§1
Ἐπειδὴ οὖν Ἰουστινιανὸς τὴν βασιλείαν παρέλαβε, συγχεῖν ἅπαντα εὐθὺς ἴσχυσεν. ἃ γὰρ ἔμπροσθεν νόμῳ ἀπορρηθέντα ἐτύγχανεν, ἐς τὴν πολιτείαν εἰσῆγε, τά τε ὄντα καὶ ξυνειθισμένα καθελὼν ξύμπαντα, ὥσπερ ἐπὶ τούτῳ κεκομισμένος τὸ τῆς βασιλείας σχῆμα, ἐφ̓ ᾧ ἅπαντα μεταλλάσσοι ἐφ’ ἕτερον σχῆμα.
§2
ἀρχάς τε γὰρ τὰς μὲν οὔσας ἀνῄρει, τὰς δὲ οὐκ οὔσας ἐφίστη τοῖς πράγμασι· τούς τε νόμους καὶ τῶν στρατιωτῶν τοὺς καταλόγους ταὐτὸ τοῦτο ἐποίει, οὐ τῷ δικαίῳ εἴκων οὐδὲ τῷ ξυμφόρῳ ἐς τοῦτο ἠγμένος, ἀλλ’ ὅπως δὴ ἅπαντα νεώτερά τε καὶ αὐτοῦ ἐπώνυμα εἴη. ἢν δέ τι καὶ μεταβαλεῖν ἐν τῷ παραυτίκα ἥκιστα ἴσχυσεν, ἀλλὰ τούτῳ γε τὴν ἐπωνυμίαν τὴν αὑτοῦ ἔθετο.
§3
Χρημάτων δὲ ἁρπαγῆς ἢ φόνου ἀνθρώπων κόρος αὐτὸν οὐδεὶς ἔλαβε πώποτε, ἀλλ’ οἰκίας μὲν παμπληθεῖς ληϊσάμενος εὐδαιμόνων ἀνδρῶν ἑτέρας ἐζήτει, προέμενος εὐθὺς τῶν βαρβάρων τισὶν, ἢ ἀνοήτοις οἰκοδομίαις λείας τῆς προτέρας τὰ χρήματα.
§4
καὶ μυρίους δὲ ἴσως λόγῳ οὐδενὶ ἀνελὼν ἐς πλειόνων ἄλλων ἐπιβουλὴν αὐτίκα μάλα καθίστατο.
§5
εἰρήνης τοίνυν Ῥωμαίοις οὔσης ἐς πάντας ἀνθρώπους οὐκ ἔχων ὅστις γένηται τῶν φόνων ἐπιθυμίᾳ πάντας βαρβάρους πρός τε ἀλλήλους ξυνέκρουε, τῶν δὲ Οὔννων τοὺς ἡγουμένους ἐξ αἰτίας οὐδεμιᾶς μετακαλῶν χρήματα μεγάλα σφίσιν ἀτόπῳ φιλοτιμίᾳ προΐετο, φιλίας ἐνέχυρα δῆθεν τῷ λόγῳ ταῦτα ποιούμενος· ὅπερ αὐτὸν ἐρρήθη καὶ ὑπὸ τὸν χρόνον τῆς Ἰουστίνου βασιλείας πεποιηκέναι.
§6
οἱ δὲ καὶ χρήματα κεκομισμένοι τῶν ξυναρχόντων τινὰς ξὺν τοῖς ἑπομένοις τοῖς αὐτῶν ἔπεμπον, καταθέειν ἐξ ἐπιδρομῆς γῆν τὴν βασιλέως κελεύοντες, ὅπως καὶ αὐτοὶ τὴν εἰρήνην ἀπεμπολεῖν τῷ ταύτην ὠνεῖσθαι λόγῳ οὐδενὶ βουλομένῳ δυνατοὶ εἶεν.
