθολικὰς μεθόδους ἢ τὰ τέλη ἐν τούτοις γὰρ ἢ ἐκ τούτων συνίσταται πᾶν μάθημα.
§41
Ἀρχέτω δὲ ἡμῖν εὐθὺς ἡ πρὸς τοὺς γραμματικοὺς ζήτησις, πρῶτον μὲν ἐπείπερ ἀπὸ νηπιότητος σχεδὸν καὶ ἐκ πρώτων σπαργάνων γραμματικῇ παραδιδόμεθα, ἔστι δὲ αὕτη οἷον ἀφετήριόν τι πρὸς τὴν τῶν ἄλλων μάθησιν, εἶθʼ ὅτι παρὰ πάσας θρασύνεται τὰς ἐπιστήμας, σχεδόν τι τὴν τῶν Σειρήνων ὑπόσχεσιν ὑπισχνουμένη.
§42
ἐκεῖναι μὲν γὰρ εἰδυῖαι ὅτι φύσει φιλομαθής ἐστιν ἄνθρωπος καὶ πολὺς αὐτῷ κατὰ στέρνων τῆς ἀληθείας ἵμερος ἐντέτη- κεν, οὐ μόνον θεσπεσίοις μέλεσι κηλήσειν τοὺς παρα- πλέοντας ὑπισχνοῦνται ἀλλὰ καὶ τὰ ὄντα αὐτοὺς διδάξειν· φασὶ γὰρ (μ 184— 191) δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν, νῆα κατάστησον, ἵνα νωιτέρην ὄπʼ ἀκούσῃς. οὐ γάρ πώ τις τῇδε παρέπλω νηὶ μελαίνῃ πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκούση, ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς. ἴδμεν γὰρ τοι πάνθʼ ὅσ’ ἑνὶ Τροίῃ εὐρείῃ Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν, ἴδμεν δʼ ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ. ἡ δέ γραμματική,
§43
σὺν τῷ τὰ ἐκ τῶν μύθων τε καὶ ἱστο- ριῶν λόγῳ διορίζειν καὶ τὸ περὶ τὰς διαλέκτους καὶ τεχνο- λογίας καὶ ἀναγνώσεις πραγματικὸν αὐχοῦσα, πολὺν ἑαυ- τῆς ἐργάζεται τοῖς ἀκούουσι πόθον. ἀλλʼ ἵνα μὴ παρὰ θύραν πλανᾶσθαι δοκῶμεν, ὑποδεικτέον πόσαι τέ εἰσι γραμματικαὶ καὶ περὶ τίνος αὐτῶν πρόκειται ζητεῖν.
§44
Γραμματικὴ τοίνυν λέγεται κατὰ ὁμωνυμίαν κοινῶς τε καὶ ἰδίως, καὶ κοινῶς μὲν ἡ τῶν ὁποιωνδηποτοῦν γραμ- μάτων εἴδησις, ἐάν τε Ἑλληνικῶν ἐάν τε βαρβαρικῶν, ἣν συνήθως γραμματιστικὴν καλοῦμεν, ἰδιαίτερον δὲ ἡ ἐντε- λὴς καὶ τοῖς περὶ Κράτητα τὸν Μαλλώτην (F 16 Mette) Ἀριστοφάνην τε καὶ Ἀρίσταρχον ἐκπονηθεῖσα.
§45
δοκεῖ δὲ τούτωον ἑκατέρα καὶ ἀπό τινος ἐτύμου φεριυνύμως προσ- ηγορεῦσθαι. ἡ μὲν γὰρ πρώτη ἀπὸ τῶν γραμμάτων οἷς σημειούμεθα τὰς ἐνάρθρους φωνάς, ἡ δέ δευτέρα τάχα μέν, ὥς τινες ἠξιώκασι, διατακτικώτερον ἀπὸ τῆς πρώ- της· μοῖρα γάρ ἐστιν αὐτῆς, καὶ ὃν τρόπον ἡ ἰατρικὴ εἴρηται μὲν τὸ παλαιὸν ἀπὸ τῆς τῶν ἰῶν ἐξαιρέσεως, ἐπικατηγορεῖται δέ νῦν καὶ τῆς τῶν ἄλλων παθῶν ἀνα- σεευῆς πολλῷ τεχνικωτέρας οὔσης,
§46
καὶ ὡς γεωμετρία ἔσπακε μὲν τὴν κλῆσιν ἀρχικῶς ἀπὸ τῆς κατὰ τὴν γῆν κσταμετρήσεως, τάττεται δὲ ἐπὶ | τοῦ παρόντος καὶ κατὰ τῆς τῶν φυσικωτέρων θεωρίας, οὕτω καὶ ἡ τέλειος γραμ ματικὴ ἀπὸ τῆς τῶν γραμμάτων εἰδήσεως κατ’ ἀρχὰς ὀνομασθεῖσα διετάθη καὶ ἐπὶ τὴν ἐν τοῖς ποικιλωτέροις αὐτῶν καὶ τεχνικωτέροις θεωρήμασι γνῶσιν.
§47
τάχα δέ, ὥς φασιν οἱ περὶ τὸν Ἀσκληπιάδην (FHG III 299 Mueller), καὶ αὐτὴ ἀπὸ μέν γραμμάτων ὠνόμιασται, οὐκ ἀπὸ τού- των δέ ἀφʼ ὧν καὶ ἡ γραμματιστική, ἀλλʼ ἐκείνη μέν, ὡς ἔφην, ἀπὸ τῶν στοιχείων, αὕτη δέ ἀπὸ τῶν συγγραμ- μάτων περὶ οἷς πονεῖται. γράμματα γὰρ καὶ ταῦτα προσ- ηγορεύετο, καθὰ καὶ δημόσια καλοῦμεν γράμματα, καὶ πολλῶν τινὰ γραμμάτων ἔμπειρον ὑπάρχειν φαμέν, τουτ- έστιν οὐ τῶν στοιχείων ἀλλὰ τῶν συγγραμμάτων.
§48
καὶ Καλλίμαχος (epigr. 6 Pfeiffer) δέ, ποτὲ μὲν τὸ ποίημα καλῶν γράμμο ποτὲ δὲ τὸ καταλογαδην σύγγραμμα, ψησί· Κρεοφύλου πόνος εἰμί, δόμῳ ποτέ θεῖον ἀοιδόν δεξαμένου, κλείω δʼ Εὔρυτον ὅσσʼ ἔπαθεν καὶ ξανθὴν Ἰόλειαν, Ὁμήρειον δέ καλεῦμαι γράμμα. Κρεοφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα. καὶ πάλιν (epigr. 23 Pfeiffer) εἴπας ‘Ἥλιε χοῖρε’ Κλεόμβροτος Ἀμπρακιώτης ἥλατ’ ἀφʼ ὑψηλοῦ τείχεος εἰς Ἀίδην, ἄξιον οὐδέν ἰδὼν θανάτου τέλος, ἄλλὰ Πλάτωνος ἓν τὸ περὶ ψυχῆς γράμμʼ ἀναλεξάμενος.
§49
Πλὴν διττῆς οὔσης γραμματικῆς, τῆς μὲν τὰ στοι- χεῖα καὶ τὰς τούτων συμπλοκὰς διδάξειν ἐπαγγελλομένης καὶ καθόλου τέχνης τινὸς οὔσης τοῦ γράφειν τε κοὶ ἀνα- γινώσκειν, τῆς δὲ βαθυτέρας παρὰ ταύτην δυνάμεως, οὐκ ἐν ψιλῇ γραμμάτων γνώσει κειμένης ἀλλὰ κἀν τῷ ἐξετά- ζειν τὴν εὕρεσιν αὐτῶν καὶ τὴν φύσιν, ἔτι δὲ τὰ ἐκ τού- των συνεστῶτα λόγου μέρη καὶ εἴ τι τῆς αὐτῆς ἰδέας θεω- ρεῖται, πρόκειται νῦν ἀντιλέγειν οὐ τῇ προτέρᾳ· συμφώ- νως γὰρ κατὰ πάντας ἐστὶ χρειώδης, ἐν οἷς θετέον καὶ τὸν Ἐπίκουρον (ad. fr. 227 Us.), εἰ καὶ δοκεῖ τοῖς ἀπὸ τῶν μαθημάτων διεχθραίνειν· ἐν γοῦν τῷ περὶ δώρων καὶ χάριτος (fr. 22 Us.) ἱκανῶς πειρᾶται διδάσκειν ὅτι ἀν- αγκαῖόν ἐστι τοῖς σοφοῖς μανθάνειν γράμματα.
§50
καὶ ἄλλως, εἴπαιμεν ἂν ἡμεῖς, οὐ σοφοῖς μόνον ἀλλὰ καὶ πᾶσιν ἀν- θρώποις. ὅτι γὰρ πάσης τέχνης τὸ τέλος εὔχρηστόν ἐστι τῷ βίῳ, φανερόν.
§51
τῶν δέ τεχνῶν αἱ μέν προηγουμένως ὑπὲρ τῆς τῶν ὀχληρῶν ἐκκλίσεως παρῆλθον, αἱ δὲ ὑπὲρ τῆς τῶν ὠφελίμων εὑρέσεως. καὶ ἔστι τῆς μὲν πρώτης ἰδέας ἰατρική, παιωνὶς οὖσα καὶ λυσίπονος τέχνη, τῆς δὲ δευτέρας κυβερνητική τῆς γὰρ ἀπὸ τῶν ἄλλων ἐθνῶν χρείας μάλιστα δέονται πάντες ἄνθρωποι.
§52
ἐπεὶ οὖν ἡ γραμματιστικὴ διὰ τῆς τῶν γραμμάτων ἐπινοίας ἰᾶτσι μὲν ἀργότατον πάθος, τὴν λήθην, συνέχει δὲ τάτην ἐνέργειαν, τὴν μνήμην, τὰ πάντα ἐπʼ αὐτῇ κεῖτσι σχεδόν, καὶ οὔτε ἄλλους τι ἔνεστι τῶν ἀναγκαίων δι- δάσκειν οὔτε παρʼ ἄλλου μαθεῖν τι τῶν λυσιτελῶν χωρίς αὐτῆς δυνατὸν ἔσται. οὐκοῦν τῶν χρησιμωτάτων ἡ γραμ- ματιστική.
§53
ἀμέλει γοῦν οὐδὲ θελήσαντες δυνησόμεθα την ἀπεριτρέπτως ἀνελεῖν εἰ γὰρ αἱ ἄχρηστον δίδάσκου- σαι τὴν γραμματιστικὴν ἐπιχειρήσεις εἰσὶν εὔχρηστοι, οὔτε δέ μνημονευθῆναι οὔτε τοῖς αὖθις παροδσθῆναι χω- ρὶς αὐτῆς δύνανται, χρειώδης ἐστὶν ἡ γραμματιστική. καίτοι δόξειεν ἄν τισιν ἐπὶ τῆς ἐναντίας εἶναι προλήψεως ὁ προφήτης τῶν Πύρρωνος λόγων Τίμων ἐν οἷς φησι (PPE. B 61 Diels) γραμματική, τῆς οὔ τις ἀνασκοπὴ οὐδʼ ἀνάθρησις ἀνδρὶ διδασκομένῳ Φοινικικὰ σήματα Κάδμου· οὐ μὴν οὕτως ἔχειν φαίνεται·
§54
τὸ γὰρ ὑπʼ αὐτοῦ λεγόμε- νον οὐκ ἔστι τοιοῦτον κατ’ αὐτῆς τῆς γραμματιστικῆς, καθʼ ἣν διδάσκεται τὰ Φοινικικὰ σήματα Κάδμου, τὸ ‘οὐδεμία ἐστὶν ἀνασκοπὴ οὐδʼ ἀνάθρησις πῶς γάρ, εἰ διδάσκεταί τις αὐτήν, οὐδεμίαν ἔσχηκεν ἐπιστροφὴν αὐτῆς; ἀλλὰ μᾶλλον τοιοῦτό φησι διδαχθέντι τὰ Φοινι- κικὰ σήματα Κάδμου οὐδεμιᾶς ἄλλης παρὰ τοῦτό ἐστι γραμματικῆς ἐπιστροφήʼ, ὅπερ καταστρέφει οὐκ εἰς τὸ ἀχρηστεῖν ταύτην τὴν ἐν τοῖς στοιχείοις καὶ τῷ διʼ αὐτῶν γράφειν τε καὶ ἀναγινώσκειν θεωρουμένην, ἀλλὰ τὴν πέρ- περον καὶ περιεργοτέραν·
§55
ἡ μέν γὰρ τῶν στοιχείων χρῆσις ἤπειγεν εἰς τὴν τοῦ βίου διεξαγωγήν, τὸ δὲ μὴ ἀρκεῖ- σθαι τῇ ἐκ τῆς παρατηρήσεως τούτων παραδόσει, προσ- επιδεικνύναι δέ ὡς τάδε μέν ἐστι φωνάεντα τῇ φύσει τάδε δέ σύμφωνα, καὶ τῶν φωναέντων τὰ μὲν φύσει βραχέα τὰ δέ μακρὰ τὰ δέ δίχρονα καὶ κοινὰ μήκους τε καὶ συστο- λῆς, καὶ καθόλου τὰ λοιπὰ περὶ ὧν οἱ τετυφωμένοι τῶν γραμματικῶν διδάσκουσιν 〈ἄχρηστά ἐστιν〉.
§56
ὥστε τῇ μὲν γραμματιστικῇ πρὸς τῷ μηδὲν ἐγκαλεῖν ἔτι καὶ τὰς ἀνω- τάτω χάριτας ὀφείλομεν, τῇ δέ λειπομένῃ προσάπτομεν τοὺς ἐλέγχους. τὸ δέ εἴτε ὑγιῶς εἴτε τοὐναντίον μάθοιμεν ἂν προσεξαπλώσαντες αὐτῆς τὸν χαρακτῆρα.
§57
Ἐπεὶ οὔτε ζητεῖν οὔτε ἀπορεῖν ἔστι κατὰ τὸν σοφὸν Ἐπίκουρον (fr. 255 Us.) ἄνευ προλήψεως, εὖ ἄν ἔχοι πρὸ τῶν ὅλων σκέψασθαι τί τʼ ἐστὶν ἡ γραμμστική, καὶ εἰ κατὰ τὴν ἀποδιδομένην ὑπὸ τῶν γραμματικῶν ἔννοιαν δύναται συστατόν τι καὶ ὑπαρκτὸν νοεῖσθαι μάθημα. Διονύσιος μὲν οὖν ὁ Θρᾷξ (§ 1 ed. Uhlig Lips. 1883) ἐν τοῖς παραγγέλμασί φησι ‘γραμματική ἐστιν ἐμπειρία ὡς ἐπὶ τὸ πλεῖστον τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένωνʼ, συγγραφεῖς καλῶν, ὡς ἔστιν ἐκ τῆς πρὸς τοὺς ποιητὰς ἀντεμφάσεως πρόδηλον, οὐκ ἄλλους τίνας ἢ τοὺς καταλογάδην πραγματευσαμένους.
§58
τά τε παρὰ τοῖς ποιηταῖς [καὶ συγγραφεῦσιν], ἃ ὁ γραμματικὸς ἑρμηνεύειν φαίνεται, καθάπερ Ὁμήρῳ τε καὶ Ἡσιόδῳ Πινδάρῳ τε καὶ Εὐριπίδῃ καὶ Μενάνδρῳ καὶ τοῖς ἄλλοις, τά τε παρὰ τοῖς συγγραφεῦσιν, οἷον Ἡροδότῳ καὶ Θουκυδίδῃ καὶ Πλάτωνι, ὡς ἴδιον ἔργον μετέρχεται.
§59
παρὸ καὶ οἱ χα- ρίεντες ἐξ αὐτῶν περὶ πολλῶν ἐπραγματεύσαντο συγ- γραφέων, τοῦτο μὲν ἱστορικῶν τοῦτο δέ ῥητορικῶν καὶ ἤδη φιλοσόφων, ζητοῦντες τίνα τε δεόντως καὶ ἀκολού- θως ταῖς διαλέκτοις εἴρηται καὶ τίνα παρέφθαρται, τί τε σημαίνει παρὰ μὲν Θουκυδίδῃ λόγου χάριν τὸ ‘ζάγκλονʼ (VI 4, 5) καὶ ‘τορνεύοντεςʼ, παρὰ δέ Δημοσθένει (de coron. 122) τὸ ‘ἐβόα ὥσπερ ἐξ ἁμάξηςʼ, ἢ πῶς ἀναγνωστέον παρὰ Πλάτωνι τὴν ‘η δ οςʼ λέξιν, πότερον ψιλῶς ἐκφέρον- τα τὴν πρώτην συλλαβὴν ἢ δασέως, ἢ τὴν μὲν πρώτην ψιλῶς τήν δέ δευτέραν δασέως, ἢ ἀμφοτέρας ψιλῶς ἢ ἐναλλάξ.
§60.1
διὰ γὰρ τὰ τοιαῦτα εἴρηται ἡ γραμματικὴ ἐμπειρία τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λε- γομένων.
§60.2
Οὗτος μὲν οὖν οὕτως· ἐγκαλεῖ δέ αὐτῷ Πτολεμαῖος ὁ Περιπατητικὸς ὅτι οὐκ ἐχρῆν ἐμπειρίαν εἰρηκέναι τὴν γραμματικήν
§61
(αὐτὴ μὲν γὰρ ἡ ἐμπειρία τριβή τίς ἐστι καὶ ἐργάτις ἄτεχνός τε καὶ ἄλογος, ἐν ψιλῇ παρατηρήσει καὶ συγγυμινασίᾳ κειμένη, ἡ δέ γραμματικὴ τέχνη καθ- έστηκεν), οὐ συνορῶν ὅτι τάττεται μὲν καὶ ἐπὶ τέχνης τοὔνομα, καθὼς ἐν τοῖς ἐμπειρικοῖς ὑπομνήμασιν (op. deperd.) ἐδιδάξαμεν, ἀδιαφόρως τοῦ βίου τοὺς αὐτοὺς ἐμπείρους τε καὶ τεχνίτας καλοῦντος, ἀφʼ ἧσπερ ἐννοίας καὶ ὁ Μητρόδωρος (fr. 61 Koerte) ἔφη μηδεμίαν ἄλλην πραγμάτων ἐμπειρίαν τὸ ἑαυτῆς τέλος συνορᾶν ἢ φιλοσο- φίαν,
§62
τουτέστι μηδεμίαν τέχνην, τάττεται δέ ἐξόχως καὶ ἐπὶ τῆς τῶν πολλῶν καὶ ποικίλων πραγμάτων γνώσεως, καθὼς καὶ τοὺς πρεσβύτας πολλὰ μέν ἰδόντας πολλὰ δέ ἀκούσαντας ἐμπείρους τοῦ βίου φαμέν, ὡς καὶ ὁ Εὐριπίδης (Phoen. 528) ὧ τέκνον, οὐχ ἀπαντα τῷ γήρα κακά, Ἐτεόκλεες, πρόσεστιν, ἀλλʼ ἡμπειρία ἔχει τι λέξαι τῶν νέων σοφώτερον.
§63
ἐφʼ ὅπερ ἴσως ὁ Θρᾷξ φερόμενος σημαινόμενον, ἐπεὶ πο- λυειδήμονά τινα καὶ πολυμαθῆ βούλεται εἶναι τὸν γραμ ματικόν, ἔμη ἐμπειρίαν ὑπάρχειν τὴν γραμματικὴν τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων. ὥστε τοῦτο μὲν ὑπέλαφρον, ἐκεῖνο δὲ ἴσως τις πραγματικωτέρας ἐχό- μενον ζητήσεως ἐρεῖ πρὸς αὐτόν
§64
ἤτοι γὰρ τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων μόνον ἐμπειρίαν συμβέβηκεν εἶναι τὴν γραμματικήν, καὶ τῶν μήτε παρὰ ποιηταῖς μήτε παρὰ συγγραφεῦσι καθεστώτων. ἀλλὰ μό- νων μὲν τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν οὐκ ἂν εἴ- ποι〈μ〉εν ἐμπειρίαν αὐτὴν ὑπάρχειν ἅτε ποτέ καὶ ταῖς ἀνὰ χεῖρα τῶν ἰδιωτῶν καὶ ἀνεπιστημόνων ὁμιλίαις ἐφιστῶσαν 〈θεωρεῖσθαι〉, καὶ τὸ βάρβαρον καὶ τὸ Ἑλληνικὸν τό τε σό- λοικον καὶ τὸ μὴ τοιοῦτον ἐξελέγχουσαν.
§65.1
εἰ δέ καὶ τῶν μὴ παρὰ ποιηταῖς μηδέ συγγραφεῦσι μόνον λεγομένων ἐμπει- ρία καθέστηκεν, οὐκ ἔδει αὐτὴν εἶναι λέγειν, ἀπὸ μέρους ἔχειν συμβεβηκός.
§65.2
Ἀλλὰ παρέντες τὸ περὶ τῶν τοιούτων λεπτολογεῖν σκο- πῶμεν, ὡς ὑπεσχόμεθα, εἰ δύναται τέλος, ὅσ`ον ἐπὶ τῇ τοιαύτῃ ἐννοία, ὑποστῆναι ἡ γραμματική.
§66
ὅταν οὖν λέ- γωσιν αὐτὴν ἐμπειρίαν κατὰ τὸ πλεῖστον τῶν παρὰ ποιη- ταῖς καὶ συγγραφεῦσι λεγομένων, φασὶ πάντων τινῶν. καὶ εἰ πάντων, [πρῶτον μὲν] οὐκέτι κατὰ τὸ πλεῖστον ἀλλὰ πάντων, καὶ εἰ πάντων, καὶ τῶν ἀπείρων· ἄπειρα γάρ ἐσπι ταῦτα. τῶν δὲ ἀπείρῶν οὐκ ἔστιν ἐμπειρία· διόπερ οὐδέ γραμματική τις γενήσεται. εἰ δὲ τινῶν, ἐπεὶ καὶ οἱ ἰδιῶταί τινα τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομέ- νων εἰδότες οὐκ ἔχουσι γραμματικὴν ἐμπειρίαν, οὐδὲ ταύ- τῃ εἶναι λεκτέον γραμματικήν.
§67
ἐκτὸς εἰ μή τι διὰ τοῦτο 〈τὸ〉 ‘κατὰ τὸ πλεῖστον ʼ εἰρῆσθαι φήσουσιν, ἵνα ἥ τε πρὸς τὴν πάντων ἐνιαχοῦ [ἀπορίαν] ἐμπειρία〈ν〉 ἥ τε πρὸς τὸν ἰδιωτισμὸν διαφορὰ ὑποβάλληται. τοῦ μὲν γὰρ ἰδιώτου διενήνοχεν ὁ γραμματικὸς παρόσον οὐκ ὀλίγων, ὡς ἐκεῖνος, ἀλλὰ πλείστων τῶν παρὰ ποιηταῖς τε καὶ συγ- γραφεῦσι λεγομένων ἔμπειρός ἔστι τῆς δέ τῶν πάντων γνώσεως ἀδυνάτου τάχα καθεστώσης κεχώρισται, ἐπεὶ οὐ πάντα, τὰ δέ πλεῖστα ἐξ αὐτῶν ἐπαγγέλλεται γινώσκειν. ταῦτα δὲ οὐκ ἀπολογουμένου ἧν,
§68–101
§68
ἀλλὰ κακοῖς ἐπιπλη- ροῦντος κακὰ καὶ μηκέτι μετρίως ἀλλʼ ἄρδην ἐπισπωμέ- νου τὰς ἀπορίας. πρῶτον μέν οὖν ὡς τὰ πολλὰ ἀόριστά ἐστι καὶ τὴν σωρικὴν γεννᾷ ἀπορίαν, οὕτω καὶ τὰ πλεῖστα. ὅθεν ἢ περιγριαψάτωσαν ἡμῖν αὐτά, δείξαντες ἄχρι πόσων γνώσεως τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων ῥητέον ἢ εἴπερ ἐπὶ ἀορίστου μένουσιν ὑποσχέσεως, τὰ πλεῖστα γινώσκειν λέγοντες, παραδεχέσθωσαν τὴν παρὰ μικρὸν ἐρώτησιν.
§69
τοῦ γὰρ πλείστου ὁρισθέντος ἀριθμοῦ ὁ ἑνὶ ἐλάσσων πλεῖστος ἀκμήν ἐστιν, ἐπεὶ τελέως ἄτοπον μονάδος προσθέσει τὸν μὲν πλεῖστον λέγειν τὸν δὲ μη- δαμῶς. διόπερ ἀεὶ μονάδι μειονεκτούμενος ὁ κατ’ αὐτοὺς πλεῖστος ἀριθμὸς ἐλεύσεται πάντως εἰς τὸ μηκέτι ἀρι- θμὸς πλεῖστος ὑπάρχειν, καὶ διὰ τοῦτο μηδέ γραμματι- κήν ὅπερ ἦν τῆς σωρικῆς ἀπορίας συμπέρασμα.
§70
πῶς δʼ οὐκ ὄντως γραμματικῆς παχύτητος τὸ ἐν ἀπείρῳ πλήθει λέγειν πλεῖστα; ὡς γὰρ τὸ ὀλιγώτερον πρός τί ἐστι καὶ κατὰ τὴν ὡς πρὸς τὸ πλεῖστον σχέσιν νοεῖται, οὕτω καὶ τὸ πλεῖστον κατὰ τὴν ὡς πρὸς τὸ ὀλίγον σχέσιν θεωρή- σεται. εἰ οὖν τῶν πλείστων 〈τῶν〉 παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων | ἐμπειρίαν ἔχουσιν οἱ γραμματι- κοί,
§71
ὀλίγων τῶν λοιπῶν οὐκ ἔχουσιν εἰ δέ καὶ τὸ ληφθέν ἐστι πλεῖστον καὶ τὸ καταλειφθὲν ἔλασσον, οὐκέτι τὸ πᾶν γίνεται ἄπειρον. ὅμως δʼ οὖν, ἵνα μηδέν περὶ τούτων ἀκριβευώμεθα, ψεῦδός ἐστι τὸ τὰ πλεῖστα τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων γινώσκειν τὸν γραμματικόν ἐλάχιστα γὰρ ἦν, πολλαπλασιόνων ἀπολει- πομένων ὃ οὐκ οἶδε, κσθὼς προβαινούσης τῆς ζητήσεως παραστήσω. τὰ νῦν δὲ ἄλλην ἀπόδοσιν θεωρητέον.
§72
Ἀσκληπιάδης τοίνυν μέμφεται τὸν Θρᾷκα Διονύσιον ἐμπειρίαν λέγοντα τὴν γραμματικήν, διʼ ἣν αἰτίαν καὶ ὁ Πτολεμαῖος ἔφη, ἐγκαλεῖ δὲ αὐτῷ καὶ τὸ κατὰ τὸ πλεῖ- στον ἐμπειρίαν αὐτὴν ἀποφαίνειν. τοῦτο μὲν γὰρ τῶν στοχαστικῶν καὶ ὑπὸ τὴν τύχην πιπτουσῶν ἐστὶ τεχνῶν, ὥσπερ κυβερνητικῆς καὶ ἰατρικῆς· γραμματικὴ δέ οὐκ ἔστι στοχαστικὴ ἀλλὰ μουσικῇ τε καὶ φιλοσοφίᾳ παραπλήσιος.
§73
‘εἰ μή τι δέδοικεʼ φησί ‘τὴν ὀλιγότητα τοῦ βίου ὡς οὐκ οὖσαν ἱκανὴν πρὸς τὸ πάντα περιλαβεῖν, ὅπερ ἐστὶν ἄτοπον, γραμματικοῦ ἀλλ’ οὐ γραμματικῆς ποιήσεται τὸν ὅρον, ἐπεί- περ οὗτος μὲν τυχὸν ἴσως ἐπιστήμων ἐστὶ τῶν 〈πλείστων〉 παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων, ὀλιγόβιον καθεστὼς ζῶον, ἡ δέ γραμματικὴ πάντων εἴδησις.’
§74
ὅθεν τὸ μέν ἀλλάξας τοῦ ὅρου τούτου τὸ δʼ ἀνελών, οὕτως ἀποδίδωσι τῆς γραμματικῆς τὴν ἔννοιαν· ‘γραμματική ἐστι τέχνη τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομέ- νων.ʼ οὐκ ἀνεῖλε δέ ὁ ἀνὴρ τὰς ἀπορίας ἀλλʼ ἐπέτεινεν καὶ ἐν οἷς θέλει τὴν γραμματικὴν αὔξειν, ἐν τούτοις αὐτὴν ἀνεῖλεν. ἔστω γὰρ πάντων εἴδησις τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων. οὐκοῦν ἐπεὶ οὐδέν ἐστιν εἴδησις παρὰ τὸν εἰδότα, οὐδέ γραμματική 〈τι〉 παρὰ τὸν εἰδότα | γραμματικόν, ὡς οὐδὲ περιπάτησις παρὰ τὸν περιπα- τοῦντα καὶ στάσι, παρὰ τὸν ἑστῶτα καὶ κατάκλισις παρὰ τὸν κατακείμενον.
§75
ὡμιολόγηται δέ ὁ γραμματικὸς μὴ ἔχειν πάντων εἴδησιν· οὐκ ἄρα ἔτι ἔστιν εἴδησις πάντων τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων, διὰ δὲ τοῦτο οὐδέ γραμματική. καὶ ἄλλως, εἴπερ τέχνη ἐστὶν ἡ γραμ- ματική, εἴδησις οὖσα πάντων τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων, ἡ δὲ τέχνη σύστημα ἐκ καταλή- ψεων [τῶν περὶ τὸν γραμματικόν ], ἐξ ἀνάγκης μηδενὸς ἔχοντος πάντων τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγο- μένων κατάληψιν ἀνύπαρκτος γίνεται ἡ γραμματική.
