Book 22
§1 Ἡνίκα δὲ βασιλεύς τε καὶ Θεοδώρα τὸν Καππαδόκην Ἰωάννην ἀνεῖλον, ἀντικαθιστάναι μὲν ἐς τιμὴν τὴν αὐτοῦ ἤθελον, ἄνδρα δέ τινα πονηρότερον εὑρεῖν ἐπὶ κοινῆς ἐν σπουδῇ ἐποιοῦντο, περισκοπούμενοί τε τὸ τοιοῦτο τῆς τυραννίδος ὄργανον καὶ πάσας διερευνῶντες τὰς τῶν ἀνθρώπων γνώμας, ὅπως ἔτι θᾶσσον τοὺς ὑπηκόους ἀπολεῖν δύνωνται.
§2 ἐν μὲν οὖν τῷ παραυτίκα Θεόδοτον ἀνταὐτοῦ ἐπὶ τῆς ἀρχῆς κατεστήσαντο, ἄνδρα οὐ καλοήθη μὲν, οὐ σφόδρα δὲ ἀρέσκειν αὐτοῖς ἱκανὸν γεγονότα.
§3 ὕστερον δὲ ἅπαν διερευνώμενοι περιήρχοντο. εὗρον δὲ παρὰ δόξαν ἀργυραμοιβόν τινα Πέτρον ὀνόματι, Σύρον γένος, ὅνπερ ἐπίκλησιν Βαρσύμην ἐκάλουν· ὃς πάλαι μὲν ἐπὶ τῆς τοῦ χαλκοῦ τραπέζης καθήμενος κέρδη αἰσχρότατα ἐκ ταύτης δὴ ἐπορίζετο τῆς ἐργασίας, τὴν περὶ τοὺς ὀβολοὺς κλοπὴν εὖ μάλα τεχνάζων καὶ τοὺς αὐτῷ ξυμβάλλοντας ἀεὶ τῷ τῶν δακτύλων τάχει ἐκκρούων.
§4 δεξιὸς γὰρ ἦν κλέψαι μὲν τὰ τῶν αὐτῷ περιπεπτωκότων ἀνέδην, ἁλοὺς δὲ ὀμόσαι καὶ τῶν χειρῶν τὸ ἁμάρτημα τῷ τῆς γλώττης περικαλύψαι θράσει.
§5 ἐν δὲ τοῖς τῶν ὑπάρχων στρατιώταις καταλεχθεὶς ἐς τοσοῦτον ἀτοπίας ἐλήλακεν ὥστε Θεοδώρᾳ ἀρέσκειν τε ἐν τοῖς μάλιστα καὶ ἐς τῶν ἀδίκων αὐτῇ βουλημάτων ῥᾷστα ὑπουργεῖν τὰ ἀμήχανα.
§6 διὸ δὴ Θεόδοτον μὲν, ὅνπερ μετὰ τὸν Καππαδόκην καταστησάμενοι ἔτυχον, τῆς τιμῆς αὐτίκα παρέλυσαν, Πέτρον δὲ ταύτῃ ἐπέστησαν,
§7 ὅσπερ αὐτοῖν διεπράξατο κατὰ νοῦν ἅπαντα. τούς τε γὰρ στρατευομένους ἀποστερῶν τὰς συντάξεις ἁπάσας οὔτε αἰσχυνθεὶς οὔτε δείσας πώποτε ὤφθη, ἀλλὰ καὶ ὠνίους τὰς ἀρχὰς ἔτι μᾶλλον πρότερον προὔθηκεν, ἀτιμοτέρας τε αὐτὰς καταστησάμενος ἀπεδίδοτο τοῖς ταύτην δὴ οὐκ ἀποκνοῦσι τὴν ἀνοσίαν ἐμπορίαν ἐργάζεσθαι, ἐφιεὶς διαρρήδην τοῖς τὰς ἀρχὰς ὠνησαμένοις ταῖς τῶν ἀρχομένων ψυχαῖς τε καὶ οὐσίαις βούλοιντο χρήσασθαι.