§7
καὶ οἱ μὲν αὐτίκα ἠνδραπόδιζόν τε τὴν Ῥωμαίων ἀρχὴν καὶ οὐδέν τι ἧσσον ἔμμισθοι πρὸς τοῦ βασιλέως ἐγίνοντο· ἕτεροι δὲ μετ’ ἐκείνους εὐθὺς ἐς τὸ ληΐζεσθαι τοὺς ταλαιπώρους Ῥωμαίους καθίσταντο, καὶ μετὰ τὴν λείαν ἆθλα τῆς ἐφόδου τὴν βασιλέως φιλοτιμίαν ἐδέχοντο.
§8
οὕτω τε ἅπαντες ξυλλήβδην εἰπεῖν οὐδένα ἀνιέντες καιρὸν ἐκ περιτροπῆς ἦγόν τε καὶ ἔφερον ἁπαξάπαντα.
§9
ἀρχόντων γάρ εἰσι τοῖς βαρβάροις τούτοις ξυμμορίαι πολλαὶ καὶ περιήρχετο πόλεμος τὴν μὲν αἰτίαν ἐκ φιλοτιμίας ἀλογίστου λαβὼν, τὸ δὲ πέρας εὑρέσθαι οὐδαμῆ ἔχων, ἀλλ’ ἐφ’ ἑαυτὸν ἀνακυκλούμενος τὸν
§10
πάντα αἰῶνα. διὸ δὴ χῶρος μέν τις ἢ ὄρος ἢ σπήλαιον ἢ ἄλλο τι τῆς Ῥωμαίων γῆς ὑπὸ τὸν χρόνον τοῦτον ἀδῄωτον οὐδαμῆ ἔμεινε, χώραις δὲ πολλαῖς πλέον ἢ πεντάκις ἁλῶναι συνέβη.
§11
καὶ ταῦτα μέντοι καὶ ὅσα πρὸς Μήδων τε καὶ Σαρακηνῶν καὶ Σκλαβηνῶν καὶ Ἀντῶν καὶ τῶν ἄλλων βαρβάρων ξυνηνέχθη γενέσθαι ἐν τοῖς ἔμπροσθέν μοι δεδιήγηται λόγοις· ἀλλ’ ὅπερ τοῦδε ἀρχόμενος τοῦ λόγου ὑπεῖπον, τὴν αἰτίαν τῶν ξυμπεπτωκότων ἐνταῦθά μοι ἦν ἀναγκαῖον εἰπεῖν.
§12
Καὶ Χοσρόῃ μὲν κεντηναρίων πλῆθος ὑπὲρ τῆς εἰρήνης προέμενος, αὐτογνωμονήσας δὲ οὐδενὶ λόγῳ αἰτιώτατος τοῦ λελύσθαι τὰς σπονδὰς γέγονεν, Ἀλαμούνδαρόν τε καὶ Οὔννους τοὺς Πέρσαις ἐνσπόνδους σπουδάζων τε καὶ διατεινόμενος ἑταιρίζεσθαι, ὅπερ μοι ἐν λόγοις τοῖς ὑπὲρ αὐτῶν οὐκ ἀπαρακαλύπτως εἰρῆσθαι δοκεῖ.
§13
ἐν ᾧ δὲ τὰ ἐκ τῶν στάσεών τε καὶ πολέμων κακὰ Ῥωμαίοις ἀνήγειρε καὶ ἐρρίπιζεν, ἓν τοῦτο βουλευσάμενος, αἵματος ἀνθρωπείου τὴν γῆν πολλαῖς μηχαναῖς ἔμπλεων γίνεσθαι καὶ χρήματα ληΐζεσθαι πλείω, φόνον καὶ ἄλλον τῶν ὑπηκόων ἐπενόει πολὺν τρόπῳ τοιῷδε.
§14
Χριστιανῶν δόξαι ἀπόβλητοι πολλαί εἰσιν ἐν πάσῃ τῇ Ῥωμαίων ἀρχῇ, ἅσπερ αἱρέσεις καλεῖν νενομίκασι, Μοντανῶν τε καὶ Σαββατιανῶν καὶ ὅσαις ἄλλαις πλανᾶσθαι αἱ τῶν ἀνθρώπων εἰώθασι γνῶμαι.