§76
Χάρης δὲ ἐν τῷ πρώτῳ περὶ γραμματικῆς τὴν τελείαν φησὶ γραμματικὴν ἕξιν εἶναι ἀπὸ τέχνης διαγνωστικὴν τῶν παρʼ Ἕλλησι λεκτῶν καὶ νοητῶν ἐπὶ τὸ ἀκριβέστατον, πλὴν τῶν ὑπʼ ἄλλαις τέχναις· τὸ τελευταῖον προσθεὶς οὐ παρέργως·
§77
ἐπεὶ γὰρ τῶν παρʼ Ἕλλησι λεκτῶν καὶ νοητῶν τὰ μέν ἐστιν ὑπὸ τέχναις τὰ δʼ οὔ, τῶν μέν ὑπὸ τέχναις οὐκ οἴεται τέχνην εἶναι καὶ ἕξιν τὴν γραμματικήν, οἷον ἐν μὲν μουσικῇ τῆς διὰ τεσσάρων συμφωνίας καὶ τῆς μεταβολῆς τῶν συστημάτων, ἐν δὲ μαθηματικῇ ἐκλεί- ψεως τῆς τῶν κύκλων θέσεως· τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῶν ἄλλων νοητέον τεχνῶν οὐδενὸς γὰρ τῶν ὑπʼ αὐταῖς εἴδη- σις ἡ γραμματική, ἀλλὰ μέθοδός τίς ἐστι τῶν παρὰ ταύ- τας ἑτέρων λεκτῶν τε καὶ νοητῶν,
§78
νοητῶν μὲν ὡς ὅτι πίσυρες τέσσαρες καὶ ‘βῆοσαιʼ καὶ ἄγκεαʼοἱ βάσιμοι τόποι, λεκτῶν δὲ τῶν περὶ τὰς διαλέκτους, οἷον ὅτι τοῦτο μέν εἴρηται Δωρικῶς τοῦτο δʼ Αἰολικῶς, καὶ οὐχ ᾖπερ οἱ στωι- κοὶ τὸ σημαινόμενον, ἀλλʼ ἀνάπαλιν τὸ σημαῖνον· τὸ γὰρ νοητὸν ἐπὶ τοῦ σημαινομένου [μόνου ] παρείληπται.
§79
ἔοικε δέ καὶ Κρατήτειόν (F 7 Mette) τινα κινεῖν λόγον. καὶ γὰρ ἐκεῖνος ἔλεγε διαφέρειν τὸν κριτικὸν τοῦ γραμματι- κοῦ, καὶ τὸν μὲν κριτικὸν πάσης, φησί, δεῖ λογικῆς ἐπι- στήμης ἔμπειρον εἶναι, | τὸν δέ γραμματικὸν ἁπλῶς γλωσ- σῶν ἐξηγητικὸν καὶ προσῳδίας ἀποδοτικὸν καὶ τῶν τού- τοις παραπλησίων εἰδ ήμονα· παρὸ καὶ ἐοικέναι ἐκεῖνον μὲν ἀρχιτέκτονι τὸν δὲ γραμματικὸν ὑπηρέτῃ.
§80
Ἀλλὰ τὰ μέν τῆς ἀποδόσεως τοιαῦτα, πῇ μὲν μετριώ- τερα τῶν Διονυσίου ἀτοπημάτων πῇ δέ χείρονα. ὅτι μὲν γὰρ τῆς σωρικῆς ἀπορίας ἐξέλυσε τὴν γραμματικὴν καὶ τῶν ἀλλοτρίων κεχώρικε θεωρημάτων, μουσικῆς τε καὶ μαθηματικῆς, ὡς μὴ προσηκόντων, αὐτόθεν συμφανές· τοῦ δέ μὴ ἀνυπόστατον ὑπάρχειν οὐδαμῶς αὐτὴν ἐρρύ- σατο, ἀλλὰ καὶ εἰς τὸ εἶναι τοιαύτην μᾶλλον συνηγωνί- σατο.
§81
ὁ μὲν γὰρ Διονύσιος κατά τι διώρισε τὸν τῆς γραμ- ματικῆς ὅρον, ἐπὶ μόνων αὐτὴν ποιητῶν τε καὶ συγγρα- φέων στήσας· οὗτος δέ περὶ πᾶσαν Ἑλληνικὴν φωνὴν καὶ περὶ πᾶν σημαινόμενον καταγίγνεσθαι ταύτην θέλει. ὅπερ, εἰ θεμιτὸν εἰπεῖν, οὐδὲ θεοῖς ἀνυτόν ἐστιν. ὡς γὰρ καὶ πρό- τερον ἐλέγομιεν (PH II 78.89),οὐδεμία μέθοδος συνίσταται περί τι ἄπειρον, ἀλλὰ καὶ μάλιστα αὕτη τοῦτο περατοῖ·
§82
τῶν γὰρ ἀορίστων ἡ ἐπιστήμη δεσμός ἐστιν τὰ δὲ σημαί- νοντα καὶ cημαινόμενα τῶν πραγμάτων ἐστὶν ἄπειρα· οὐκ ἄρα ἐστὶν ἡ γραμματικὴ τέχνη περὶ τὰ σημαίνοντα καὶ σημαινόμενα. καὶ μὴν παντοῖαι γίνονται τῶν φονῶν μεταβολαὶ καὶ πρὸ τοῦ γεγόνασι καὶ εἰσαῦθις γενήσονται· φιλομετάβολον γάρ τί ἐστιν ὁ αἰών, οὐκ εἰς φυτὰ μόνον καὶ ζῷα ἀλλὰ καὶ εἰς ῥήματα.
§83
περὶ ἑστῶσαν δέ ἀπειρίαν, οὐ τοί γε καὶ μεταβάλλουσαν ἀμήχανόν ἐστι γνῶσιν ἀν- θρωπίνην εὑρεῖν. οὐδέ ταύτῃ ἄρα ἡ γραμματικὴ συστή- σεται. ἄλλως τε ἤτοι τεχνικὴν οἴεται εἶναι τὴν ἕξιν ἢ ἄτεχνον. καὶ εἰ μέν τεχνικήν, πῶς οὐκ αὐτὴν εἶπε τέχνην ἀλλὰ τὸ ἀφʼ οὖ ἔστιν; εἰ δέ ἄτεχνον, ἐπεὶ οὐ δυνατὸν διὰ τοῦ ἀτέχνου τὸ τεχνικὸν ὁρᾶσθαι, οὐδὲ συστήσεταί τις γραμματικὴ ἕξις τεχνικῶς διαγινώσκουσα τὰ παρʼ Ἕλλησι σημαίνοντά τε καὶ σημαινόμενα.
§84
Δημήτριος δέ ὁ ἐπικαλούμενος Χλωρὸς καὶ ἄλλοι τι- νὲς τῶν γραμματικῶν οὕτως ὡρίσαντο· ‘γραμματιτκή ἐστι τέχνη τῶν παρὰ ποιηταῖς τε καὶ τῶν κατὰ τὴν κοι- νὴν συνήθειαν λέξεων εἴδησιςʼ. μένουσι δέ καὶ τούτοις αἱ αὐταὶ ἀπορίαι· οὔτε γὰρ πάντων τῶν παρὰ ποιηταῖς λε- γομένων δύναται εἶναι τέχνη γραμματικὴ οὔτε τινῶν. καὶ πάντων μέν αὐτόθεν ἀδύνατον,
§85
εἴγε καὶ περὶ θεῶν καὶ περὶ ἀρετῆς καὶ ψυχῆς λέγεται παρὰ τοῖς ποιη ταῖς, ὧν ἀπείρως ἔχουσιν οἱ γραμματικοί· τινῶν δὲ διὰ τὸ μὴ εἰς τοὺς γραμματικοὺς τὸ τοιοῦτον πίπτειν μόνους ἀλλὰ καὶ ἄλλους τινάς, οἷον φιλοσόφυς καὶ μουσικοὺς καί ἰατρούς· σονεώρων γὰρ καὶ οἵδε τινὰ τῶν παρὰ ποιηταῖς.
§86
πάλιν τε ἐν τῷ λέγειν καὶ τῶν κατὰ τὴν κοινὴν συνήθειαν λέξεων εἴδησιν εἶναι τὴν γραμματικὴν εἰ μὲν τὸ καθολι- κὸν λαμβάνοιεν τὸ ‘εἴ τινές εἰσι κατὰ τὴν κοινὴν συνή- θειαν λέξεις, ἐκείνων ἐστὶν εἴδησις ἡ γραμματικήʼ, ἁμαρ- τάνουσιν ἄπειροι γὰρ αἱ κατὰ τὴν κοινὴν συνήθειαν λέ- ξεις, καὶ τῶν ἀπείρων οὐκ ἔστιν εἴδησις.
§87
εἰ δέ ἐπὶ τὸ ἐπὶ μέρους φέροιντο, ὅπερ ἴσον ἐστὶ τῷ ‘εἰσί τινες λέξεις κατὰ τὴν συνήθειαν τὴν κοινὴν ὧν εἴδησίς ἐστιν ἡ γραμμα- τικήʼ, οὐδʼ οὕτω ποιήσουσί τι τὴν γραμματικήν· καὶ γὰρ ὁ Ἀθηναῖος εἴδησιν ἔχει τῶν κατὰ τὴν Ἀτθίδα συνήθων λέξεων, καὶ ὁ Δωριεὺς τῶν κατὰ τὴν Δωρίδα, καὶ ὁ ῥήτωρ τῶν κατὰ τὴν ῥητορικήν, καὶ ὁ ἰατρὸς τῶν κατὰ τὴν ἰατρι- κήν.
§88
εἰ δὲ λέγοιεν πασῶν τῶν κατὰ τὴν κοινὴν συνήθειαν αὐτὴν λέξεων εἴδησιν οὐχ ὡς τῶν καθʼ ἕκαστα καὶ ἐν μέ- ρει πασῶν (τοῦτο γὰρ ὄντως ἀδύνατον), ἀλλὰ τῶν καθόλου πασῶν καὶ ἀνωτάτω ἐν ταῖς διαλέκτοις, οἷον ὅτι ὠριέων μέν ἐστι τοιούτῳ τόνῳ χρῆσθοι, Ἰώνων δέ ἄλλῳ, τάχα μέν τι πιθανὸν ἐροῦσιν,
§89
οὐ μὴν ἀληθές οὔτε γὰρ ἓν ἔθος ἐστὶ καθʼ ἑκάστην διάλεκτον (πολλαὶ γὰρ Δωρίδες καὶ Ἀτθίδες), οὔτε οἱ κανόνες οὓς δοκοῦσι παραδιδόναι πρὸς πᾶσαν ἀποτείνονται λέξιν, ἀλλʼ ἄχρι μέν ποσῶν καὶ ὁμο- τόνων, οἷον ὀξυτόνων ἢ βαρυτόνων, προκόπτουσιν, πά- σας δέ περιλαβεῖν ἀδυνατοῦσιν.
§90
Δείγματος μὲν οὖν χάριν ταῦτ’ εἰρήσθω εἰς τὸ ἀνυπό- στατον εἶναι τὴν γραμματικὴν ὅσον ἐπὶ τῇ παρὰ τοῖς γραμματικοῖς αὐτῆς ἐπινοίᾳ· μετελθόντες δέ ἀκολούθως καὶ τὰ κυριώτατα τῶν ἐν αὐτῇ θεωρημάτων, καὶ ἐξ ὧν μάλιστα λαμβάνει τὴν ὑπόστασιν βασανίζωμεν.
§91
Πολλῆς οὔσης καὶ ἀνηνύτου παρὰ τοῖς γραμματικοῖς περὶ μερῶν γραμματικῆς διαστάσεως, ἵνα μήτε τὸ πάρ- εργον ἔργου χώραν ἐπέχειν ἡμῖν φαίνηται, μήτε εἰς ἀλ- λοτρίαν καὶ ὡς πρὸς τὸ παρὸν ἀνωφελῆ ἐμβαίνοντες ὕλην ἀπολειπώμεθα τῆς ἀναγκαιοτέρας ἀντιρρήσεως, ἀπαρ- κέσει λέγειν ἀσυκοφαντητότερον ὡς ἄρα τῆς γραμματικῆς τὸ μέν ἐστιν ἱστορικὸν τὸ δὲ τεχνικὸν τὸ δὲ ἰδιαίτερον, διʼ οὖ τὰ κατὰ τοὺς ποιητὰς καὶ συγγραφεῖς μεθοδεύεται.
§92
ὧν τεχνικὸν μέν ἐστιν ἐν ᾧ περὶ τῶν στοιχείων καὶ τῶν τοῦ λόγου μερῶν ὀρθογραφίας τε καὶ ἑλληνισμοῦ καὶ τῶν ἀκολούθων διατάττονται, ἱστορικὸν δέ ὅπου περὶ προσ- ώπων οἱονεὶ θείων τε καὶ ἀνθρωπίνων καὶ ἡρωικῶν διδά- σκουσιν, ἢ περὶ τόπων διηγοῦνται καθάπερ ὀρῶν ἢ πο- ταμῶν, περὶ πλασμάτων καὶ μύθων παραδιδόασιν ἢ εἴ τι τῆς αὐτῆς ἰδέας ἐστίν.
§93
ἰδιαίτερον δέ τὸ κατὰ τοὺς ποιητὰς καὶ συγγραφεῖς [ἐπισκοποῦσι| καθʼ ὃ τὰ ἀσαφῶς λεγόμενα ἐξηγοῦνται, τά τε ὑγιῆ καὶ τὰ μὴ τοιαῦτα κρί- νουσι, τά τε γνήσια ἀπὸ τῶν νόθων διορίζουσιν. ἀλλʼ ὡς μὲν τύπῳ καὶ ὁλοσχερέστερον περιλαβεῖν, ταῦτά ἐστι τὰ τῆς γραμματικῆς μέρη·
§94
νοητέον δὲ αὐτὰ οὐ κατ’ εἰλικρί- νειαν, οὐδʼ ὡς ἄν τις εἴποι· ‘μέρη τοῦ ἀνθρώπου ψυχὴ καὶ σῶμαʼ. ταυτὶ μὲν γὰρ ὡς ἕτερα ὄντα ἀλλήλω νοεῖται, τὸ δὲ | τεχνικὸν καὶ ἱστορικὸν καὶ τὸ περὶ τὰς ποιήσεις καὶ συγγραφὰς τῆς γραμματικῆς μέρη πολλὴν ἔχει συμπλο- κὴν καὶ ἀνάκρασιν πρὸς τὰ λοιπά·
§95
καὶ γὰρ ἡ τῶν ποιητῶν ἐπίσκεψις σὐ χωρίς τοῦ τεχνικοῦ καὶ ἱστορικοῦ γίνεται μέρους, καὶ ἑκάτερον τούτων οὐ δίχα τῆς τῶν ἄλλων πα- ραπλοκῆς συνέστηκεν. ὥσπερ οὖν οἱ λέγοντες τῆς ἰατρικῆς μέρη δίαιταν χειρουργίαν φαρμακείαν οὕτω λέγουσιν ὡς πολλῆς οὔσης ἐν τοῖς θεωρήμασιν ἀλληλουχίας (καὶ γὰρ ἡ δίαιτα οὐ χωρὶς φαρμακείας καὶ χειρουργίας πρό[σ ]εισι, καὶ ἡ φαρμακεία πάλιν περιείχετο καὶ τῇ τῶν ἄλλων δυ- νάμει), ὧδε καὶ ἐπὶ τοῦ παρόντος οὐκ ἀπότακτόν τί ἐστιν ἕκαστον μέρος, οὐδʼ εἰλικρινές ἀπὸ τῆς τῶν ἄλλων ἐπι- μιξίας.
§96
τοῦτο δέ προδιηρθρώσαμεν οὐ παρέργως, ἀλλʼ ἵνα εἰδῶμεν ὡς ἄν ἕν τι ἐξ αὐτῶν δειχθῇ ἀσύστατον, δυ- νάμει καὶ τὰ λοιπὰ ἀνῄρηται, ὧν ἑκάτερον οὐ χωρὶς τοῦ ἀναιρεθέντος ὑφίσταται. ὅμως δέ οὐ ποιήσομεν τοῦτο καίπερ ὂν σύντομον, ἀλλὰ πειρασόμεθα πρὸς ἕκαστον ἀντιλέγειν, ὡς εἰ καὶ μὴ ἔχρῃζε τῆς τῶν λοιπῶν παρου- σίας. τάξει δέ ἀρκτέον ἀπὸ τοῦ πρώτου.
§97
Διὰ πολλὰ μὲν καὶ ἄλλα δίκαιόν ἐστι μετὰ σπουδῆς ἐξετάζειν τὴν γραμματικὴν τεχνολογίαν, μάλιστα δέ ἁπόντων διὰ τὸ ἐπʼ αὐτῇ κομᾶν καὶ μέγα φρονεῖν τοὺς γραμματικούς, ἀεὶ δὲ τῶν κατὰ τὰ λοιπὰ κοσμουμένων μαθήματα κατατρέχειν ὡς μηδέ τὴν κοινὴν τῶν Ἑλλήνων συνήθειαν ἐπισταμένων, καὶ ἔτι διὰ τό, εἴ ποτε θλίβοιντο ἐν ζητήσει, μὴ ἄλλην εὑρίσκειν πολλάκις ἀποφυγὴν εῖς τὸ περισπᾶν τοὺς συζητοῦντας αὐτοῖς ἢ τὸ ὅτι βάρβαρον ἢ σόλοικόν ἐστι τὸ ὑπʼ αὐτῶν λεχθέν.
§98
οὐκ ὀλίγην δέ ἂν ἔχοι μοῖραν εἰς προτροπὴν καὶ ὅταν βλέπωμεν τοὺς μηδὲ δύο σχεδὸν ῥήματα δεξιῶς εἴρειν δυναμένους γραμματι- κοὺς θέλοντας ἕκαστον τῶν μέγα δυνηθέντων ἐν εὐφρα- δεία καὶ ἑλληνισμῷ παλαιῶν, καθάπερ Θουκυδίδην Πλά- τωνα Δημοσθένην, ὡς βάρβαρον ἐλέγχειν. μία γὰρ ἀντὶ πάντων ἄμυνα γενήσεται πρὸς αὐτούς, ἐὰν τὴν ψευδώνυ- μον αὐτῶν .
§99.1
τεχνολογίαν ἄτεχνον ἀποδείξωμεν. τάξει δὲ λεκτέον ἡμῖν πρῶτον περὶ τῶν στοιχείων, ἐξ ὧν τὰ πάντα κατʼ αὐτοὺς συνέστηκεν καὶ ὧν ἀναιρεθέντων ἀγραμμά- τους ἀνάγκη γίνεσθαι τοὺς γραμματικούς.
§99.2
Καὶ δὴ τριχῶς λεγομένου τοῦ στοιχείου, τοῦ τε γρα- φομένου χαρακτῆρος καὶ τύπου καὶ τῆς τούτου δυνάμεως καὶ ἔτι τοῦ ὀνόματος, προαγέτω νῦν ἡ ζήτησις μάλιστα περὶ τῆς δυνάμεως· αὕτη γὰρ καὶ κυρίως στοιχεῖον παρʼ αὐτοῖς προσηγόρευται.
§100
εἰκοσιτεσσάρων τοίνυν στοιχείων ὄντων τῆς ἐγγραμμάτου φωνῆς, τούτων διττὴν ὑποτίθεν- ται κατὰ τὸ ἀνωτάτω τὴν φύσιν. τὰ μὲν γὰρ αὐτῶν φω- νάεντα προσαγορεύουσι τὰ δὲ σύμφωνα, καὶ φωνάεντα μὲν ἑπτά, α ε η ι ο υ ω, σύμφωνα δὲ τὰ λοιπά. τῶν δέ φωναέντων τρεῖς λέγουσι διαφοράς· δύο μέν γὰρ αὐτῶν φύσει μακρὰ λέγουσι τυγχάνειν, τὸ η καὶ τὸ ω, ἰσάριθμα δέ βραχέα, τὸ ε καὶ τὸ ο, τρία δέ κοινὰ μήκους τε καὶ βραχύτητος, α ι υ, ἅπερ δίχρονα καὶ ὑγρὰ καὶ ἀμιφίβολα καὶ μεταβολικὰ καλοῦσιν
§101
ἕκαστον γὰρ αὐτῶν πέφυκεν ὁτέ μὲν ἐκτείνεσθαι ὁτέ δὲ συστέλλεσθαι, οἷον τὸ μὲν α ἐπὶ τοῦ (Hom. Ε 31) Ἆρες Ἄρες βροτολοιγέ μιαιφόνε τειχεσιπλῆτα, τὸ δὲ ι (Hom. H 20) Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὤρνυτʼ Ἀπολλῶν, τὸ δὲ υ (fr. enon. 391 Schneider, Callim. reiecit Pfeiffer) θεσπέσιον νεφέων ἐκ Διὸς ὗεν ὕδωρ.
§102–129
§102
τῶν δέ συμφώνων τὰ μὲν ἡμίφωνά ἐστι κατʼ αὐτοὺς τὰ δὲ ἄφωνα, καὶ ἡμίφωνα μὲν ὅσα διʼ αὑτῶν ῥοῖζον ἢ σιγμὸν ἢ μγμὁν ἤ τινα παραπλήσιον ἦχον κατὰ τὴν ἐκφώνησιν ἀποτελεῖν πεφυκότα, καθάπερ τὸ ζ θ λ μ ν ξ ρ σ φ χ ψ, ἢ ὥς τινες, χιορὶς τοῦ θ καὶ φ καὶ χ τὰ λειπόμενα ὀκτώ ἄφ ωνα δέ ἐστι τὰ μήτε συλλαβὰς καθʼ ἑαυτὰ ποιεῖν δυνά- μενα μήτε ἤχων ἰδιότητας, αὐτὰ δὲ μόνον μετὰ τῶν ἄλ- λων συνεκφωνούμενα, καθάπερ β γ δ κ π τ, ὡς ἔνιοι, καὶ τὸ θ φ χ.
§103
καὶ μὴν κοινῶς τῶν συμφώνων πάλιν τὰ μὲν φύσει δασέα λέγουσι τὰδὲ ψιλά, καὶ δασέα μὲν θ φχ, ψιλὰ δέ κ π τ· μόνον δέ φασι τὸ ρ ἐπιδέχεσθαι ἑκάτερον, δασύτητα καὶ ψιλότητα. λέγουσι δέ τινα τῶν συμφώνων καὶ διπλᾶ, καθάπερ τὸ ζ ξ ψ· συνεστηκέναι γάρ φασι τὸ μέν ζ ἐκ τοῦ σ καὶ δ, τὸ δέ ξ ἐκ τοῦ κ καὶ σ, τὸ δέ ψ ἐκ τοῦ π καὶ σ.
§104
Τούτων δὴ προεστοιχειωμένων φημὶ πρῶτον μὲν ἀτό- πως αὐτοῖς λέγεσθαι τῶν στοιχείων τινὰ εἶναι διπλᾶ. τὸ γὰρ διπλοῦν σύστημά ἐστιν ἐκ δυοῖν, τὸ δὲ στοιχεῖον οὐκ ἔστι ούστηιισ ἐκ τινῶν ἁπλοῦν γὰρ ὀφείλει τυγχάνειν καὶ οὐκ ἐξ ἑτέρων συστατόν. οὐκ ἄρα ἔστι διπλοῦν στοι- χεῖον. ἄλλως τε, εἰ τὰ συστατικὰ τοῦ διπλοῦ στοιχείου στοιχεῖά ἐστι, τὸ διπλοῦν ἐκ τῶν στοιχείων συνεστὼς οὐκ ἔσται στοιχεῖον ἀλλὰ μὴν τὰ συστατικὰ τοῦ διπλοῦ στοι- χείου στοιχεῖά ἐστιν οὐκ ἄρα τὸ διπλοῦν ἐστι στοιχεῖον. Καὶ μὴν ὡς ταῦτα ἀναιρεῖται,
§105
οὕτω καὶ τὰ δίχρονα, κοι- νὴν φύσιν μέκους τε καὶ βραχύτητος ἀξιούμεναι ἔχειν. εἴπερ γὰρ τοιαῦτα ἐστιν, ἤτοι αὐτὸ τὸ γράμμα κατʼ ἰδίαν καὶ ὁ ψιλός, εἰ τύχοι, τοῦ α ι υ χαρακτὴρ ἐμφανιστικός ἐστι τῆς διχρόνου φύσεως, 〈ἢ τὸ〉 [καὶ] νυνὶ μὲν συστέλλεσθαι νυνὶ δέ ἐκτείνεσθαι δυνάμενον 〈κοινὸν σὺν〉 τῇ προσῳδία.
§106
ἀλλʼ ὁ μὲν χαρακτὴρ κατʼ ἰδίαν οὐκ ἔστι κοινοῦ φύσει στοιχείου μηνυτικός. οὔτε γὰρ ὅτι μηκύνεται οὔθ’ ὅτι βραχύνεται οὔθʼ ὅτι τ συναμφότερον καὶ μηκύνεται καὶ βραχύνεται ἐμφαίνει: ἀλλʼ ὃν τρόπον ἡ διʼ αὐτοῦ αυλλαβή, καθάπερ εἴρηται ἐπὶ τῆς Ἆρες λέξεως, οὐ χωρὶς τῆς προστιθε- μένῃς προσῳδίας οὐτ’ εἰ μακρά ἐστιν οὐτ’ εἰ βραχεῖα γι- νώσκεται, οὕτω καὶ τὸ α ι υ κατ’ ἰδίαν λαμβανόμενα οὐ κοινὰ ἑκατέρας ἔσται δυνάμεως ἀλλʼ οὐδετέρας.
§107
λείπεται οὖν σὺν προσῳδία λέγειν αὐτὸ κοινὸν ὑπάρχειν. ὅ πάλιν ἐστὶν ἀμήχανον· προσλαμβάνον γὰρ ταύτην ἢ μακρὸν γί- νεται, ὅτε ἔστι μακρά, ἢ βραχύ, ὅτε ἔστι βραχεῖα, κοινὸν δέ οὐδέποτε.
§108
οὐκ ἄρα ἔστι φύσει δίχρονα στοιχεῖα. εἰ δὲ λέγοιεν κοινὰ φύσει ὑπάρχειν ταῦτα παρόσον ἐπιδεκτικά ἐστιν ἑκατέρου, μήκους τε καὶ συστολῆς, λήσονται σχεδὸν εἰς τὴν αὐτὴν ἐγκυλισθέντες ἀπορίαν. τὸ γὰρ ἐπιδεκτι- κόν τινος οὐκ ἔσται ἐκεῖνο τὸ οὗπερ ἐπιδεκτικόν ἐστιν ὥσπερ γὰρ ὁ χαλκὸς ἐπιδεκτικὸς μέν ἐστι τοῦ ἀνδριὰς γενέσθαι, οὐκ ἔστι δέ ἀνδριὰς ἐφʼ ὅσον ἐπιδεκτικός ἐστι, καὶ ὃν τρόπον τὰ ξύλα ἐπιτήδειον μὲν ἔχει φύσιν εἰς τὸ ναῦς γενέσθαι, οὔπω δέ ἔστι ναῦς, οὕτω καὶ τὰ τοιαῦτα τῶν στοιχείων ἐπιδεκτικὰ 〈μέν〉 ἐστι μήκους τε καὶ συ- στολῆς, οὔτε δὲ μακρά ἐστιν οὔτε βραχέα οὔθ’ ἑκάτερον πρὶν ἀπὸ προσῳδίας ποιωθῆναι.
§109
πρός γε μὴν τοῖς λεχθεῖ- σιν ἐναντίον ἐστὶν ἥ τε βραχύτης καὶ ἡ ἐπέκτασις καὶ οὐ συνυφίσταται· ἀναιρέσει γὰρ τῆς βραχύτητος ἡ ἐπέκτασις συνίσταται, καὶ ἀναιρουμένης μακρᾶς βραχεῖα γίνεται. παρʼ ἦν αἰτίαν ἀδύνατον περισπωμένην βραχεῖαν γενέσθαι, διὰ τὸ τῷ περισπασμῷ κατ’ ἀνάγκην συνυφίστασθαι τὴν ἐπέκτασιν.
§110
διόπερ εἰ φύσει τι δίχρονόν ἐστι στοιχεῖον, ἤτοι ὑφʼ ἓν περὶ αὐτὸ ἥ τε τῆς βραχύτητος καὶ ἡ τῆς ἐπ- εκτάσεως ὑποστήσεται δύναμις ἢ παρὰ μέρος. ἀλλʼ ὑφʼ ἓν μὲν ἀμήχανον περὶ γὰρ τὴν αὐτὴν ἐκφώνησιν κατὰ τὸ αὐτὸ ἀναιρετικαὶ ἀλλήλων δυνάμεις οὐκ ἂν ὑποσταῖεν. λείπεται ἄρα παρὰ μέρος. ὃ πάλιν ἐστὶν ἀπίθανον ὅτε γὰρ ἐστι μακρόν, τότε οὐκ ἔστι κοινὸν στοιχεῖον βραχύ- τητος καὶ μήκους, ἀλλὰ βραχὺ μόνον.|
§111.1
Ὁ δʼ αὐτὸς τῆς ἐπιχειρήσεως τρόπος γινέσθω καἰ ἐπὶ τῶν φύσει ψιλῶν δασέων ἢ καθʼ ἑκάτερον κοινῶν· ἡμῖν δὲ ἀπόχρη τὸ γένος τῆς ἐπιχειρήσεως ὑποδεῖξαι.
§111.2
Καὶ μὴν ἐπεὶ ἀνῄρηται τὰ κοινὰ καὶ δέδεικται τὸ ἐκ- τείνεσθαι μόνον αὐτὰ ἢ συστέλλεσθαι, ἀκολουθήσει καὶ τὸ δισσὸν ὑπάρχειν ἕκαστον, τὸ μὲν φύσει μακρὸν τὸ δʼ αὖ φύσει βραχύ.
§112
δισσοῦ οὖν ὄντος τοῦ α καὶ ι καὶ υ οὐ- κέτι ἑπτὰ γενήσεται μόνον στοιχεῖα φωνάεντα, ὧν δύο μὲν μακρά, τό τε η καὶ τὸ ω, δύο δὲ βραχέα, τὸ τε ε καὶ τὸ ο, τρία δὲ δίχρονα, τό τε α καὶ ι καὶ υ, ἀλλὰ τὰ σύμπαντα δέκα, καὶ τούτων τὰ πέντε μὲν μακρά, τό τε η καὶ τὸ ω καὶ τὸ μακρὸν α καὶ ι καὶ υ, ἰσάριθμα δὲ τὰ βραχέα, τὸ ο καὶ τὸ ε καὶ τὸ βραχὺ α καὶ ι καὶ υ.