§8 αὐτῷ τε γὰρ εὐθὺς καὶ τῷ τῆς ἀρχῆς καταβεβληκότι τὸ τίμημα τοῦ συλᾶν τε καὶ ἄλλως ἁρπάζειν ἐξουσία ξυνέκειτο. καὶ προῄει μὲν ἐκ τοῦ κεφαλαίου τῆς πολιτείας τῶν βίων ὠνὴ,
§9 ἐπράττετό τε τὸ συμβόλαιον τῆς τῶν πόλεων διαφθορᾶς ἔν τε τῶν δικαστηρίων τοῖς προὔχουσι καὶ τῷ δημοσίῳ τῆς ἀγορᾶς περιήρχετο λῃστὴς ἔννομος, ὄνομα τῇ πράξει τιθεὶς τὴν συλλογὴν τῶν ἐπὶ τοῖς τιμήμασι τῆς ἀρχῆς καταβεβλημένων χρημάτων, οὐκ ἐχούσης τινὰ ἐλπίδα τῆς τῶν ἁμαρτανομένων ἐπιστροφῆς.
§10 καὶ πάντων δὲ τῶν τῇ ἀρχῇ ὑπηρετούντων, πολλῶν τε καὶ δοκίμων ὄντων, τοὺς πονηροτάτους ἀεὶ ἐς αὑτὸν εἷλκε.
§11 τοῦτο δὲ οὐκ αὐτὸς ἐξήμαρτε μόνος, ἀλλὰ καὶ ὅσοι ταύτην πρότερόν τε καὶ ὕστερον τὴν τιμὴν ἔσχον.
§12 Ἡμαρτάνετο δὲ τοιοῦτο κἀν τῇ τοῦ μαγίστρου καλουμένου ἀρχῇ κἀν τοῖς Παλατίνοις, οἳ δὴ ἀμφί τε τοὺς θησαυροὺς καὶ τὰ πριβᾶτα καλούμενα τό τε πατριμώνιον ἐπιτελεῖν ἀεὶ τὴν ὑπουργίαν εἰώθασιν, ἐν πάσαις τε συλλήβδην εἰπεῖν ταῖς ἐν Βυζαντίῳ καὶ πόλεσι ταῖς ἄλλαις τεταγμέναις ἀρχαῖς.
§13 ἐξ οὗ γὰρ ὅδε τύραννος τὰ πράγματα διῳκήσατο, ἐν ἀρχῇ ἑκάστῃ τοὺς τοῖς ὑπηρετοῦσι προσήκοντας πόρους πὴ μὲν αὐτὸς, πὴ δὲ τὴν τιμὴν ἔχων προσεποιοῦντο ἐν οὐδενὶ λόγῳ, οἵ τε αὐτοῖς ἐπιτάττουσιν ὑπουργοῦντες πενόμενοι τὰ ἔσχατα πάντα τοῦτον τὸν χρόνον δουλοπρεπέστατα ὑπουργεῖν ἠναγκάζοντο.
§14 Σίτου δὲ πολλοῦ κομιδῆ ἐς Βυζάντιον κεκομισμένου ἐσεσήπει μὲν πλεῖστος ἤδη, αὐτὸς δὲ τοῦτον πόλεσι ταῖς ἑῴαις ἐπέβαλλε κατὰ λόγον ἑκάστῃ, καίπερ οὐκ ἔχοντα ἐπιτηδείως ἐς βρῶσιν ἀνθρώπων, ἐπέβαλλέ τε, οὐχ ᾗπερ ἀποδίδοσθαι τὸν κάλλιστον σῖτον εἰώθει, ἀλλὰ καὶ πολλῷ ἀξιώτερον, ἦν τε τοῖς ὠνουμένοις ἐπάναγκες χρήματα μεγάλα προεμένοις ἐπὶ τιμήμασι φορτικωτάτοις, εἶτα τὸν σῖτον ἐς τὴν θάλασσαν ἔς τινα ὑδροχόην ἀπορριπτεῖν.
