§1
Πρίσκος τις ἐν τῇ Ἐμεσηνῶν ἐγένετο πόλει, ὅσπερ ἀλλότρια γράμματα μιμεῖσθαι εὐφυῶς ἐξηπίστατο, τεχνίτης τε ἦν περὶ τὸ κακὸν τοῦτο δεξιὸς ἄγαν.
§2
ἐτύγχανε δὲ ἡ τῶν Ἐμεσηνῶν ἐκκλησία τῶν τινος ἐπιφανῶν κληρονόμος γεγενημένη χρόνοις τισὶ πολλοῖς ἔμπροσθεν.
§3
ἦν δὲ οὗτος ἀνὴρ πατρίκιος μὲν τὸ ἀξίωμα, Μαμμιανὸς δὲ ὄνομα, γένει λαμπρὸς καὶ περιουσίᾳ χρημάτων.
§4
ἐπὶ δὲ Ἰουστινιανοῦ βασιλεύοντος ὁ Πρίσκος διερευνησάμενος πόλεως τῆς εἰρημένης τὰς οἰκίας πάσας, εἴ τινας εὗρέ τε πλούτῳ ἀκμάζοντας καὶ πρὸς ζημίαν χρημάτων μεγάλων διαρκῶς ἔχοντας, τούτων διερευνησάμενος ἐς τὸ ἀκριβὲς τοὺς προπάτορας, γράμμασιν αὐτῶν παλαιοῖς ἐντυχὼν, βιβλίδια πολλὰ ὡς παρ’ ἐκείνων γεγραμμένα πεποίηται, ὁμολογούντων πολλὰ χρήματα τῷ Μαμμιανῷ ἀποδώσειν ἅτε παρακαταθήκης λόγῳ ταῦτα πρὸς ἐκείνου κεκομισμένων.
§5
τό τε ὡμολογημένον ἐν τούτοις δὴ τοῖς καταπλάστοις γραμματείοις χρυσίον ξυνῄει οὐχ ἧσσον ἢ ἐς ἑκατὸν κεντηνάρια.
§6
καὶ ἀνδρὸς δέ τινος, ὅσπερ ἐπὶ τῆς ἀγορᾶς τηνικάδε τοῦ χρόνου καθήμενος, ἡνίκα ὁ Μαμμιανὸς περιῆν, δόξαν τε πολλὴν ἐπὶ τῇ ἀληθείᾳ καὶ τῇ ἄλλῃ ἀρετῇ ἔχων, ἅπαντα ἐπετέλει τὰ τῶν πολιτῶν γραμματεῖα, ἕκαστον οἰκείοις ἐπισφραγίζων αὐτὸς γράμμασιν, ὅνπερ ταβελλίωνα καλοῦσι Ῥωμαῖοι, τὰ γράμματα δαιμονίως μιμησάμενος τοῖς διοικουμένοις τὰ πράγματα τῆς Ἐμεσηνῶν ἐκκλησίας παρέδωκεν, ὡμολογηκόσι μοῖραν αὐτῷ τινα κεῖσθαι τῶν ἐνθένδε πορισθησομένων χρημάτων.
§7
ἐπεὶ δὲ ὁ νόμος ἐμποδὼν ἵστατο, τὰς μὲν ἄλλας δίκας ἁπάσας ἐς τριακοντοῦτιν παραγραφὴν ἄγων, ὀλίγας δὲ ἄττας καὶ τὰς ὑποθηκαρίας καλουμένας τεσσαράκοντα ἐνιαυτῶν μήκει ἐκκρούων,
§8
μηχανῶνται τοιάδε. ἐς Βυζάντιον ἀφικόμενοι καὶ χρήματα μεγάλα τῷ βασιλεῖ τούτῳ προέμενοι ἐδέοντο σφίσι τὸν τῶν πολιτῶν ὄλεθρον οὐδὲν ὠφληκότων ξυγκατεργάζεσθαι.
§9
ὁ δὲ τὰ χρήματα κεκομισμένος μελλήσει οὐδεμιᾷ νόμον ἔγραψεν, οὐ χρόνοις τὰς ἐκκλησίας τοῖς καθήκουσιν, ἀλλ’ ἐνιαυτῶν ἑκατὸν πλήθει δικῶν τῶν αὐταῖς προσηκουσῶν ἀποκεκλεῖσθαι, καὶ ταῦτα οὐκ ἐν Ἐμέσῃ μόνον κύρια εἶναι, ἀλλὰ καὶ ἀνὰ πᾶσαν τὴν Ῥωμαίων ἀρχήν.