§113
ἀλλʼ ἐπεὶ οὐ δύο μόνον ὑπειλήφασιν εἶναι προσῳδίας γραμμα- τικῶν παῖδες, τήν τε μακρὰν καὶ βραχεῖαν, ἀλλὰ καὶ ὀξεῖαν βαρεῖαν περισπωμένην δασεῖαν ψιλήν, ἕκαστον τῶν ὑποδεδειγμένων φωναέντων ἔχον τινὰ τούτων κατʼ ἰδίαν προσῳδίαν γενήσεται στοιχεῖον· καὶ ᾧ λόγῳ οὐδὲν ἦν κοι- νὸν μήκους τε καὶ βραχύτητος στοιχεῖον, ἀλλʼ μακρόν μόνον, ὅτ’ εἶχε τὴν μακράν, ἢ βραχύ, ὅτ’ εἶχε τὴν βρα- χεῖαν, τῷ αὐτῷ λόγῳ οὐδέν ἔσται κοινὸν ὀξύτητος καὶ βαρύτητος, ἀλλʼ ἢ ὀξὺ μόνον, ὅτε προσειλήφει τὴν ὀξεῖαν, ἢ βαρύ, ὅτε τὴν βαρεῖαν· καὶ ἐπὶ τῶν ἄλλων τὸ ἀνάλογον. ἐπεὶ οὖν τὰ μέν βραχέα δύʼ ὄντα ἀνὰ πέντε ἐπιδέχεται προσῳδίας, βραχεῖαν ὀξεῖαν βαρεῖαν δασεῖαν ψιλήν, δέκα γενήσεται.
§114
τὰ δὲ μακρὰ πάλιν δύο ὄντα 〈εἰ〉 ἐκ περισσοῦ προσλαμβάνει καὶ τὴν προσῳδίαν τὴν περισπωμένην (μη- κύνεται γὰρ ταῦτα καὶ ὀξύνεται καὶ βαρύνεται καὶ δασύ- νεται καὶ ψιλοῦται καὶ ἰδιαίτερον περισπᾶσθαι πέφυκε), γενήσεται δώδεκα. τὰ δέ κοινὰ τρία καθεστῶτα τὰς ἑπτὰ προσῳδίας καθʼ ἕκαστον ἐπιδέχεται, καὶ ταύτῃ γίνεται εἴκοσι καὶ ἕν ὥστε πάντα τεσσαράκοντα καὶ τρία τυγχά- νειν· οἷς τῶν δεκαεπτὰ συμφώνων προστιθεμένων ἑξή- κοντα γίνεσθαι στοιχεῖα, ἀλλʼ οὐκ εἰκοσιτέσσαρα.
§115
Ἔστι δὲ καὶ ἕτερος λόγος καθʼ ὃν ἀξιοῦται διαφόρως τὰ φωνάεντα πάλιν στοιχεῖα ἐλάσσονα εἶναι τῶν παρὰ τοῖς γραμματικοῖς θρυλουμένων ἑπτά. εἰ γὰρ τὸ α κατ’ αὐτοὺς ἐκτεινόμενον καὶ συστελλόμενον οὐχ ἕτερόν ἐστι στοιχεῖον ἀλλʼ ἓν κοινόν, ὡσαύτως δὲ καὶ τὸ ι καὶ τὸ υ, ἀκολουθήσει καὶ τὸ ε καὶ τὸ η ἓν εἶναι στοιχεῖον κατὰ τὴν αὐτὴν δύνσμιν κοινόν ἡ γὰρ αὐτὴ δύναμις ἐπʼ ἀμ- φοτέρων ἐστί, καὶ συσταλὲν μὲν τὸ η γίνεται ε, ἐκταθὲν δὲ τὸ ε γίνεται η. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸ ο καὶ τὸ ω μία στοιχείου γενήσεται φύσις κοινή, ἐκτάσει καὶ συστολῇ διαφέρουσα, ἐπείπερ τὸ μὲν ω μακρόν ἐστιν [τὸ ] ο, τὸ δέ ο βραχύ ἐστιν ω.
§116.1
τυφλώττουσιν οὖν οἱ γραμ- ματικοὶ καὶ τὸ ἀκόλουθον αὑτοῖς οὐ συνορῶσι, λέγοντες ἑπτὰ φωνάεντα τυγχάνειν, πέντε μόνων ὄντων πρὸς τὴν φύσιν.
§116.2
Καὶ ἀναστρόφως ἔσεσθαί τινά φασιν ἔνιοι τῶν φιλο- σόφων πλείονα στοιχεῖα, διάφορον ἔχοντα δύναμιν τῶν συνήθως παραδιδομένων, οἶον καὶ τὸ αι καὶ τὸ ου καὶ πᾶν ὃ τῆς ὁμοίας ἐστὶ φύσεως. τὸ γὰρ στοιχεῖν κριτέον μάλιστα, ὅτι στοιχεῖόν ἐστιν, ἐκ τοῦ ἀσύνθετον καὶ μονό- ποιον ἔχειν φθόγγον, οἷός ἐστιν ὁ τοῦ α καὶ ε καὶ ο καὶ τῶν λοιπῶν.
§117
ἐπεὶ οὖν ὁ τοῦ αι καὶ ει φθόγγος ἁπλοῦς ἐστι καὶ μονοειδής, ἔσιαι καὶ ταῦτα στοιχεῖα. τεκμήριον δέ τῆς ἁπλότητος καὶ μονοειδείος τὸ λεχθησόμενον. ὁ μὲν γὰρ σύνθετος φθόγγος οὐχ οἷος ἀπʼ ἀρχῆς προσπίπτει τῇ αἰσθήσει, τοιοῦτος ἄχρι τέλους παραμένειν πέφυκεν, ἀλλὰ κατὰ παράταοιν ἑτεροιοῦται, ὁ δέ ἀπλοῦς καὶ ὄντως τοῦ στοιχείου λόγον ἔχων τοὐναντίον ἀπʼ ἀρχῆς μέχρι τέ- λους ἀμετάβολός ἐστιν. οἷον τοῦ μέν ρα φθόγγου ἐν παρατάσει προφερομένου, δῆλον ὡς οὐχ ὡσαύτως αὐτοῦ κατὰ τὴν πρώτην πρό〈ο 〉πτωσιν ἀντιλήψεται ἡ αἴσθησις καὶ κατὰ τὴν τελευταίαν, ἀλλὰ κατ’ ἀρχὰς μὲν ὑπὸ τῆς ρ ἐκφωνήσεως κινηθήσεται, μεταῦθις δὲ ἐξαφανισθείσης αὐτῆς εἰλικρινοῦς τῆς τοῦ α δυνάμεως ποιήσεται τὴν ἀντί- ληψιν. ὅθεν οὐκ ἄν εἴη στοιχεῖον τὸ ρα καὶ πᾶν τὸ ἐοικὸς αὐτῷ.
§118
εἰ δέ τὸν τοῦ αι φθόγγον λέγοιεν, οὐδὲν ἔσται τοιοῦτον, ἀλλʼ οἷον ἀπʼ ἀρχῆς ἐξακούεται 〈τὸ〉 τῆς φω- νῆς ἰδίωμα, τοιοῦτον καὶ ἐπὶ τέλει, ὥστε στοιχεῖον ἔσται τὸ αι. τούτου δέ οὕτως ἔχοντος, ἐπεὶ καὶ ὁ τοῦ ει φθόγγος καὶ ὁ τοῦ ου μονοειδὴς καὶ ἀσύνθετος καὶ ἀμετάβολος ἐξ ἀρχῆς ἄχρι τέλους λαμβάνεται, ἔσται καὶ οὗτος στοιχεῖον.
§119
Ἀλλὰ ἀφέμενοί γε ταύτης τῆς ζητήσεως ἐκεῖνο ἂν λέ- γοιμεν, ὃ μᾶλλον δύναται θλίβειν τοὺς γραμματικούς. εἰ γὰρ κοινὰ λέγεται στοιχεῖα τρία, α ιυ, διὰ τὸ ἐπιδεκτικὰ τυγχάνειν μήκους τε καὶ συστολῆς, ἀκολουθήσει πᾶν στοι- χεῖον κοινὸν εἶναι λέγειν· ἐπιδεκτικὸν γάρ ἐστι τῶν τεσ- σάρων προσῳδιῶν, βαρύτητος ὀξύτητος ψιλότητος δασύ- τητος. ἢ εἴπερ οὐχ ὑπομένουσι πᾶν στοιχεῖον κοινὸν εἶναι λέγειν, μηδʼ ἐκεῖνα λεγέτωσαν κοινὰ παρόσον ἐκτάσεως καὶ συστολῆς ἐστὶν ἐπιδεκτικά.
§120.1
Ἤρκει μὲν οὖν ἠπορημένων τῶν στοιχείων τῆς γραμ- ματικῆς πέρας ἐπιτεθεικέναι τῇ ζητήσει· τίς γὰρ ἀπολεί- πεται λόγος περὶ τῶν μετὰ τὰς ἀρχὰς τοῖς τὰς ἀρχὰς οὐκ ἔχουσι γραμματικοῖς; ὅμως δʼ οὖν ἐνδοτέρω προχω- ροῦντας οὐκ ἔστιν ἀλλότριον κἀκείνων δείγματος χάριν ἀποπειραθῆναι. καὶ ἐπεὶ ἐκ στοιχείων αἱ συλλαβαί εἰσι, 〈τὰ〉 περὶ τούτων ἐπισυνάπτωμεν.
§120.2
Πᾶσα οὖν συλλαβὴ ἢ μακρά ἐστιν ἢ βραχεῖα.
§121
μακρὰ δὲ γίνεται, φασί, διχῶς, φύσει τε καὶ θέσει, φύσει μὲν τριχῶς, ἢ ὅταν ἔχῃ στοιχεῖον φύσει μακρὸν ὡς ἐπὶ τῆς ἠώς λέξεως, ἑκατέρα γὰρ τούτων τῶν συλλαβῶν ἐστι μακρὰ διὰ τὸ τὴν μὲν τὸ η τὴν δὲ τὸ ω φύσει ἔχειν μα- κρόν, ἢ | ὅταν ἐκ δυοῖν φωναέντων συνεστήκῃ ὡς ἐπὶ τῆς αἰεί λέξεως, αἱ γὰρ δύο συλλαβαὶ μακραὶ τῷ ἑκατέραν ἐκ δυοῖν φωναέντων ὑπάρχειν, ἢ ὅταν κοινὸν ἔχῃ τὸ στοι- χεῖον μακροτόνως παρειλημμένον ὡς ἐπὶ τῆς ‘Ἄρης’· τὸ γὰρ α δίχρονον νῦν μακροτόνως ἐκφέρεται.
§122
οὐκοῦν φύσει τριχῶς μηκύνεται συλλαβή, θέσει δὲ πενταχῶς, ἤτοι ὅταν εἰς σύμφωνα τῶν ἁπλῶν λήγῃ δύο, ἢ ὅταν ἡ μετ’ αὐτὴν συλλαβὴ ἀπὸ συμφώνων δύο ἄρχηται, ἢ ὅταν εἰς σύμψω- νον λήγῃ καὶ ἀπὸ συμφώνου ἡ ἑξῆς ἄρχηται, ἢ ὅταν εἰς διπλοῦν λήγῃ στοιχεῖον, ὅταν μετ αὐτὴν διπλοῦν ἐπι- φέρηται.
§123
εἰ δὴ πᾶσα συλλαβὴ ἤτοι μακρά ἐστιν ἢ βραχεῖα κατὰ τοὺς ὑποδεδειγμένους τῆς τεχνολογίας τρόπους, ἐὰν παραστήσωμεν μηδετέραν οὖσαν αὐτῶν, δῆλον ὡς οὐδέ λέξιν ἕξουσιν οἱ γραμματικοί· καθὰ γὰρ τῶν στοιχείων ἀναιρουμένων συναναιροῦνται καὶ αἱ συλλαβαί, οὕτω καὶ τῶν συλλαβῶν μὴ οὐσῶν οὔτε αἱ λέξεις γενήσονται οὔτε κοινῶς τὰ τοῦ λόγου μέρη, διὰ δὲ τοῦτʼ οὐδὲ λόγος.
§124
Ἵνʼ οὖν ᾖ τις βραχεῖα συλλαβή, δεῖ προωμολογῆσθαι ὅτι ἐλάχιστος καὶ βραχὺς ἔστι χρόνος, ἐν ᾧ ὑφίσταται. οὐκ ἔστι δὲ ἐλάχιστος χρόνος· πᾶς γὰρ εἰς ἄπειρον τέμνε- ται, ὡς ἐν τοῖς ὕστερον δείξομεν· εἰ δέ εἰς ἄπειρον τέμνε- ται, οὐκ ἔστιν ἐλάχιστος. οὐκ ἄρα ἔσται βραχεῖα συλλαβὴ βραχὺν ἔχουσα χρόνον. εἰ δὲ λέγοιεν νῦν βραχεῖαν καλεῖν καὶ ἐλαχίστην συλλαβὴν οὐ τὴν πρὸς φύσιν ἐλαχίστην οὖσαν ἀλλὰ τὴν πρὸς αἴσθησιν, ἑαυτοῖς προσαύξουσι τὴν ἀπορίαν.
§125
τὰς γὰρ λεγομένας παρʼ αὐτοῖς βραχείας συλ- λαβὰς εὑρήσομεν ὡς πρὸς αἴσθησιν μεριστάς, οἷον τὴν ερ. αἰσθητῶς γὰρ ἐπιβάλλομεν ἐπʼ αὐτῆς ὅτι προεκφωνεῖται τῆς τοῦ ρ δυνάμεως ἡ τοῦ ε δύναμις. καὶ ἐναλλάξαντες εἰ λέγοιμεν ρε, πάλιν ἀντιληψόμεθα ὅτι πρώτη μέν ἐστι κατὰ τὴν τάξιν ἡ τοῦ ρ δύναμις, δευτέρα δέ ἡ τοῦ ε.
§126
ἐπεὶ οὖν πᾶν ὃ πρῶτον καὶ δεύτερον μέρος ἔχει πρὸς αἴσθησιν, οὐκ ἔστιν ἐλάχιστον πρὸς αἴσθησιν, φαίνεται δέ ἡ κατὰ τοὺς γραμματικοὺς βραχεῖα συλλαβὴ πρῶτον καὶ δεύτερον ἔχουσα, οὐκ ἄν εἴη πρὸς αἴσθησιν ἐλαχίστη καὶ βραχεῖα συλλαβή. μουσικοὶ μὲν γὰρ ἴσως ἀλόγους τινὰς χρόνους καὶ φωνῶν παραυξήσεις δυνή- σονται ἀπολιπεῖν τοῖς δέ μὴ χωροῦσι τὸ τοιοῦτον βάθος γραμματικοῖς τῆς ἀπειρίας, ἀλλὰ [αὐτὸ] μόνον εἰς βραχεῖαν καὶ μακρὰν διαιρουμένοις τὴν γενικὴν συλλαβήν, οὐκ ἔστι συγγνωμονεῖν δίκαιον. οὐκοῦν ἀνυπόστατός ἐστιν ἡ βραχεῖα συλλαβή.
§127
Καὶ μὴν ἡ μακρὰ πάλιν ἔσται ἀνύπαρκτος· δίχρονον μὲν γὰρ αὐτὴν εἶναι λέγουσι, δύο δέ χρόνοι οὐ συνυπάρ- χουσιν ἀλλήλοις. εἰ γὰρ δύο εἰσί, τούτῳ διορίζονται ὅτι εἰσὶ δύο, τῷ τὸν μὲν ἐνεστηκέναι τὸν δὲ μή· εἰ δὲ ὃς μὲν ἐνέστηκεν ὃς δὲ οὐκ ἐνέστηκεν, οὐ συνυπάρχουσιν ἀλλήλοις.
§128
διόπερ καὶ ἡ μακρὰ συλλαβὴ εἶπερ ἐστὶ δίχρο- νος, ὀφείλει, ὅτε μὲν αὐτῆς ἐνέστηκεν ὁ πρῶτος χρόνος, τότε ὁ δεύτερος μὴ ἐνεστηκέναι, καὶ ὅτε ὁ δεύτερος ἐνί- σταται, τότε ὁ πρῶτος μηκέτι εἶναι. ἀσυνυπάρκτων δέ αὐτῆς ὄντων τῶν μερῶν ὅλη μὲν οὐχ ὑφέστηκε, μέρος δέ τι αὐτῆς. ἀλλὰ τό γε μέρος αὐτῆς οὐκ ἦν αὐτή, ἐπεὶ οὐ διοίσει τῆς βραχείας ἡ μακρὰ συλλαβή. οὐκ ἄρα οὐδέ μακρά τις ἔστι συλλαβή.
§129
εἰ δέ λέγοιεν κατὰ συμμνημό- νευσιν νοεῖσθαι μακρὰν συλλαβήν (τοῦ γὰρ προλεχθέντος φθόγγου μνημονεύοντες καὶ τοῦ νῦν λεγομένου ἀντιλαμβα- νόμενοι τὸ ἐξ ἀμφοτέρων συντιθέμενον μακρὰν ἐνενοή- σαμεν συλλαβήν) — εἰ δὴ τοῦτο λέγοιεν, οὐδὲν ἄλλο ἢ ἀνυπόστατον ὁμολογήσουσιν εἶναι τὴν τοιαύτην συλλα- βήν.
§130–161
§130
εἰ γὰρ ὑφέστηκεν, ἤτοι ἐν τῷ προαναφωνουμένῳ φθόγγῳ ὑφέστηκεν ἢ ἐν τῷ ἐπαναφωνουμένῳ. οὔτε δὲ ἐν τῷ προαναφωνουμένῳ οὔτε ἐν τῷ ἐπαναφωνουμένῳ· ἑκάτερος γὰρ αὐτῶν κατ’ ἰδίαν μὴ ὑφεστὼς οὐδὲ τὴν ἀρχὴν συλλαβή ἐστιν ὥστε οὐδὲ ὑφέστηκεν, ὑφεστῶσα δὲ βραχεῖά ἐστιν ἀλλʼ οὐ μακρὰ συλλαβή· οὔτε δὲ ἐν ἀμφο- τέροις· ὁ γὰρ ἕτερος αὐτῶν τοῦ ἑτέρου ὑφεστῶτος οὐχ ὑφέστηκεν, ἐκ δέ τοῦ ὑπάρχοντος καὶ μὴ ὑπάρχοντος οὐ- δὲν ἔστιν ἐπινοῆσαι συγκείμενον ὡς ἐκ μερῶν. οὐκ ἄρα ἔστι τις μακρὰ συλλαβή.
§131
Ἀνάλογον δὲ τούτοις ἐστὶ καὶ τὰ περὶ λέξεως καὶ τῶν τοῦ λόγου μερῶν ἀπορεῖσθαι ὀφείλοντα. πρῶτον μὲν γάρ, ὡς μικρῷ πρότερον (§ 123) ὑπεδείκνυμεν, μὴ οὔσης συλλαβῆς μηδὲ λέξιν εἶναι δυνατόν ἐκ συλλαβῶν γὰρ αἱ λέξεις λαμβάνουσι τὴν ὑπόστασιν. εἶτα καὶ κατὰ τὴν αὐτὴν ἔφοδον ἐξέσται προηγουμένως ἐπʼ αὐτῆς τῆς λέξεως τὰς αὐτὰς χειρίζειν ἀπορίας. ἢ γὰρ συλλαβή ἐστιν ἢ ἐκ συλ- λαβῶν συνέστηκεν ὅπως δʼ ἂν ἔχῃ, τὰς ἐκκειμένας ἡμῖν ἐπὶ τῆς συλλαβῆς ἀπορίας ἐπιδέξεται.
§132.1
ἀλλʼ ὅμως ἵνα μὴ καινοτέρων ἐλέγχων ἀπορεῖν δοκῶμεν, προσφωνητέον τι κἀνταῦθα τοῖς γραμματικοῖς.
§132.2
Ὅταν γὰρ μέρη τινὰ λόγου καλῶσιν, οἷον ὄνομα ῥῆμα ἄρθρον καὶ τὰ λοιπά, πόθεν λαβόντες; ἤτοι γὰρ ταῦτα ὅλον τὸν λόγον καλοῦσιν, ἢ ταῦτα μέρη ἐκείνου, μήτε δʼ ἐκείνου ὡς ὅλου νοεῖσθαι δυναμένου μήτε τούτων ὡς με- ρῶν ἐκείνου 〈 ...〉.λαμβανέσθω δὲ τὰ εἰς τὴν ὑπόθεσιν παρα- δείγματα, ὡς μὴ ἀπῶμεν τῶν τῆς γραμματικῆς θεωρη- μάτων.
§133
ἔστω τοίνυν ὑποθέσεως χάριν λόγος μὲν ὁ σύμπας οὗτος ὁ στίχος· μῆνιν ἄειδε θεὰ Πηληιάδεω ἀχιλῆος, μέρη δέ αὐτοῦ ταῦτα, τό τε μῆνιν προσηγορία καθεστώς, καὶ τὸ ἄειδε ῥῆμα προστακτικόν, καὶ τὸ θεά προσηγορία πάλιν θηλυκή, καὶ τὸ Πηληιάδεω ὄνομα πατρωνυμικόν, πρὸς δὲ τούτοις καὶ τὸ Ἀχιλῆος ὄνομα κύριον.
§134
οὐκοῦν ἤτοι ἄλλο τί ἐστιν ὁ λόγος παρὰ τὰ μέρη αὐτοῦ καὶ ἄλλα τὰ μέρη παρὰ τὸν λόγον, ἢ τὸ ἄθροισμα τῶν μερῶν ὁ λόγος ὑπείληπται. καὶ εἰ μέν ἄλλο τι τῶν με |ρῶν ἐστιν ὁ λόγος, αἰρομένων δηλονότι τῶν ἐκκειμένων τοῦ λόγου μερῶν ὑπολειφθήσεται ὁ λόγος. τοσοῦτον δέ ἀπέχει ὁ προειρημένος στίχος τοῦ μένειν πάντων αἰρομένων αὐτοῦ τῶν μερῶν, ὡς κἄν ἓν ὁδηποτοῦν αὐτοῦ μέρος ἀνέλωμεν, οἷον τὸ μῆνιν ἢ τὸ ἄειδε, μηκέτι στίχος ὑπάρχειν.
§135
εἰ δὲ τὸ ἄθροισμα τῶν τοῦ λόγου μερῶν νοεῖται λόγος, τῷ μηδὲν εἶναι τὸν ἀθροισμὸν παρὰ τὰ ἠθροισμένα καθάπερ καὶ τὸ διάστημα παρὰ τὰ διεστηκότα, οὐδὲν ὑπάρξει ὁ λόγος οὗ νοηθήσεταί τινα μέρη. μηδενὸς δέ ὄντος ὅλου λόγου οὐδέ μέρη τινὰ τούτου γενήσεται. ὥσπερ οὖν εἰ μηδὲν ἔστιν ἀριστερόν, οὐδέ δεξιὸν ἔστιν, οὕτως εἰ μὴ ἔστι τι ὅλον λόγος, οὐδέ τὰ μέρη ὑπάρξει.
§136
καθόλου τε, εἰ τὸν ἀθροισμὸν τῶν τοῦ λόγου μερῶν ὅλον ἡγήσονται λόγον, ἀκολουθήσει αὐτοῖς τὰ μέρη τοῦ λόγου ἀλλήλων λέγειν εἶναι μέρη. εἰ γὰρ μηδέν ὑπόκειται ὅλον παρʼ αὐτὰ οὗ γενήσεται μέρη, ἀλλήλων ἔσται μέρη. τοῦτο δὲ ὡς ἔστιν ἀλογώτατον, σκοπῶμεν.
§137
τὰ γὰρ μέρη πάντως ἐμπεριέχεται ἐκείνοις τοῖς ὧν λέγεται μέρη, ἴδιον τόπον ἐπέχοντα καὶ ἰδίαν ὑπόστασιν ἔχοντα, ἐν ἀλλήλοις δὲ οὐκ ἐμπεριέχεται. οἷον ἀνθρώπου μέν μέρη χεῖρες καθεστᾶσι, χειρῶν δὲ δάκτυλοι καὶ δακτύλων ὄνυχες. διόπερ ἐν μέν ἀνθρώπῳ χεῖρες περιέχονται, ἐν χερσὶ δε δάκτυλοι, ἐν δακτύλοις δὲ ὄνυχες, καὶ οὐχὶ μὲν ἡ δεξιὰ χεὶρ τὴν ἀριστε- ρὰν συμπληροῖ, ὁ δὲ λιχανὸς τὸν ἀντίχειρα δάκτυλον ἀπαρ- τίζει, ἡ δὲ κεφαλὴ τοὺς πόδας συντίθησι καὶ οἱ πόδες τὸν θώρακα.
§138
ὅθεν καὶ τὰ μέρη τοῦ λόγου οὐ ῥητέον ἀλλή- λων εἶναι μέρη, ἐπεὶ ἐν ἀλλήλοις αὐτὰ δεήσει περιέχεσθαι, τὸ μὲν μῆνιν ἐν τῷ ἄειδε, τὸ δέ ἄειδε ἐν τῷ θεά, καὶ καθόλου πάντα ἐν πᾶσιν, ὅπερ ἀδύνατον. οὐ τοίνυν ἀλ- λήλων τῶν τοῦ λόγου μερῶν δυναμένων εἶναι μερῶν διὰ τὸ ἀνόητον τοῦ πράγματος, οὔτε ὅλου τινὸς εὑρισκομένου λόγου παρὰ τὰ ἑαυτοῦ μέρη, μηδενὸς [τε ] εὑρισκομένου πράγματος παρʼ αὐτὰ τὰ μέρη οὗ λέξομεν εἶναι τὰ μέρη λείπεται λέγειν ὡς οὐδέν ἐστι μέρος λόγου. διὰ δὲ τοῦτʼ οὐδέ λόγος.
§139
Ἐπακτέον δὲ καὶ οὕτως. εἴπερ τὸ μῆνιν μέρος ἐστὶ τοῦ στίχου, ἤτοι ὅλου τοῦ στίχου μέρος ἐστὶν ἢ τοῦ ‘ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος.’ ἀλλʼ εἰ μὲν τοῦ ὅλου στίχου μέρος ἐστίν, ἐπεὶ ὅλος σὺν αὐτῷ τῷ μῆνιν νοεῖται, καὶ ἑαυτοῦ μέρος συμπληρωτικὸν γενήσεται τὸ μῆνιν, διὰ δέ τοῦτο καὶ μεῖζον ἑαυτοῦ καὶ ἧττον, μεῖζον μὲν ἑαυτοῦ συμπληροῦται ὑφʼ ἑαυτοῦ (τὸ γὰρ ὑπό τινος συμπλη- ρούμενον μεῖζόν ἐστι τοῦ συμπληροῦντος αὐτό), ἔλασσον δὲ ᾗ συμπληροῖ ἑαυτό τὸ γάρ τινος συμπληρωτικὸν ἔλασσόν ἐστι τοῦ συμπληρουμένου. οὐ πάνυ δὲ ταῦτα πιθανά οὐκ ἄρα τοῦ ὄλου στίχου μέρος ἐστὶ τὸ μῆνιν. καὶ μὴν οὐδὲ τοῦ λειπομένου,
§140
φημὶ δὲ τοῦ ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος’. πρῶτον μὲν γὰρ τὸ μέρος περιέχε- ται ἐν τῷ οὗ ἐστι μέρος, τὸ δὲ μῆνιν οὐκ ἐμπεριέχεται ἐν τῷ ‘ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος’, ὥστε οὐκ ἂν εἴη μέρος τούτου. εἶτα δὲ οὐδὲ τὸ ‘ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος’ χρῄζει συμπληρώσεως· κατὰ γὰρ τὸν ἴδιον λόγον συμπεπλήρωται. ἀλλὰ ὅλος ὁ λόγος, λέγω δὲ ὁ στίχος, οὐκ ἔστι τὸ ‘ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος. τοίνυν οὐδὲ τούτου μέρος ἐστὶ τὸ μῆνιν. ἀλλʼ εἰ μήτε τοῦ ὅλου στίχου μέρος ἐστὶ τὸ μῆνιν μήτε τοῦ ἀπολειπομένου μέρους, παρὰ δὲ ταῦτα οὐδὲν ἄλλο ὑπόκειται, οὐδενὸς λόγου μέρος ἐστὶ τὸ μῆνιν.
§141
Ταῦτα μὲν οὖν καθολικώτερον πρὸς τὰ μέρη τοῦ λό- γου ῥητέον· ἐμβάντες δὲ εἰς τὰς κατὰ μέρος παρʼ αὐτοῖς περὶ τούτων τεχνολογίας πολὺν λῆρον εὑρήσομεν. καὶ τοῦτο πάρεστι μαθεῖν οὐκ ἐπὶ τὴν πᾶσαν ὕλην φοιτήσαν- τας (ἀδόλεσχον γάρ ἐστι καὶ γραμματικῆς γραολογίας πλῆρες), ἀλλʼ ὅμοιόν τι τοῖς οἰνοκαπήλοις ποιήσαντας, καὶ | ὃν τρόπον ἐκεῖνοι ἐξ ὀλίγου γεύματος τὸν ὅλον δοκι- μάζουσι φόρτον, οὕτω καὶ αὐτοὶ ἓν λόγου μέρος προχει- ρισάμενοι, καθάπερ τὸ ὄνομα, ἐκ τῆς περὶ τούτου τεχνο- λογίας συνοψόμεθα καὶ τὴν ἐν τοῖς ἄλλοις τῶν γραμματι- κῶν ἐντρέχειαν.
§142
Αὐτίκα τοίνυν ὅταν τῶν ὀνομάτων τὰ μὲν ἀρσενικὰ φύσει λέγωσι τὰ δὲ θηλυκὰ τὰ δὲ οὐδέτερα, καὶ τὰ μὲν ἑνικὰ τῷ ἀριθμῷ τὰ δὲ δυϊκὰ τὰ δὲ πληθυντικά, καὶ ἤδη τὰς ἄλλας ἐπισυνείρωσι διαιρέσεις, ἐπιζητήσωμεν τί ποτέ ἐστι τὸ ἐπιφωνούμενον τοῦτο ‘φύσειʼ.
§143
γὰρ ὅτι οἱ πρῶτοι ἀναφθεγξάμενοι τὰ ὀνόματα φυσικὴν ἐποιήσαντο τὴν ἀναφώνησιν αὐτῶν ὡς καὶ τὴν ἐπὶ τῷ ἀλγεῖν κραυγὴν καὶ τὴν ἐπὶ τῷ ἥδεσθαι ἢ τῷ θαυμάζειν ἐκβόησιν, οὕτω λέ- γουσι φύσει τὰ μὲν τοιαῦτα εἶναι τῶν ὀνομάτων τὰ δέ τοιάδε ἢ ὅτι καὶ ἐπὶ τοῦ παρόντος ἕκαστον αὐτῶν φυ- σικῶς ἡμᾶς κινεῖ ὅτι ἀρρενικόν, κἂν ἡμεῖς μὴ νομίζωμεν αὐτὸ ἀρρενικὸν εἶναι, καὶ πάλιν φυσικῶς αὐτὸ ἐνδείκνυται ὅτι θηλυκόν ἐστι, κἄν ἡμεῖς μὴ θέλωμεν.