§15
τούτους ἅπαντας δόξαν τὴν παλαιὰν ἐκέλευε μετατίθεσθαι, ἄλλα τε ἀπειλήσας ἀπειθοῦσι πολλὰ καὶ τὰς οὐσίας ἐς τοὺς παῖδας ἢ ξυγγενεῖς μηκέτι παραπέμπειν οἷόν τε εἶναι.
§16
τούτων δὲ τὰ ἱερὰ τῶν αἱρετικῶν καλουμένων, καὶ διαφερόντως οἷσπερ ἡ τοῦ Ἀρείου ἤσκητο δόξα, πλοῦτόν τινα εἶχεν ἀκοῆς κρείττω.
§17
οὔτε γὰρ ἡ σύγκλητος βουλὴ ξύμπασα οὔτε τις ἄλλη μεγίστη μοῖρα τῆς Ῥωμαίων ἀρχῆς τά γε εἰς τὴν οὐσίαν εἰκάζεσθαι τούτοις δὴ τοῖς ἱεροῖς ἔσχε.
§18
κειμήλιά τε γὰρ αὐτοῖς χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ ξυγκείμενα ἐκ λίθων ἐντίμων ἀμύθητά τε καὶ ἀναρίθμητα ἦν, οἰκίαι τε καὶ κῶμαι παμπληθεῖς, καὶ χώρα πολλὴ πανταχόθι τῆς γῆς, καὶ ὅση ἄλλη πλούτου ἰδέα ἐστί τε καὶ ὀνομάζεται ἐν πᾶσιν ἀνθρώποις ἅτε οὐδενὸς αὐτὰ τῶν πώποτε βεβασιλευκότων ὀχλήσαντος.
§19
πολλοί τε ἄνθρωποι, καὶ ταῦτα δόξης ὄντες ὀρθῆς, τῇ τῶν σφετέρων ἐπιτηδευμάτων προφάσει ἐνθένδε ἀεὶ τοῦ βίου τὰς ἀφορμὰς εἶχον.
§20
τούτων μὲν οὖν τῶν ἱερῶν πρῶτον τὰς οὐσίας δημοσιώσας Ἰουστινιανὸς βασιλεὺς ἀφείλετο ἐξαπιναίως τὰ χρήματα πάντα. ἐξ οὗ τοῖς πολλοῖς ἀποκεκλεῖσθαι τὸ λοιπὸν τοῦ βίου συνέβη.
§21
Πολλοὶ δὲ εὐθὺς πανταχόσε περιιόντες δόξης τῆς πατρίου τοὺς παραπίπτοντας ἠνάγκαζον μεταβάλλεσθαι.
§22
ἅπερ ἐπεὶ ἀνθρώποις ἀγροίκοις οὐχ ὅσια ἔδοξεν εἶναι, τοῖς ταῦτα ἐπαγγέλλουσιν ἀντιστατεῖν ἅπαντες ἔγνωσαν.
§23
πολλοὶ μὲν οὖν πρὸς τῶν στρατιωτῶν διεφθείροντο, πολλοὶ δὲ καὶ σφᾶς αὐτοὺς διεχρήσαντο εὐσεβεῖν μάλιστα ὑπὸ ἀβελτερίας οἰόμενοι, καὶ αὐτῶν ὁ μὲν πλεῖστος ὅμιλος γῆς τῆς πατρῴας ἐξιστάμενοι ἔφευγον, Μοντανοὶ δὲ, οἳ ἐν Φρυγίᾳ κατῴκηντο, σφᾶς αὐτοὺς ἐν ἱεροῖς τοῖς σφετέροις καθείρξαντες τούτους τε τοὺς νεὼς αὐτίκα ἐμπρήσαντες ξυνδιεφθάρησαν οὐδενὶ λόγῳ, πᾶσά τε ἀπ’ αὐτοῦ ἡ Ῥωμαίων ἀρχὴ φόνου τε ἦν καὶ φυγῆς ἔμπλεως.
