§1
Ἀλλὰ τοῦτο μὲν τῇδε ἐχώρησεν. ἐρρήθη δὲ ἀρχομένῳ μοι τοῦδε τοῦ λόγου καὶ ὅσα Βελισάριόν τε καὶ Φώτιον καὶ Βούζην αὐτῇ ἐργασθείη.
§2
στασιῶται δὲ Βένετοι δύο Κίλικες γένος Καλλινίκῳ τῷ Κιλικίας Δευτέρας ἄρχοντι σὺν θορύβῳ πολλῷ ἐπιστάντες χειρῶν ἀδίκων ἐπ’ αὐτὸν ἦρξαν, τόν τε αὐτοῦ ἱπποκόμον ἄγχιστά που ἑστῶτα καὶ ἀμύνειν τῷ κεκτημένῳ πειρώμενον ἔκτειναν, τοῦ τε ἄρχοντος καὶ τοῦ δήμου θεωμένου παντός.
§3
καὶ ὁ μὲν τοὺς στασιώτας ἄλλων τε πολλῶν καὶ τοῦδε ἁλόντας τοῦ φόνου ἐν δίκῃ ἀνεῖλεν, ἡ δὲ μαθοῦσα καὶ ὅτι τοὺς Βενέτους προσποιεῖται ἐνδεικνυμένη, ἔτι αὐτὸν τὴν ἀρχὴν ἔχοντα ἐν τῷ τῶν φονέων τάφῳ ἀνεσκολόπισεν οὐδενὶ λόγῳ.
§4
βασιλεὺς δὲ κλάειν τε καὶ ὀδύρεσθαι τὸν ἀπολωλότα σκηπτόμενος καθῆστο γρυλλίζων, πολλά τε τοῖς ἐς τὴν πρᾶξιν ὑπουργηκόσιν ἀνατεινάμενος οὐδὲν ἔδρασε, τὰ μέντοι χρήματα τοῦ τετελευτηκότος ληΐζεσθαι ὡς ἥκιστα ἀπηξίωσεν.
§5
Ἀλλὰ καὶ ὑπὲρ ἁμαρτάδων τῶν ἐς τὸ σῶμα κολάσεις τῇ Θεοδώρᾳ ἐπινοεῖν ἐπιμελὲς ἦν. πόρνας ἀμέλει πλέον ἢ πεντακοσίας ἀγείρασα ἐν ἀγορᾷ μέσῃ ἐς τριώβολον, ὅσον ἀποζῆν μισθαρνούσας, ἔς τε τὴν ἀντιπέρας ἤπειρον στείλασα ἐν τῷ καλουμένῳ Μετανοίᾳ μοναστηρίῳ καθεῖρξε τὸν βίον μεταμφιέσασθαι ἀναγκάζουσα.
§6
ὧν δή τινες ἐρρίπτουν αὑτὰς ἀφ’ ὑψηλοῦ νύκτωρ, ταύτῃ τε τῆς ἀκουσίου μεταβολῆς ἀπηλλάσσοντο.
§7
Δύο δὲ κόραι ἐν Βυζαντίῳ ἀδελφαὶ ἤτην, οὐκ ἐκ πατρός τε καὶ τριγονίας ὑπάτων μόνον, ἀλλ’ ἀνέκαθεν αἵματος τοῦ πρώτου ἔν γε τῇ συγκλήτῳ βουλῇ γεγονυῖαι.
§8
ταύταις ἤδη ἐς γάμον ἐλθούσαις ἀπολωλότων τῶν ἀνδρῶν χήραις γεγονέναι ξυνέπεσεν. αὐτίκα δὲ ἄνδρας ἡ Θεοδώρα δύο ἀγελαίους τε καὶ βδελυροὺς ἀπολέξασα συνοικίζειν αὐταῖς ἐν σπουδῇ εἶχεν, ἐπικαλοῦσα μὴ σωφρόνως βιοῦν.