§144
ἀλλὰ τὸ μὲν πρῶτον οὐκ ἂν εἴποιεν. πόθεν γὰρ γραμματικῇ παχύτητι διαγινώσκειν πότερον φύσει ἢ θέσει τὰ ὀνόματα, ἢ τίνα μὲν οὕτως τίνα δὲ ἐκείνως; ὅτε οὐδὲ τοῖς ἐπʼ ἄκρον ἥκουσι φυσιολογίας εὐμαρὲς εἰπεῖν διὰ τὰς ἑκατέρωθεν ἰσολογίας. ἄλλως τε καὶ ἰσχυρὸς ἀντικάθηται τούτῳ λόγος,
§145
πρὸς ὅν οὐδʼ εἰ καταπέλτην ὑπομένοιεν, φοασίν, οἱ γραμματικοὶ δυνήσονταί τι συνιδεῖν ἱκνούμενον. εἴπερ γὰρ φύσει τὰ ὀνόματα ἧν καὶ μὴ τῇ καθʼ ἕκαστον θέσει ἐσήμαινεν, ἐχρῆν πάντας πάντων ἀκούειν, Ἕλληνας βαρβάρων καὶ βαρβάρους Ἑλλήνων καὶ βαρβάρους βαρβάρων. οὐχὶ δέ γε τοῦτο· οὐκ ἄρα φύσει σημαίνει τὰ ὀνόματα.
§146
ὥστε τοῦτο μὲν οὐκ ἐροῦσιν εἰ δʼ ὅτι φυσικῶς διαδείκνυσιν ἕκαστον ὄνομα ὅτι ἀρρενικόν ἐστιν ἢ θηλυκὸν ἢ οὐδέτερον, φασὶ τὰ μέν τοιάδε τὰ δὲ τοιαῦτα τυγχάνειν, ἴστωσαν λειότε- ρον αὑτοῖς τρίβοντες τὸν κλοιόν.
§147
πάλιν γὰρ φήσομεν ὅτι τὸ φύσει κινοῦν ἡμᾶς ὁμοίως πάντας κινεῖ, καὶ οὐχ οὓς μὲν οὕτως οὕς δὲ ἐναντίως· οἷον φύσει τὸ πῦρ ἀλεαίνει, βαρ - βάρους Ἕλληνας ἰδιώτας ἐμπείρους, καὶ οὐχ Ἕλληνας μέν ἀλεαίνει βαρβάρους δὲ φύχει· καὶ ἡ χιὼν φύσει ψύ- χει, καὶ οὐ τινὰς μὲν ψύχει τινὰς δὲ θερμαίνει. ὥστε τὸ φύσει κινοῦν ὁμοίως τοὺς ἀπαραποδίστους ἔχοντας τὰς αἰσθήσεις κινεῖ.
§148
τὰ δὲ αὐτὰ ὀνόματα οὐ πᾶσίν ἐστι τὰ αὐτά, ἀλλὰ τοῖς μὲν ἀρρενικὰ τοῖς δὲ θηλυκὰ τοῖς δὲ οὐ- δέτερα· οἷον θηναῖοι μὲν τὴν στάμμινον λέγουσι θηλυ- κῶς, Πελοποννήσιοι δὲ τὸν στάμνον ἀρρενικῶς, καὶ οἱ μέν τὴν θόλον οἱ δέ τὸν θόλον, καὶ οἱ μὲν τὴν βῶλον οἱ δὲ τὸν βῶλον,
§149
καὶ οὐ διὰ τοῦτο οὖτοι ἢ ἐκεῖνοι λέγονται ἁμαρτάνειν· ἕκαστος γάρ, ὡς τεθεμάτικεν, οὕτω χρῆταμι. καὶ οἱ αὐτοὶ δὲ διαφόρως ταὐτὰ ὁτέ μέν ἀρρενικῶς ἐκ- φέρουσιν ὁτὲ δὲ θηλυκῶς, λέγοντες τὸν λιμόν καὶ τὴν λι- μόν. οὐκ ἄρα φύσει τῶν ὀνομάτων τὰ μέν ἀρρενικὰ τὰ δὲ θηλυκά, ἀλλὰ κατὰ θεματισμὸν τὰ μέν τοιαῦτα γίνε- ται τὰ δὲ τοιαῦτα.
§150
καὶ μὴν εἶπερ φύσει τῶν ὀνομάτων ἦν τὰ μιέν ἀρρενικὰ τὰ δὲ θηλυκά, ὧφε〈ι〉λον αἱ ἀρρενικαὶ φύσεις ἀεί ποτε ἀρρενικοῖς ὀνόμασι προσαγορεύεσθαι καὶ αἱ θηλυκαὶ θηλυκοῖς καὶ αἱ μήτε ἀρρενικαὶ φύσεις μήτε [αἱ] θηλυκαὶ οὐδετέρως.
§151
οὐχὶ δὲ τοῦτο, ἀλλὰ καὶ τὰς ἀρ- ρενικὰς φύσεις θηλυκῶς καλοῦμεν καὶ τὰς θηλυκὰς ἀρρε- νικῶς καὶ τὰς οὐτε ἀρρενικὰς οὐτε θηλυκὰς ἤτοι ἀρρενι- κῶς ἢ θηλυκῶς, οὐχὶ δὲ οὐδετέρως· οἷον κόραξ μέν λέγε- ται ἀετός κώνωψ κάνθαρος σκορπίος μῦς ἀρρενικῶς καὶ ἐπὶ τοῦ θήλεος, καὶ πάλιν χελιδών χελώνη κορώνη ἀκρίς μυγαλῆ ἐμπίς καὶ ἐπὶ τοῦ ἄρρενος τὴν φύσιν θηλυκῶς·
§152
ὡσαύτως δὲ κλίνη θηλυκῶς ἐπὶ τῆς μήτε ἄρρενος μήτε θηλείας τὴν φύσιν, καὶ στῦλος ἀρρενικῶς ἐπὶ τοῦ οὐδε- τέρου. τοίνυν εἰ φύσει οὐδέν ἐστιν ἀρρενικὸν θηλυκὸν ὄνομα, ζητῶ πῶς ὁ γραμματικὸς ἐπιλήψεται τοῦ διαστρό- φως λέγοντος ὁ χελιδών καὶ ἡ ἀετός. ἤτοι γὰρ ὡς φύσει τοῦ ὀνόματος τῆς χελιδόνος θηλυκοῦ ὄντος, ἐκείνου δὲ ἀρρενικὸν αὐτὸ τῷ ἄρθρῳ βιαζομένου γενέσθαι, ἢ ὡς τῆς κοινῆς συνηθείας θηλυκὸν αὐτὸ θεματισάσης ἀλλʼ οὐκ ἀρρενικόν.
§153
ἀλλʼ εἰ μὲν ὡς φύσει θηλυκοῦ καθεστῶτος, ἐπεὶ οὐδὲν φύσει θηλυκόν ἐστι καθὼς παρεστήσαμεν, ἀδιάφορον τὸ ὅσον ἐπὶ τούτῳ ἐάν τε οὕτως ἐάν τε ἐκείνως ἐκφέρηται· εἰ δʼ ὡς ὑπὸ τῆς κοινῆς συνηθείας ἀντὶ θη- λυκοῦ θεματισθέν, γενήσεται τοῦ τε εὖ λεγομένου καὶ μὴ κριτήριον οὐχὶ τεχνικός τις καὶ γραμματικὸς λόγος ἀλλʼ ἡ ἄτεχνος καὶ ἀφελὴς τῆς συνηθείας παρατήρησις.
§154.1
Τὰ δέ αὐτὰ ταῦτα μετακτέον καὶ ἐπὶ τὰ ἑνικὰ καὶ πληθυντικὰ τῶν ὀνομάτων. Πθῆναι γὰρ λέγονται πλη- θυντικῶς ἡ μία πόλις καὶ Πλαταιαί, καὶ πάλιν Θήβη ἑνι- κῶς καὶ Θῆβαι πληθυντικῶς, καὶ Μυκήνη καὶ Μυκῆναι. ῥηθήσεται δὲ ἐπιμελέστερον περὶ τῆς ἐν τούτοις ἀνωμα- λίας προβαινούσης τῆς ζητήσεως.
§154.2
Τὰ νῦν δέ ἐπεὶ καὶ ὑποδειγματικῶς κατωπτεύκαμεν τὴν ἐν τούτοις τῶν γραμματικῶν ἀκρίβειαν, φέρε κἀκεῖνο, πρὶν ἐπʼ ἄλλον τ[ρ]όπον ἀὶπελύεῖν, ἐξεατῖσυμεν,
§155.1
ψημὶ δέ τίνα λόγον καλοῦσιν μέρη λόγου.
§155.2
Ἤτοι γμρ αὐτὴν τὴν σωματικιν ψωνιν ἐροῦσιν ἧ ἀσώ- ματον λεκτύν, διαφεέρον ταύτης. οὒτε δὲ τν φωνινέροῦσιν· ταύτης μὲν γὰρ ῥηθείσης πάντες ἀκούουσιν, Ἡλληνές τε καὶ βάρβαροι καὶ ἰδιῶται καὶ οἱ παιδείας ἐντός, τοῦ δέ λόγου καὶ τῶν τούτου μερῶν Ἕλληνες μόνοι καὶ οἱ τούτου ἔμπειροι. τοίνυν οὐχ ή φωνή ἐστιν ὁ λόγος καὶ μέρη λόγου. καὶ μὴν οὐδέ τὸ ἀσώματον λεκτόν.
§156
πῶς γὰρ ἀσώματον ἔτι ἔστι τι ἄλλο τοιοῦτο παρὰ τὸ σῶμα καὶ τὸ κενόν, πολλῆς | καὶ ἀνηνύτου γενομένης παρὰ τοῖς φιλοσόφοις περὶ αὐτοῦ διαμάχης; εὶ μέν γὰρ κινεῖται, σῶμά ἐστιν τὸ γὰρ κινούμενον σῶμα· εἰ δέ μένει, δεχόμενον μὲν τὰ εἰς αὐτὸ φερόμενα σώματα καὶ μὴ ἀντιτυποῦν κενὸν γε- νήσεται, κενοῦ γὰρ ἴδιον τὸ μὴ ἀντιτυπεῖν, ἀντιτυποῦν δέ τοῖς εἰς αὐτὸ φερομένοις σῶμά ἐστιν, ἰδίωμα γὰρ σώμα- τος τὸ ἀντιτυπεῖν.
§157
ἄλλως τε ὁ λέγων ἀσώματόν τι λεκeτὸν ὑπάρχειν ἤτοι φάσει μόνον ἀρκούμενος λέγει ἢ ἀπόδει- ξιν παραλαμβάνων. ἀλλὰ φάσει μὲν ἀρκούμενος ἐν ἀντι- φάσει ἐπισχεθήσεται· ἀπόδειξιν δὲ παραλαμβάνων, ἐπεὶ καὶ αὐτὴ διʼ ἀναμφισβητήτων ὀφείλει λημμάτων προάγειν, τὰ δὲ λήμματά ἐστι λεκτά, προαρπάζων τὸ ζητούμενον ὡς ὁμολογούμενον ἄπιστος ἔσται.
§158.1
παρʼ ἣν αἰτίαν λοιπόν, εἰ μήτε ἡ φωνὴ λόγος ἐστὶ μήτε τὸ σημαινόμενον ὑπʼ αὐ- τῆς ἀσώματον λεκτόν, παρὰ δὲ ταῦτα νοεῖν οὐδὲν ἐνδέχε- ται, οὐδέν ἐστι λόγος.
§158.2
Ἔστω δὲ νῦν καὶ ὁ λόγος καὶ μέρη τούτου ὁπόσα θέ- λουσιν οἱ γραμματικοὶ ὑπάρχειν. ἀλλʼ εἰπάτωσάν γε ἡμῖν πῶς τὸν λόγον μερίζουσιν.
§159
Ἐπεὶ γαρ τὸν μερισμὸν τὸν τῶν ἐμ μέτρων ἐν δυσὶ μάλιστα τοῖς ἀναγκαιοτάτοις κεῖσθαι συμβέβηκεν, ἔν τε τῷ βαίνειν, τουτέστι τῇ εἰς τοὺς πόδας διανομῇ, καὶ ἐν τῇ εἰς τὰ τοῦ λόγου μέρη διαιρέσει, ἀκόλουθον μὲν ἂν ἧν τοῖς τελέως πρὸς αὐτοὺς ἀντιλέγουσιν ἑκάτερον κινεῖν, τόν τε τρόπον τοῦ βαίνειν, σκελίσαντας αὐτῶν ἄπαντας τοὺς οἷς βαίνουσι πόδας ὡς ἀνυπάρκτους, καὶ ἔτι τὸν τρόπον τῆς τῶν τοῦ λόγου μερῶν διανομῆς, δείξαντας τὸ ἀδύνατον τῆς διαιρέσεως.
§160
ἀλλʼ ἐπεὶ κἀν τοῖς πρὸς τούς μουσικούς ( VI 60—67) προηγουμένως περὶ ποδῶν ζητοῦμεν, ἵνα μὴ προλαμβάνωμεν τὰ μελλήσοντα πρὸς ἐκείνους λέγεσναι ἢ μὴ δὶς τὰ αὐτὰ λέγωμεν, ταύτην μὲν τὴν ἀπορίαν εἰς τὸν δέοντα καιρὸν ὑπερθη σόμεθα, περὶ δέ τῆς διαιρέσεως τῶν τοῦ λόγου μερῶν σκεψώμεθα.
§161
Ὁ οὖν μερίζων τινὰ στίχον τὰ μὲν ἀφαιρεῖ τὰ δὲ προσ- τίθησι, καὶ ἀφαμιρεῖ μὲν τὸ μῆνιν, εἰ τύχοι, χρίζων τοῦ παντὸς στίχου, καὶ πάλιν τὸ ἄειδε καὶ τὰ λοιπὰ μέρη, προστίθησι δὲ τοῖς κατὰ συναλοιφὴν ἐκφερομένοις, οἷον τῷ ‘αἶμʼ ἐμέωνʼ (Hom. Ο 11) τὸ α, τὸ γὰρ πλῆρες ἦν ‘αἶμα ἐμέωνʼ, καὶ πάλιν τῷ ‘βῆ δʼ ἀκέωνʼ (Hom. Α 34) τὸ ε, κατὰ γὰρ ἐκπλήρωσιν οὕτως εἶχε ‘βῆ δὲ ἀκέων.’ μηδενὸς μέντοι μήτε ἀφαμιρεῖσθαι δυναμένου ἀπό τινος μήτε προστίθεσθαί τινι πεφυκότος ἀδύνατος γίνεται ὁ κατὰ γραμματικὴν μερισμός.
§162–193
§162
Τὸ δὲ ὅτι οὐδὲν οὐδενὸς ἀφαιρεῖται μάθοιμεν ἄν τὸν τρόπον τοῦτον. εἰ γὰρ ἀφαιρεῖταί τι ἀπό τινος, ἢ ὅλον ἀφʼ ὅλου ἀφαιρεῖται ἢ μέρος ἀπὸ μέρους ἢ ὅλον ἀπὸ μέρους ἤ μέρος ἀπὸ ὅλου. ὅλον μὲν οὖν ἀπὸ ὅλου οὐκ ἀφαι- ρεῖται ἑνὸς γὰρ ὑποκειμένου στίχου, εἰ ὅλον ἐστὶ τὸ ἀφαμμιρούμενον, ὅλον στίχον ἀφελοῦμεν. καὶ οὕτως εἰ μέν ἔτι μένοι ὁ στίχος ἀφʼ οὖ ἡ ἀφαίρεσις, οὐδὲ ὅλως ἔσται γεγονυῖά τις ἀφαίρεσις ἀπʼ αὐτοῦ πῶς γὰρ ἔτι μένειν οἷόν τέ ἐστι τὸ ὅλον, εἴπερ ἀφῄρηται; εἰ δέ μὴ μένοι, δῆλον ὡς ἐκ τοῦ μὴ ὄντος οὐκ ἔστι πάλιν γεγονυῖα ἀφαί- ρεσις.
§163
ὥστε ὅλον ἀπὸ ὅλου οὐκ ἀφαιρεῖται. καὶ μὴν οὐδὲ ὅλον ἀπὸ μέρους· ἐν μέν γὰρ τῷ μέρει οὐκ ἐμπεριέχεται τὸ ὅλον, οἷον τῷ μῆνιν τὸ ‘〈μῆνιν〉 ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆοςʼ, τὸ δὲ ἀφαμιρούμενον ὀφείλει ἐμπεριέχεσθαι τῷ τὴν ἀφαίρεσιν ἐπιδεχομένῳ. λείπεται ἄρα ἢ μέρος ἀφʼ ὅλου ἢ μέρος ἀπὸ μέρους ἀφαιρεῖσθαι. ἀλλὰ καὶ τοῦτʼ ἄπορον. τὸ γὰρ μῆνιν εἰ μὲν ἀφʼ ὅλου ἀφαμιρεῖται τοῦ στίχου, καὶ ἀπὸ αὐτοῦ ἀφαιρεῖται· σὺν αὐτῷ γὰρ ὅλος ὁ στίχος ἐνοεῖτο. καὶ ἄλλως, εἰ ἀφʼ ὅλου ἀφαμιρεῖται, τὸ δʼ ὅλον ἥν μῆνιν ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆοςʼ, ὥφειλεν ἠλαττῶσθαι καὶ |τὸ ʼἄειδε θεὰ Πηληιάδεω χιλῆος ʼ καὶ μὴ μένειν ἐν τῷ αὐτῷ, παντὸς τοῦ ἀφαίρεσιν ἐπιδεξαμέ- νου μὴ μένοντος ἐν ταὐτῷ.
§164
ἐχρῆν δὲ καὶ αὐτὸ τὸ μῆνιν, ἀφʼ ὅλου ἐκείνου λαμβάνον τὴν ἀφαίρεσιν, ἔχειν τι ἐξ ἑκάστου τῶν ἐν ἐκείνῳ, ὅ πάλιν ἐστὶ ψεῦδος. εἰ οὖν μήτε ὅλον στίχον ἀπὸ στίχου δυνατὸν μερίζειν μήτε μέρος στίχου ἀπὸ μέρους μήτε ὅλον ἀπὸ μέρους μήτε μέρος ἀφʼ ὅλου, καὶ παρὰ ταῦτα οὐδὲν ἐνδέχεται ποιεῖν, ἀδύνα- τος τῷ γραμματικῷ ὀ μερισμός.
§165
Οὐ μὴν ἀλλὰ καὶ ἡ κατὰ τὰς συναλειπτικῶς ἐκφερομέ- νας λέξεις τινῶν πρόσθεσις οὐκ ἔσται. καὶ τοῦτʼ ἔσται σαφές, ἂν μὴ ἐπὶ συλλαβῶν ἢ σποιχείων χειρίζηται ὁ λόγος, ὧν μάλιστα τὰς προσθέσεις ἐν τοῖς μερισμοῖς ποιοῦνται οἱ γραμματικοί, ἀλλʼ ἐπὶ ὅλων λέξεων. ὑποκει- μένου τοίνυν ἡμιστιχίου τοῦ ‘δειδε θεὰ Πηληιάδεω Μχιλῆοςʼ (ἔστω γὰρ πρὸς τὸ παρὸν τουτὶ ἡμιστίχιον, καὶ προσλαμβανέτω τὸ μῆνιν, ὥστε τὸ ἐξ ἀμφοτέρων ἡρωικὸν γίνεσθαι μέτρον) ζητοῦμεν τίνι ἡ πρόσθεσις γί- νεται·
§166
ἤτοι γὰρ ἑαυτῷ τὸ μῆνιν προστίθεται ἢ τῷ πρου- ποκειμένῳ ἡμιστιχίῳ ἢ τῷ ἐξ ἀμφοτέρων ἀποτελεσθέντι ἡρωικῷ μέτρῳ. καὶ ἑαυτῷ μέν οὐκ ἂν προστεθείη· μὴ ὄν γὰρ ἕτερον ἑαυτοῦ καὶ μὴ διπλασιάζον ἑαυτὸ οὐκ ἂν λέγοιτο ἑαυτῷ προστίθεσθαι. τῷ δὲ προϋποκειμένῳ ἡμιστιχίῳ πῶς ἐνδέχεται; ὅλῳ μέν γὰρ αὐτῷ προστιθέ- μενον καὶ αὐτὸ παρισαζόμενον ἐκείνῳ ἡμιστίχιον γενή- σεται,
§167
ταύτῃ τε ἀκολουθήσει καὶ τὸ μέγα ἡμιστίχιον λέ- γειν εἶναι βραχύ, βραχεῖ συνεξισούμενον τῷ μῆνιν, καὶ τὸ βραχὑ μέγα, μείζονι ἀντιπαρῆκον τῷ ἡμιστιχίῳ, εἴπερ τῷ παντὶ ἡμιστιχίῳ προστίθοιτο τὸ μῆνιν. 〈εἰ δὲ μέρει αὐτοῦ,〉 οἷον τῷ ἄειδε, καὶ εἰ μὲν μόνον αὐξήσει τὸ ἄειδε, τὸ δʼ ὅλον 〈οὐκ αὐξήσει〉, οὐ ποιήσει στίχον. λεί πεται οὖν φάσκειν τῷ ἐξ ἀμφοῖν, αὐτοῦ τε τοῦ μῆνιν καὶ τοῦ προυποκειμένου ἡμιστιχίου, ἀποτελουμένῳ ἑξαμέτρῳ καὶ ἡρωικῷ στίχῳ προστίθεσθαι.
§168.1
ὃ τελέως ἦν ἀπίθανον τὸ γὰρ ἐπιδεχόμενον πρόσθεσιν προῦπόκειται τῆς προσθέσεως, οὐ μὴν τὸ γινόμενον ἐκ τῆς προσθέσεως προϋπόκειται ταύτης. οὐκ ἄρα οὖν τῷ γινομένῳ ἐκ τῆς προσθέσεως τοῦ μῆνιν ἑξαμέτρῳ στίχῳ προστίθεται τὸ μῆιν ὅτε μὲν γὰρ γίνεται ἡ πρόσθεσις, οὔπω ἑξάμετρός ἐστιν, ὅτε δὲ ἔστιν ἑξάμετρος, οὐκέτι γίνεται ἡ πρόσθεσις. πλὴν συν- ἤκται τὸ προκείμενον, καὶ μήτε προσθέσεως μήτε ἀφαιρέ- σεως οὔσης ἀναιρεῖται ὁ προειρημένος τοῦ μερισμοῦ τρόπος.
§168.2
Ἀλλὰ δὴ πάλιν τὴν ἐν τούτοις τῶν γραμματικῶν ἀκρίβειαν κατανοήσαντες, φέρε καὶ τῆς ἐν τῷ γράφειν αὐτῶν δυνάμεως ἀποπειραθῶμεν.
§169
Π ὴν γὰρ ὀρθογραφίαν φασὶν ἐν τρισὶ κεῖσθαι τρόποις, ποσότητι ποιότητι μερισμῷ. ποσότητι μὲν οὖν, ὅταν ζη- τῶμεν εἰ ταῖς δοτικαῖς προσθετέον τὸ ι, καὶ εὐχάλινον καὶ εὐώδινας τῷ ι μόνον γραπτέον ἢ τῇ ει ποιότητι δέ, ὅταν σκεπτώμεθα πότερον διὰ τοῦ ζ γραπτέον ἐστὶ τὸ σμιλίον καὶ τὴν Σμύρναν ἢ διὰ τοῦ σ· μερισμῷ δέ, ἐπειδὰν διαπορῶμεν περὶ τῆς ὄβριμος λέξεως, πότερόν ποτε τὸ β τῆς δευτέρας ἐστὶ συλλαβῆς ἀρχὴ ἢ τῆς προηγουμένης πέρας, καὶ ἐπὶ τοῦ ριστίων ὀνόματος ποῦ τακτέον τὸ σ. πάλιν δʼ ἡ τοιαύτη τεχνολογία,
§170
ἵνα μηδὲν τῶν ἀπορωτέ- ρων κινῶμεν, μάταιος εἶναι φαίνεται, πρῶτον μὲν ἐκ τῆς διαφωνίας, ἔπειτα δὲ καὶ ἐξ αὐτῶν τῶν ἀποτελεσμάτων. καὶ ἐκ μὲν τῆς διαφωνίας, ἐπείπερ οἱ τεχνικοὶ μάχονταί τε καὶ εἰς αἰῶνα μαχήσονται πρὸς ἀλλήλους, τῶν μὲν οὕτως τῶν δὲ ἐκείνως τὸ αὐτὸ γράφειν ἀξιούντων.
§171
ὅθεν καὶ οὕτως αὐτοὺς ἐρωτητέον. εἰ χρειώδης ἐστὶν ἡ περὶ ὀρθογραφίας τεχνο λογία τῷ βίῳ, ἐχρῆν ἡμᾶς τε καὶ ἕκα- στον τῶν διαφωνούντων περὶ αὐτῆς γραμματικῶν, ἀνε- πικρίτου ἀκμὴν καθεστώσης τῆς κατὰ ταύτην διαφω- νίας, παραποδίζεσθαι εἰς ὁ ἂν δέῃ γράφειν.
§172
οὕτε δὲ ἡμῶν οὔτε τούτων ἕκαστος παραποδίζεται, ἀλλὰ συμφώνως πάντες τυγχάνουσι τῆς προθέσεως, ἅτε δὴ μὴ ἀπʼ ἐκεί- νης ἀλλʼ ἀπὸ κοινοτέρας τινὸς καὶ συμφώνου ὁρμώμενοι τριβῆς, καθʼ ἣν τὰ μὲν κατ᾿ ἀνάγκην ὀφείλοντα παρα- λαμβάνεσθαι στοιχεῖα πρὸς τὴν μήνυσιν τοῦ ὀνόματος πάντες παραλαμβάνουσι, καὶ οἱ γραμματικοὶ καὶ οἱ μὴ γραμματικοί, περὶ δὲ τῶν μὴ κατ᾿ ἀνάγκην ἀδιαφοροῦ- σιν. οὐκ ἄρα χρειώδης ἐστὶν ἡ περὶ ὀρθογραφίας παρὰ τοῖς γραμματικοῖς ὑφήγησις.
§173
ἀλλʼ ὁ μὲν ἀπὸ τῆς δια- φωνίας ἔλεγχος τοιοῦτος, ὁ δὲ ἀπὸ τῶν ἀποτελεσμάτων ἐμφανής. οὐδὲν γὰρ βλαπτόμεθα, ἐάν τε σὺν τῷ ι γράφω- μεν τὴν δοτικὴν πτῶσιν ἐάν τε μή, καὶ ἐάν τε διὰ τοῦ ο τὸ σμιλίον καὶ τὴν Σμύρναν ἐάν τε διὰ τοῦ ζ, καὶ ἐπὶ τοῦ ριστίων ὀνόματος ἐάν τε τῇ προηγουμένῃ συλλαβῇ τὸ σ προσμερίζωμεν ἐάν τε τῇ έμιφερομένῃ τοῦτο συντάτ- τωμεν.
§174
εἰ μὲν γὰρ παρὰ τὸ διὰ τοῦ σ ἀλλὰ μὴ διὰ τοῦ ζ γράφειν τὸ σμιλίον οὐκέτι σμιλίον γίνεται ἀλλὰ δρέπανον, καὶ εἰ παρὰ [τὸ σ ] τὸ τοῦ Ἀριστίων ὀνόματος οὕτως ἀλλὰ μὴ ἐκείνως συντάσσεσθαι τὸ σ [ἢ] ὁ Ἀριστίων, καθώς φησί τις τῶν χαριεντιζομένων, Δειπνίων γίνεται, ἥρμοζε μὴ ἀδιαφορεῖν. εἰ δʼ ὅπως ἂν ἔχῃ τὰ τῆς γραφῆς, τὸ σμιλίον 〈ἐστὶ σμιλίον〉, ἐάν τε διὰ τοῦ σ ἐάν τε διὰ τοῦ ζ κατάρχηται, ὅ τε Ἀριστίων ἀεί ποτέ ἐστιν Ἀριστίων, ἐάν τε τῷ ι ἐάν τε τῷ τ τὸ σ προσμερίζωμεν, τίς χρεία τῆς πολλῆς καὶ ματαίας παρὰ τοῖς γραμματικοῖς περὶ τούτων μωρολογίας ς;
§175
Κεφαλαιωδέστερον δὴ καὶ περὶ ὀρθογραφίας διεξιόν- τες, ἴδωμεν εἰς συμπλήρωσιν τῆς πρὸς τὸ τεχνικὸν μέ- ρος αὐ τῶν ἀντιρρήσεως πότερον ἔχουσί τινα πρὸς τὸ ἑλ- ληνίζειν συνεστῶσαν μέθοδον ἢ οὐδαμῶς.
§176
Ὅτι μὲν δεῖ τινα φειδὼ ποιεῖσθαι τῆς περὶ τὰς διαλέκ- τους καθαριότητος, αὐτόθεν συμφανές ὅ τε γὰρ ἕκάστοτε βαρβαρίζων καὶ σολοικίζων ὡς ἀπαίδευτος χλευάζεται, ὅ τε ἑλληνίζων ἱκανός ἐστι πρὸς τὸ σαφῶς ἅμα καὶ ἀκρι- βῶς παραστῆσαι τὰ νοηθέντα τῶν πραγμάτων. ἤδη δέ τοῦ ἑλληνισμοῦ δύο εἰσὶ διαφοραί· ὅς μέν γάρ ἐστι κεχω- ρισμένος τῆς κοινῆς ἡμῶν συνηθείας καὶ κατὰ γραμμα- τικὴν ἀναλογίαν δοκεῖ προκόπτειν, ὅς δὲ κατὰ τὴν ἑκά- στου τῶν ἓλλήνων συνήθειαν ἐκ παραπλασμοῦ καὶ τῆς ἐν ταῖς ὁμιλίαις παρατηρήσεως ἀναγόμενος.
§177
οἰον ὁ μὲν τῆς Ζεύς ὀρθῆς πτώσεως τὰς πλαγίους σχηματίζων τοῦ Ζεός τῷ Ζεῖ τὸν Eέα κατὰ τὸν πρότερον τοῦ ἑλληνισμοῦ χαρακτῆρα διαλέλεκται, ὁ δέ ἀφελῶς τοῦ Ζηνός λέγων καὶ τῷ Ζηνὶ καὶ 〈τὸν〉 Ζῆνα κατὰ τὸν δεύτερον καὶ συνη- θέστερον ἡμῖν. πλὴν δυοῖν ὄντων τῶν ἑλληνισμῶν εὔχρη- στον μέν εἶναί φαμεν τὸν δεύτερον διὰ τὰς προειρημένας αἰτίας, ἄχρηστον δέ τὸν πρῶτον διὰ τὰς λεχθησομένας.