§24
Νόμου δὲ τοῦ τοιούτου καὶ ἀμφὶ τοῖς Σαμαρείταις αὐτίκα τεθέντος ταραχὴ ἄκριτος τὴν Παλαιστίνην κατέλαβεν.
§25
ὅσοι μὲν οὖν ἔν τε Καισαρείᾳ τῇ ἐμῇ κὰν ταῖς ἄλλαις πόλεσιν ᾤκουν, παρὰ φαῦλον ἡγησάμενοι κακοπάθειάν τινα ὑπὲρ ἀνοήτου φέρεσθαι δόγματος, ὄνομα Χριστιανῶν τοῦ σφίσι παρόντος ἀνταλλαξάμενοι τῷ προσχήματι τούτῳ τὸν ἐκ τοῦ νόμου ἀποσείσασθαι κίνδυνον ἴσχυσαν.
§26
καὶ αὐτῶν ὅσοις μέν τι λογισμοῦ καὶ ἐπιεικείας μετῆν, πιστοὶ εἶναι τὰ ἐς δόξαν τήνδε οὐδαμῆ ἀπηξίουν, οἱ μέντοι πλεῖστοι ὥσπερ ἀγανακτοῦντες, ὅτι δὴ οὐχ ἑκούσιοι, ἀλλὰ τῷ νόμῳ ἠναγκασμένοι δόγμα τὸ πάτριον μετεβάλοντο, αὐτίκα δὴ μάλα ἐπί τε Μανιχαίους καὶ τοὺς καλουμένους Πολυθέους ἀπέκλιναν.
§27
οἱ δὲ γεωργοὶ ξύμπαντες ἀθρόοι γεγενημένοι ὅπλα ἀνταίρειν βασιλεῖ ἔγνωσαν, βασιλέα σφίσι τῶν τινα λῃστῶν προβεβλημένοι, Ἰουλιανὸν ὄνομα, Σαβάρου υἱόν.
§28
καὶ χρόνον μέν τινα τοῖς στρατιώταις ἐς χεῖρας ἐλθόντες ἀντεῖχον, ἔπειτα δὲ ἡττηθέντες τῇ μάχῃ διεφθάρησαν ξὺν τῷ ἡγεμόνι.
§29
καὶ λέγονται μυριάδες ἀνθρώπων δέκα ἐν τῷ πόνῳ τούτῳ ἀπολωλέναι, καὶ χώρα ἡ πάσης γῆς ἀγαθὴ μάλιστα ἔρημος γεωργῶν ἀπ’ αὐτοῦ γέγονε.
§30
τοῖς τε τῶν χωρίων κυρίοις Χριστιανοῖς οὖσι τὸ πρᾶγμα τοῦτο ἐς μέγα κακὸν ἐτελεύτησεν. ἀναγκαῖον γὰρ γέγονε σφίσιν οὐδὲν ἐνθένδε μετακομιζομένοις φόρον τὸν ἐπέτειον ἁδρόν τινα ὄντα ἐς τὸν ἅπαντα αἰῶνα βασιλεῖ φέρειν, ἐπεὶ οὐδεμιᾷ φειδοῖ ἡ τοῦ ἔργου τούτου ἐντροπὴ γέγονεν.
§31
Ἐντεῦθεν ἐπὶ τοὺς Ἕλληνας καλουμένους τὴν δίωξιν ἦγεν αἰκιζόμενός τε τὰ σώματα καὶ τὰ χρήματα ληϊζόμενος.
§32
ἀλλὰ καὶ αὐτῶν ὅσοι τοῦ Χριστιανῶν ὀνόματος δῆθεν μεταλαχεῖν ἔγνωσαν τῷ λόγῳ τὰ παρόντα σφίσιν ἐκκρούοντες, οὗτοι δὴ οὐ πολλῷ ὕστερον ἐπὶ ταῖς σπονδαῖς καὶ θυσίαις καὶ ἄλλοις οὐχ ὁσίοις ἔργοις ἐκ τοῦ ἐπὶ πλεῖστον ἡλίσκοντο.