§9
ὅπερ ἵνα μὴ γένηται δείσασαι, ἐς τὸ τῆς Σοφίας ἱερὸν φεύγουσιν, ἔς τε τὸν θεῖον λουτρῶνα ἐλθοῦσαι τῆς ἐνταῦθα κολυμβήθρας ἀπρὶξ εἴχοντο.
§10
ἀλλὰ τοσαύτην αὐταῖς ἀνάγκην τε καὶ κακοπάθειαν προσετρίψατο ἡ βασίλισσα ὥστε αὐταῖς ἀπαλλαξειούσαις τῶν ἐνθένδε κακῶν τὸν γάμον αὐτῶν ἀνταλλάξασθαι ἐν σπουδῇ γέγονεν. οὕτως αὐτῇ ἄχραντος οὐδεὶς ἢ ἄσυλος μεμένηκε χῶρος.
§11
αὗται μὲν οὖν ἀνδράσι πτωχοῖς τε καὶ ἀπερριμμένοις πολλῷ ἀπὸ τῆς σφετέρας ἀξίας ἀκούσιαι ξυνῳκίσθησαν, καίπερ εὐπατριδῶν σφίσι παρόντων μνηστήρων.
§12
ἡ δὲ μήτηρ αὐταῖς χήρα καὶ αὐτὴ γεγονυῖα οὔτε ἀνοιμῶξαι οὔτε
§13
ἀποκλαῦσαι τολμῶσα τὸ πάθος παρῆν τῇ ἐγγύῃ. ὕστερον δὲ ἀφοσιουμένη ἡ Θεοδώρα τὸ μίασμα, δημοσίαις αὐτὰς παρηγορῆσαι ξυμφοραῖς ἔγνω.
§14
ἄρχοντα γὰρ ἑκάτερον κατεστήσατο. καὶ ταῖς μὲν κόραις παραψυχὴ οὐδ’ ὣς γέγονε, πάθη δὲ ἀνήκεστα καὶ ἀνύποιστα τοῖς ὑπηκόοις σχεδόν τι ἅπασι πρὸς τῶν ἀνδρῶν τούτων ξυνηνέχθη παθεῖν, ἅπερ μοι ἐν τοῖς ὄπισθεν λόγοις λελέξεται.
§15
Θεοδώρᾳ γὰρ οὔτε ἀρχῆς οὔτε πολιτείας ἀξίωσις οὔτε τι ἄλλο ἐπιμελὲς ἦν, εἰ τὸ βούλημα περανεῖται μόνον.
§16
Ἐτύγχανε δὲ ὑπό του κυήσασα τῶν ἐραστῶν, ἡνίκα ἔτι ἐπὶ σκηνῆς ἦν, τοῦ δὲ κακοῦ ὀψὲ τοῦ καιροῦ αἰσθομένη πάντα μὲν ἐς τὸ ἀμβλύσκειν, ὥσπερ εἰώθει, ἐποίει, ἄωρον δὲ ἀποκτιννύναι τὸ βρέφος οὐδεμιᾷ μηχανῇ εἶχεν, ἐπεὶ οὐ πολλῷ ἀπελέλειπτο τοῦ ἀνθρωποειδὲς γένος γεγονέναι.
§17
διὸ δὴ ἐπεὶ οὐδὲν προὐχώρει, τῆς πείρας ἀφεμένη τίκτειν ἠνάγκαστο. ὁρῶν δὲ αὐτὴν ὁ τοῦ τεχθέντος πατὴρ ἀπορουμένην τε καὶ ἀσχάλλουσαν, ὅτι μήτηρ γενομένη τῷ σώματι ὁμοίως ἐργάζεσθαι οὐκέτι ἂν δυνατὴ εἴη, ἐπεὶ καὶ ἀληθῶς δὴ ὑπῄσθετο ὡς διαχρήσεται τὸ παιδίον, ἀνείλετό τε καὶ Ἰωάννην ἐπονομάσας, ἐπεὶ ἄρσεν ἦν, ἐς τὴν Ἀραβίαν ἐς ἥνπερ ὥρμητο ἀπιὼν ᾤχετο.