§178
ὥσπερ γὰρ ἐν πόλει νομίσματός τινος προχωροῦντος κατὰ τὸ ἐγχώριον δ μὲν τούτῳ στοιχῶν δύναται καὶ τὰς ἐν ἐκείνῃ τῇ πόλει διεξαγωγὰς ἀπαραποδίστως ποιεῖσθαι, ὁ δὲ τοῦτο μέν μὴ παραδεχόμενος ἄλλο δέ τι καινὸν χα- ράσσων ἑαυτῷ καὶ τούτῳ νομιστεύεσθαι θέλων μάταιος καθέστηκεν, οὕτω κἀν τῷ βίῳ ὁ μὴ βουλόμενος τῇ συνή- θως παραδεχθείσῃ, καθάπερ νομίσματι, ὁμιλίᾳ κατακο- λουθεῖν ἀλλʼ ἰδίαν αὑτῷ τέμνειν μανίας ἐγγύς ἐστιν.
§179
διό- περ 〈εὶ〉 οἱ γραμματικοὶ ὑπισχνοῦνται τέχνην τινὰ τὴν καλουμένην ἀναλογίαν παραδώσειν, διʼ ἧς κατ’ ἐκεῖνον ἡμᾶς τὸν ἑλληνισμὸν ἀναγκάζουσι διαλέγεσθαι, ὑποδει- κτέον ὅτι ἀσύστατός ἐστιν αὕτη ἡ τέχνη,δεῖδέ τούς ὀρθῶς βουλομένους διαλέγεσθαι τῇ ἀτέχνῳ καὶ ἀφελεῖ κατὰ τὸν βίον καὶ τῇ κατὰ τὴν κοινὴν τῶν πολλῶν συνήθειαν πα- ρατηρήσει προσανέχειν.
§180
Εἴπερ οὖν ἔστι τις περὶ ἑλληνισμὸν τέχνη, ἤτοι ἔχει ἀρχὰς ἐφʼ αἷς συνέστηκεν ἢ οὐκ ἔχει. καὶ μὴ ἔχειν μὲν οὐκ ἄν φαῖεν οἱ γραμματικοί πᾶσα γὰρ τέχνη ἀπό τινος ἀρχῆς ὀφείλει συνίστασθαι. εἰ δὲ ἔχει, ἤτοι τεχνικὰς ταύ- τας ἔχει ἢ ἀτέχνους. καὶ εἰ μέν τεχνικάς, πάντως ἢ ἀφʼ ἑαυτῶν ἢ ἀπʼ ἄλλης τέχνης συνέστησαν, κἀκείνη πάλιν ἀπὸ τρίτης, καὶ ἡ τρίτη ἀπὸ τετάρτης, καὶ τοῦτ’ εἰς ἄπει- ρον, ὥστε ἄναρχον γιγνομένην τὴν περὶ ἑλληνισμὸν τέχ- νην μηδέ τέχνην ὑπάρχειν·
§181
εἰ δέ ἀτέχνους, οὐκ ἄλλαι τινές εὑρεθήσονται παρὰ τὴν συνήθειαν· ἡ ἄρα συνήθεια τοῦ τί τέ ἐστιν ἑλληνικὸν καὶ τί ἀνελλήνιστον γίνεται κριτήριον, καὶ οὐκ ἄλλη τις περὶ τὸν ἑλληνισμὸν τέχνη. ἄλλως τε,
§182
ἐπεὶ τῶν τεχνῶν αἱ μέν τῷ ὄντι εἰσὶ τέχναμι, ὡς ἡ ἀνδριαντοποιικὴ καὶ ζωγραφία, αἱ δὲ ἐπαγγέλματι μέν εἰσι τέχναι, οὐ πάντως δὲ καὶ κατ’ ἀλήθειαν, ὡς Σαλ- δαῖκή τε καὶ θυτική, ἵνα μάθωμεν πότερόν ποτε καὶ ἡ περὶ τὸν ἑλληνισμὸν λεγομένη τέχνη ἢ ὑπόσχεσις μόνον ἐστὶν ἢ καὶ ὑποκειμένη δύναμις, δεήσει κριτήριόν τι ἡμᾶς ἔχειν εἰς τὴν ταύτης δοκιμασίαν.
§183
τοῦτʼ οὖν τὸ κριτήριον πάλιν ἤτοι τεχνικόν τί ἐστι (καὶ περὶ ἑλληνισμόν, εἴγε καὶ τῆς περὶ τὸν ἑλληνισμὸν κρινούσης, εἰ ὑγιῶς κρίνει, δοκιμαστικὸν καθέστηκεν), ἢ ἄτεχνον. ἀλλὰ τεχνικὸν μὲν περὶ ἑλληνισμὸν οὐκ ἄν εἴη διὰ τὴν προειρημένην εἰς ἄπειρον ἔκπτωσιν ἄτεχνον δʼ εἰ λαμβάνοιτο τὸ κρι- τήριον, οὐκ ἄλλο τι εὑρήσομεν ἢ τὴν συνήθειαν. ἡ ἄρα συνήθεια καὶ αὐτὴν τὴν περὶ ἑλληνισμὸν τέχνην κρίνουσα οὐ δεήσεται τέχνης.
§184
Επερ δέ οὐκ ἄλλως ἔστιν ἑλsνιζειν ἔὰν μὴ παρὰ γραμματικῆς μάθωμεν τὸ ἑλληνικόν, ἤτοι ἐναργές ἐστι τοῦτο καὶ ἐξ αὐτοῦ βλεπόμενον ἢ ἀδηλότερον. ἀλλʼ ἐναρ γές μὲν οὐκ ἔστιν, ἐπεὶ σύμφωνον ἂν ἦν παρὰ πᾶσιν ὡς τὰ λοιπὰ τῶν ἐ〈να〉ργῶν.
§185
καὶ ἄλλως πρὸς μέν τὴν τοῦ ἐναργοῦς ἀντίληφψιν οὐδεμιᾶς τέχνης ἐστὶ χρεία, καθάπερ οὐδὲ πρὸς τὸ λευκὸν ὀςᾶν ἢ γλυκέος γεύεσθαι θερμοῦ θιγγάνειν· πρὸς δὲ τὸ ἑλληνίζειν μεθόδου τινὸς καὶ τέχ- νης κατὰ τοὺς γραμματικούς ἐστι χρεία. οὐκ ἄρα ἐναργές ἐστι τὸ ἑλληνίζειν.
§186
ἄδηλον δέ εἴπερ ἐστί, πάλιν ἐπεὶ τὸ ἄδηλον ἔκ τινος ἑτέρου γνωρίζεταμι, ἤτοι φυσικῷ τινι κατ- ακολουθητέον κριτηρίῳ, ἐξ οὖ διαγιγνώσκεται τί τὸ ἑλ- ληνικὸν καὶ τί τὸ ἀνελλήνιστον, ἢ τῇ ἕνὸς συνηθεία ὡς ἄκρως ἑλληνίζοντος χρηστέον πρὸς τὴν τούτου κατάληψιν, ἢ τῇ πάντων.
§187
ἀλλὰ φυσικὸν μέν κριτήριον εἰς τὸ ἑλληνι- κὸν καὶ τὸ μὴ τοιοῦτον οὐδὲν ἔχομεν· τοῦ γὰρ λττικοῦ τὸ τάριχος λέγοντος ὡς ἑλληνικὸν καὶ τοῦ Πελοποννησίου ὁ τάριχος προφερομένου ὡς ἀδιάστροφον, καὶ τοῦ μέν τὴν στάμνον ὀνομάζοντος τοῦ δέ τὸν στάμνον, οὐδὲν ἔχει ἐξ ἑαυτοῦ κριτήριον πιστὸν ὀ γραμματικὸς εἰς τὸ οὕτως ἀλλὰ μὴ οὕτως δεῖν λέγειν, εἰ μὴ ἄρα τὴν ἑκάστου συν- ήθειαν, ἥτις οὔτε τεχνικὴ οὐτε φυσική ἐστιν.
§188
τῇ δὲ τινὸς συνηθείᾳ δεῖν ἀκολουθεῖν εἴπερ ἐροῦσιν, ἤτοι φάσει μόνον. ἐροῦσιν ἢ ἐμμεθόδοις ἀποδείξεσι χρησάμενοι. ἀλλὰ φάσιν μὲν λέγουσι φάσιν ἀντιθήσομεν περὶ τοῦ τοῖς πολλοῖς μᾶλλον ἢ τῷ ἑνὶ δεῖν ἀκολουθεῖν ἐμμεθόδως δέ ἀπο- δεικνύντες ὅτι οὗτος ἑλληνίζει, ἀναγκασθήσονται ἐκείνην τὴν μέθοδον κριτήριον ἑλληνισμοῦ λέγειν διʼ ἣν καὶ οὕτος ἑλληνίζων δέδεικται, ἀλλʼ οὐχὶ τοῦτον.
§189
λείπεται οὖν τῇ πάντων συνηθεία προσέχειν. εἰ δέ τοῦτο, οὐ χρεία τῆς ἀναλογίας ἀλλὰ παρατηρήσεως τοῦ πῶς οἱ πολλοὶ διαλέ- γονται καὶ τί ὡς ἑλληνικὸν παραδέχονται ἢ ὡς οὐ τοιοῦτον ἐκκλίνουσιν. τό γε μὴν ἑλληνικὸν ἤτοι φύσει ἐστὶν ἢ θέ- σει. καὶ φύσει μέν οὐκ ἔστιν, ἐπεὶ οὐκ ἄν ποτε ταὐτὸν τοῖς μὲν ἑλληνικὸν ἐδόκει τυγχάνειν τοῖς δὲ οὐχ ἑλληνι- κόν θέσει δέ εἴπερ ἐστὶ καὶ νόμῳ τῶν ἀνθρώπων,
§190
ὁ συνασκηθεὶς μάλιστα καὶ τριβεῖς ἐν τῇ συνηθείᾳ, οὐτος ἑλληνίζει, καὶ οὐχ ὁ τὴν ἀναλογίαν ἐπιστάμενος. καὶ γὰρ ἄλλως ἔνεστι παραστῆσαι ὅτι οὐ δεόμεθα πρὸς τὸ ἑλλη- νίζειν τῆς γραμματικῆς.
§191
ἐν γὰρ ταῖς ἀνὰ χεῖρα ὁμιλίαις ἤτοι ἀντικόψουσιν ἡμῖν οἱ πολλοὶ ἐπί τισι λέξεσιν ἢ οὐκ ἀντικόψουσιν. καὶ εἰ μέν ἀντικόψουσιν, εὐθὺς καὶ διορθώ- σονται ἡμᾶς, ὥστε παρὰ τῶν ἐκ τοῦ βίου καθεστώτων ἀλλʼ οὐχὶ παρὰ γραμματικῶν ἔχειν τὸ ἑλληνίζειν·
§192
εἰ δʼ οὐ δυσχεραίνουσιν ἀλλʼ ὡς σαφέσι καὶ ὀρθῶς ἔχουσι συμπεριφέροιντο τοῖς λεγομένοις, καὶ ἡμεῖς αὐτοῖς ἐπιμε- νοῦμεν. κατά τε ταύτην τὴν ἀναλογίαν ἤτοι πάντες ἢ οἱ πλεῖστοι ἢ οἱ πολλοὶ διαλέγονται οὐτε δὲ πάντες οὔθ’ οἱ πλεῖστοι οὖθʼ οἱ πολλοί· μόλις γὰρ δύο ἢ τρεῖς τοιοῦ- τοι εὑρίσκονται, οἱ δέ πλεῖστοι οὐδὲ ἴσασιν αὐτήν.
§193
τοίνυν ἐπεὶ τῇ τῶν πολλῶν συνηθεία καὶ οὐ τῇ τῶν δυοῖν ἀναγ- καῖον κατακολουθεῖν, ῥητέον τὴν παρατήρησιν τῆς κοινῆς συνηθείας χρησιμεύειν πρὸς τὸ ἑλληνίζειν, ἀλλὰ μὴ τὴν ἀναλογίαν. ἐπὶ πάντων γε μὴν σχεδὸν τῶν χρησιμευόν- των τῷ βίῳ μέτρον ἐστὶν ἱκανὸν τὸ μὴ παραποδίζεσθαι πρὸς τὰς χρείας.
§194–229
§194
διόπερ εἰ καὶ ὁ ἑλληνισμὸς διὰ δύο μά- λιστα προηγούμενα ἔτυχεν ἀποδοχῆς, τήν τε σαφήνειαν καὶ τὴν προσήνειαν τῶν δηλουμένων (τούτοις γὰρ ἔξωθεν κατ’ ἐπακολούθησιν συνέζευκται τὸ μεταφορικῶς καὶ ἐμι- φατικῶς καὶ κατὰ τοὺς ἄλλους τρόπους φράζειν), ζητήσο- μεν οὖν ἐκ ποτέρας ταῦτα μᾶλλον περιγίνεται, ἆρά γε τῆς κοινῆς συνηθείας ἢ τῆς ἀναλογίας, ῖνα ἐκείνῃ προσθώ- μεθα.
§195
βλέπομεν δέ γε ὡς ἐκ τῆς κοινῆς συνηθείας μᾶλ- λον ἢ ὅτι ἐκ τῆς ἀναλογίας. ἐκείνῃ ἄρα ἀλλʼ οὐ ταύτῃ χρηστέον. τὸ μὲν γὰρ τῆς ὀρθῆς πτώσεως ὁ Ζεύς οὐσης τὰς πλαγίους προφέρεσθαι Ζηνός ΖηνίΖῆνα καὶ τῆς κύων κυνός κυνί κύνα 〈οὐ μόνον〉 σαφές, ἀλλὰ καὶ ἀπρόσκοπον τοῖς πολλοῖς εἶναι φαίνεται· τοῦτο δέ ἐστι τὸ τῆς κοινῆς συνηθείας. τὸ δέ ἀπὸ τῆς Ζεύς ὀρθῆς Ζεός λέγειν καὶ Ζε καὶ Ζέα, καὶ ἀπὸ τῆς κύων σχηματίζειν κύωνος κύωνι κύωνα, ἢ ἀπὸ τῆς κυνός γενικῆς ἀξιοῦν τὴν ὀρθὴν κῦς ὑπάρχειν, καὶ ἐπὶ τῶν ῥηματικῶν φερήσω λέγειν καὶ βλε- πήσω ὡς χυήσω καὶ θελήσω, σὺ μόνον ψσαφίς ἀλλὰ χαἱ γέλωτος ἔτι δέ προσκοπῆς ἄξιον εἶναι δοκεῖ·
§196.1
τοῦτο δὲ γίνεται ἀπὸ ἀναλογίας. τοίνυν, ὡς ἔφην, οὐ ταύτῃ χρη- στέον ἀλλὰ τῇ συνηθεία.
§196.2
Μήποτε δὲ καὶ περιτρέπονται, καὶ ἐάν 〈τε〉 θελήσωσιν ἐάν τε καὶ μή, ἀναγκασθήσονται χρῆσθαι μέν τῇ συνη- θείᾳ παραπέμπειν δὲ τὴν ἀναλογίαν. σκοπῶμεν δʼ ἐντεῦ- θεν τὸ λεγόμενον, τουτέστιν ἐκ τῆς πρὸς αὐτοὺς ἀκολου- θίας.
§197
ζητουμένου γὰρ τοῦ πῶς δεῖ λέγειν, χρῆσθαι ἢ χρᾶσθαι, φασὶν ὅτι χρᾶσθαι, καὶ ἀπαιτούμενοι τούτου τὴν πίστιν λέγουσιν, ὅτι χρῆσις καὶ κτῆσις ἀνάλογά ἐστιν· ὡς οὗν κτᾶσθαι μέν λέγεται, κτῆσθαι δὲ οὐ λέγεται, οὕτω καὶ χρᾶσθαι μέν ῥηθήσεται, χρῆσθαι δέ οὐ πάντως.
§198
ἀλλʼ εἰ ἐπακολουθῶν τις αὐτοῖς πύθοιτο αὐτὸ δέ τοῦτο τὸ κτᾶσθαι ὅτι ὀρθῶς εἴρηται, ἀφʼ οὖ καὶ τὸ χρᾶσθαι ἀπο- δείκνυμεν, πόθεν ἴσμεν;ʼ φήσουσιν ὅτι ἐν τῇ συνηθεία λέ- γεται. τοῦτο δὲ λέγοντες δώσουσι τὸ τῇ συνηθείᾳ δεῖν ὡς κριτηρίῳ προσέχειν, ἀλλὰ μὴ τῇ ἀναλογίρ.
§199.1
εἰ γὰρ ὅτι ἐν τῇ συνηθείᾳ λέγεται κτᾶσθαι, ῥητέον καὶ χρᾶσθαι, ὀφείλομεν παρέντες τὴν ἀναλογικὴν τέχιην ἐπὶ τὴν συν- ήθειαν ἀναδραμεῖν, ἀφʼ ἧς κἀκείνη ἤρτηται.
§199.2
Καὶ μὴν ἡ ἀναλογία ὁμοίων πολλῶν ὀνομάτων ἐστὶ παράθεσις, τὰ δέ ὀνόματα ταῦτα ἐκ τῆς συνηθείας, ὥστε καὶ ἡ σύστασις τῆς ἀναλογίας ἀπὸ τῆς συνηθείας πρόει- σιν.
§200
τούτου δέ οὕτως ἔχοντος ἐρωτητέον τρόπῳ τῷδε· ἤτοι ἐγκρίνετε τὴν συνήθειαν ὡς πιστὴν πρὸς διάγνωσιν | ἑλληνισμοῦ ἢ ἐκβάλλετε. εἰ μέν ἐγκρίνετε, αὐτόθεν συν- ῆκται τὸ προκείμενον, καὶ οὐ χρεία τῆς ἀναλογίας· εἰ δέ ἐκβάλλετε, ἐπεὶ καὶ ἡ ἀναλογία ἐκ ταύτης συνίσταται, ἐκβάλλετε καὶ τὴν ἀναλογίαν. καὶ πάλιν, ἄτοπον τὸ αὐτὸ καὶ ὡς πιστὸν προσίεσθου καὶ ὡς ἄπιστον παραιτεῖσθαι.
§201
οἱ δέ γραμματικοὶ θέλοντες τὴν συνήθειαν ὡς ἄπιστον ἐκβάλλειν καὶ πάλιν ταύτην ὡς πιστὴν παραλαμβάνειν, τὸ αὐτὸ πιστὸν ἅμα καὶ ἄπιστον ποιήσουσιν. ἵνα γὰρ δεί- ξωσιν ὅτι οὐ διαλεκτέον κατὰ τὴν συνήθειαν, εἰσάγουσι τὴν ἀναλογίαν ἡ δέ ἀναλογία οὐκ ἰσχυροποιεῖται, εἰ μὴ συνήθειαν ἔχοι τὴν βεβαιοῦσαν·
§202
τῇ ἄρα συνηθεία ἐκβάλ- λοντες τὴν συνήθειαν τὸ αὐτὸ πιστὸν ἅμα καὶ ἄπιστον ποιήσουσιν. ἐκτὸς εἰ μή τι φήσουσι μὴ τὴν αὐτὴν συν- ήθειαν ἐκβάλλειν ἄμα καὶ προσίεσθαι, ἀλλʼ ὅλην μὲν ἐκ- βάλλειν ἄλλην δέ προσίεσθαι. ὅπερ καὶ λέγουσιν οἱ ἀπὸ Πινδαρίωνος. ἀναλογία, φασίν, ὁμολογουμένως ἐκ τῆς συνηθείας ὁρμᾶται· ἔστι γὰρ ὁμοίου τε καὶ ἀνομοίου θεω- ρία,
§203
τὸ δέ ὅμοιον καὶ ἀνόμοιον ἐκ τῆς δεδοκιμασμένης λαμβάνεται συνηθείας, δεδοκιμασμένη δὲ καὶ ἀρχαιοτάτη ἐστὶν ἡ Ὁμήρου ποίησις· ποίημα γὰρ οὐδὲν πρεσβύτερον ἧκεν εἰς ἡμᾶς τῆς ἐκείνου ποιήσεως· διαλεξόμεθα ἄρα τ ῇ Ὁμήρου κατακολουθοῦντες συνηθείᾳ.
§204
ἀλλὰ πρῶτον μὲν οὐχ ὑπὸ πάντων ὁμολογεῖται ποιητὴς ἀρχαιότατος εἶναι Ὅμηρος· ἔνιοι γὰρ Ἡσίοδον προήκειν τοῖς χρόνοις λέγουσιν, Λίνον τε καὶ Ὀρφέα καὶ Μουσαῖον καὶ ἄλλους παμπληθεῖς. οὐ μὴν ἀλλὰ καὶ πιθανόν ἐστι γεγονέναι μέν τινας πρὸ αὐτοῦ καὶ κατ᾿ αὐτὸν ποιητάς, ἐπεὶ καὶ αὐτός πού φησι (α 351) τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται, τούτους δὲ ὑπὸ τῆς περὶ αὐτὸν λαμπρότητος ἐπεσκοτῆ- σθαι.
§205
καὶ εἰ ἀρχαιότατος δὲ ὁμολογοῖτο τυγχάνειν Ὅμηρος, οὐδὲν εἴρηται ὑπὸ τοῦ Πινδαρίωνος ἱκνούμενον. ὥσπερ γὰρ προηποροῦμεν περὶ τοῦ πότερόν τε τῇ συνηθεία ἢ τῇ ἀναλογίᾳ χρηστέον, οὕτω καὶ νῦν διαπορήσομεν πότερον τῇ συνηθεία ἢ τῇ ἀναλογίᾳ, καὶ εἰ τῇ συνηθεία, ἄρα τῇ καθʼ Ὅμηρον ἢ τῇ τῶν ἄλλων ἀνθρώπων· πρὸς ὅπερ οὐδὲν εἴρηται.
§206
εἶτα κἀκείνην μάλιστα δεῖ τὴν συνήθειαν μεταδιώκειν ᾗ προσχρώμενοι οὐ γελασθησόμεθα τῇ δὲ Ὁμηρικῇ κατακολουθοῦντες οὐ χωρὶς γέλωτος ἑλληνιοῦ- μεν, μάρτυροι λέγοντες καὶ ‘σπάρτα λέλυνταιʼ καὶ ἄλλαι τούτων ἀτοπώτερα. τοίνυν οὐδʼ οὖτός ἐστιν ὁ λόγος ὑγιής, μετὰ καὶ τοῦ συγκεχωρῆσθαι τὸ κατασκευαζόμενον ὑφʼ ἡμῶν, τουτέστι τὸ μὴ χρῆσθαι ἀναλογίρ.
§207
τί γὰρ διήνεγκεν εἴτ’ ἐπὶ τὴν τῶν πολλῶν εἴτ᾿ ἐπὶ τὴν Ὁμήρου συνήθειαν ἐλ- θεῖν; ὡς γὰρ ἐπὶ τῆς τῶν πολλῶν τηρήσεως ἐστι χρεία ἆλλ’ οὐ τεχνικῆς ἀναλογίας, οὕτω καὶ ἐπὶ τῆς Ὁμήρου· τηρήσαντες γὰρ αὐτοὶ πῶς εἴωθε λέγειν, οὕτω καὶ δια- λεξόμεθα.
§208
τὸ δὲ ὅλον, ὡς αὐτὸς Ὅμηρος οὐκ ἀναλογίᾳ προσεχρήσατο ἀλλὰ τῇ τῶν κατ’ αὐτὸν ἀνθρώπων συν- ηθείᾳ κατηκολούθησεν, οὕτω καὶ ἡμεῖς οὐκ ἀναλογίας πάντως ἑξόμεθα βεβαιωτὴν ἐχούση〈ς〉 Ὅμηρον, ἀλλὰ τὴν συνήθειαν τῶν καθʼ αὑτοὺς ἀνθρώπων παραπλασόμεθα.
§209
Ἄρτι μὲν οὖν ἐκ τῆς πρὸς τοὺς γραμματικοὺς ἀκο- λουθίας συνῆκται τὸ παρέλκειν μέν τὴν ἀναλογίαν πρὸς ἑλληνισμόν, εὐχρηστεῖν δέ τὴν τῆς συνηθείας παρατήρη- σιν δῆλον δέ ἴσως ἔσται ἐκ τῶν ῥητῶν.
§210
ὁριζόμενοι γὰρ τόν τε βαρβαρισμὸν καὶ τὸν σολοικισμόν φασὶ βαρβα- ρισμός ἐστι παράπτωσις ἐν ἁπλῇ λέξει παρὰ τὴν κοινὴν συνήθειαν ʼ καὶ ʼσολοικισμός ἐστι παράπτωσις ἀσυνήθης κατὰ τὴν ὅλην σύνταξιν καὶ ἀνακόλουθοςʼ.
§211
πρὸς ἄ δυνά- μεθα λέγειν εὐθύῃ· ἀλλʼ εἰ ὁ μὲν βαρβαρισμός ἐστιν ἐν ἁπλῇ λέξει ὁ δὲ σολοικισμὸς ἐν συνθέσει λέξεων, δέδεικ- ται δέ ἔμπροσθεν ὡς οὐτε ἁπλῆ ἔστι λέξις τις οὔτε σύν- θεσις λέξεων, οὐδέν ἐστι βαρβαρισμὸς ἢ σολοικισμός.
§212
πάλιν εἰ ἐν λέξει μιᾷ ὁ βαρβαρισμὸς νοεῖται καὶ ἐν συν- θέσει λέξεων ὁ σολοικισμός, ἀλλʼ οὐκ ἐν τοῖς ὑποκειμένοις πράγμασι, πῶς ἥμαρτον εἰπὼν ‘οῦτοςʼ, δείκνυμι δέ γυ- ναῖκα, ἢ ‘αῦτηʼ, δείκνυμι δὲ νεανίαν ; οὐτε γὰρ ἐσολοί- κισα· οὐ γὰρ σύνθεσιν πολλῶν ἀκαταλλήλων λέξεων προ- ηνεγκάμην,
§213
ἀλλʼ ἁπίῆν τὴν οὐτος λέξιν ἢ αὕτη οὕτ’ ἐβαρβάρισα οὐδὲν γὰρ ἀούνηθες εἶχεν ἡ οὐτος λέξις, ὡς ἡ παρὰ τοῖς λεξανδρεῦσιν ‘ἐλήλυθανʼ καὶ ‘ἀπελήλυθανʼ.
§214
Πλὴν τοιαῦτα μέν πολλὰ πρὸς τοὺς γραμματικοὺς ἐν- δέχεται λέγειν ἵνα δέ μμιὴ δοκῶμεν ἐν πᾶσιν ἀπορητικοὶ τυγχάνειν, ἐπὶ τὴν ἐξ ἀρχῆς πρόθεσιν ἀναδραμόντες φή- σομεν ὡς εἴπερ ὁ βαρβαρισμὸς παράπτωσίς ἐστι παρὰ τὴν κοινὴν συνήθειαν ἐν μιᾷ λέξει θεωρούμενος, ὡσαύ- τως δέ καὶ ὁ σολοικισμὸς ἐν πολλαῖς λέξεσι τὴν ὑπόστα- σιν λαμβάνων, καὶ ἔστι βάρβαρον μιὲν τὸ † τράπεζα διὰ τὸ μὴ σύνηθες εἶναι τὸ ῥῆμα, σόλοικον δὲ τὸ πολλὰ περι- πατήσας κοπιᾷ μου τὰ σκέλη’ διὰ τὸ μὴ λέγεσθαι τῇ κοινῇ συνηθείρ, ὡμολόγηται ὅτι ἡ μὲν ἀναλογικὴ τέχνη ὄνομα κενόν ἐστι πρὸς τὸ μὴ βαρβαρίζειν ἢ σολοικίζειν, δεῖ δέ τὴν συνήθειαν παρατηρεῖν καὶ ἀκολούθως αὐτῇ διαλέγεσθαι.
§215
εἰ μέν γὰρ μετακαθίσαντες λέγοιεν βαρβα- ρισμὸν ἁπλῶς παράπτωσιν ἐν ἁπλῇ λέξει, δίχα τοῦ προσ- θεῖναι τὸ παρὰ τὴν κοινὴν συνήθειαν, καὶ σολοικισμὸν παράςτωσιν κατὰ τὴν ὅλην σύνταξιν καὶ ἀνακόλουθον, χωρὶς τοῦ παραλαβεῖν τὸ ἀούνηθες, καὶ χεῖρόν τι κινή- σουσιν ἑαυτοῖς πρᾶγμα. τὰ γὰρ τοιαῦτα καθʼ ὅλην τὴν σύνταξιν 〈ἄν〉 ακολουθοῦντα ἓξουσιν, ‘Ἀθῆναι καλὴ πόλις, Ὁρέ στης καλὴ τραγῳδία, ἡ βουλὴ οἱ ἐξακόσιοιʼ ἃ δεήσει σολοικισμοὺς λέγειν, οὐχὶ δέ γε σολοικισμοὶ τυγ- χάνουσι διὰ τὸ σύνηθες.
§216.1
οὐκ ἄρα ψιλῇ τῇ ἀκολουθίᾳ κρι- τέον τὸν σολοικισμόν, ἀλλὰ τῇ συνηθείᾳ.
§216.2
Εὗ δʼ ἄν ἔχοι καὶ μετὰ τὴν ἐκ τῆς 〈πρὸς αὐτοὺς〉 ἀκο- λρυθίας καὶ τῶν ῥητῶν ἔνστασιν ἔτι καὶ ἀπὸ τῆς κατὰ τὸ ὅμοιον μεταβάσεως αὐτοὺς δυσωπεῖν.
§217
εἴπερ γὰρ τοῦ ὁμοίου θεωρητικοὶ καθεστήκασιν, ἐπεὶ τῶ εἰς ἀντικνήμιον τύπτεσθαι ἀνάλογόν ἐστι τὸ εἰς τὴν ῥῖνα τύπτεσθαι καὶ τὸ εἰς τὴν γαστέρα, λέγεται δέ τὸ πρῶτον ἀντικνημιά- ζειν, ἀναλόγως καὶ τὸ γαστρίζειν ἢ μυκτηρίζειν 〈...〉· τὸ δέ αὐτὸ καὶ ἐπὶ τοῦ ἱππάζεσθαι καὶ κατακρημνίζεσθαι καὶ ἡλιάζεσθαι ὑποδεικτέον. οὐ λέγομεν δὲ ταῦτα διὰ τὸ παρὰ τὴν κοινὴν εἶναι συνήθειαν· τοίνυν οὐδὲ τὸ λυήσω οὐδὲ τὸ φερήσω καὶ τὰ ἄλλαι πάντα, ἅπερ 〈κατ〉 ἀναλογίαν, ἐστὶν υφειλόμενα λέγεσθαι διὰ τὸ μ κατὰ τὴν συνθειαν λέγε- σθαι.