§33
τὰ γὰρ ἀμφὶ τοῖς Χριστιανοῖς εἰργασμένα ἐν τοῖς ὄπισθέν μοι λόγοις λελέξεται.
§34
Μετὰ δὲ καὶ τὸ παιδεραστεῖν νόμῳ ἀπεῖργεν, οὐ τὰ μετὰ τὸν νόμον διερευνώμενος, ἀλλὰ τοὺς πάλαι ποτὲ ταύτῃ δὴ τῇ νόσῳ ἁλόντας.
§35
ἐγίνετό τε ἡ ἐς αὐτοὺς ἐπιστροφὴ οὐδενὶ κόσμῳ, ἐπεὶ καὶ κατηγόρου χωρὶς ἐπράσσετο ἡ ἐς αὐτοὺς τίσις, ἑνός τε ἀνδρὸς ἢ παιδὸς λόγος, καὶ τούτου δούλου, ἂν οὕτω τύχοι, καὶ ἀκουσίου μαρτυρεῖν ἐπὶ τὸν κεκτημένον ἀναγκασθέντος,
§36
ἔδοξεν εἶναι ἀκριβὴς ἔλεγχος. τούς τε οὕτως ἁλισκομένους τὰ αἰδοῖα περιῃρημένους ἐπόμπευον. οὐκ ἐς πάντας μέντοι κατ’ ἀρχὰς τὸ κακὸν ἤγετο, ἀλλ’ ὅσοι ἢ Πράσινοι εἶναι ἢ μεγάλα περιβεβλῆσθαι χρήματα ἔδοξαν ἢ ἄλλο τι τοῖς τυραννοῦσι προσκεκρουκότες ἐτύγχανον.
§37
Καὶ μὴν καὶ τοῖς μετεωρολόγοις χαλεπῶς εἶχον. διὸ δὴ αὐτοὺς ἡ ἐπὶ τοῖς κλέπταις τεταγμένη ἀρχὴ ᾐκίζετό τε ἀπ’ οὐδεμιᾶς ἄλλης αἰτίας καὶ ξαίνουσα κατὰ τοῦ νώτου πολλὰς ἐπὶ καμήλων φερομένους ἐπόμπευεν ἀνὰ πᾶσαν τὴν πόλιν γέροντάς τε καὶ ἄλλως ἐπιεικεῖς ὄντας, ἄλλο αὐτοῖς ἐπικαλεῖν οὐδὲν ἔχουσα, πλήν γε δὴ ὅτι σοφοὶ τὰ περὶ τοὺς ἀστέρας
§38
ἐν τοιούτῳ χώρῳ ἐβούλοντο εἶναι. ἔφευγον τοίνυν ἀνθρώπων διηνεκὲς πολὺς ὅμιλος οὐκ ἐς βαρβάρους μόνον, ἀλλὰ καὶ ἐς τοὺς μακρὰν ᾠκισμένους Ῥωμαίους, ἦν τε ἰδεῖν ἐν χώρᾳ τε ἀεὶ καὶ πόλει ἑκάστῃ τοὺς πλείστους ξένους.
§39
τοῦ γὰρ διαλαθεῖν ἕνεκα γῆς τῆς πατρῴας τὴν ἀλλοτρίαν ἠλλάξαντο εὐπετῶς ἕκαστοι,
§40
ὥσπερ τῆς πατρίδος αὐτοῖς ὑπὸ πολεμίων ἁλούσης. τὸν μὲν οὖν πλοῦτον τῶν εὐδαιμόνων εἶναι δοκούντων ἔν τε Βυζαντίῳ καὶ πόλει ἑκάστῃ μετά γε τοὺς ἐκ τῆς συγκλήτου βουλῆς, τρόποις οἷσπερ εἴρηται Ἰουστινιανός τε καὶ Θεοδώρα ληϊσάμενοι ἔσχον.
§41
ὅπως δὲ καὶ τοὺς ἐκ βουλῆς ἀφαιρεῖσθαι τὰ χρήματα ξύμπαντα ἴσχυσαν, αὐτίκα δηλώσω.
Tap any Greek word to look it up