§18
ἐπεὶ δὲ αὐτὸς μὲν τελευτᾶν ἔμελλεν, Ἰωάννης δὲ ἤδη μειράκιον ἦν, τὸν πάντα λόγον αὐτῷ ἀμφὶ τῇ μητρὶ ὁ πατὴρ ἔφρασε.
§19
καὶ ὃς ἅπαντα ἐπὶ τῷ πατρὶ ἐξ ἀνθρώπων ἀφανισθέντι τὰ νόμιμα ποιήσας, χρόνῳ τινὶ ὕστερον ἐς Βυζάντιον ἦλθε καὶ τοῖς παρὰ τὴν μητέρα τὰς εἰσόδους ἀεὶ ποιουμένοις τὸ πρᾶγμα ἀγγέλλει.
§20
οἱ δὲ οὐδὲν ἀπὸ τοῦ ἀνθρωπείου τρόπου αὐτὴν λογιεῖσθαι ὑποτοπήσαντες ἐπαγγέλλουσι τῇ μητρὶ ὅτι δὴ αὐτῆς Ἰωάννης ὁ υἱὸς ἥκοι.
§21
δείσασα δὲ ἡ γυνὴ μὴ ἐς τὸν ἄνδρα ἔκπυστος ὁ λόγος γένηται, τὸν παῖδά οἱ ἐς ὄψιν ἐκέλευεν ἥκειν.
§22
ἐπεί τε εἶδε παραγενόμενον, τῶν οἰκείων τινὶ ἐνεχείρισεν,
§23
ᾧπερ ἀεὶ τὰ τοιαῦτα ἐπέχειν εἰώθει. καὶ τρόπῳ μὲν ὅτῳ ὁ ταλαίπωρος ἐξ ἀνθρώπων ἠφάνισται οὐκ ἔχω εἰπεῖν, οὐδεὶς δὲ αὐτὸν ἄχρι δεῦρο ἰδεῖν οὐδὲ ἀπογενομένης τῆς βασιλίδος ἔσχε.
§24
Τότε καὶ ταῖς γυναιξὶ σχεδόν τι ἁπάσαις τὸν τρόπον διεφθάρθαι ξυνέβη. ἐξήμαρτον γὰρ ἐς τοὺς ἄνδρας ἐξουσίᾳ τῇ πάσῃ, οὐ φέροντος αὐταῖς κίνδυνόν τινα ἢ βλάβην τοῦ ἔργου, ἐπεὶ καὶ ὅσαι μοιχείας ἁλοῖεν, αὗται κακῶν ἀπαθεῖς ἔμενον, παρὰ δὲ τὴν βασιλίδα αὐτίκα ἰοῦσαι ἀντίστροφοί τε γενόμεναι καὶ δίκην οὐ γεγονότων ἐγκλημάτων ἀντιλαχοῦσαι τοὺς ἄνδρας ὑπῆγον.
§25
περιῆν τε αὐτοῖς ἀνεξελέγκτοις οὖσι τὴν μὲν προῖκα ἐν διπλασίῳ ἀποτιννύναι, μεμαστιγωμένοις δὲ ἐκ τοῦ ἐπὶ πλεῖστον ἐς τὸ δεσμωτήριον ἀπαχθῆναι, καὶ αὖ πάλιν τὰς μοιχευτρίας ἐπιδεῖν κεκομψευμένας τε καὶ πρὸς τῶν μοιχῶν ἀδεέστερον λαγνευομένας. τῶν δὲ μοιχῶν πολλοὶ ἀπ’ αὐτοῦ τοῦ ἔργου καὶ τιμῆς ἔτυχον.
§26
διόπερ οἱ πλεῖστοι τὸ λοιπὸν πάσχοντες πρὸς τῶν γυναικῶν ἀνόσια ἔργα ἀσμενέστατα ἀμαστίγωτοι σιωπῇ ἔμενον, τὴν παρρησίαν αὐταῖς τῷ μὴ πεφωρᾶσθαι δοκεῖν ἐνδιδόντες.