§218
οὐ μρν ἀλλʼ εἴπερ ἄρίστα μέν θρακιστὶ ὁιαλέγεσθαί ψαμεν τὸν ὡς σύνηθές ἐστι ἀἀραξὶ ὁιαλεγόμενον, καὶ κάλ- λιστα ῥωμαιστὶ τὸν ὡς σύνηθες Ῥωμαίοις, ἀκολουθήσει καὶ τὸ ἑλληνιστὶ ὑγιῶς διαλέγεσθαι τὸν ὡς σύνηθες Ἥλλη- σι διαλεγόμενον, ἐὰν τ συνηθεία ἀλλὰ μὴ τ διατάξει κατακολουθῶμεν. τῆ ἄρα συνηθείᾳ, οὐ τ ἀναλογία κατακολουθοῦντες ἑλληνιοῦμεν.
§219
καθόλου τε ἤτοι σύμφω- νός ἐστι τ συνηθεία ἡ ἀναλογία δίφωνος. 10αὶ εἰ μέν σύμφωνος, πρῶτον μὲν ὡς ἐκείνη οὐκ ἔστι τεχνική, οὕτως οὐδὲ αὕτη γενήσεται τέχνη· τὸ γὰρ ἀτεχνίᾳ συμφωνοῦν πάντως καὶ αὐτό ἐστιν ἄτεχνον. καὶ ἄλλως, 〈εὶ〉 τὸ κατ’ ἐκείνην ἑλληνικὸν καὶ κατὰ ταύτην ἐκείνῃ συμφωνοῦσαν γενήσεται ἑλληνικόν, καὶ τὸ κατ’ ἐκείνην ἔσται τοιοῦτον.
§220
τούτου δʼ οὕτως ἔχοντος οὐ δεησόμεθα τῆς ἀναλογίας πρὸς διάγνωσιν τοῦ ἑλληνισμοῦ, ἔχοντες εἰς τοῦτο τὴν συνήθειαν. εἰ δὲ διάφωνός ἓστιν αὕτη, πάντως ἑτέραν εἰσηγουμένη συνήθειαν παρʼ ἐκείνην καὶ οἱονεὶ βάρβαρον ἀδόκιμος γενήσεται καὶ ὡς προσκοπὴν ἐμποιοῦσα τελέως ἄχρηστος.
§221
Ἐπιχειρητέον δὲ καὶ ἀπὸ τῆς συστάσεως τῆς τέχνης αὐτῶν. θέλουσι μέν γὰρ καθολικά τινα θεωρήματα συ- στησάμενοι ἀπὸ τούτων πάντα τὰ κατὰ μέρος κρίνειν ὀνόματα, εἴτε ἑλληνικά ἐστιν εἴτε καὶ μή· οὐ δύνανται δέ [καὶ] τοῦτο ποιεῖν διὰ τὸ μήτε τὸ καθολικὸν αὐτοῖς συγχωρεῖσθαι ὅτι καθολικόν ἐστι, μήτʼ ἄλλως ἀναπτυσσό- μενον τοῦτο τὴν τοῦ καθολικοῦ σώζειν φύσιν.
§222
λαμβα- νέσθω δὲ εἰς τοῦτο παραδείγματα ἀπʼ αὐτῶν τῶν γραμ- ματικῶν. ζητήσεως γὰρ οὐσης ἐπί τινος τῶν κατὰ μέρος ὀνομάτων, οἷον ἐπὶ τοῦ εὐμενής, πότερον χωορἰς τοῦ σ προενεκτέον ἐστὶ τὴν πλάγιον πτῶσιν, εὐμενοῦ λέγοντας, ἢ σὺν τῷ σ, εὐμενοῦς, πάρεισιν οἱ γραμματικοὶ καθολι- κόν τι προφερόμενοι καὶ ἀπὸ τούτου τὸ ζητούμενον βε- βαιοῦντες. φασὶ γὰρ ‘πᾶν ὄνομα ἁπλοῦν, εἰς ης λῆγον, ὀξύτονον, τουτὶ ἐξ ἀνάγκης σὺν τῷ σ κατὰ τὴν γενικὴν ἐξενεχθήσεται, οἷον εὐφυής εὐφυοῦς, εὐσεβής εὐσεβοῦς, εὐκλεής εὐκλεοῦς· τοίνυν καὶ τὸ εὐμενής ὀξυτόνως ἐκφε- ρόμενον παραπλησίως τούτοις διὰ τοῦ σ ἐπὶ τῆς γενικῆς προενεκτέον, εὐμενοῦς λέγοντας..
§223
οὐκ ἤδεσαν δὲ οἱ θαυ- μάσιοι πρῶτον μὲν ὅτι ὁ εὐμενοῦ ἀξιῶν λέγειν οὐ δώσει αὐτοῖς καθολικὸν εἶναι τὸ παράπηγμα· τοῦτο γοῦν αὐτὸ τὸ εὐμενής ἁπλοῦν ὄνομα καθεστὼς καὶ ὀξύτονον οὐ φή- σει σὺν τῷ σ ἐκφέρεσθαι, ἀλλὰ ἐκείνους τὸ ζητούμενον ὡς ὁμολογούμενον συναρπάζειν.
§224
ἄλλως τε, εἰ καθολικόν ἐστι τὸ παράπηγμα, ἤτοι κἄντα τὰ κατὰ μέρος ὀνόματα ἐπελθόντες καὶ τὴν ἐν αὐτοῖς ἀναλογίαν κατανοήσαντες συνέθεσαν αὐτό, ἢ οὐ πάντα. ἀλλὰ πάντα μέν οὐκ ἐπελη- λύθασιν· ἄπειρα γάρ ἐστι, τῶν δέ ἀπείρων οὐκ ἔστι τις γνῶσις. εἰ δὲ τινά, πόθεν ὅτι πάν ὄνομα τοιοῦτόν ἐστιν. οὐ γὰρ ὅ τί τισι συμβέβηκεν ὀνόμασι, τοῦτο καὶ πᾶσιν.
§225
ἀλλʼ εἰσί τινες οἱ γελοίως πρὸς τοῦτο ἀπαντῶντες καὶ λέ- γοντες ὅτι ἐκ πλειόνων ἐστὶ τὸ καθολικὸν παράπηγμα. οὐχ ἑώρων γὰρ ὅτι πρῶτον μέν ἄλλο τί ἐστι τὸ καθολι- κὸν καὶ ἄλλο τὸ ὡς ἐπὶ τὸ πολύ, καὶ τὸ μὲν καθολικὸν οὐδέποτε ἡμᾶς διαεψεύδεται, τὸ δʼ ὡς 〈ἐπὶ〉 τὸ πολὺ κατὰ τὸ σὰάνιον·
§226
εἷθʼ ὅτι καὶ εἰ ἐκ πολλῶν ἐστι τὸ καθολικόν, οὐ πάντως τὸ τοῖς πολλοῖς ὀνόμασι συμβεβηκός, τοῦτο ἐξ ἀνάγκης καὶ πᾶσι τοῖς ὁμοειδέσι συμβέβηκεν, ἀλλʼ δν τρόπον ἐν πολλοῖς καὶ ἄλλοις φέρει τινὰ κατὰ μονοείδειαν ἡ φύσις, οἷον ἐν ὄφεσι μέν ἀπείροις οὕσι τὸν κεράστην κερασφόρον, ἐν τετράποσι δὲ τὸν ἐλέφαντα προβοσκίδι κεχρημένον, ἐν ἰχθύσι δὲ τὸν γαλεὸν ζῳοτόκον, ἐν λίθοις δέ τὸν μάγνητα σιδηραγωγόν, οὕτως εὔλογόν ἐστι-καὶ ἐν πολλοῖς ὁμοιοπτώτοις ὀνόμασιν εἶναί τι ὄνομα, ὅ μὴ ὁμοίως τοῖς πολλοῖς ὀνόμασι κλίνεται.
§227.1
ὅθεν παρέντες ζητεῖν εἰ ἀνάλογόν ἐστι τοῖς πολλοῖς, σκοπῶμεν πῶς αὐτῷ χρῆται ἡ συνήθεια, πότερον ἀνάλογον ἐκείνοις ἢ κατὰ ἴδιον τύπον· καὶ ὡς ἄν ᾖ χρωμένη, οὕτω καὶ ἡμεῖς προοισόμεθα.
§227.2
Περιδιωκόμενοι δὴ ποικίλως οἱ γραμματικοὶ θέλουσιν ἀναστρέφειν τὴν ἀπορίαν.
§228
πολλαὶ γάρ, φασίν, εἰσὶ συνή- θειαι, καὶ ἄλλη μὲν Πθηναίων ἄλλη δὲ Λακεδαιμονίων, καὶ πάλιν Πθηναίων διαφέρουσα μὲν ἡ παλαιὰ ἐξηλ- λαγμένη δέ ἡ νῦν, καὶ οὐχ ἡ αὐτὴ μέν τῶν κατὰ τὴν ἀγροικίαν ἡ αὐτὴ δὲ τῶν ἐν ἄστει διατριβόντων, παρὸ καὶ ὁ κωμικὸς λέγει ριστοφάνης (fr. 685 Kock) διάλεκτον ἔχοντα μέσην πόλεως, οὔτ᾿ ἀστείαν ὑποθηλυτέραν οὔτ᾿ ἀνελεύθερον ὑπαγροικοτέραν. πολλῶν οὖν οὐσῶν συνηθειῶν,
§229
[ὡς] φασί, ποίᾳ χρησό- μεθα; οὔτε γὰρ πάσαις κατακολουθεῖν δυνατὸν διὰ τὸ μάχεσθαι πολλάκις, οὐτε τινὶ ἐξ αὐτῶν, ἐὰν μή τις τεχνι- κῶς προκριθῇ. ἀλλὰ πρῶτον μέν, φήσομεν, τὸ ζητεῖν ποίᾳ χρηστέον συνηθεία ἔστιν ἴσον τῷ 〈μὴ〉 εἶναί τινα τέχνην περὶ ἑλληνισμόν. αὕτη γάρ, φημὶ δʼ ἡ ἀναλογία, ὁμοίου καὶ ἀνομοίου ἐστὶ θεωρία· τὸ δέ ὅμοιον καὶ ἀνό- μοιον λαμβάνετε ἀπὸ τῆς συνηθείας· κἆν μὲν ᾖ τετριμμέ- νον, χρῆσθε αὐτῷ, εἰ δέ μή, οὐκέτι.
§230–263
§230
πευσόμεθα οὖν καὶ ἡμεῖς, ἀπὸ ποίας συνηθείας λαμβάνετε τὸ ὅμοιον καὶ τὸ ἀνόμιοιον ; πολλαὶ γάρ εἰσι καὶ πολλάκις μαχόμεναι. ὅπερ δὲ ἀπολογούμενοι πρὸς τοῦτο ἐρεῖτε, τοῦτο καὶ παρʼ ήμιῶν ἀκούσεσθε.
§231
καὶ πάλιν ὅταν λέγητε τὸν βαρβαρισμὸν πα- ράπτωσιν ἐν ἁπλῇ λέξει παρὰ τὴν συνήθειαν, ἀνταπορή- σομεν λέγοντες ποίαν φατέ πολλῶν οὐσῶν, καὶ ᾖ ἂν εἴ- πητε, ταύτῃ φήσομεν καὶ ἡμεῖς ἀκολουθεῖν.
§232
κοινῆς οὖν οὔσης ἀπορίας οὐκ ἄπορος ἡ παρʼ ἡμιῶν ταύτης ἐστὶ λύ- σις. τῶν γὰρ συνηθειῶν αἱ μέν εἰσι κατὰ τὰς ἐπιστήμας αἱ δὲ κατὰ τὸν βίον. καὶ γὰρ ἐν φιλοσοφίᾳ ὀνομάτων τινῶν ἐστιν ἀποδοχὴ καὶ ἐν ἰατρικῇ ἐξαμιρέτως, καὶ ἤδη κατὰ μουσικὴν καὶ γεωμετρίαν, ἔστι δέ καὶ βιωτική τις ἀφελὴς συνήθεια τῶν ἰδιωτῶν, κατὰ πόλεις καὶ ἔθνη δια- φέρουσα.
§233
ὅθεν ἐν φιλοσοφίᾳ μέν τῇ τῶν φιλοσόφων στοι- χήσομεν, ἐν ἰατρικῇ δὲ τῇ ἰατρικωτέρα, ἐν δέ τῷ βίῳ τῇ συνηθεστέρᾳ καὶ ἀπερίττῳ καὶ ἐπιχωριαζούσῃ.
§234
παρὸ καὶ διχῶς τοῦ αὐτοῦ πράγματος λεγομένου πειρασόμεθα πρὸς τὰ παρόντα ὰρμοζόμενοι πρόσωπα τὸ μὴ γελώμενον προ- φέρεσθαι, ὁποῖόν ποτʼ ἂν ἤη κατὰ τὴν φύσιν. οἷον τὸ αὐτὸ ἀρτοφόριον καὶπανάριον λέγεται, καὶ πάλιν τὸ αὐτὸ σταμινίον καὶ ἀμίδιον καὶ ἴγδις καὶ θυῖα. ἀλλὰ στοχαζό- μενοι τοῦ καλῶς ἔχοντος καὶ σαφῶς καὶ τοῦ μιὴ γελᾶσθαι ὑπὸ τῶν διακονούντων ἡμῖν παιδαρίων [καὶ ἰδιωτῶν] πα- νάριον ἐροῦμεν, καὶ εἰ βάρβαρόν ἐστιν, ἀλλʼ οὐκ ἀρτοφο- ρίδα, καὶ σταμνίον, ἀλλʼ οὐκ ἀμίδα, καὶ θυῖαν μᾶλλον ἢ ἴγδιν.
§235
καὶ πάλιν ἐν διαλέξει ἀποβλέποντες πρὸς τοὺς παρόντας 〈τὰς〉 μὲν ἰδιωτικὰς λέξεις παραπέμεψομεν, τὴν δέ ἀστειοτέραν καὶ φιλολόγον συνήθειαν μετοδιώξομεν· ὡς γὰρ ἡ φιλολόγος γελᾶται παρὰ τοῖς ἰδιώταις, οὕτως ἡ ἰδιωτικὴ παρὰ τοῖς φιλολόγοις. δεξιῶς οὖν ἑκάστῃ πε- ριστάσει τὸ πρέπον ἀποδιδόντες δόξομεν ἀμέμπτως ἑλ- ληνίζειν.
§236
Ἄλλως τε, ἐπεὶ ἐγκαλοῦσιν ὡς ἀνωμάλῳ καὶ πολυειδεῖ τῇ συνηθείᾳ, καὶ ἡμεῖς ἀπὸ τῆς αὐτῆς ἀφορμῆς αὐτοῖς ἐγκαλέσομεν. εἰ γὰρ ἡ ἀναλογία ὁμοίου παράθεσίς ἐστι, τὸ δὲ ὅμοιον ἐκ τῆς συνηθείας, ἡ δὲ συνήθεια ἀνώμαλός τε καὶ ἄστατος, δεήσει καὶ τὴν ἀναλογίαν μὴ ἔχειν ἑστῶτα παραπήγματα.
§237
καὶ τοῦτο πάρεστι διδάσκειν ἐπὶ τῶν ὀνο- μάτων καὶ τῶν ῥημάτων καὶ μετοχῶν καὶ καθόλου τῶν ἄλλων ἁπόντων. οἷον ἐπὶ μιὲν τῶν ὀνομάτων παρόσον τὰ κατὰ τὰς ὀρθὰς πτώσεις ἀνάλογα ὄντα καὶ ὅμοια, ταῦτα κατὰ τὰς πλαγίους ἀνομοίως τε καὶ οὐκ ἀναλόγως σχη- ματίζεται, οἷον Ἄρης Χάρης χάρτης — Ἄρεως άρητος χάρτου, καὶ Μέμινων Θέων λέων — Μέμινονος Θέωνος λέοντος, Σκόπας μέλας Ἄβας — Σκόπα μέλανος Ἄβαν- τος.
§238
ἐπὶ δὲ τῶν ῥηματικῶν πολλὰ ὁμοίως κατὰ τὸτ ἐνε- στῶτα χρόνον λεγόμενα οὐκ ἀναλόγως ἐν τοῖς ἄλλοις χρόνοις σχηματίζεται, 〈οἷον εὑρίσκει ψρέσκει — ηὕρηκεν ἀρήρεκεν〉, ἐνίων δί συζυγίαι τινές ἐκλελοίπασιν καὶ ἔκ- τονε μίν λέγεται, ἔκταγκε δέ οὐ λέγεται; ἀλλιπται μέν εἴποι τις |ἄν, ἤλειπται δὲ οὐκέτι. ἐπὶ δὲ τῶν μετοχῶν βοῶν σαρῶν νοῶν — βοῶντος σαροῦντος νοοῦντος, καὶ ἐπὶ τῶν προσηγοριῶν ἄναξ ἄβαξ — ἄνακτος ἄβακος, γραῦς ναῦς — γραός νηός.
§239
ὡσαύτως δὲ καὶ ἐπὶ τῶν τοιούτων· ἄρχων γὰρ λέγεται καὶ ὀνοματικῶς καὶ ὁ τὴν ἀρχὴν διέ- πων ἀλλʼ Ἄρχωνος μὲν γίνεται κατὰ πλάγιον πτῶσιν τὸ ὀνοματικόν, ἄρχοντος δέ τὸ μετοχικόν. καὶ κατὰ ὅμοιον τρόπον μένων θέων νέων μετοχικὰ ὄντα καὶ ὀνοματικὰ διαφερούσας λαμβάνει τὰς κλίσεις μένωνος μέν γὰρ γίνεται τὸ ὀνοματικόν, μένοντος δέ ἡ μετοχή, καὶ Θέω- νος μὲν τὸ ὀνοματικόν, θέοντος δὲ 〈ἡ〉 μετοχή ἐστιν.
§240
πλὴν ἐκ τούτων συμφανές ὡς τῆς συνηθείας ἀνωμάλου καθε- στώσης οὐχ ἕστηκε τὰ παραπήγματα τῆς ἀναλογίας, ἀλλʼ ἀνάγκη ἀποστάντας αὐτῶν τοῖς κατὰ τὴν συνήθειαν σχη- μιατισμοῖς προσέχειν, παρέντας τὸ ἀνάλογον.
§241
Πδ δέ αὐτὰ λεκτέον πρὸς αὐτούς καὶ ὅταν διʼ ἐτυμο- λογίας κρίνειν θέλωσι τὸν ἑλληνισμόν. πάλιν γὰρ ἤτοι σύμφωνός ἐστι τῇ συνηθεία ἡ ἐτυμολογία ἢ διάφωνος· καὶ εἰ μιέν σύμφωνος, παρέλκει, εἰ δέ διάφωνος, οὐ χρη- στέον αὐτῇ ὡς προσκοπὴν ἐμποιούσῃ μᾶλλον τοῦ βαρβα- ρίζειν ἢ σολοικίζειν. καὶ καθόλου μετακτέον τὰς ὁμοίας ἀντιρρήσεις ταῖς ἔμπροσθὲν ἡμῖν ἀποδοθείσαις.
§242
ίδιαί- τερον δέ ἐκεῖνο λεκτέον. τὸ ἐτυμολογία κρινόμενον ὄνο- μα ὅτι ἑλληνικόν ἐστιν, ἤτοι ἔτυμα πάντως ἔχειν ὀφείλει τὰ προηγούμενα αὐτοῦ ὀνόματα εἰς τινα τῶν φυσικῶς ἀναφωνηθέντων καταλήγειν. καὶ εἰ μὲν ἀπὸ ἐτύμων πάντως, κατὰ τοῦτο εἰς ἄπειρον τῆς ἐκπτώσεως γινομέ- νης ᾶναρχος ἔσται ἡ ἐτυμιολογία, καὶ οὐκ εἰσόμεθα εἰ ἑλ- ληνικόν ἐστι τὸ ἔσχατον λεγόμενον ὄνομα, ἀγνοοῦντες ποῖον ἦν τὸ ἀφʼ οὖ πρῶτον καιάγεται.
§243
οἷον εἰ ὁ λύχνος εἴρηται ἀπὸ τοῦ λύειν τὸ νύχος, ὀφείλομιεν μαθεῖν εἰ καὶ τὸ νύχος ἀπό τινος ἑλληνικοῦ εἶρηται, καὶ τοῦτο πάλιν ἀπʼ ἄλλου καὶ οὕτως εἰς ἄπειρον γινομένης τῆς ἀνόδου καὶ ἀνευρέτου καθεστῶτος τοῦ πρῶτον ἀναφωνηθέντος ὀνόματος, συνακαταληπτεῖται καὶ τὸ εἰ ἑλληνικῶς ὁ λύχ- νος εἶρηται.
§244
εἰ δὲ ἐπί τινα τῶν ἀνετύμως κειμένων ὀνο- μιάτων καταλήγοι τὸ ἐτυμολογούμενον ὄνομα, ὅν τρόπον ἐκεῖνα τὰ εἰς ὅ κατέληξεν οὐ διότι ἔστιν ἔτυμα παραδεξό- μεθα, ἀλλὰ διότι τέτριπται κατὰ τὴν συνήθειαν, οὕτω καὶ τὸ διʼ ἐτυμολογίας κρινόμενον παραδεξόμεθα οὐ διὰ τὴν ἐτυμολογίαν ἀλλὰ διὰ τὸ σύνηθες. οἷον προσκεφά- λαιον ἀπὸ τοῦ τῇ κεφαλῇ προστίθεσθαι εἴρηται, ἡ δέ κε- φαλὴ καὶ τὸ πρός, ὅ ἐστι πρόθεσις, ἀνετύμως κέκληται.
§245
τοίνυν ὡς ταῦτα χωρίς ἐτυμολογίας πεπίστευται διότι ἐστὶν ἑλληνικά, τῆς συνηθείας αὐτοῖς χρωμένης, οὕτω καὶ τὸ προσκεφάλαιον δίχα ἐτυμολογίας ἔσται πιστόν. ἄλλως τε ἐνίοτε τὸ αὐτὸ πρᾶγμα δυσὶν ὀνόμασι καλεῖται, τῷ μὲν ἐτυμολογίαν ἐπιδεχομένῳ τῷ δὲ ἀνετυμολογήτῳ, καὶ οὐ διὰ τοῦτο τὸ μὲν ἔτυμον λέγεται ἑλληνικὸν τὸ δέ ἀνέτυμον βαρβαρικόν, ἀλλʼ ὡς ἐκεῖνο ἑλληνικόν, οὕτω καὶ τοῦτο·
§246
οἷον τὸ ὑφοʼ ἡμῶν καλούμενον ὑποπόδιον θηναῖοι καὶ Κῷοι χελωνίδα καλοῦσιν ἀλλὰ ἔστι τὸ μὲν ὑποπόδιον ἔτυμον, ἡ δέ χελωνὶς ἀνέτυμον, καὶ οὐ διὰ τοῦτο οἱ μὲν Πθηναῖοι λέγονται βαρβαρίζειν ἡμεῖς δέ ἑλληνίζειν, ἀλλʼ ἀμφότεροι ἑλληνίζειν.
§247.1
τοίνυν ὡς ἐκεῖνοι διὰ τὴν συνήθειαν καὶ οὐ διὰ τὴν τοῦ ὀνόματος ἐτυμότητα λέγονται ἑλληνίζειν, οὕτω καὶ ἡμεῖς διὰ τὸ ἐν τῇ αὐτῶν συνηθείᾳ τετριμμένον ἔχειν τὸ τοιοῦτον ὄνομα καὶ οὐ διὰ τὴν τῆς ἐτυμολογίας πίστιν ἑλληνιοῦμεν.
§247.2
Ἀλλ ὅτι μὲν τὸ τεχνικὸν μέρος τῆς γραμματικῆς ἀνυ- πόστατόν ἐστιν, αὐτάρκος ἐκ τῶν εἰρημένων δέδεικται· χωυρῶμεν δὲ ἀκολούθως καὶ ἐπὶ τὸ ἱστορικόν.
§248
Ὅτι μὲν οὖν ἀξιοῦται τοῦτο ὁλοσχερῶς εἶναι μέρος γραμματικῆς, συμφανές. Τ αυρίσκος γοῦν ὁ Κράτητος (F 18 Mette) ἀκουστής, ὤσπερ οἱ ἄλλοι κριτικοὶ ὑπο- τάσσων τῇ κριτικῇ τὴν γραμματικήν, φησὶ τῆς κριτικῆς εἶναι τὸ μέν τι λογικὸν τὸ δὲ τριβικὸν τὸ δʼ ἱστορικόν,
§249
λογικὸν μὲν τὸ στρεφόμενον περὶ τὴν λέξιν καὶ τοὺς γραμ- ματικοὺς τρόπος, τριβικὸν δέ τὸ περὶ τὰς διαλέκτους καὶ τὰς διαφορὰς τῶν πλασμάτων καὶ χαρακτήρων, ἱστο- ρικὸν δὲ τὸ περὶ τὴν προχειρότητα τῆς ἀμεθόδου ῦλης.
§250
Διονύσιος δὲ ὁ Θρᾷξ ἕξ μέρη γραμματικῆς εἶναι λέγων, ᾶπερ ἡμεῖς ἀνώτερον ὁλοσχερῶς τρία προσηγορεύσαμεν, ἐν τούτοις καὶ τὸ ἱστορικὸν ἀποδίδωσιν εἶναι γάρ φησι γραμματικῆς μέρη ἀνάγνωσιν ἐντριβῆ κατὰ προσῳδίαν, ἐξήγησιν κατὰ τοὺς ἐνυπάρχοντας ποιητικοὺς τρόπους, λέξεων καὶ ἱστοριῶν ἀπόδοσιν, ἐτυμολογίας εὕρεσιν, ἀνα- λογίας ἐκλογισμόν, κρίσιν ποιημάτων, ἀτόπως διαμμιρού- μενος καὶ τάχα μὲν ἀποτελέσματά τινα καὶ μόρια γραμ- ματικῆς [οὐ] μέρη ταύτης ποιῶν,
§251
ὁμολόγως δὲ τὴν μιὲν ἐντριβῆ ἀνάγνωσιν καὶ τὴν ἐξήγησιν καὶ τὴν κρίσιν τῶν ποιημάτων ἐκ τῆς περὶ ποιητὰς καὶ συγγραφεῖς θεωρίας λαμβάνων, τὴν δέ ἐτυμολογίαν καὶ ἀναλογίαν ἐκ τοῦ τεχνικοῦ, τοῖς δὲ τὸ ἱστορικὸν ἀντεκτιθείς, ἐν ἱστοριῶν καὶ λέξεων ἀποδόσει κείμενον.
§252
Ἀσκληπιάδης δέ ἐν τῷ Περὶ γραμματικῆς τρία φήσας εἶναι τὰ πρῶτα τῆς γραμματικῆς μέρη, [ἀνάγνωσιν ἐντριβῆ καὶ κατὰ προσῳδίαν,] τεχνικὸν ἱστορικὸν γραμματικόν, ὅπερ ἄμ - φοτέρων ἐφάπτεται, ψημὶ δέ τοῦ ἱστορικοῦ καὶ τοῦ τε- χνικοῦ, τριχῇ ὑποδιαιρεῖται τὸ ἱστορικόν τῆς γὰρ ἱστο- ρίας τὴν μέν τινα ἀληθ ῆ εἶναί φησι τὴν δέ ψευδῆ τὴν δέ ὡς ἀληθῆ, καὶ ἀληθῆ μὲν τὴν πρακτικήν, ψευδῆ δέ τὴν περὶ πλάσματα καὶ μύθους, ὡς ἀληθῆ δέ οἷά ἐστιν ἡ κωμῳδία καὶ οἱ μῖμοι·
§253.1
τῆς δέ ἀληθοῦς τρία πάλιν μέρη· ἡ μέν γάρ ἐστι περὶ τὰ πρόσωπα θεῶν καὶ ἡρώων καὶ ἀνδρῶν ἐπιφανῶν, ἡ δὲ περὶ τοὺς τόπους καὶ χρό- νοῦς, ἡ δὲ περὶ τὰς πράξεις. τῆς δὲ ψευδοῦς, του|τέστι τῆς μυθικῆς, ἕν εἴδος μόνον ὑπάρχειν λέγει τὸ γενεα- λογικόν. ὑποτάσσεσθαι δὲ τῷ ἱστορικῷ κοινῶς φησι, καθὼς καὶ Διονύσιος, τὸ περὶ τὰς γλώττας· ἱστορεῖ γὰρ ὅτι κρήγυον ἀληθές ἐστιν ἢ ἀγαθόν. ὡσαύτως δὲ καὶ τὸ περὶ παροιμιῶν καὶ ὅρων.
§253.2
Ἀλλʼ ὅτι μέν γραμματικῆς εἶναι μέρος βούλονται τὸ ἱστορικόν,
§254
ἐκ τούτων ἐστὶ συμφανές· λοιπὸν δέ, ἐπεὶ οἱ πλείους ὡμολογηκόσιν αὐτὸ ἄτεχνον εἶναι καὶ ἐκ τῆς ἀμεθόδου ὕλης τυγχάνειν, ἀπολελύκασι μὲν ἡμᾶς τῆς ἐπὶ πλεῖον πρὸς αὐτούς ἀντιρρήσεως, ὅμως δʼ οὖν ὑπέρ τοῦ μὴ ἀνεπισήμαντον παρελθεῖν τὸν τόπον οὕτως ἐρωτητέον. ἤτοι τέχνη ἐστὶν ἠ γραμματικὴ ἢ οὐκ ἐστι τέχνη. καὶ εἰ μέν οὐκ ἐστιν, αὐτόθεν συμβεβίασται τὸ προκείμενον· εἰ δὲ τέχνη ἐστίν, ἐπεὶ τὰ τῆς τέχνης μέρη πάντως ἐστὶ τεχνικά, τὸ δʼ ἱστορικὸν ἀμέθοδον ὡμολόγηται τυγχά- νειν, οὐκ ἂν εἴη τῆς γραμματικῆς μέρος τὸ ἱστορικόν.