§15 ἐπεὶ δὲ καὶ σίτου ἀκραιφνοῦς τε καὶ οὔπω σεσηπότος μέγα τι πλῆθος ἐνταῦθα ἀπέκειτο, καὶ τοῦτο πλείστων τῶν πόλεων ταῖς σίτου ὑποσπανιζούσαις ἀπεμπολεῖν ἔγνω.
§16 ταύτῃ γὰρ διπλάσια τὰ χρήματα ἐποίει ἅπερ τοῖς ὑποτελέσι τὸ δημόσιον ὑπὲρ τοῦδε τοῦ σίτου τὰ πρότερα ἐλελόγιστο.
§17 ἀλλἐπεὶ ἐς νέωτα οὐκέτι ὁμοίως τῶν καρπῶν φορὰ ἤκμαζεν, ἐνδεεστέρως μὲν κατὰ χρείαν ἐς Βυζάντιον σιταγωγὸς στόλος ἀφίκετο, Πέτρος δὲ τοῖς παροῦσι διαπορούμενος, ἐκ τῶν ἔν τε Βιθυνίᾳ καὶ Φρυγίᾳ καὶ Θρᾴκῃ χωρίων πρίασθαι μέγα τι χρῆμα σίτου
§18 ἠξίου. ἦν τε ἀναγκαῖον τοῖς ταύτῃ οἰκοῦσι μέχρι μὲν ἐς τὴν θάλασσαν πόνῳ πολλῷ τὰ φορτία φέρειν, ἐς Βυζάντιον δὲ ξὺν κινδύνῳ αὐτὰ ἐσκομίζεσθαι καὶ βραχέα μὲν τιμήματα δῆθεν τῷ λόγῳ πρὸς αὐτοῦ φέρεσθαι, τὴν ζημίαν δὲ αὐτοῖς ἐς τοσόνδε μεγέθους καθίστασθαι ὥστε ἀγαπᾶν ἤν τις αὐτοὺς ἐῴη τόν τε σῖτον οἴκῳ δημοσίῳ χαρίζεσθαι καὶ τίμημα ἕτερον ὑπὲρ αὐτοῦ κατατιθέναι.
§19 τοῦτό ἐστι τὸ ἄχθος ὅπερ καλεῖν συνωνὴν νενομίκασιν. ἐπεὶ δὲ οὐδὣς σῖτος ἐν Βυζαντίῳ κατὰ τὴν χρείαν ἱκανὸς ἐγεγόνει, πολλοὶ τὸ πρᾶγμα ἐς βασιλέα διέβαλλον.
§20 ἅμα δὲ καὶ οἱ στρατευόμενοι σχεδόν τι ἅπαντες ἅτε τὰς εἰωθυίας οὐ κεκομισμένοι ξυντάξεις, θορύβῳ τε ἀνὰ τὴν πόλιν καὶ ταραχῇ πολλῇ εἴχοντο.
§21 βασιλεὺς μὲν οὖν ἤδη τε αὐτῷ χαλεπῶς ἔχειν ἔδοξε καὶ παραλύειν αὐτὸν τῆς ἀρχῆς ἤθελε διά τε ταῦτα ἅπερ ἐρρήθη καὶ ὅτι χρήματα δαιμονίως μεγάλα ἠκηκόει αὐτῷ ἀποκεκρύφθαι,
§22 ἅπερ ἐκ τοῦ δημοσίου σεσυληκὼς ἔτυχε. καὶ ἦν δὲ οὕτως. Θεοδώρα δὲ τὸν ἄνδρα οὐκ εἴα. ἐκτόπως γὰρ τὸν Βαρσύμην ἠγάπα, ἐμοὶ μὲν δοκεῖ, τῆς τε πονηρίας ἕνεκα καὶ τοῦ τοῖς κατηκόοις διαφερόντως λυμαίνεσθαι.