§27
Αὕτη ἅπαντα πρυτανεύειν αὐτογνωμονοῦσα τὰ ἐν τῇ πολιτείᾳ ἠξίου. τάς τε γὰρ ἀρχὰς καὶ ἱερωσύνας ἐχειροτόνει, ἐκεῖνο μόνον διερευνωμένη καὶ φυλασσομένη ἐνδελεχέστατα, μὴ καλὸς ἢ ἀγαθός τις ὁ τὸ ἀξίωμα μετιὼν εἴη, καὶ οὐχ οἷός τέ οἱ ἐσόμενος ἐς τὰ ἐπαγγελλόμενα ὑπουργήσειν.
§28
καὶ τοὺς γάμους ἅπαντας τῇ θείᾳ ἐξουσίᾳ τινὶ διῳκεῖτο, τοῦ τε γαμεῖν πρότερον οὐδεμίαν ἄνθρωποι ἐγγύην ἑκουσίαν πεποίηνται.
§29
γυνὴ γὰρ ἑκάστῳ ἐξαπιναίως ἐγίνετο, οὐχ ὅτι δὴ ἐς αὐτὸν ἤρεσκεν, ὅπερ κἀν τοῖς βαρβάροις εἰώθει, ἀλλ̓ ὅτι βουλομένῃ τῇ Θεοδώρᾳ εἴη.
§30
ὅπερ αὖ καὶ ταῖς γαμουμέναις ἀνάπαλιν ξυνέβαινε πάσχειν. ἀνδράσι γὰρ ξυνιέναι οὐδαμῆ ἐθελούσιαι ἠναγκάζοντο.
§31
πολλάκις δὲ καὶ τὴν νύμφην ἐκ τῆς παστάδος ἀποβιβάσασα λόγῳ οὐδενὶ ἀνυμέναιον τὸν νυμφίον ἀφῆκε, τοῦτο μόνον ξὺν ἀκροχολίᾳ εἰποῦσα, ὅτι δὴ αὐτὴν ἀπαρέσκοι.
§32
ὅπερ ἄλλους τε πολλοὺς ἔδρασε καὶ Λέοντα, ὅσπερ ῥεφερενδάριος ἦν τὴν τιμὴν, καὶ Σατορνῖνον, τὸν Ἑρμογένους τοῦ μαγίστρου γεγονότος ἐπὶ μνηστῇ. τούτῳ γὰρ τῷ Σατορνίνῳ ἦν τις ἀνεψιαδῆ παρθένος μνηστὴ, ἐλευθέριος καὶ κοσμία, ἥνπερ οἱ Κύριλλος ὁ πατὴρ κατηγγύησεν Ἑρμογένους τοῦ βίου ἤδη ἀπολυθέντος.
§33
πεπηγυίας τε αὐτοῖς τῆς παστάδος τὸν νυμφίον καθεῖρξεν, ἔς τε τὴν ἑτέραν παστάδα ἤχθη, ἔγημέ τε κωκύων καὶ οἰμώζων ὅσον τὴν Χρυσομαλλοῦς παῖδα.
§34
Χρυσομαλλὼ δὲ αὕτη πάλαι μὲν ὀρχηστρὶς ἐγεγόνει καὶ αὖθις ἑταίρα, τότε δὲ ξὺν ἑτέρᾳ Χρυσομαλλοῖ καὶ Ἰνδαροῖ ἐν Παλατίῳ τὴν δίαιταν εἶχεν.
§35
ἀντὶ γὰρ τοῦ φαλλοῦ καὶ τῆς ἐν θεάτρῳ διατριβῆς τῇδε διῳκοῦντο τὰ πράγματα.
§36
ξυγκαταδαρθὼν δὲ ὁ Σατορνῖνος τῇ νύμφῃ καὶ διαπεπαρθενευμένην εὑρὼν ἔς τινα τῶν ἐπιτηδείων ἐξήνεγκεν ὅτι δὴ οὐκ ἄτρητον γήμαι.