§255
καὶ ὅτι τῷ ὄντι τοιοῦτόν ἐστιν, αὐτόθεν σχεδὸν ὑπέπιπτεν. οὐ γάρ, ὧσπερ ἀπὸ καθολικῆς τινος μεθόδου καὶ τεχνι- κῆς δυνάμεως λέγει ὁ μέν ἰατρὸς ὅτι τόδε τὸ ἐπὶ μέρους ὑγιεινόν ἐστι καὶ τόδε νοσερόν, ὁ δέ μουσικὸς ὅτι τόδε ἡρμοσμένον καὶ 〈τόδε〉 ἀνάρμοστον, καὶ ἡρμοσμένον μὲν κατὰ τήνδε τὴν συμφωνίαν ἀλλʼ οὐχὶ κατὰ τήνδε, οὕτω καὶ ὁ γραμματικὸς δύναται ἀπὸ ἐπιστημονικῆς τινος καὶ καθολικῆς θεωρίας ἀπαγγέλλειν, ὅτι ὁ μὲν Πέλοπος ὧμος ἐλεφάντινος ἦν ὑπὸ τοῦ ρεως ἢ ὑπὸ Δήμητρος βρωθείς, ἡ δέ τοῦ Ἡρακλέους κεφαλὴ ἐψέδνωτο ῥυεισῶν αὐτοῦ τῶν τριχῶν ὅτε ὑπὸ τοῦ ἐφορμῶντος τῇ Ἡσιόνῃ κήτους κατεπόθη,
§256
ἀλλʼ ῖνα τούτων ποιήσηται τὴν ἔκθεσιν, ὀφεί- λει πᾶσι τοῖς κατὰ μέρος περὶ αὐτῶν ἱστοροῦσιν ἐντυ- χεῖν. τὸ δὲ πάντων τῶν κατὰ μέρος ποιεῖσθαι τὴν ἀνάλmψιν αὐτοῖς ἐντυγχάνοντα τοῖς κατὰ μέρος οὐκ ἐστι τεχνικόν. οὐκ | ἄρα ἐκ τέχνης τινὸς μεθοδεύεται τοῖς γραμματικοῖς τὸ ἱστορικόν.
§257
καὶ μὴν ἐπεὶ τῆς ἱστορίας ἡ μέν τίς ἐστι τοπικὴ ἡ δέ χρονικὴ ἡ δὲ περὶ τὰ πρόσωπα ἡ δὲ περὶ τὰς πράξεις, δῆλον ὡς εἰ μὴ τεχνική ἐστιν ἡ τῶν τόπων καὶ ἡ τῶν χρόνων ἀπόδοσις, οὐθʼ ἡ τῶν προσώπων οὔθ’ ἡ τῶν πράξεων τεχνικὴ γενήσεται· τί γὰρ διήνεγκε τού- των ἢ ἐκείνων ἀποκρατεῖν ; ἀλλὰ μὴν οὐδὲν ἔχει τεχνικὸν τὸ ἀποδιδόναι τοπικὴν ἱστορίαν, λέγοντας ὅτι, εἰ τύχοι, ἄάριλησὸς μὲν καὶ ράκυνθος τῆς ἔττικῆς ἐστιν ὄρος, Ἀκόμας δὲ τῆς Κυπρίας ἀκρωτήριον, ἢ χρονικὴν ἐκτί- θεσθαι, καθάπερ ὅτι Ξενοφάνης Κολοφώνιος (fr. A 8 Diels) ἐγένετο περὶ τὴν τεσσαρακοστὴν ὀλυμπιάδα. τοῦτο γαρ καὶ ὁ μὴ ὤν γρμμμυτικὸς ἄλίως δέ περίεργος δυνήσεται ποιεῖν.
§258
τοίνυν οὐδὲ τὸ περὶ προσώπων καὶ πράξεων ἀπαγγέλλειν τεχνικὸν γενήσεται, οἷον ὅτι Πλά- των μὲν ὁ φιλόσοφος ριστοκλῆς πρότερον ἐκαλεῖτο καὶ ἐτέτρητο τὸ οὖς ἐλλόβιον φορήσας ὅτ’ ἦν μειρα- κίσκος, Πυθιὰς δὲ ἡ ριστοτέλους θυγάτηρ τρισὶν ἀν- δράσιν ἐγαμήθη, πρῶτον μὲν Νικάνορι τῷ Σταγειρίτη, οἰκείῳ ὄντι ριστοτέλους, δευτέρῳ δὲ Προκλεῖ Δημαρά- του τοῦ ακεδαιμονίων βασιλέως ἀπογόνῳ, ὅς καὶ δύο ἐξ αὐτῆς τεκνοῦται παῖδας, Προκλέα τε καὶ ημάρατον τοὺς παρὰ Θεοφράστῳ φιλοσοφήσαντας, τρίτῳ δέ Μη- τροδώρῳ ἰατρῷ, ρυσιππου μὲν τοῦ Κνιδίου μαθητῇ Ἐρασιστράτου δὲ ὑφηγητῇ, ᾧ γίνεται παῖς Ἀριστοτέλης.
§259
ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια πρὸς τῷ τελέως ἀχρ- στεῖν ἔτι οὐδεμίαν ἐμφαίνει τεχνικὴν δύναμιν, ὥστε οὐδέ ἡ τῶν ἱστορικῶν ἀπόδοσίς ἐστιν ἔντεχνος. ἄλίως τε καθ- ὡς ἀνώτερον ὑπεδείξαμεν, οὔτε τῶν ἀπείρων οὕτε τῶν ἄλλοτε ἄλλως γινομένων ἔστι τις τεχνικὴ γνῶσις.
§260
αἱ δέ γε κατὰ μέρος ἱστορίαι ἄπειροί τε διὰ τὸ πλῆθός εἰσι, καὶ οὐχ ἕστῶσαι διὰ τὸ μὴ τὰ αὐτὰ περὶ τοῦ αὐτοῦ παρα πᾶσιν ῖστορεῖσθαι. οἷον (οὐκ ἄτοπον γάρ), ἵνα συμ- φυέσι τε καὶ οἰκείοις χρησώμεθα τῶν πραγμάτων παρα- δείγμασιν. ὑπόθεσιν γὰρ ἑαυτοῖς ψευδῆ λαμβάνοντες οἱ ἱστορικοὶ τὸν ἀρχηγὸν ἡμῶν τῆς ἐπιστήμης σκληπιὸν κεκεραυνῶσθαι λέγουσιν, οὐκ ἀρκούμενοι τῷ ψεύσματι, † ἐν ᾦ † καὶ ποικίλως αὐτὸ μεταπλάττουσι,
§261
Στησίχορος (fr. 16 Bgk.4 ) μὲν ἐν Ἐριφύλῃ εἰπὼν ὅτι τινὰς τῶν ἐπὶ Θήβαις πεσόντων ἀνιστᾷ, Πολύανθος δὲ ὁ Κυρηναῖος (37 F 1 FGrHist) ἐν τῷ περὶ τῆς Ἀβσκληπιαδῶν γενέ- σεως ὅτι τὰς Προίτου θυγατέρας κατὰ χόλον Ἥρας ἐμμανεῖς γενομένας ἰάσατο, Πανύασις (fr. 19 EGF Kinkel) δὲ διὰ τὸ νεκρὸν Τυνδάρεω ἀναστῆσαι, Στάφυ- λος (269 F 3 FGrHist) δέ ἐν τῷ περὶ ρκάδων ὅτι Ἱππόλυτον ἐθεράπευσε φεύγοντα ἐκ Τ ροιζῆνος κατὰ τὰς παραδεδομένας κατ’ αὐτοῦ ἐν τοῖς τραγῳδουμένοις φή- μας,
§262
Eῖῖύλαρχος (81 F 18 EGrHist) δὲ ἐν τῇ ἐνάτῃ διὰ τὸ τοὺς ὖινέως υἱοὺς τυφλωθέντας ἀποκαταστῆσαι, χα- ριζόμενον αὐτῶν τῇ μητρὶ Κλεοπάτρα τῇ Ἐρεχθέως, Τελέσαρχος (309 Fr. 2 FGrHist) δὲ ἐν τῷ Ἀργολικῷ ὅτι τὸν Ὠρίωνα ἐπεβάλετο ἀναστῆσαι. οὐ τοίνυν τῆς οὕτως ἀπὸ ψευδοῦς ὑποθέσεως ἀρχομένης καὶ ἀδιεξιτή- του κατὰ πλῆθος καὶ πρὸς τὴν ἑκάστου προαίρεσιν μεταπλαττομένης γένοιτʼ ἄν τις τεχνικὴ θεωρία.
§263
Πρὸς τούτοις ἐπεὶ τῶν ἱστορουμένων τὸ μέν ἐστιν ἱστορία τὸ δὲ μῦθος τὸ δὲ πλάσμα, ὡν ἡ μὲν ἱστορίαι ἀληθῶν τινῶν ἐστι καὶ γεγονότων ἔκθεσις, ὡς ὅτι Ἀλέ- ξανδρος ἐν Βοβυλῶνι διʼ ἐπιβούλων φαρμακευθεὶς ἐτε- λεύτα, πλάσμα δέ πραγμάτων μὴ γενομένων μέν ὁμοίως δὲ τοῖς γενομένοις λεγομένων, ὡς αἱ κωμικαὶ ὑποθέσεις καὶ οἱ μῖμοι,
§264–291
§264
μῦθος δέ πραγμάτων ἀγενήτων καὶ ψευ- δῶν ἔκθεσις, ὡς ὅτι τὸ μὲν τῶν φαλαγγίων καὶ ὄφεων γένος Τιτήνων ἐνέπουσιν ἀφʼ αἱματος ἐζωγονῆσθαι, τὸν δέ Πήγασον λαιμοτομηθείσης τῆς Γοργόνος ἀπὸ τῆς κεφαλῆς ἐκθορεῖν, καὶ οἱ μὲν Διομήδους ἑταῖροι εἰς θαλασσίους μετέβαλον ὄρνις, ὁ δὲ Ὁδυσσεὺς εἰς ἵππον,
§265
ἡ δὲ Eκάβη εἰς κύνα, τοιαύτης δέ οὐσης 〈τῆς〉 τῶν ἱστοριῶν διαφορᾶς, ἐπεὶ οὐκ ἔστι τέχνη τις περὶ τὰ ψευδῆ καὶ ἀνύπαρκτα, ψευδῆ δέ ἐστι καὶ ἀνύπαρκτα τὰ περὶ τοὺς μύθους καὶ τὰ πλάσματα, περὶ ἅ μάλιστα τοῦ ἱστορικοῦ μέρους ἠ γραμματικὴ καταγίνεται, οὐκ ἂν εἴη τις τέχνη περὶ τὸ ἱστορικὸν μέρος 〈τῆς〉 γραμματικῆς.
§266
ὅθεν καταγελᾶν ἄξιον τῶν λεγόντων ὅτι εἰ καὶ ἡ ὕλη τῆς ἱστορίας ἐστὶν ἀμέθοδος, ἡ μέντοι κρίσις ταύτης γενήσεται τεχνική, διʼ ἧς γιγνώσκομεν τί τε ψευδῶς ἱστόρηται καὶ τί ἀληθῶς.
§267
πρῶτον μὲν γὰρ οὐ παραδεδώ- κασιν ἡμῖν οἱ γραμματικοὶ τῆς ἀληθοῦς ἱστορίας κριτή- ριον, ἵνα καὶ ἐξετάζωμεν πότε ἀληθής ἐστιν αὕτη καὶ πότε ψευδής. εἶτα καὶ μηδεμιᾶς οὕσης ἀληθοῦς ἱστορίας παρὰ τοῖς γραμματικοῖς οὐδέ τὸ τοῦ ἀληθοῦς κριτήριον ὑποστατόν ἐστιν, ἐπεὶ πῶς οὐκ ἔργον, τινὸς μὲν λέγοντος ὅτι Ὁδυσσεύς ὑπὸ Γηλεγόνου παιδὸς κατὰ ἄγνοιαν ἀν- ῄρηται, τινὸς δὲ ὅτι λάρου κέντρον θαλασσίας τρυγόνος ἀφέντος αὐτοῦ τῇ κεφαλῇ διεφώνησεν, ἄλλου δὲ ὅτι εἰς ἵππον μετέβαλε τὴν μορφήν, θέλειν ἐν οὕτως ἀπερ- ρωγόσι πράγμασιν εὑρεῖν τἀληθές; πρότερον γὰρ δεῖ ὑποστῆναι ἐν τοῖς διαφωνοῦσι τὸν ἀληθεύοντα, καὶ τότε ζητεῖν τί ἐστιν·
§268.1
πάντων δὲ ἀπίθανα καὶ ψευδῆ λεγόντων οὐδὲ τεχνικῷ τινὶ κριτηρίῳ δίδοται πάροδος.
§268.2
Καὶ μὴν οὐδὲ διʼ ὧν ἄν ἱστορία καλῶς γραφείη δι- δάσκουσιν οἷ γραμματικοί, ἵνα κατʼ ἀναφορὰν τὴν ὡς ἐπὶ τὰ τοιαῦτα θεωρήματα λέγωμεν τεχνικόν τι μέρος ὑπάρχειν παρʼ αὐτοῖς τὸ ἱστορικόν τοῦτο γὰρ ῥητορικῶν ἐστι |τὸ ἔργον.
§269
ὤστʼ ἐπεὶ καὶ αὐτοὶ ἐξομολογοῦνται ἀμέ- θοδόν τι εἶναι παράπηγμα τὴν ἱστορίαν καὶ ἡμεῖς ἐπ- ελογισάμεθα, καὶ ἄλλως οὐδὲν τεχνικὸν θεώρημα πρὸς τὴν γνῶσιν αὐτῆς ἢ σύστασιν παραδεδώκασι, ῥητέον καὶ κατὰ τὸ ἱστορικὸν μέρος ἀσύστατον εἶναι τὴν γραμμμα- τικήν.
§270
Ἤδη μὲν δυνάμει καὶ τὸ περὶ ποιητὰς καὶ συγγρα- φεῖς μέρος τῆς γραμματικῆς ἡμῖν ἀνῄρηται, δείξασι τὸ ἀδύνατον τοῦ κατὰ τὰς τεχνολογίας καὶ τοῦ ἱστορικοῦ· χωρὸς γὰρ τούτων οὐκ ἀπευθύνεταί τις ποιήσεως ἐξ- ήγησις. ὅμως δʼ οὖν καὶ τὰ ἐν τούτῳ τῷ μέρει πειρα- σόμεθα κοινότερον δυνάμενα λέγεσθαι σκοπεῖν, καὶ μά- λιστα ὅτι οὕτως ἐπιτεθαρρήκασιν αὐτῷ οἱ γραμματικοὶ ὡς καὶ τὸ βιωφελὲς τῆς γραμματικῆς καὶ πρὸς εὐδαιμο- νίαν ἀναγκαῖον ἐξ αὐτοῦ τολμᾶν πιστοῦσθαι. φασὶ γοῦν ὡς ἡ ποιητικὴ πολλὰς δίδωσιν ἀφορμὰς πρὸς σοφίαν καὶ εὐδαίμονα βίον, ἄνευ δὲ τοῦ ἀπὸ γραμματικῆς φωτὸς οὐχ οἷόν τε τὰ παρὰ τοῖς ποιηταῖς διορᾶν ὁποῖά ποτέ ἐστιν· χρειώδης ἄρα ἡ γραμματική.
§271
τὸ δʼ ὅτι συχνὰς δίδωσιν ἧ ποιητικὴ ἀφορμὰς πρὸς εὐδαιμονίαν δῆλον ἐκ τοῦ τὴν ὄντως κρατίστην καὶ ἧἧθοποιὸν φιλοσοφίαν ἀπὸ τῆς παρὰ τοῖς ποιηταῖς γνωμολογίας τὴν ἀρχὴν ἐρριζῶ- σθαι, καὶ διὰ τοῦτο τοὺς φιλοσόφους, εἴ ποτε παραινε- τικῶς τι λέγοιεν, ταῖς ποιητικαῖς φωναῖς ὧσπερεὶ σφρα- γίζεσθαι τὸ ὑπʼ αὐτῶν λεγόμενον. καὶ ὁ μὲν ἐπʼ ἀρετὴν παρακαλῶν φησὶν (Euripid. fr. 734 Nauck2) ἀρετὴ δὲ κἂν θάνῃ τις οὐκ ἀπόλλυται ὁ δέ φιλαργυρίαν φεύγειν ἐγκελευόμενος προφέρεται τὸ (Eur. fr. 20 Nauck) μὴ Πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεόν, δν χὡ κάκιστος ῥαδίως ἐκτήσατο· ὁ δέ αὐτάρκειαν ὑπαγορεύων συμπιστοῦται τὸ δόγμα ἐκ τοῦ τὸν Εὐριπίδην λέγειν (fr. 892 Nauck ) τί γὰρ δέει βροτοῖσι πλὴν δυοῖν μόνον, Δήμητρος ἀκτῆς πώματός θʼ ὑδρηχόου, θ δὴ πάρεστι καὶ πέφυχʼ ἡμᾶς τρέφειν;
§272
καὶ τὸ μέν τοὺς ἄλλους φιλοσόφους τοῦτο ποιεῖν οὐ παρά- δοξον, αὐτοὺς δέ εὑρήσομεν τοὺς τῆς γραμματικῆς κατ - ηγόρους, Πύρρωνά τε καὶ Κπίκουρον, ἐξομολογουμένους τὸ ἀναγκαῖον αὐτῆς ὧν ὁ μιὲν Πύρρων ἱστορεῖται τὴν Ὁμηρικὴν διὰ παντὸς ποίησιν ἀναγινώσκων, μὴ ἄν ποτε τοῦτο ποιήσας εἴπερ μὴ ἐγίνωσκεν αὐτὴν χρησίμην καὶ διὰ τοῦτο τὴν γραμματικὴν ἀναγκαίαν,
§273
ὁ δὲ Ἐπίκουρος (rat sent. III) φωρᾶται τὰ κράτιστα τῶν δογμάτων παρὰ ποιητῶν ἀνηρπακώς· τόν τε γὰρ ὅρον τοῦ μεγέθους τῶν ἡδονῶν, ὅτι ἡ παντός ἐστι τοῦ ἀλγοῦντος ὑπεξαίρεσις, ἐξ ἑνὸς στίχου δέδεικται λαβών 〈τοῦ〉 (Α 469) αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο· τὸν δὲ θάνατον, ὅτι οὐδέν ἐστι πρὸς ἡμᾶς, Ἐπίχαρμος αὐτῷ προμεμήνυκεν, εἰπὼν (fr. 247 CGF Kaibel. B 11 Diets Vors.) ἀπσθανεῖν ἢ τεθνάναι οὐ μοι διαφέρει. ὡσαύτως δέ καὶ τὰ νεκρὰ τῶν σωμάτων ἀναισθητεῖν παρʼ Ὁμήρου κέκλοφε, γράφοντος (Ω 54) κωυφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.
§274
καὶ μὴν οὐ ταῦτα μόνον τοῖς ποιηταῖς δεξιῶς εἰρῆσθαι φαίνεται ἀλλὰ καὶ τὰ περὶ θεῶν, οἷόν ἐστι καὶ τὸ παρὰ τῷ Κὑριπίδῃ λεχθὲν ἐν Φρρίξῳ (fr. 235 2auck) ὅστις δὲ θνητῶν οἴεται καθʼ ἡμέραν κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι, δοκεῖ πονηρά, καὶ δοκῶν ἁλίσκεται ὅταν σχολὴν ἄγουσα τυγχάνῃ δίκη. ἀλλʼ εἴπερ ταῦτα καὶ τὰ τούτοις ἐοικόα χρειώδη ἐστί, λαμβάνεται δʼ οὐ χωρίς γραμματικῆς, ἔσται καὶ ἡ γραμ- ματικὴ τῶν βιωφελῶν.
§275
ἔχοι δʼ ἄν τινα, φασίν, ἐξαμιρέτως καὶ ταῖς τῶν μανθανόντων αὐτὴν πατρίσιν ἀναγκαῖα. Δε- βεδίων γοῦν διαφερομένων πρὸς τοὺς ἀστυγείτονας περὶ Καμανδωδοῦ ὁ [γραμματικὸς] τὸ ἰππωνἀκτειον παραθέ- μενος ἐνίκα (fr. 74 DielR) μηδέ μοι μῦ λαλεῖν Δεβεδίην ἰσχάδʼ ἐκ Καμανδωδοῦ. ὁμιλητικούς τε παρεχομένη τοὺς προσέχοντας αὐτῇ εὐθύς καὶ ταύτῃ [καὶ] τοῖς πέλας κατὰ πολλὰς περιστάσεις ὀνη- σιφόρος γίνεται.
§276
πάρεστι δέ τὸ λεγόμενον σκοπεῖν ἐξ αὐτῶν τῶν ἀποτελεσμάτων. Σώστρατος γάρ, ὡς φασιν, ἀποσταλεὶς ὑπὸ Πτολεμαίου πρὸς τὸν ντίγονον βασιλι- κῆς τινὸς ἕνεκα χρείας, κἀκείνου εἰκαιότερον ἀποκρινομέ- νου, ἐπέτυχεν εἰπὼν (Hom 201) οὕτω δὴ κέλεαι, γιμιήοχε κυανοχαῖτα; τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε; ἢ τι μεταστρέψεις ; στρεπταὶ μέν τε φρένες ἐσθλῶν. ταῦτα γὰρ ἀκούσας λντίγονος μετεβάλλετο.
§277
Πολλῶν δὴ τοιούτων λεγομένων εἰς τὸ χρησμώτατον εἶναι τὸ τῆς γραμματικῆς μέρος τὸ περὶ ποιητὰς καὶ συγ- γραφεῖς καταγιγνόμενον, δείγματος χάριν τοῖς ἐκκειμένοις ἀρκεσθέντες λέγωμεν πρὸς ἕκαστον αὐτῶν. τὸ τοίνυν βιω- φελῆ εἶναι τὴν ποιητικὴν γνωμολογίαν καὶ φιλοσοφίας ἀρχήν, ταύτης δὲ ἀποδοτικὴν ὑπάρχειν τὴν γραμματικήν, ὄντως γραμματικόν ἐστιν.
§278
πρῶτον μέν γάρ, ἵνα συνδρά- μωμεν αὐτοῖς μηδέν ποιητικῆς κατειπόντες, ἀλλʼ οὖν γε ἐκεῖνο πρόδηλόν ἐστιν ὅτι ὁπόσα μέν βιωφελῆ καὶ ἀναγ- καῖα εὑρίσκεται παρὰ ποιηταῖς, οἷά ἐστι τὰ γνωμικὰ καὶ | παραινετικά, ταῦτα σαφῶς αὐτοῖς πέφρασται καὶ οὐ δεῖ- ται γραμματικῆς, 〈ὁπόσα δέ μὴ σαφῶς πέφρασται καὶ δεῖται γραμματικῆς〉 καθάπερ τὰ ἐν ξέναις ἱστορίαις κεί- μενα αἰνιγματωδῶς ἐκφερόμενα, ταῦτ’ ἐστιν ἄχρηστα, ὥστε καὶ τῇ ἀπ ἐκείνων ὠφελείᾳ μὴ συνεισέρχεσθαι αὐ- τῶν τὸ χρειῶδες τῆς γραμματικῆς καὶ τῇ τούτων ματαμιό- τητι συμπεριφέρεσθαι.
§279
εἶτα φψάῖσις μόνον ἐστὶν ἡ γνώμη, καθάπερ τὸ τοιοῦτο (Eurip. fr. 200 Nauck), σοφὸν γὰρ ἕν βούλευμα τὰς πολλὰς χέρας νικᾷ, σὺν ὄχλῳ δʼ ἀμαθία πλεῖστον κακόν φάσει δὲ οὐ πείθεται ὁ νοῦς περὶ τοῦ καλῶς εἰρῆσθαι ἤ μὴ [εἰρῆσθαι], ἀλλʼ ἀποδείξεων δεῖται. αἱ δέ ἀποδείξεις τῶν καθηκόντως λεγομένων ἢ μὴ οὐ γραμματικῆς εἰσιν ἀλλὰ φιλοσοφίας· τοίνυν καὶ ταύτῃ περισσὴν καὶ μα- ταίαν συμβέβηκεν εἰναι τὴν γραμματικήν. καὶ μὴν εἴπερ διὰ τὸ πολλὰ καλῶς εἰρῆσθαι τοῖς ποιηταῖς καὶ βιωφελῶς χρησίμη ἐστὶν ἡ προqῆτις γραμματικὴ αὐτῶν, ἐπεὶ πολ- λαπλασίονα τούτων διαστρόφως καὶ ἐπὶ λύμῃ τοῦ βίου παρʼ αὐτοῖς ἐξενήνεκται, ἄχρηστος γενήσεται. καθὰ γὰρ ἔστι τις ὁ εἰπὼν (Eurip. fr. 20 Nauck) μὴ Πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεόν, ὅν χώ κάκιστος ῥαδίως ἐκτήσατο, οὕτως ἔστι καὶ ὁ τοὐναντίον ἀποφαινόμενος (id. fr, 324 Nauck)· ὧ χρυσὲ δεξίωμα κάλλιστον βροτοῖς, ὡς οὔτε μήτηρ ἡδονὰς τοίας ἔχει, οὐ παῖδες ἀνθρώποισιν, οὐ φίλος πατήρ, οἵας σὺ χοὶ σὲ δώμασιν κεκτημένοι. καὶ πάλιν εὖ πρᾶσσε τὰ φίλων δʼ οὐδὲν ἤν τις δυστυχῇ. καὶ (adesp. fr. 464 Xauck) κάλλιστα μουσῶν φθέγγεται πλουτῶν ἀνήρ.|
§280
ἀναποδείκτως μέν οὖν λεγομένων τῶν οὕτως ἐναντίων ἐπιρρεπέστερον ἔχουσιν ἄνθρωποι πρὸς τὴν τοῦ χείρονος ἐκλογήν, καὶ διὰ τοῦτο βλαπτικὴ ἀναφαίνεται ἡ ποιητική· διακρινομένων δὲ αὐτῶν, καὶ τῶν μὲν ἀθετουμένων τῶν δὲ προκρινομένων, χρειώδης γίνεται οὐχ ἡ γραμματικὴ ἀλλʼ ἡ διακρίνειν δυναμένη φιλοσοφίο. ποιητικοῖς τε μαρ– τυρίοις χρῶνται οὐχ οἱ γνησίως φιλοσοφοῦντες (τούτων γὰρ ὁ λόγος αὐτάρκης ἐστὶ πρὸς πειθώ) ἀλλʼ οἱ τὸν πο- λὺν καὶ ἀγοραῖον φενακίζοντες ὄχλον·
§281
οὐ γὰρ δυσχερές ποιητὰς μαχομένους καὶ εἰς ὅ τι ἄν θέλωσιν δόντας δεῖξαι, ὅτε καὶ οἱ προηγουμένως φιλοσοφοῦντες πολλὰ μαχομένως λέγουσιν. τῶν δέ γραμματικῆς κατηγόρων ὁ μὲν Πύρρων παρʼ ἕκαστα τὴν Ὁμηρικὴν διετύλισσε ποίη- σιν οὐ πάντως διὰ τὴν εἰρημιένην αἰτίαν, ἀλλὰ τάχα μέν ψυχαγωγίας χάριν καὶ ὡς εἰ κωμῳδῶν ἧκροᾶτο, τάχα δέ καὶ τοὺς ποιητικοὺς παρστηρῶν τρόπους καὶ χαρακτῆρας·
§282
λέγεται γὰρ αὐιὸν καὶ ποίησιν εἰς τὸν Μακεδόνα Ἀλέ- ξανδρον γράψαντα μυρίοις χρυσοῖς τετιμῆσθαι. οὐκ ἀπ- έοικε δὲ καὶ ἄλλας αἰτίας ὑπάρχειν, περὶ ὧν ἐν τοῖς Πυρρωνείοις (in PΗ frustra quaeritur) διεξήλθομεν.
§283
ὁ δὲ Ἐπίκουρος οὐκ ἐκ τῶν Ὁμηρικῶν εἴληφε τὸν ὅρον τοῦ μεγέθους τῶν ἡδονῶν (rat. Sent. III)· μακρῷ γὰρ διαφέρει τὸ λέγειν ὅτι ἐπαύσαντό τινες πίνοντες καὶ ἐσθίοντες καὶ τὴν αὐτῶν ἐπιθυμίαν πληροῦντες (τοῦτο γάρ ἐστι τὸ αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο) τοῦ φάναι ὅρον εἶναι τῶν περὶ τὰς ἡδονὰς μεγεθῶν τὴν τοῦ ἀλγοῦντος ὑπεξαίρεσιν· τοῦτο γὰρ οὐ πάντως κρέασι καὶ οἴνῳ ἀλλὰ καὶ τοῖς λιτοτάτοις πέφυκε γίνεσθαι.
§284
ἄλ- λως τε ὁ μέν ποιητὴς ἐπὶ προσφερομένων μόνων ἐποιή- σατο τὴν ἀπόφασιν, Ἡπίκουρος δὲ ἐπὶ πάντων τῶν ἀπο- λαυστῶν, ἐν οἷς ἐστι καὶ ἡ ἀφροδίσιος μῖξις, περὶ ἧς πάντες ἴσασιν οἴαν ἔσχε γνώμην Ὅμηρος. τό τε τὸν θά- νατον [μέν] μηδὲν εἶναι πρὸς ἡμᾶς εἴρηται μὲν ἴσως τῷ Σώφρονι (Epicharm. fr. 247 CGV Kaibel), ἀποδέδει- κται δὲ ἓπικούρῳ, καὶ ἔστιν οὐ τὸ εἰπεῖν ἀλλὰ τὸ ἀπο- δεῖξαι θαυμαστόν.