§23 αὐτή τε γὰρ ὠμοτάτη ἦν καὶ ἀπανθρωπίας ἀτεχνῶς ἔμπλεως καὶ τοὺς ὑπουργοῦντας ἠξίου τὰ ἐς τὸν τρόπον αὐτῇ ἐπιτηδείως ὡς μάλιστα ἔχειν.
§24 φασὶ δὲ αὐτὴν καὶ καταμαγευθεῖσαν πρὸς τοῦ Πέτρου ἀκούσιον αὐτῷ εὐνοϊκῶς ἔχειν.
§25 περί τε γὰρ τοὺς φαρμακέας καὶ τὰ δαιμόνια περιέργως ἐσπουδάκει Βαρσύμης οὗτος, καὶ τοὺς καλουμένους Μανιχαίους ἐτεθήπει τε καὶ αὐτῶν προστατεῖν ἐκ τοῦ ἐμφανοῦς οὐδαμῆ ἀπηξίου.
§26 καίτοι καὶ ταῦτα βασιλὶς ἀκούσασα οὐ μεθῆκε τὴν ἐς τὸν ἄνθρωπον εὔνοιαν, ἀλλὰ μᾶλλον ἔτι διὰ ταῦτα περιστέλλειν τε καὶ ἀγαπᾶν ἔγνω.
§27 μάγοις τε γὰρ καὶ φαρμακεῦσι καὶ αὐτὴ ὁμιλήσασα ἐκ παιδὸς ἅτε τῶν ἐπιτηδευμάτων αὐτὴν ἐς τοῦτο ἀγόντων διεβίω πιστεύουσά τε τῷ πράγματι τούτῳ καὶ αὐτῷ τὸ θαρσεῖν ἐς ἀεὶ ἔχουσα.
§28 λέγεται δὲ καὶ τὸν Ἰουστινιανὸν οὐ τοσοῦτον θωπεύουσα χειροήθη ποιήσασθαι, ὅσον τῇ ἐκ τῶν δαιμονίων ἀνάγκῃ.
§29 οὐ γάρ τις ἦν εὔφρων δίκαιος ὅδε ἀνὴρ ἐς τὸ ἀγαθὸν βέβαιος, ὥστε κρείσσων ποτὲ τῆς τοιαύτης ἐπιβουλῆς εἶναι, ἀλλὰ φόνων μὲν καὶ χρημάτων ἔρωτος διαφανῶς ἥσσων, τοῖς δὲ αὐτὸν ἐξαπατῶσι καὶ κολακεύουσιν οὐ χαλεπῶς εἴκων.
§30 ἔν τε πράξεσι ταῖς μάλιστά οἱ ἐσπουδασμέναις μετεβάλλετό τε οὐδενὶ λόγῳ καὶ κονιορτῷ ἐνδελεχέστατα ἐμφερὴς ἐγεγόνει.
§31 ταῦτά τοι οὐδέ τις τῶν αὐτοῦ ξυγγενῶν ἄλλως γνωρίμων ἐλπίδα τινά ποτε ἀσφαλῆ ἐπαὐτῷ ἔσχεν, ἀλλὰ μεταναστάσεις αὐτῷ ἐς ἀεὶ τῆς ἐς τὰ ἐπιτηδεύματα ἐγίνοντο γνώμης.
§32 οὕτω τε καὶ τοῖς φαρμακεῦσιν, ὅπερ ἐρρήθη, εὐέφοδος ὢν καὶ τῇ Θεοδώρᾳ πόνῳ οὐδενὶ ὑποχείριος ἐγεγόνει, καὶ ἀπαὐτοῦ μάλιστα βασιλὶς ἅτε σπουδαῖον τὰ τοιαῦτα τὸν Πέτρον ὄντα ὑπερηγάπα.