§10
Ἐμεσηνοῖς τε τὸ πρᾶγμα τοῦτο διαιτᾶν ἔταξε Λογγῖνόν τινα δραστήριόν τε ἄνδρα καὶ τὸ σῶμα ἰσχυρὸν ἄγαν, ὃς καὶ τὴν τοῦ δήμου ἀρχὴν ἐν Βυζαντίῳ ὕστερον ἔσχεν.
§11
οἱ δὲ τῆς ἐκκλησίας τὰ πράγματα διοικούμενοι τὰ μὲν πρῶτα τῶν τινι τῶν πολιτῶν δίκην κεντηναρίοιν ἐκ βιβλίων τῶν εἰρημένων λαχόντες δυοῖν, κατεδικάσαντο τοῦ ἀνθρώπου εὐθὺς, ὅ τι καὶ ἀπολογήσαιτο οὐδαμῆ ἔχοντος διά τε χρόνου τοσόνδε μῆκος καὶ ἄγνοιαν τῶν τότε πεπραγμένων.
§12
ἐν πένθει δὲ μεγάλῳ ἐκάθηντο οἵ τε ἄλλοι ξύμπαντες ἄνθρωποι ὁμῶς τοῖς συκοφάνταις ἐκκείμενοι καὶ πάντων μάλιστα οἱ τῶν Ἐμεσηνῶν λογιμώτατοι.
§13
τοῦ δὲ κακοῦ ἐς τοὺς πλείστους ἤδη τῶν πολιτῶν ἐπιρρέοντος προμήθειάν τινα τοῦ θεοῦ ξυνηνέχθη γενέσθαι τοιάνδε.
§14
Πρίσκον ὁ Λογγῖνος τὸν τοῦτο δὴ τὸ σκαιώρημα ἐργασάμενον ἅπαντα ὁμοῦ κομίζειν οἱ τὰ γράμματα ἐκέλευσεν, ἀναδυόμενόν τε τὴν πρᾶξιν ἐρράπισε δυνάμει τῇ πάσῃ.
§15
ὁ δὲ ἀνδρὸς ἰσχυροῦ λίαν τὴν πληγὴν οὐδαμῆ ἐνεγκὼν ἔπεσεν ὕπτιος, τρέμων δὲ ἤδη καὶ περιδεὴς γεγονὼς, ὅλως τε Λογγῖνον ᾐσθῆσθαι τὰ πεπραγμένα ὑπονοῶν ὡμολόγει, οὕτω τε τῆς σκαιωρίας ἁπάσης ἐς φῶς ἐνεχθείσης τὴν συκοφαντίαν πεπαῦσθαι ξυνέβη.
§16
Ταῦτα δὲ οὐ μόνον ἐς τοὺς νόμους ἀεὶ καὶ καθ̓ ἑκάστην εἰργάζετο τοὺς Ῥωμαίων, ἀλλὰ καὶ οὓς Ἑβραῖοι τιμῶσι καταλύειν ὅδε βασιλεὺς ἐν σπουδῇ εἶχεν.
§17
ἢν γάρ ποτε αὐτοῖς ἐπανιὼν ὁ χρόνος τὴν Πασχαλίαν ἑορτὴν πρὸ τῶν Χριστιανῶν ἀγαγὼν τύχοι, οὐκ εἴα ταύτην τοὺς Ἰουδαίους καιροῖς τοῖς καθήκουσιν ἄγειν, οὐδέ τι ἐν ταύτῃ δεξιοῦσθαι τῷ θεῷ ἢ ἐπιτελεῖν τῶν ἐν σφίσιν αὐτοῖς νομίμων.
§18
πολλούς τε αὐτῶν οἱ ἐπὶ τῶν ἀρχῶν τεταγμένοι ἅτε προβατείων κρεῶν ἐν τούτῳ γευσαμένους τῷ χρόνῳ, τῆς ἐς τὴν πολιτείαν παρανομίας ὑπάγοντες χρήμασιν ἐζημίουν πολλοῖς.
§19
ἔργα μὲν οὖν καὶ ἄλλα τοιαῦτα Ἰουστινιανοῦ ἀνάριθμα ἐξεπιστάμενος οὐκ ἄν τι ἐνθείην, ἐπεὶ πέρας δοτέον τῷ λόγῳ. ἀποχρήσει γὰρ καὶ δι’ αὐτῶν τὸ τοῦ ἀνθρώπου ἦθος σημῆναι.
Tap any Greek word to look it up