§285
εἶτα οὐδὲ κατὰ τοῦτο ἔφησεν ὁ ἓπί- κουρος τὸν θάνατον μηδὲν εἶναι πρὸς ἡμᾶς, καθὸ ἀδιά- φορόν ἐστιν ἢ ζῆν ἢ μή. πολλῷ γὰρ αἱρετώτερον τὸ ζῆν διὰ τὸ αἰσθανομένων εἶναι τὸ ἀγαθόν ἀλλʼ ἐν ἀναισθη- σία οὐτε κακόν τι εἶναι οὔτε ἀγαθόν. τὸ μέν γὰρ ἀναι- σθητεῖν τὰ νεκρὰ τῶν σωμάτων οὐχ ὁ ποιητὴς μόνος οἶδεν ἀλλὰ καὶ ὁ σύμπας βίος. μήτηρ γοῦν πολλάκις υἱὸν θρηνοῦσα φησὶν ἀλλὰ σὺ μέν τούτων οὐκ ἐπαισθάνῃ, ἐγὼ δέ ταλαιπωρῶ’ καὶ ἐνατενίζουσα ἐπιφθέγγεται ‘τίς δέ ἐστιν ἔτι σοι τούτων ὄνησις;’
§286
οὐ μὴν ἀλλʼ ἐὸν ἐξ- ετάζῃ τις, τὴν ἐναντίαν ἔχοντα δόξαν εὑρήσει τὸν ποιη- τήν. αἱ μὲν γὰρ ψυχαὶ κοινῶς δεψῶσιν αἱματος (Hom. ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δέ φάσγανον ὀξὺ αἵματος, ὄφρα πίω καί τοι νημερτέα εἴπω), ὁ δὲ Πιτυὸς ὑπὸ γυπῶν διὰ τὴν ἐπιθυμίαν ἡπατοφαγεῖ- ται, ὁ δὲ Τάνταλος ἕστηκεν ἐν λίμινῃ, (Hom. λ 583) ἡ δὲ προσέκλυζε γενείῳ· στεῦτο δέ δεψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι.
§287
καὶ μὴν ὅσον ἐπὶ τῷ ὑπʼ Εὐριπίδου λεχθέντι περὶ θεῶν, τὴν αὐτὴν καὶ οἱ ἰδιῶται δόξαν ἔχουσιν. ἴσον γάρ ἐστι τῷ (Eurip. fr. 835 Nauck) ὅστις δὲ θνητῶν οἴεται τοὐφήμερον κακόν τι πράσσων τοὺς θεούς λεληθέναι, δοκεῖ πονηρά, καὶ δοκῶν ἁλίσκεται ὅταν σχολὴν ἄγουσα τυγχάνῃ δίκη καὶ τὸ οὕτω παρὰ τοῖς πολλοῖς λεγομενον· ἀψέ θεῶν ἀλέουσι μύλοι, ἀλέουσι δέ λεπτά μόνῳ δέ διενήνοχε τῷ μέτρῳ.
§288
ἄν δέ καὶ ἐξετάσῃ τις, πολλῷ χείρονα τῆς τῶν ἰδιωτῶν ὑπολήψεως εὑρήσει τὰ τῶν ποιητῶν. καὶ ὁ μὲν σκηνικὸς ἀναγορευθεὶς φιλόσο- φος ἔτι μετριώτερος φαίνεται, λέγων μὴ εἰδέναι ᾧ προσ- εύχεται (Eurip. Troad. 884) ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν, ὅστις ποτ’ εἴ οὑ, δυστόπαστος εἰσιδεῖν, Ζεύς, εἴτ’ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν, προσευξάμην σέ.
§289
Ὅμηρος δέ καὶ Ἡσίοδος κατὰ τὸν Κολοφώνιον Ξενο- φάνη (B 12 Dieis) ὡς πλεῖστ’ ἐφθέγξαντο θεῶν ἀθεμίστια ἔργα, κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν. Κρόνος μὲν γάρ, ἐφʼ οὖ τὸν εὐδαίμονα βίον γεγονέναι λέγουσι, τὸν πατέρα ἦνδροτόμησε καὶ τὰ τέκνα κατέπιεν, Ζεύς τε ὁ τούτου παῖς ἀφελόμενος αὐτὸν τῆς ἡγεμονίας (Ηom. Ξ 204) γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης, τῆλε μάλʼ ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον.
§290
τῷ δὲ Διὶ ἐπιβουλεύουσιν οἱ συγγενεῖς, παρὸ καὶ ὑπὸ Θέτιδος βοηθεῖται, (Ηom. Α 399) ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, Ἥρη τ’ ἠδέ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη ὠμότατος γάρ ἐστι, καὶ τὴν μὲν ἀδελφὴν καὶ γυναῖκα ἱεροσύλου τρόπον κρεμάσας οὐκ ἀρκεῖται, ἀλλὰ καὶ ὀνει- δίζει λέγων (Hom.G 18) ἢ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθεν, ἐκ δέ ποδοῖιν ἄκμονας ἧκα δύω, περὶ χερσὶ δέ δεσμὸν ἴηλα χρύσεον ἄρρηκτον, σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν ἐκρέμω, ἠλάστεον δέ θεοὶ κατὰ μακρὸν λυμπον ;
§291
τὸν δὲ Ἥφαισον ὀργισθεὶς ῥίπτει ἀπὸ τοῦ οὐρανοῦ, ὁ δὲ (Α 593) κάππεσεν ἐν Λήμινῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν. τὸν δὲ ἀδελφὸν ὑπερορᾷ (ι 531 et Y 65) οἰκί’ ἔχοντα σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ. πρόσεστι δὲ αὐτῷ πρὸς τῇ ἀποτομίᾳ καὶ ἀκρασία, ὅς θειυάμενος τὴν Ἥραν ἐπὶ τῆς Ἴδης κεκοσμημένην οὐ καρτερεῖ μέχρις τῶν ἀποδεδειγμένων αὐτοῖς θαλάμων ἐλθεῖν, ἀλλʼ ἐπὶ τοῦ ὄρους χαμαὶ ῥέψας ἑαυτὸν συγκυ- λίνδεται τῇ γυνμικί, (Ξ 347) τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην, λωτόν θʼ ἑρσήεντα ἰδέ κρόκον ἡδʼ ὑάκινθον.
§292–320.2
§292
ποικίλης οὖν πεψωραμένης τῆς ποιήσεως ἀνωφελὴς ἡ γραμματικὴ μὴ δυναμένη ἀποδεῖξαι τίσι πιστευτέον ἐστὶν ὡς ἀλθέσι καὶ τίσιν ἀπιστητέον ὡς μυθικοῖς ψεύσ- μασιν.
§293
Ἀλλὰ πόλει φασὶ χρησίμην εἶναι τὴν γραμματικήν, ἐπεὶ καὶ Αεβεδίοις νίκης αἴτιον ἐγένετο ἐκ ποιητικῆς μαρ- τύριον. ἕνεκα δὲ τούτου καὶ τὴν ὀρχηστικὴν ἀναγκαίαν λέγομεν εἶναι, ἐπεὶ Σώστρατος ὁ ντιόχου ὀρχηστής, λα- βόντος ὑποχείριον τὴν Πριήνην τοῦ βασιλέως πατρίδα οὖσαν αὐτοῦ, καὶ παρὰ τὸ συμπόσιον τὴν ἐλευθερίαν ἀναγκαζόμενος ὀρχεῖσθαι, οὐ καλὸν ἔφη τῆς πατρίδος αὐ- τοῦ δουλευούσης αὐτὸν ἐλευθερίαν ὀρχεῖσθαι καὶ διὰ τοῦτο ἐλευθερωθῆναι τὴν πόλιν.
§294
εἶτα ἄλλο μέν ἐστι τό πόλει χρήσιμον, ἄλλο δὲ τὸ ἡμῖν αὐτοῖς. σκυτοτομικὴ γοῦν καὶ χαλκευτικὴ πόλει μέν ἐστιν ἀναγκαῖον, ἡμῖν δὲ χαλκεῦσι γενέσθαι καὶ σκυτοτόμοις πρὸς εὐδαιμονίαν οὐκ ἀναγκαῖον. διόπερ καὶ ἡ γραμματικὴ οὐκ ἐπεὶ πόλει χρη- σίμη καθέστηκεν, ἐξ ἀνάγκης καὶ ἡμῖν ἐστιν [ἡ] τοιαύτη. ἡ μέν γὰρ ὁμιλητικὴ οὐκ ἀπὸ γραμματικῆς περιγίνεσθαι πέφυκεν,
§295
ἀλλʼ ἀπὸ κοινῆς τινος ἐντρεχείας, εἰ μή τι καὶ Δημάδης ὁ ῥήτωρ γραμματικὸς ἦν, πολλοῖς τῶν Ἀθη- ναίων μετὰ τὴν ἐν Μαιρωνείᾳ ἧτταν συναιχμαλωτισθεὶς καὶ εἰπὧν πρὸς τὸν φἰλιππον ἀναγκάζοντα εὐωχεῖσθαι (Hom. κ 383) τίς γάρ κεν ἀνήρ, ὅς ἐναίσιμος εἴη, πρὶν τλαίη πάσασθαι ἐδητύος ἠδὲ ποτῆτος, πρὶν λῦσαί θʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;
§296
Παῦτα μέν οὖν πρὸς τὰς τῶν γραμματικῶν ἐπιχειρή- σεις λεγέσθω· προηγουμένως δέ ῥητέον ὡς εἰ μὲν μόνοι ἧκαν οἱ ποιηταὶ βιωφελεῖς, τάχα ἄν ἡ γραμματικὴ βιω- φελὴς ἐγίνετο περὶ τούτους πονουμένη, ωῦν δὲ ἐπεὶ οὗτοι μὲν ἢ ἀνωφελεῖς εἰσιν ἢ ὀλιγωφελεῖς, φιλόσοφοι δὲ καὶ οἱ λοιποὶ συγγραφεῖς διδάσκουσι τὰ ὧφέλιμα τῶν πραγ- μάτων, οὐ δεόμεθα γραμματικῆς.
§297
καὶ ὅτι οἱ συγγραφεῖς μᾶλλον ἢ οἱ ποιηταὶ τὰ χρήσιμα τῷ βίῳ δηλοῦσιν, εὐεπι- λόγιστον. οἱ μέν γὰρ τοῦ ἀληθοῦς στοχάζονται, οἱ δέ ἐκ παντὸς ψυχαγωγεῖν ἐθέλουσιν, ψυχαγωγεῖ δὲ μᾶλλον τὸ ψεῦδος ἢ τἀληθές. τοίνυν ἐκείνοις 〈μᾶλλον〉 ἢ τούτοις προσεκτέον τοῖς ἐπίτηδες τὸ ψεῦδος μεταδιώκουσιν.
§298
καθ- όλου τε, ὅσον ἐπὶ τοῖς ποιηταῖς, οὐχ οἷον ἀνωφελὴς τῷ βίῳ ἀλλὰ καὶ βλαβερωτάτη. ἐπιτείχισμα γὰρ ἀνθρωπί- νων παθῶν ἡ ποιητικὴ καθέστηκεν· καὶ ὡς ( TGV fr. adesp. 364 Nauck) γέρων γέροντι γλῶσσαν ἡδίστην ἔχει, οὕτως οἱ μέν ἐρωτομανεῖς καὶ μέθυσοι τὰς λκαίου καὶ νακρέοντος ποιήσεις ἀναγνόντες προσεκκαίονται, οἱ δὲ ὀργίλοι Ἡππώνακτα καὶ λρχίλοχον ἀλείπτας ἔχουσι τῆς περὶ αὐτοὺς κακίας.
§299
ὰ μὲν οὖν ὑπὸ τῶν ἄλλων λεγόμενα κατὰ τὸν τόπον, καὶ μάλιστα τῶν πικουρείων, ἐστὶ τοιαῦτα· ἡμεῖς δέ μηδέν κατειπόντες τῆς ποιητικῆς ἄλλως ποιώμεθα τὰς ἀντιρρήσεις πρὸς τοὺς ἀξιοῦντας γραμματικὴν ἔχειν τέ- χνην τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων δια- γωπυστικήν.
§300
ἐπεὶ τοίνυν πᾶν σύγγραμμα καὶ πᾶσα ποίησις ἐκ λέξεων τῶν δηλουσῶν καὶ πραγμάτων τῶν δηλουμέ- νων συνέστηκε, δεήσει τὸν γραμματικόν, εἴπερ ἔχει τέ- χνην | διαρθρωτικὴν τῶν παρὰ συγγραφεῦσι καὶ ποιηταῖς λεγομένων, ἤτοι τὰς λέξεις μόνον ἢ τὰ ὑποκείμενα πράγ- ματα γινώσκειν ἢ τὸ συναμφότερον. ἀλλὰ τὰ μέν πράγ- ματα, κἂν ἡμεῖς μὴ λέγωμεν, φαίνεταμι μὴ γινώσκειν. τούτων γὰρ τὰ μέν ἐστι φυσικὰ τὰ δέ μαθηματικὰ τὰ δὲ ἰατρικὰ τὰ δέ μουσικά, καὶ δεῖ τὸν μέν φυσικοῖς ἐπιβάλ- λοντα πράγμασιν εὐθὺς φυσικὸν εἶναι καὶ τὸν μουσικοῖς μουσικὸν εἶναι καὶ τὸν μαθηματικοῖς εὐθύς εἶναι μαθη- ματικόν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὁ μέντοι γραμμά- τικὸς 〈ὅτι〉 οὐκ ἐστιν ἐν τῷ αὐτῷ πάνσοφος καὶ πάσης ἐπιστήμης δαήμων, σὺν τῷ καὶ αὐτόθεν προσπίπτειν, ἔτι κἀκ τῶν ἀποτελεσμάτων ἐλέγχεται.
§301
ποῦ γάρ τις δύ- ναται τῶν ὧφρυωμένων γραμματικῶν Ἡράκλειτον συν- εῖναι καὶ Πλάτωνι παρακολουθῆσαι λέγοντι (Plat. Tim. 35 A) ‘τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ ταὐτὰ ἐχούσης οὐσίας καὶ τῆς περὶ τὰ σώματα μεριστῆς τρίτον ἐξ ἀμφοῖν συνεκεράσατο οὐσίας εἶδος, τῆς τε ταὐτοῦ φύ- σεως καὶ τῆς θατέρου’ καὶ ἤδη τὰ ἑξῆς, — περὶ τὴν λέξιν πάντες οἱ Πλάτωνος ἐξηγηταὶ ἐσίγησαν — ἢ ποῦ τοῖς Χρυσίππου διαλεκτικοῖς θεωρήμασιν ἤ λρχιμήδους τε καὶ Εὐδόξου μαθηματικοῖς ἐπιβάλλειν ἰσχύσει;
§302
καὶ μὴν ὡς ἐν τούτοις ἐστὶ τυφλός, οὕτω κἀν τοῖς περὶ αὐτῶν γραφεῖσι ποιυμασιν, οἷον Εμπεδοκλίους λέγοντος (B 112, 4- 5 D.) χαίρετʼ, ἐγὼ δʼ ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητός, πωλεῦμαι μετὰ πᾶσι τετιμένος, καὶ πάλιν (B 113 Dieis) ἀλλὰ τί τοῖσδʼ ἐπίκειμʼ ὡσεὶ μέγα χρῆμά τι πράσσων εἰ θνητῶν περίειμι πολυφθερέων ἀνθρώπωνς ὁ μέν γὰρ γραμματικὸς καὶ ὁ ἰδιώτης ὑπολήψονται κατ’ ἀλαζονείαν καὶ τὴν πρὸς τοὺς ἄλλους ἀνθρώπους ὑπερ- ο ψίαν ταῦτ’ ἀνεφθέγχθαι τὸν φιλόσοφον, ὅπερ ἀλλότριόν ἐστι τοῦ κἂν μετρίαν ἕξιν ἐν φιλοσοφία ἔχοντος, οὐχ ὅτι γε τοῦ τοσούτου ἀνδρός
§303
ὁ δὲ ἀπὸ φυσικῆς ὁρμώμενος θεωρίας, σαφῶς γινώσκων ὅτι ἀρχαῖον ὅλως τὸ δόγμμια ἐστί, τοῖς ὁμοίοις τὰ ὅμοια γιγνώσκεσθαι, ὅπερ ἀπὸ Πυ- θαγόρου δοκοῦν κατεληλυθέναι κεῖtπτμι μέν καὶ παρὰ Πλά- τωνι ἐν τῷ Τιμαίῳ (35 A et 45 B), εἴρηται δέ πολὺ πρό- τερον ὑπʼ αὐτοῦ Ἡμπεδοκλέους (B 109 Diels) γαίῃ μέν γὰρ γαῖαν ὀπώπαμεν, ῦδατι δʼ ὕδωρ, ἠέρι δʼ ἠέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον, στοργὴν δέ στοργῇ, νεῖκος δέ τε νείκεῖ λυγρῷ, συνήσει ὅτι ὁ Ἐμιπεδοκλῆς θεὸν ἑαυτὸν προσηγόρευσεν, ἐπεὶ μόνος καθαρὸν ἀπὸ κακίας τηρήσας τὸν νοῦν καὶ ἀνεπιθόλωτον τῷ ἐν ἑαυτῷ θεῷ τὸν ἐκτὸς θεὸν κατεί- ληφεν.
§304
Ἀράου τε μὴν γράφοντος (phaon. 54I ) ὅσσον ἀπʼ ὀφθαλμοῖο βολῆς ἀπολάμπεται αὐγή, ἑξάκις ἂν τόσση μιν ὑποδράμοι· αὐτὰρ ἑκάστη ἴση μετρηθεῖσα δύω περιτέλλεται ἄστρα οὐ γραμματικοῦ τοῦτο νοῆσαι, ὅτι ἡλίκη ἐστὶν ἡ ἀπὸ τῆς ἡμιῶν ὄψεως πρὸς τὴν ἀνατολὴν ἐκβαλλομένη εὐθεῖα, ἑξά- κις αὕτη ληφθεῖσα τὸν ζῳδιακὸν καταμετρήσει κύκλον ὥστε δύο αὐτὴν ἀποτέμινεσθαι ζῷδια, ἀλλὰ μαθηματικοῦ, γγραμμικῶς αὐτὸ ἀποδεικνύντος, ὅτι τὸ ἓκτον τοῦ ζωδια- κοῦ κύκλου μέρος ἀπὸ τῆς μέχρι τῆς ἀνατολῆς ἐκβαλλο- μένης εὐθείας καθέστηκεν.
§305
Τίμωνός τε τοῦ ψλιασίου τὸν Πύρρωνα ἡλίῳ ἀπεικάζοντος ἐν οἰς φησι (B 67, 5 Diels PPF) μοῦνος δʼ ἀνθρώποισι θεοῦ τρόπον ἡγεμονεύεις, ὅς περὶ πᾶσαν ἐλῶν γαῖαν ἀναστρέφεται, δεικνὺς εὐτόρνου σφαίρας πυρικαύτορα κύκλον, δόξει μὲν τοῖς γραμματικοῖς κατὰ τιμὴν αὐτὸ λέγειν καὶ | διὰ τὴν περὶ τὸν φιλόσοφον ἐπιφάνειαν ἄλλος δέ ἐπι- στήσει μήποτε καὶ μάχεται [τὰ παραδείγματα] τῷ σκε- πτικῷ βουλήμιατι τὰ ὑπὸ τοῦ Φλιασίου εἰς τὸν Πύρρωνα λεχθέντα, εἴγε ὁ μὲν ἥλιος τὰ πρότερον μὴ βλεπόμενα τῷ φωτὶ καταυγάζων δείκνυσιν, ὁ δέ Πύρρων καὶ τὰ προ- δήλως ἡμῖν ληφθέντα τῶν πραγμάτων εἰς ἀδηλότητα περι- σπῖν βιάζεται.
§306
τὸ δέ οὐχ οὕτως ἔχειν φαίνεται τῷ φιλο- σοφώτερον ἐπιβάλλοντι, ἀλλʼ ἡλίου τρόπον ἐπέχειν φησὶ τὸν Πύρρωνα καθόσον 〈ὡς〉 ὁ θεὸς τὰς τῶν ἀκριβῶς εἰς αὐτὸν ἀτενιζόντων ὄψεις ἀμαυροῖ, οὕτω καὶ ὁ σκεπτικὸς λόγος τὸ τῆς διανοίας ὄμμα τῶν ἐπιμελέστερον αὐτῷ προσεχόντων συγχεῖ, ὥστε ἀκαταληπτεῖν περὶ ἑκάστου τῶν κατὰ δογματικὴν θρασύτητα τιθεμένων.
§307
εἰ δέ δεῖ περὶ ἰατρικῆς διεξέρχεσθαι θεωρίας, καὶ παριστν ὡς καὶ ἐπίθετον πολλάκις προσριφὲν ὑπὸ ποιητοῦ βαθὺν ἐμφαίνει καὶ ἐπιστημονικὸν νοῦν, οἷόν ἐστι τὸ βαθύσχοινον λεχε- ποίην’ παρʼ Ὁμήρῳ (Δ 383). σημαίνει γάρ, ὅ μὴ δύναται νοῆσαι γραμματικός, 〈ὅτι〉 παραστατικὸν πρὸς συνουσίαν ἐστὶ τὸ τῆς σχοίνου σπέρμα, λέχος καλοῦντος τοῦ ποιητοῦ τὴν μῖξιν.
§308
ἢ τὸ παρὰ τῷ Εὐριπίδῃ ἐπὶ τῇ Αυκομήδους θυγατρὶ Δηιδαμείᾳ λεγόμενον (fr. 682 Nauck) ἡ παῖς νοσεῖ σου κἀπικινδύνως ἔχει πρὸς τοῦ; τίς αὐτὴν πημονὴ δαμάζεται; μῶν κρυμὸς αὐτῆς πλευρὰ γυμνάζει χολῆς; πυνθάνεται γὰρ μή τι πλευριτικὴ γέγονε διὰ τὸ τοὺς πλευριτικοὺς βήσσοντας ὑπόχολον ἀνάγειν. ὧν οὐδὲν οἴδεν ὁ γραμματικός.
§309
Καίτοι περιττὸν ἴσως ἐστὶν ἀπὸ τῶν ἀρχαιοτέρων καὶ τάχα ἐπιστημονικῶν δυσωπεῖν τοὺς ἀπὸ τῆς γραμματι- κῆς, ὅτε καὶ τὸ τυχὸν ἐπιγραμμάτιον οὐχ οἷοί τέ εἰσι νοῆσαι, καθάπερ καὶ τὸ ὑπὸ τοῦ Καλλιμάχου εἰς Διόδω- ρον τὸν Κρόνον συγγραφέν (fr. 393, 3 Pfeiffer) ἠνίδε κου κόρακες τεγέων ἔπι ‘κοῖα συνῆπταιʼ κρώζουσιν καὶ ‘κῶς αὖθι γενησόμεθαʼ.
§310
ὅτι γὰρ διαλεκτικώτατος ἧν ὁ Κρόνος καὶ ἐδίδασκε πῶς κριτέον ἐστὶ τὸ ὑγιές συνημμένον, ὥστε διὰ τὸ ἐπικρα- τεῖν ἤδη τὴν διδασκαλίαν καὶ τούς ἐπὶ τῶν δωμάτων κό- ρακας ἐκ πολλῆς τῆς κατηχήσεως κράζειν τὴν κατ’ αὐτὸν τοῦ συνημμένου κρίσιν, εἴποι ἄν ὁ γραμματικός, καὶ μέχρι τούτου συνήσει τὸ καὶ παιδίοις γνώριμον·
§311
ἐλθὼν δὲ καὶ ἐπὶ τὸ ‘καὶ κῶς αὖθι γενησόμεθαʼ ἡσυχάσει, μὴ εὑρί- σκων τὸ δηλούμενον πρᾶγμα. φιλοσόφου γὰρ ἧν εἰπεῖν ὅτι ἀρέσκει τῷ Διοδώρῳ μηδὲν κινεῖσθαι. τὸ γὰρ κινού- μένον ἤτοι ἐν ὧ ἔστι τόπῳ κινεῖται ἢ ἐν ᾦ μὴ ἔστιν οὕτε δὲ τὸ πρῶτον οὐτε τὸ δεύτερον· οὐκ ἄρα κινεῖταί τι. τῷ δέ μηδὲν κινεῖσθαι τὸ μηδὲν φθείρεσθαι ἀκολου- θεῖ.
§312
ὡς γὰρ διὰ τὸ μήτε ἐν ᾧ ἔστι τόπῳ κινεῖσθαί τι μήτε ἐν ᾧ μή ἐστιν οὐδὲν κινεῖται, οὕτως ἐπεὶ τὸ ζῷον οὕτε ἐν ῥ ζῇ χρόνῳ ἀποθνῄσκει οὔτε ἐν ᾧ μὴ ζῇ, οὐδέ- ποτε ἄρα ἀποθνῄσκει. εἰ δὲ τοῦτο, ἀεὶ ζῶντες κατ’ αὐτὸν καὶ αὖθις γενησόμεθα.
§313
Οὐκοῦν τὰ μὲν πράγματα οὐ νοοῦσιν οἱ γραμματικοί. λείπεται τοίνυν τὰ ὀνόματα νοεῖν αὐτούς. ὅ πάλιν ἐστὶ ληρῶδες. πρῶτον μέν γὰρ οὐδὲν ἔχουσι τεχνικὸν εἰς τὸ λέξιν γινώσκειν. οὐδὲ γὰρ ἐκ τέχνης τινὸς μεμαθήκασιν ὅτι οἱ παρὰ τῷ Σοφοκλεῖ (fr. 472 Nauck) ποιμένες ‘ἰώ βαλλήνʼ λέγοντες ‘ίώ βαοιλεῦʼ λέγουσιφρυγιστί,ἀλλὰ παρʼ ἄλων ἀκούσαντες. διήνεγκε δέ οὐδὲν ἢ βαρβάρου λέξεως ἑρμηνευτὰς γίνεσθαι ἢ τῆς κατὰ γλῶσσαν προενεχθείσης, ὁμοίως οὐσης ἀσυνήθους ἡμῖν.
§314
εἶτα καὶ τοῦτʼ ἀδύνατόν ἐστιν ἀπείρων οὐσῶν λέξεων καὶ ἄλλως παρʼ ἄλλοις ὀνο- ματοποιηθεισῶν ἢ ἐπὶ πράγμασιν οἶς ἡμεῖς οὐκ ἴσμεν τε θεικῶν. οἷόν ἐστι τὸ 〈 ἐβαρβάριζε τὸ ὅλον, ἕλκη ἔχον ἐν τῇ χειρίʼ, τοῦ μὲν〉 ἐβαρβάριζεν ἀντὶ τοῦ ἐσύριζε κει- μένου, βάρβαροι γὰρ οἱ Σύροι, τοῦ δὲ ὅλου ἀντὶ τοῦ παντός, ὅλον γὰρ καὶ πᾶν συνώνυμον, τοῦ δέ ἕλκους ἀντὶ τῆς σύριγγος, εἶδος γὰρ ἕλκους ἡ σύριγξ· ὥστε τὸ ὅλον γίνεσθαι τοιοῦτον ἐσύριζεν ὁ Πάν, σύριγγας ἔχων ἐν τῇ χειρί..
§315
ἄλλως τε καὶ ποῦ ἴσασιν ἐνίας τῶν ἐπιστημονικῶν λέξεων οἱ γραμματικοί, καθάπερ τὴν παρὰ λριστοτέλει ἐντελέχειαν ἢ τὸ τί ἦν εἶναι; ἢ ποῦ συνήσουσι τίνα δύ- ναμιν ἔχει παρὰ σκεπτικοῖς ἡ οὐδὲν μᾶλλον’ φωνή, πό- τερον πυσματική ἐστιν ἢ ἀξιωματική, καὶ ἐπὶ τίνος τάσ- σεται, ἀρά γε τοῦ ἐκτὸς ὑποκειμένου ἢ τοῦ περὶ ἡμᾶς πάθους ;
§316
τί δέ καὶ ἐροῦσιν ἐκ λέξεών τινων συντεθέντος τινὸς ποιήματος· ἦ γάρ σοι δισσοῖσιν ὑπʼ οὔρεσι διττὸς ἐραστὴς ἔφθιτο καὶ νεάτην μοῖραν ἔθηκε φύσιν. ἄρθρῳ ἐν ἀσπιδόεντι βεβηκότα γυῖα καθʼ όλμοῦ βᾶσα τροχαντήρων ἄχρι περιστρέφεται σμερδαλέα δʼ ὑπένερθεν ἀλώπεκος ἄχρι δοχαίης αἰῶνος χαλαρὰν σύνδρομον ἁρμονίης.
§317
τούς γὰρ ἐραστὰς οἴτίνές εἰσι καὶ τὰ ὄρη καὶ τὸ ἀσπιδόεν ἄρθρον καὶ τούς τροχαντῆρας, ἔτι δὲ καὶ τὸν ὅλμον καὶ τὰς ἀλώπεκας δοχαίην τε καὶ αἰῶνα καὶ ἁρμονίαν, μήτε τροπικῶς μήτε κατὰ ἱστορίαν ἀλλὰ κυρίως ἐξενεχθέντα ὀνόματα, κἆν μυριάκις ἐπιστήσωσιν, οὐ συνήσουσιν.
§318
Εἰ οὖν μήτε τὰ πράγματα μήτε τὰς λέξεις ἴσασιν, παρὰ δὲ ταῦτα οὐδέν ἐστιν ἡ ποίησις ἢ τὸ σύγγραμμα, οὐκ ἄν ἔχοιεν τέχνην ἐξηγητικὴν τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων. ἄλλως τε καὶ εἰ χρῄζομεν γραμ- ματικῆς, ἐπὶ τῶν ἀρίστων ποιημάτων χρῄζομεν ἀλλʼ οὐ τῶν μοχθηρῶν. ἄριστον δὲ ποίημά ἐστι κατ’ αὐτοὺς τὸ σαφές·
§319
ἀρετὴ γὰρ ποιήματος ἡ σαφήνεια, καὶ μοχθηρὸν τὸ ἀσαφές παρὰ γραμματικῇ. οὔτε οὖν ἐπὶ ἀρίστου ἐστὶ ποιήματος χρειώδης διὰ τὸ μὴ δεῖσθαι ἐξηγήσεως σαφές ὄν, οὐτε ἐπὶ τοῦ μοχθηροῦ διὰ τὸ αὐτόθεν εἶναμι μοχθη- ρόν.
§320.1
τό τε ἀνεπικρίτως διαφωνούμενον ἀκατάληπτόν ἐστιν, ἀνεπικρίτως δʼ ἔτι διαφωνοῦσιν ἐν ταῖς ἐξηγήσεσιν οἱ γραμματικοὶ περὶ τῆς τοῦ συγγραφέως διανοίας· ἀκατά- ληπτος ἄρα ἐστὶν ἡ τοῦ συγγραφέως διάνοια, καὶ διὰ τοῦτο ἄχρηστος ἡ γραμματική.
§320.2
Ἀλλὰ γὰρ πρὸς μὲν τούς ἀπὸ τούτου τοῦ μαθήματος ἀναγομένους ἐπὶ τοσοῦτον εἰρήσθω ἀπʼ ἄλλης δέ ἀρχῆς σκεψώμεθα καὶ πρὸς τοὺς ῥήτορας ἅ δεῖ λέγειν.
Tap any Greek word to look it up