§33 ἀρχῆς μὲν οὖν ἧς τὰ πρότερα εἶχε βασιλεὺς αὐτὸν παρέλυσε μόλις, Θεοδώρας δὲ ἐγκειμένης οὐ πολλῷ ὕστερον ἄρχοντα τῶν θησαυρῶν αὐτὸν κατεστήσατο, Ἰωάννην παραλύσας ταύτης δὴ τῆς τιμῆς, ὅσπερ αὐτὴν παρειληφὼς μησί που ὀλίγοις πρότερον ἔτυχεν.
§34 ἦν δὲ οὗτος ἀνὴρ γένος μὲν Παλαιστῖνος, πρᾷος δὲ καὶ ἀγαθὸς ἄγαν, καὶ οὔτε πορίζεσθαι χρημάτων ἀδίκων πόρους εἰδὼς, οὔτε τῳ λυμηνάμενος πώποτε τῶν πάντων ἀνθρώπων.
§35 ἀμέλει καὶ διαφερόντως ἠγάπων αὐτὸν λεὼς ἅπας. διά τοι τοῦτο Ἰουστινιανόν τε καὶ τὴν ὁμόζυγα οὐδαμῆ ἤρεσκεν, οἵπερ ἐπειδὴ τῶν σφίσιν ὑπουργούντων καλόν τε καὶ ἀγαθὸν παρὰ δόξαν τινὰ ἴδοιεν, ἰλιγγιῶντες καὶ δυσφορούμενοι ἐς τὰ μάλιστα πάσῃ μηχανῇ αὐτὸν ὅτι τάχιστα διωθεῖσθαι ἐν σπουδῇ ἐποιοῦντο.
§36 Οὕτω γοῦν καὶ τοῦτον τὸν Ἰωάννην Πέτρος ἐκδεξάμενος θησαυρῶν τε τῶν βασιλικῶν προὔστη καὶ ξυμφορῶν αὖθις μεγάλων αἰτιώτατος ἅπασι γέγονεν.
§37 ἀποτεμνόμενος γὰρ τῶν χρημάτων τὸ πλεῖστον μέρος, ἅπερ ἐν παραψυχῆς λόγῳ πολλοῖς χορηγεῖσθαι ἀνὰ πᾶν ἔτος πρὸς βασιλέως ἐκ παλαιοῦ διατέτακται, αὐτὸς μὲν τοῖς δημοσίοις οὐ δέον ἐπλούτει καὶ μοῖραν ἐνθένδε βασιλεῖ ἀνέφερεν.
§38 οἱ δὲ τὰ χρήματα περιῃρημένοι ἐν πένθει μεγάλῳ περιεκάθηντο, ἐπεὶ καὶ τὸ χρυσοῦν νόμισμα οὐχ ᾗπερ εἰώθει ἐκφέρειν ἠξίου, ἀλλἔλασσον αὐτὸ καταστησάμενος, πρᾶγμα οὐδεπώποτε γεγονὸς πρότερον.
§39 Τὰ μὲν ἀμφὶ τοῖς ἄρχουσι βασιλεῖ ταύτῃ πη εἶχεν. ὅπως δὲ τοὺς τὰ χωρία κεκτημένους πανταχῆ διέφθειρεν ἐρῶν ἔρχομαι.
§40 ἀπέχρη μὲν οὖν ἡμῖν τῶν ἐς τὰς πόλεις ἁπάσας στελλομένων ἀρχόντων ἐπιμνησθεῖσιν οὐ πολλῷ πρότερον καὶ τούτων δὴ τῶν ἀνθρώπων σημῆναι τὰ πάθη. πρώτους γὰρ οἱ ἄρχοντες οὗτοι τοὺς τῶν χωρίων κυρίους βιαζόμενοι ἐληΐζοντο, καὶ ὣς δὲ τἄλλα εἰρήσεται πάντα.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up