§37
ὅπερ ἐπεὶ ἐς Θεοδώραν ἦλθε, τοὺς ὑπηρέτας ἐκέλευεν ἅτε ἀποσεμνυνόμενόν τε καὶ ὀγκωθέντα οὐδὲν αὐτῷ προσῆκον, μετέωρον αἴρειν, οἷα τὰ ἐς γραμματιστοῦ φοιτῶντα παιδία, ξαίνουσά τε κατὰ τῶν νώτων πολλὰς ἀπεῖπεν αὐτῷ μὴ φλυάρῳ εἷναι.
§38
Οἷα μέντοι καὶ Ἰωάννην τὸν Καππαδόκην εἰργάσατο ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη. ἅπερ αὐτῇ διαπέπρακται τῷ ἀνθρώπῳ χαλεπαινούσῃ, οὐχ ὑπὲρ ὧν ἐς τὴν πολιτείαν ἡμάρτανε ʽτεκμήριον δέ· τῶν γὰρ ὕστερον δεινότερα ἐς τοὺς ὑπηκόους ἐργασαμένων οὐδένα τοῦτο πεποίηταἰ, ἀλλ’ ὅτι τά τε ἄλλα τῇ γυναικὶ καταντικρὺ ἐτόλμα ἰέναι καὶ αὐτὴν ἐς τὸν βασιλέα διέβαλλεν, ὥστε αὐτῇ καὶ τὸν ἄνδρα ἐκπεπολεμῶσθαι παρ’ ὀλίγον ἐλθεῖν.
§39
τῶν γὰρ αἰτιῶν, ὅπερ ὑπεῖπον, ἐνταῦθά μοι μάλιστα τὰς ἀληθεστάτας ἀναγκαῖον εἰπεῖν.
§40
ἡνίκα τε αὐτὸν ἐπ’ Αἰγύπτου καθεῖρξε πεπονθότα ὅσα μοι ἀμφ’ αὐτῷ προδεδήλωται, οὐδ’ ὥς τινα ἔλαβε τῆς τοῦ ἀνθρώπου κολάσεως κόρον, ἀλλὰ ψευδομάρτυρας ἐπ’ ἐκείνῳ διερευνωμένη οὐδέποτε ἀνίει.
§41
τέτρασι δὲ ἐνιαυτοῖς ὕστερον Πρασίνους εὑρέσθαι δύο τῶν ἐν Κυζίκῳ στασιωτῶν ἴσχυσεν, οἵπερ τῶν τῷ ἐπισκόπῳ ἐπαναστάντων ἐλέγοντο εἶναι.
§42
καὶ αὐτοὺς θωπείαις τε καὶ λόγοις καὶ ἀπειλαῖς περιῆλθεν, ὥστε ἅτερος μὲν κατορρωδήσας καὶ ταῖς ἐλπίσιν ἐπαρθεὶς τὸ μίασμα τοῦ φόνου ἐς τὸν Ἰωάννην ἀνήνεγκεν.
§43
ὁ δὲ δὴ ἕτερος τῆς ἀληθείας ἀπ’ ἐναντίας ἐλθεῖν οὐδαμῆ ἔγνω, καίπερ οὕτως ἐκ τῆς βασάνου καταταθεὶς, ὥστε ὅτι δὴ καὶ τεθνήξεται αὐτίκα μάλα ἐπίδοξος ἦν.
§44
διὸ δὴ τὸν μὲν Ἰωάννην τούτῳ δὴ τῷ παραπετάσματι διαχρήσασθαι οὐδεμιᾷ μηχανῇ ἔσχε, τοῖν δὲ νεανίαιν τούτοιν χεῖρας τὰς δεξιὰς ἔτεμε, τοῦ μὲν ὅτι ψευδομαρτυρεῖν οὐδαμῆ ἤθελε, τοῦ δὲ ὅπως μὴ ἐπιφανὴς ἡ ἐπιβουλὴ ἐς τὸ πᾶν γένηται.
§45
τούτων δὲ οὕτως ἐν τῷ δημοσίῳ πρασσομένων τῆς ἀγορᾶς, Ἰουστινιανὸς ἐποιεῖτο τῶν πρασσομένων μηδενὸς τὸ παράπαν ξυνεῖναι.
Tap any Greek word to look it up